Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀρχὴν τῶν Πράξεων

Ἰωάννης ὁ Χρυσόστομος

Το ακατάλυτο θεμέλιο της Εκκλησίας και η αποστολική οικοδομή

Περιγραφή της νίκης της Εκκλησίας έναντι των διαχρονικών διωγμών και εξήγηση της αρμονικής συνέχειας μεταξύ του παλαιού θεμελίου των προφητών και της νέας αποστολικής διδασκαλίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 11

Συνάξεως διὰ χρόνου ἐν τῇ παλαιᾷ ἐκκλησίᾳ γενομένης, εἰς τὴν ἐπιγραφὴν τῶν Πράξεων τῶν ἀποστόλων, καὶ ὅτι χρησιμώτερος βίος ἐνάρετος σημείων καὶ θαυμάτων, καὶ κατὰ τί διαφέρει πολιτεία σημείων. αʹ. Διὰ χρόνου πρὸς τὴν μητέρα ἡμῶν ἐπανήλθομεν πάλιν, τὴν ποθεινὴν καὶ ἐπέραστον ταύτην ἅπασιν ἐκκλησίαν, πρὸς τὴν μητέρα ἡμῶν καὶ τῶν ἐκκλησιῶν ἁπασῶν. Μήτηρ μὲν γὰρ, οὐχ ὅτι τῷ χρόνῳ πρεσβυτέρα μόνον ἐστὶν, ἀλλ᾽ ὅτι καὶ ὑπὸ ἀποστολικῶν ἐθεμελιώθη χειρῶν· διὰ τοῦτο πολλάκις καὶ κατασκαφεῖσα διὰ τὸ ὄνομα τοῦ Χριστοῦ, πάλιν ὠρθώθη διὰ τῆς δυνάμεως τοῦ Χριστοῦ. Οὐ γὰρ αἱ ἀποστολικαὶ μόνον αὐτὴν ἐθεμελίωσαν χεῖρες, ἀλλὰ καὶ τοῦ Δεσπότου τῶν ἀποστόλων ἡ ἀπόφασις ἐτείχισεν αὐτὴν καινῷ καὶ παραδόξῳ τειχισμοῦ τρόπῳ. Οὐ γὰρ ξύλα καὶ λίθους συνθεὶς, οὕτως ᾠκοδόμησε τὸν περίβολον, οὐδὲ τάφρον ἔξωθεν περιελάσας, καὶ σκόλοπας καταπήξας, καὶ πύργους ἀναστήσας, οὕτως αὐτὴν ἠσφαλίσατο· ἀλλ᾽ ἐφθέγξατο δύο ῥήματα ψιλὰ μόνον, καὶ ταῦτα ἤρκεσεν ἀντὶ τείχους αὐτῇ, καὶ πύργου, καὶ τάφρου, καὶ ἀσφαλείας ἁπάσης. Καὶ τίνα ἐστὶ τὰ ῥήματα ταῦτα, ἃ τοσαύτην ἔχει τὴν ἰσχύν; Ἐπὶ τῇ πέτρᾳ ταύτῃ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν· καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Τοῦτό ἐστι τὸ τεῖχος, τοῦτο ὁ περίβολος, τοῦτο ἡ ἀσφάλεια, τοῦτο λιμὴν καὶ καταφυγή. Σὺ δέ μοι σκόπει κἀντεῦθεν τοῦ τείχους τὸ ἀῤῥαγές.

Οὐ γὰρ εἶπεν, ὅτι ἀνθρώπων ἐπιβουλαὶ οὐ κατισχύσουσιν αὐτῆς μόνον, ἀλλ᾽ ὅτι οὐδ᾽ αὐταὶ αἱ μηχαναὶ τοῦ ᾅδου· Πύλαι γὰρ, φησὶν, ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Οὐκ εἶπεν, Οὐ προσβαλοῦσιν αὐτῇ, ἀλλ᾽ ὅτι Οὐ κατισχύσουσιν αὐτῆς· προσβαλοῦσι μὲν γὰρ, οὐ περιέσονται δὲ αὐτῆς. Ἀλλὰ τί ποτέ ἐστι, Πύλαι ᾅδου; τάχα γὰρ ἀσαφὲς τὸ εἰρημένον. Μάθωμεν τί ἐστι πύλη πόλεως, καὶ τότε εἰσόμεθα τί ἐστι πύλη ᾅδου. Πύλη πόλεώς ἐστιν εἴσοδος ἡ εἰς τὴν πόλιν· οὐκοῦν καὶ πύλη ᾅδου ἐστὶ κίνδυνος εἰς τὸν ᾅδην φέρων. Ὃ τοίνυν λέγει, τοιοῦτόν ἐστιν· Ἂν τοιοῦτοι κίνδυνοι καταῤῥαγῶσι καὶ προσβάλωσιν, ὡς πρὸς αὐτὸν ἐνεγκεῖν ἡμᾶς τὸν ᾅδην, ἀπερίτρεπτος ἡ Ἐκκλησία μένει.

Ἠδύνατο μὲν γὰρ μὴ ἀφεῖναι πεῖραν αὐτὴν λαβεῖν τῶν δεινῶν· τίνος οὖν ἕνεκεν ἀφῆκεν; Ὅτι πολλῷ μεῖζόν ἐστι τοῦ κωλῦσαι τοὺς πειρασμοὺς τὸ συγχωρήσαντα τοὺς πειρασμοὺς ἐλθεῖν, μηδὲν ἀφεῖναι δεινὸν ἐκ τῆς ἐπαγωγῆς τούτων παθεῖν. Διὰ τοῦτο ἀφῆκε πάντας ἐπελθεῖν τοὺς πειρασμοὺς, ἵνα δοκιμωτέραν αὐτὴν ἐργάσηται· Ἡ γὰρ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν. Καὶ ἵνα τὴν δύναμιν τὴν ἑαυτοῦ μετὰ πλείονος ἐπιδείξηται περιουσίας, ἐξ αὐτῶν τῶν πυλῶν τοῦ θανάτου ἐξαρπάζει αὐτήν.

Διὰ τοῦτο καὶ τὸ κλυδώνιον εἴασε γενέσθαι, καὶ βαπτισθῆναι τὸ σκάφος οὐκ εἴασεν. Οὕτω καὶ κυβερνήτην θαυμάζομεν, οὐχ ὅταν ἐξ οὐρίας πλέων, οὐδ᾽ ὅταν κατὰ πρύμναν ἱσταμένου τοῦ πνεύματος διασώσῃ τὸ σκάφος· ἀλλ᾽ ὅταν τῆς θαλάσσης στασιαζούσης, καὶ τῶν κυμάτων ἀγριουμένων, καὶ τοῦ χειμῶνος καταῤῥηγνυμένου, τὴν τέχνην πρὸς τὴν τῶν ἀνέμων ἀντιστήσας φορὰν, ἐκ μέσου τοῦ χειμῶνος ἐξαρπάσῃ τὸ πλοῖον. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε. Καθάπερ πλοῖον ἐν θαλάττῃ τὴν Ἐκκλησίαν ἐν τῇ οἰκουμένῃ φέρεσθαι πάλιν ἀφεὶς, οὐ κατέλυσε τὴν ζάλην, ἀλλ᾽ ἐξήρπασε τῆς ζάλης· οὐ κατέστειλε τὴν θάλασσαν, ἀλλ᾽ ἠσφαλίσατο τὴν ναῦν· καὶ διανισταμένων τῶν πανταχοῦ δήμων, καθάπερ κυμάτων ἀγρίων, καὶ προσβαλόντων αὐτῇ τῶν πνευμάτων τῶν πονηρῶν, καθάπερ χαλεπῶν ἀνέμων, καὶ πάντοθεν ἐγειρομένου τοῦ χειμῶνος, πολλὴν τῇ Ἐκκλησίᾳ τὴν γαλήνην ἐποίει· καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὐ μόνον ὁ χειμὼν οὐ κατέκλυσε τὴν ναῦν, ἀλλ᾽ ὅτι καὶ τὸν χειμῶνα ἡ ναῦς κατέλυσεν. Οἱ γὰρ διωγμοὶ οἱ συνεχεῖς οὐ μόνον οὐ κατεπόντισαν τὴν Ἐκκλησίαν, ἀλλὰ καὶ διελύθησαν ὑπὸ τῆς Ἐκκλησίας. Πῶς καὶ τίνα τρόπον, καὶ πόθεν; Ἀπὸ τῆς ἀποφάσεως ταύτης τῆς λεγούσης, Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Πόσα ἔκαμον Ἕλληνες, ὥστε τὸ ῥῆμα τοῦτο καθελεῖν, ὥστε ἄκυρον ποιῆσαι τὴν ἀπόφασιν, καὶ οὐκ ἴσχυσαν καταλῦσαι;

Θεοῦ γὰρ ἡ ἀπόφασις ἦν. Καὶ καθάπερ πύργον ἐξ ἀδαμαντίνων λίθων συγκείμενον, σιδήρῳ συνδεδεμένον ἀκριβῶς, οἱ πολέμιοι πανταχόθεν βάλλοντες, οὔτε τὴν οἰκοδομὴν χαυνοῦσιν, οὔτε τὴν ἁρμονίαν παραλύουσιν, ἀλλ᾽ ἀπέρχονται τὸν μὲν πύργον μηδὲν καταβλάψαντες, μηδὲ ποιήσαντές τι κακὸν, τὴν δὲ ἑαυτῶν καταλύσαντες δύναμιν· οὕτω δὴ καὶ τὸ ῥῆμα τοῦτο, καθάπερ πύργον ὑψηλὸν ἐν μέσῃ τῇ οἰκουμένῃ μετὰ ἀσφαλείας τετειχισμένον, οἱ Ἕλληνες πανταχόθεν βάλλοντες, αὐτόν τε ἰσχυρὸν ἀπέφηναν, τὴν δὲ ἑαυτῶν καταλύσαντες ἰσχὺν, οὕτως ἀπέθανον. Τί γὰρ οὐκ ἐμηχανήσαντο κατὰ τῆς ἀποφάσεως ταύτης;

Στρατόπεδα παρεσκευάζετο, ὅπλα ἐκινεῖτο, βασιλεῖς καθωπλίζοντο, δῆμοι διηγείροντο, πόλεις διανίσταντο, δικασταὶ παρωξύνοντο, ἅπαν τιμωρίας εἶδος ἐπενοεῖτο· οὐδεὶς παρελιμπάνετο κολάσεως τρόπος· πῦρ, καὶ σίδηρος, καὶ θηρίων ὀδόντες, καὶ κρημνοὶ, καὶ καταποντισμοὶ, καὶ βάραθρον, καὶ ξύλον, καὶ σταυρὸς, καὶ κάμινος, καὶ πάντα ὅσα ὤφθη πώποτε βασανιστήρια εἰς μέσον ἐφέροντο· ἀπειλῶν ὄγκος ἄφατος, τιμῶν ὑποσχέσεις ἄφατοι, ὥστε ἐκείνῳ μὲν φοβῆσαι τῷ τρόπῳ, τούτῳ δὲ ἐκλῦσαι καὶ δελεάσαι.

Οὐδὲν γοῦν ἀπάτης, οὐ βίας παρελιμπάνετο εἶδος. Καὶ γὰρ πατέρες παῖδας παρέδωκαν, καὶ παῖδες πατέρας ἠγνόησαν· μητέρες ὠδίνων ἐπελάθοντο· καὶ οἱ τῆς φύσεως ἀνετράπησαν νόμοι. Ἀλλ᾽ ὅμως οἱ θεμέλιοι τῆς Ἐκκλησίας οὐδὲ οὕτως ἐσαλεύθησαν· ἀλλὰ διὰ τῆς συγγενείας αὐτῆς ὁ πόλεμος ἤρετο καὶ τῶν τειχῶν αὐτῆς οὐχ ἥψατο, διὰ τὸ ῥῆμα ἐκεῖνο τὸ λέγον, Ὅτι πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Μὴ γὰρ ἴδῃς, ὅτι ῥῆμα ἦν, ἀλλ᾽ ὅτι ῥῆμα Θεοῦ. Καὶ γὰρ τὸν οὐρανὸν ῥήματι ἐστερέωσεν ὁ Θεὸς, καὶ τὴν γῆν ῥήματι ἐθεμελίωσεν ἐπὶ τῶν ὑδάτων, τὴν πυκνὴν ταύτην καὶ βαρεῖαν φύσιν ἐπὶ τῆς χαυνοτάτης ἐκείνης καὶ διαῤῥεούσης ποιήσας φέρεσθαι· καὶ τὴν θάλασσαν τὴν ἀφόρητον ταῖς βίαις, ἐκείνην τὴν τοσαῦτα ἔχουσαν κύματα, ἀσθενεῖ τειχίῳ τῇ ψάμμῳ πανταχόθεν ἐτείχισε διὰ ῥήματος. Ὁ τοίνυν διὰ ῥήματος τὸν οὐρανὸν στερεώσας, τὴν γῆν θεμελιώσας, τὴν θάλασσαν περιφράξας, τί θαυμάζεις, εἰ τὴν οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης τιμιωτέραν Ἐκκλησίαν διὰ τοῦ ῥήματος τούτου πάλιν ἐτείχισεν;

βʹ. Ἀλλ᾽ ἐπειδὴ οὕτως ἡ οἰκοδομὴ ἄσειστος, οὕτω τὸ τεῖχος ἀῤῥαγὲς, ἴδωμεν πῶς κατεβάλλοντο οἱ ἀπόστολοι τοὺς θεμελίους, πόσον βάθος ἔσκαψαν, ὥστε ἄσειστον γενέσθαι τὴν οἰκοδομήν. Οὐκ ἔσκαψαν βάθος, οὐκ ἐδεήθησαν πόνου τοσούτου. Διὰ τί; Παλαιὸν εὗρον θεμέλιον καὶ ἀρχαῖον, τὸν τῶν προφητῶν. Καθάπερ οὖν ἄνθρωπος μέλλων οἰκίαν μεγίστην οἰκοδομεῖν, ἐπειδὰν εὕρῃ θεμέλιον παλαιὸν καὶ ἰσχυρὸν καὶ ἀῤῥαγῆ, οὐκ ἀναμοχλεύει τὸν θεμέλιον, οὐ κινεῖ τοὺς λίθους, ἀλλ᾽ ἀφεὶς ἑστάναι ἀκίνητον, οὕτως ἐπιτίθησι τὴν νέαν καὶ πρόσφατον οἰκοδομήν· οὕτω καὶ οἱ ἀπόστολοι μέλλοντες τὸ μέγα τοῦτο οἰκοδόμημα οἰκοδομεῖν, τὴν πανταχοῦ τῆς οἰκουμένης Ἐκκλησίαν ἱδρυμένην, οὐ διέσκαψαν βάθος, ἀλλ᾽ εὑρόντες παλαιὸν θεμέλιον, τὸν τῶν προφητῶν, οὐκ ἀνεμόχλευσαν ἐκεῖνον, οὐκ ἐκίνησαν τὴν οἰκοδομὴν καὶ τὴν διδασκαλίαν, ἀλλ᾽ ἀφέντες αὐτὴν μένειν ἀκίνητον, οὕτως ἐπέθηκαν τὴν παρ᾽ ἑαυτῶν διδασκαλίαν, τὴν νέαν ταύτην τῆς Ἐκκλησίας πίστιν. Καὶ ἵνα μάθῃς ὅτι οὐκ ἐκίνησαν τὸν παλαιὸν θεμέλιον, ἀλλ᾽ ἐπάνω αὐτοῦ ᾠκοδόμησαν, ἄκουσον αὐτοῦ τοῦ σοφοῦ ἀρχιτέκτονος Παύλου λέγοντος ἡμῖν τῆς οἰκοδομῆς τὴν ἀκρίβειαν· αὐτὸς γάρ ἐστιν ὁ σοφὸς ἀρχιτέκτων. Ὡς σοφὸς γὰρ, φησὶν, ἀρχιτέκτων θεμέλιον τέθεικα.

Ἀλλ᾽ ἴδωμεν πῶς αὐτὸν τέθεικε τὸν θεμέλιον. Ἐπάνω, φησὶν, ἑτέρου θεμελίου παλαιοῦ, τοῦ τῶν προφητῶν. Πόθεν τοῦτο δῆλον; Οὐκ ἔτι ἐστὲ ξένοι, φησὶν, ἀλλὰ συμπολῖται τῶν ἁγίων, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν.

Εἶδες θεμέλιον καὶ θεμέλιον, τὸν μὲν τῶν προφητῶν, τὸν δὲ τῶν ἀποστόλων ἀνωτέρω κείμενον. Καὶ τὸ δὴ θαυμαστὸν, οὐκ εὐθέως μετὰ τοὺς προφήτας ἦλθον οἱ ἀπόστολοι, ἀλλὰ πολὺς μεταξὺ παρεγένετο χρόνος. Τί δήποτε; Ὅτι οἱ ἄριστοι τῶν οἰκοδόμων τοῦτο ποιοῦσιν· ἐπειδὰν καταβάλλωνται θεμέλιον, οὐκ εὐθέως ἐπιτιθέασι τὴν οἰκοδομὴν, ἵνα μὴ ἁπαλωτέρα καὶ πρόσφατος οὖσα τοῦ θεμελίου ἡ ἐργασία, ἀδυνατήσῃ τῶν τειχῶν ἐνεγκεῖν τὸ βάρος.

Διὰ τοῦτο ἀφέντες χρόνῳ πολλῷ παγῆναι τοὺς λίθους, ἐπειδὰν ἴδωσιν ἀκριβῶς σφιγέντας, τότε ἐπιτιθέασι καὶ τῶν τοίχων τὸ βάρος. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν· ἀφεὶς παγῆναι τὸν θεμέλιον τῶν προφητῶν ἐν ταῖς τῶν ἀκουσάντων ψυχαῖς, καὶ γενέσθαι βεβαίαν τὴν διδασκαλίαν, ὅτε εἶδεν ἄσειστον οὖσαν τὴν οἰκοδομὴν, ὅτε παγέντα τὰ δόγματα τὰ ἱερὰ, ὥστε δυνηθῆναι τὴν κατὰ τὴν καινὴν φιλοσοφίαν ἐνεγκεῖν, τότε ἀπέστειλε τοὺς ἀποστόλους, ἐπὶ τῷ θεμελίῳ τῶν προφητῶν τοὺς τοίχους τῆς Ἐκκλησίας ἀναστήσοντας.