Μένε τοίνυν καὶ ἀγωνίζου, κἂν τρέχειν δέῃ, κἂν πυκτεύειν, κἂν παγκρατιάζειν· μὴ ἀδήλως, μηδὲ ἁπλῶς, μηδὲ εἰκῆ. Ἄκουσον τί ἐποίησεν ὁ Παῦλος· Εὐθέως ἀπὸ τῶν ναμάτων ἀναβὰς, αὐτίκα ἀπὸ τοῦ βαπτίσματος ἠγωνίζετο, ἐκήρυττεν ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· καὶ συνέχυνε τοὺς Ἰουδαίους ἀπὸ πρώτης. Ἀλλ᾽ οὐ δύνασαι κηρῦξαι σὺ, οὐδὲ ἔχεις διδασκαλικὸν λόγον; Οὐκοῦν δίδαξον διὰ τῶν ἔργων καὶ τῆς πολιτείας, διὰ τῆς λαμπρότητος τῶν πράξεων. Λαμψάτω γὰρ, φησὶ, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Οὐ δύνασαι συγχέειν Ἰουδαίους διὰ τῆς φωνῆς; Ποίησον αὐτοὺς συγχυθῆναι διὰ τῆς πολιτείας, ποίησον καὶ Ἕλληνας θορυβηθῆναι διὰ τῆς μεταβολῆς. Ὅταν γὰρ ἴδωσι τὸν πρὸ τούτου ἀσελγῆ, τὸν πονηρὸν, τὸν ἠμελημένον, τὸν διεφθαρμένον, ἀθρόον μεταβεβλημένον, καὶ μετὰ τῆς μεταβολῆς τῆς κατὰ τὴν χάριν, μεταβολὴν τὴν κατὰ τὴν πολιτείαν ἐνδεικνύμενον, οὐ συγχυθήσονται καὶ ἐροῦσιν, ὅπερ ἐπὶ τοῦ τυφλοῦ οἱ Ἰουδαῖοι ἔλεγόν ποτε, Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος, αὐτός ἐστι;