Ἀκουέτωσαν οἱ τὴν οὐσίαν αὐτοῦ πολυπραγμονοῦντες· καίτοι τινὲς νομίζουσιν, ὅτι τὸ Ἀγενεαλόγητος τοῦτο περὶ τῆς ἄνω γεννήσεως εἴρηται. Οἱ μὲν γὰρ αἱρετικοὶ οὐδὲ τοῦτο βούλονται· καὶ γὰρ καὶ ἐκείνην πολυπραγμονοῦσι καὶ περιεργάζονται· οἱ δὲ ἐπιεικέστεροι τούτων ἐκείνῃ μὲν παραχωροῦσιν, οὐκέτι δὲ καὶ περὶ ταύτης τῆς κάτω νομίζουσιν εἰρῆσθαι τὸ, Ἀγενεαλόγητος. Δείξωμεν οὖν ὅτι περὶ ἑκατέρας γεννήσεως τοῦτο ὁ Παῦλος εἶπε, καὶ περὶ τῆς ἄνω, καὶ περὶ τῆς κάτω· καὶ γὰρ καὶ ἐκείνη φρικτὴ, καὶ αὕτη μυστικωτάτη. Διὰ τοῦτο καὶ Ἡσαΐας φησὶ, Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ἀλλὰ περὶ ἐκείνης, φησὶν, εἶπε τῆς ἄνω. Τί οὖν ἐροῦμεν Παύλῳ, ἀμφοτέρας εἰπόντι τὰς γεννήσεις, καὶ τότε ἐπαγαγόντι τὸ, Ἀγενεαλόγητος; Πρότερον γὰρ εἰπὼν, Ἀπάτωρ, ἀμήτωρ, τότε ἐπήγαγε τὸ, Ἀγενεαλόγητος, ἵνα μὴ μόνον κατ᾽ ἐκείνην τὴν γέννησιν, καθ᾽ ἣν ἀμήτωρ ἐστὶν, ἀλλὰ καὶ κατὰ ταύτην, καθ᾽ ἣν ἀπάτωρ ἦν, τὴν κάτω λέγω, ἀγενεαλόγητον εἶναι πιστεύσῃς. Διὰ τοῦτο ἀμφοτέρας θεὶς, τότε εἶπε τὸ, Ἀγενεαλόγητος· καὶ γὰρ καὶ αὕτη ἡ κάτω ἀκατάληπτος, ἵνα πρὸς ἐκείνην μηδὲ παρακύψαι τολμήσωμεν. Εἰ γὰρ τὰ προπύλαια τοῦ ναοῦ οὕτω φοβερὰ καὶ ἀπρόσιτα, πῶς εἰς τὰ ἄδυτά τις εἰσελθεῖν ἐπιχειρήσει; Ὅτι μὲν γὰρ ἐγεννήθη ἐκ τοῦ Πατρὸς, οἶδα· τὸ δὲ πῶς, οὐκ οἶδα.