Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀσάφειαν τῶν προφητειῶν

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή: Η δυσκολία των Γραφών και το μυστήριο της θείας γεννήσεως

Εισαγωγή στην ερμηνευτική δυσκολία των Γραφών. Ανάλυση της τυπολογίας του Μελχισεδέκ και υπεράσπιση του ακατάληπτου της θείας γεννήσεως έναντι της περιέργειας των αιρετικών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 10

Ἀπόδειξις τοῦ χρησίμως τὰς περὶ Χριστοῦ καὶ ἐθνῶν καὶ τῆς ἐκπτώσεως Ἰουδαίων προφητείας ἀσαφεῖς εἶναι. αʹ. Προφητικὴν σήμερον ὑμῖν παραθεῖναι βούλομαι τράπεζαν καὶ πρὸς τὸ πέλαγος τῆς Ἡσαΐου σοφίας ἐπαφεῖναι τὸν λόγον παρασκευάζομαι. Ἀλλὰ τί πάθω;

Ὀκνῶ καὶ δέδοικα, μή ποτε τὸν λιμένα ἐξελθόντες, καὶ πρὸς τὸ βάθος καταντήσαντες τῶν προφητικῶν νοημάτων, ἰλιγγιάσωμεν· ὅπερ πάσχουσιν οἱ τῶν πλωτήρων ἀήθεις. Καὶ γὰρ ἐκεῖνοι, ἐπειδὰν τὴν γῆν ἀφέντες ἐξ ἑκατέρου μέρους τῆς νηὸς πέλαγος ἴδωσι, καὶ οὐδὲν ἕτερον, ἀλλ᾽ ἢ θάλατταν καὶ οὐρανὸν, σκοτοδίνῳ κατέχονται, καὶ περιφέρεσθαι τὸ πλοῖον αὐτοῖς κύκλῳ νομίζουσι μετὰ τῆς θαλάττης. Ἀλλ᾽ οὐ παρὰ τὴν φύσιν τῆς θαλάττης, ἀλλὰ παρὰ τὴν ἀπειρίαν τῶν πλεόντων οἱ ἴλιγγοι γίνονται· ἕτεροι γοῦν τῶν ναυτῶν γυμνοῖς τοῖς σώμασι κυβιστῶσι κατὰ τῶν κυμάτων, καὶ οὐδὲν πάσχουσι τοιοῦτον, ἀλλὰ πρὸς τὸ βάθος καταβάντες αὐτὸ, τῶν ἐν ἐδάφει διαιτωμένων ἀσφαλέστερον διατρίβουσι, καὶ τῷ στόματι, καὶ τοῖς ὀφθαλμοῖς, καὶ παντὶ τῷ σώματι δεχόμενοι τὴν ἅλμην, οὐ δυσχεραίνουσι. Τοσοῦτόν ἐστι μελέτη καλὸν, τοιοῦτόν ἐστιν ἀπειρία κακόν· οὕτως αὕτη καὶ τῶν φοβερῶν καταφρονεῖν πείθει, ἐκείνη δὲ καὶ τὰ ἀσφαλῆ ὑποπτεύειν καὶ δεδοικέναι παρασκευάζει. Οἱ μὲν γὰρ ἐφ᾽ ὑψηλῶν τῶν ἰκρίων καθήμενοι τῆς νηὸς, καὶ πρὸς τὴν θέαν ἰλιγγιῶσιν· οἱ δὲ οὐδὲ ἐν μέσοις θορυβοῦνται τοῖς κύμασι.

Τοῦτο καὶ ἐπὶ τῆς διανοίας γίνεται τῆς ἡμετέρας· καὶ γὰρ καὶ ταύτην πολλάκις καταλαμβάνει κύματα παθῶν τῶν θαλαττίων ἀγριώτερα, οἷον ζάλη θυμοῦ κάτωθεν στρέφουσα τὴν καρδίαν, πνεύματα ἐπιθυμίας πονηρᾶς πολλὴν ἐμποιοῦντα τῇ διανοίᾳ τὴν σύγχυσιν. Ἀλλ᾽ ὁ μὲν ἄπειρος καὶ ἀμελέτητος, ἀρχομένου τοῦ χειμῶνος τῆς ὀργῆς, εὐθέως θορυβεῖται, ταράττεται, κλονεῖται, περιορᾷ γινομένην ὑποβρύχιον τὴν ψυχὴν ὑπὸ τῶν παθῶν, καὶ ναυάγιον ὑπομένουσαν· ὁ δὲ ἔμπειρος καὶ μεμελετηκὼς τὰ τοιαῦτα φέρειν γενναίως, καθάπερ κυβερνήτην ἐπὶ τῶν οἰάκων, οὕτω τὸν λογισμὸν ἐπάνω τῶν παθῶν καθίσας, οὐ πρότερον ἀφίσταται πάντα ποιῶν, ἕως ἂν κατευθύνῃ τὸ σκάφος πρὸς τὸν εὔδιον τῆς φιλοσοφίας λιμένα. Ὅπερ οὖν ἐπὶ τῆς θαλάττης γίνεται, καὶ ἐπὶ τῆς διανοίας συμβαίνει, τοῦτο καὶ ἐν τῇ ἐξηγήσει τῶν Γραφῶν συμπίπτει· ἀνάγκη θορυβεῖσθαι, ταράττεσθαι, ἐπειδὰν ἐξέλθωμεν εἰς τὸ πέλαγος, οὐκ ἐπειδὴ τὸ πέλαγος φοβερὸν, ἀλλ᾽ ἐπειδὴ ἡμεῖς οἱ πλέοντες ἄπειροι. Ὅτι γὰρ ἔστιν, εὔκολον φύσει λόγον ὄντα, δύσκολον γενέσθαι παρὰ τὴν ἀπειρίαν τῶν ἀκουόντων, Παῦλον ὑμῖν παραστήσομαι μάρτυρα.

Εἰπὼν γὰρ ὅτι Χριστὸς ἐγένετο ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδὲκ, καὶ ζητῶν τίς ἐστιν ὁ Μελχισεδὲκ, ἐπήγαγε· Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος. Τί λέγεις, ὦ μακάριε Παῦλε; Δυσερμήνευτός σοι τῷ πνευματικὴν ἔχοντι σοφίαν, τῷ τὰ ἀπόῤῥητα ῥήματα ἀκούσαντι, τῷ πρὸς τρίτον ἁρπαγέντι οὐρανόν; Εἰ σοὶ δυσερμήνευτος, τίνι καταληπτός;

Ἐμοὶ, φησὶ, δυσερμήνευτος, οὐ παρὰ τὴν οἰκείαν δυσκολίαν, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων. Εἰπὼν γὰρ, Δυσερμήνευτος, ἐπήγαγεν· Ἐπειδὴ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Ὁρᾷς ὅτι οὐχ ἡ φύσις τοῦ λόγου, ἀλλ᾽ ἡ ἀπειρία τῶν ἀκουόντων δύσκολον τὸν οὐ δύσκολον ἐποίησεν; Οὐ μόνον δὲ δύσκολον, ἀλλὰ καὶ πολὺν ποιεῖ τὸν βραχὺν ἡ αὐτὴ αἰτία· διόπερ οὐχὶ δυσερμήνευτον ἔφησεν εἶναι μόνον, ἀλλὰ καὶ πολὺν, καὶ τοῦ μήκους, καὶ τῆς δυσκολίας ἀναθεὶς τὴν αἰτίαν τῇ νωθρότητι τῆς ἀκοῆς. Καθάπερ γὰρ ἐπὶ τῶν ἀῤῥωστούντων οὐκ ἀναγκαῖον σύντομον καὶ ἐσχεδιασμένην παραθεῖναι τράπεζαν, ἀλλὰ δεῖ παρασκευάσαι τὰ σιτία διάφορα, ἵνα ἂν τοῦτο ὁ κάμνων μὴ βουληθῇ μεταλαβεῖν, τὸ ἕτερον λάβῃ· κἂν ἐκεῖνο μὴ προσίηται, τὸ ἄλλο δέξηται· κἂν τοῦτο διακρούσηται, ἐπιλάβηται θατέρου, καὶ τῇ ποικιλίᾳ τῶν βρωμάτων τὴν δυσκολίαν νικήσωμεν, καὶ τῷ πολυτρόπῳ τῆς τραπέζης τὸ δυσάρεστον τῆς γνώμης θεραπεύσωμεν· οὕτω πολλάκις καὶ ἐπὶ τῆς πνευματικῆς ἑστιάσεως χρὴ ποιεῖν. Ὅταν ἀσθενεῖς ὦμεν, πολὺν παρασκευάσασθαι χρὴ τὸν λόγον καὶ ποικίλον, παραβολὰς καὶ παραδείγματα ἔχοντα, κατασκευὰς, καὶ περιόδους, καὶ ἕτερα πολλὰ τοιαῦτα, ἵνα ἐκ πάντων ῥᾳδία γένηται ἡμῖν τῶν συμφερόντων ἡ αἵρεσις.

Πλὴν ἀλλ᾽ εἰ καὶ πολὺς ὁ λόγος καὶ δυσερμήνευτος, οὐκ ἀπεστέρησεν αὐτοὺς τῆς διδασκαλίας τοῦ Μελχισεδέκ· τῷ μὲν γὰρ εἰπεῖν, Πολὺς καὶ Δυσερμήνευτος, ἀναστήσας αὐτῶν τὴν σπουδὴν, ἵνα προθυμότεροι γένωνται περὶ τὴν ἀκρόασιν· τῷ δὲ παρασχεῖν τὴν τράπεζαν, χαρισάμενος αὐτῶν τῇ ἐπιθυμίᾳ.

βʹ. Τοῦτο δὲ καὶ ἡμεῖς ποιήσωμεν· εἰ καὶ ἄπειρον τὸ πέλαγος τῶν προφητῶν, καὶ πολλὰ ἐκεῖ τὰ βάθη, κατατολμήσωμεν τῆς θαλάττης κατὰ τὴν ἡμετέραν δύναμιν· μᾶλλον δὲ μὴ κατὰ τὴν ἡμετέραν δύναμιν, ἀλλὰ κατὰ τὴν ἄνωθεν δεδομένην ἡμῖν χάριν, οὐ διὰ τὴν ἡμετέραν παῤῥησίαν, ἀλλὰ διὰ τὴν ὑμετέραν ὠφέλειαν κατατολμήσωμεν τῆς θαλάττης, κἀν τούτῳ Παῦλον μιμούμενοι. Ὅτι γὰρ οὐκ ἀπεστέρησεν αὐτοὺς τοῦ λόγου τοῦ κατὰ τὸν Μελχισεδὲκ, ἄκουσον τῶν ἑξῆς. Εἰπὼν γοῦν, Περὶ οὗ πολὺς ὁ λόγος καὶ δυσερμήνευτος, ἐπήγαγεν· Οὗτος γὰρ ὁ Μελχισεδὲκ, βασιλεὺς δικαιοσύνης· ἔπειτα δὲ καὶ βασιλεὺς Σαλὴμ, ὅ ἐστι βασιλεὺς εἰρήνης, ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων· ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές. Ἆρα οὐκ ἐτάραξεν ὑμῶν τὰς ἀκοὰς περὶ ἀνθρώπου διαλεγόμενος ὁ Παῦλος καὶ λέγων, Ἀπάτωρ, ἀμήτωρ; Καὶ τί λέγω, περὶ ἀνθρώπου; Εἰ γὰρ περὶ τοῦ Χριστοῦ λέγοιτο τοῦτο, οὐκ ἂν πολλὴν καὶ οὕτως ἡμῖν παρέχοι ζήτησιν; Εἰ γὰρ ἀπάτωρ, πῶς Υἱός; εἰ ἀπάτωρ, πῶς Μονογενής; Ὁ γὰρ υἱὸς ὀφείλει πατέρα ἔχειν, ἐπεὶ οὐκ ἂν εἴη υἱός. Ἀλλὰ καὶ ἀπάτωρ ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ἀμήτωρ. Πῶς; Ἀπάτωρ τὴν κάτω γέννησιν, ἀμήτωρ τὴν ἄνω· οὔτε γὰρ ἐπὶ γῆς ἔσχε πατέρα, οὔτε ἐν οὐρανῷ μητέρα. Ἀγενεαλόγητος.

Ἀκουέτωσαν οἱ τὴν οὐσίαν αὐτοῦ πολυπραγμονοῦντες· καίτοι τινὲς νομίζουσιν, ὅτι τὸ Ἀγενεαλόγητος τοῦτο περὶ τῆς ἄνω γεννήσεως εἴρηται. Οἱ μὲν γὰρ αἱρετικοὶ οὐδὲ τοῦτο βούλονται· καὶ γὰρ καὶ ἐκείνην πολυπραγμονοῦσι καὶ περιεργάζονται· οἱ δὲ ἐπιεικέστεροι τούτων ἐκείνῃ μὲν παραχωροῦσιν, οὐκέτι δὲ καὶ περὶ ταύτης τῆς κάτω νομίζουσιν εἰρῆσθαι τὸ, Ἀγενεαλόγητος. Δείξωμεν οὖν ὅτι περὶ ἑκατέρας γεννήσεως τοῦτο ὁ Παῦλος εἶπε, καὶ περὶ τῆς ἄνω, καὶ περὶ τῆς κάτω· καὶ γὰρ καὶ ἐκείνη φρικτὴ, καὶ αὕτη μυστικωτάτη. Διὰ τοῦτο καὶ Ἡσαΐας φησὶ, Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ἀλλὰ περὶ ἐκείνης, φησὶν, εἶπε τῆς ἄνω. Τί οὖν ἐροῦμεν Παύλῳ, ἀμφοτέρας εἰπόντι τὰς γεννήσεις, καὶ τότε ἐπαγαγόντι τὸ, Ἀγενεαλόγητος; Πρότερον γὰρ εἰπὼν, Ἀπάτωρ, ἀμήτωρ, τότε ἐπήγαγε τὸ, Ἀγενεαλόγητος, ἵνα μὴ μόνον κατ᾽ ἐκείνην τὴν γέννησιν, καθ᾽ ἣν ἀμήτωρ ἐστὶν, ἀλλὰ καὶ κατὰ ταύτην, καθ᾽ ἣν ἀπάτωρ ἦν, τὴν κάτω λέγω, ἀγενεαλόγητον εἶναι πιστεύσῃς. Διὰ τοῦτο ἀμφοτέρας θεὶς, τότε εἶπε τὸ, Ἀγενεαλόγητος· καὶ γὰρ καὶ αὕτη ἡ κάτω ἀκατάληπτος, ἵνα πρὸς ἐκείνην μηδὲ παρακύψαι τολμήσωμεν. Εἰ γὰρ τὰ προπύλαια τοῦ ναοῦ οὕτω φοβερὰ καὶ ἀπρόσιτα, πῶς εἰς τὰ ἄδυτά τις εἰσελθεῖν ἐπιχειρήσει; Ὅτι μὲν γὰρ ἐγεννήθη ἐκ τοῦ Πατρὸς, οἶδα· τὸ δὲ πῶς, οὐκ οἶδα.

Ὅτι ἐτέχθη ἐκ τῆς παρθένου, ἐπίσταμαι· τὸν δὲ τρόπον οὐδὲ ἐνταῦθα καταλαμβάνω. Ἑκατέρας γὰρ φύσεως ἡ γέννησις ὁμολογεῖται, καὶ ἑκατέρας ὁ τρόπος σεσίγηται. Καὶ ὥσπερ ἐνταῦθα ἐπὶ τῆς παρθένου, οὐκ εἰδὼς ἐγὼ πῶς ἐκ παρθένου ἐγεννήθη, ὁμολογῶ ὅτι ἐγεννήθη, καὶ οὐκ ἀναιρῶ τὸ πρᾶγμα διὰ τὴν ἄγνοιαν τοῦ τρόπου· οὕτω καὶ σὺ ποίησον ἐπὶ τοῦ Πατρός· εἰ καὶ οὐκ οἶδας πῶς ἐγεννήθη, τὸ, Ἐγεννήθη, ὁμολόγησον. Κἂν λέγῃ σοι ὁ αἱρετικὸς, Πῶς ἐγεννήθη ἐκ τοῦ Πατρὸς ὁ Υἱός; κατάσπασον αὐτοῦ τὸ φρόνημα εἰς τὴν γῆν, καὶ εἰπὲ πρὸς αὐτόν· Κατάβηθι ἐκ τῶν οὐρανῶν, καὶ δεῖξον πῶς ἐγεννήθη ἐκ τῆς παρθένου, καὶ τότε ἐκεῖνα ἐρώτα. Κάτασχε αὐτὸν, καὶ περίστηθι, καὶ μὴ ἀφῇς ἀποπηδῆσαι, μηδὲ ἀναχωρῆσαι εἰς τὸν λαβύρινθον τῶν λογισμῶν· ἀλλὰ κάτασχε, καὶ ἀπόπνιξον, μὴ τῇ χειρὶ, ἀλλὰ τῷ ῥήματι· μὴ δῷς αὐτῷ διαστολὰς καὶ διαφυγὰς, ἃς βούλεται.

Ἐκεῖθεν θόρυβον ἐμποιοῦσι τοῖς διαλεγομένοις, ἐπειδὴ ἡμεῖς αὐτοῖς ἀκολουθοῦμεν, καὶ οὐκ ἄγομεν ὑπὸ τοὺς νόμους τῶν θείων Γραφῶν. Περίθες τοίνυν αὐτῷ τειχίον πάντοθεν, τὰς ἀπὸ τῶν Γραφῶν μαρτυρίας, καὶ οὐδὲ χᾶναι δυνήσεται. Εἰπὲ πρὸς αὐτὸν, Πῶς ἐγεννήθη ἐκ τῆς παρθένου; οὐκ ἀφίσταμαι οὐδὲ ἀναχωρῶ. Ἀλλ᾽ οὐκ ἂν ἔχοι τὸν τρόπον εἰπεῖν, κἂν μυρία φιλονεικῇ. Ὅταν γὰρ ὁ Θεὸς ἀποκλείσῃ, τίς ἀνοίξει λοιπόν; Πίστει παραδεκτὰ τὰ τοιαῦτα μόνῃ.

Εἰ δὲ οὐκ ἀνέχῃ, ἀλλὰ λογισμοὺς ἐπιζητεῖς, ἐρῶ πρὸς σὲ, ὃ πρὸς τὸν Νικόδημον ὁ Χριστός· Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς, ἐὰν τὰ ἐπουράνια εἴπω, πιστεύσετε; Περὶ τῆς ἐκ παρθένου γεννήσεως εἶπον, καὶ οὐκ οἶδας, οὐδὲ χᾶναι τολμᾷς, καὶ τὸν οὐρανὸν περιεργάζῃ; Εἴθε μὲν οὖν τὸν οὐρανὸν, καὶ μὴ τὸν Δεσπότην τῶν οὐρανῶν ἐπολυπραγμόνεις.

Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε. Οὐκ εἶπεν, οὐ πείθεσθε, ἀλλ᾽, Οὐ πιστεύετε, δεικνὺς ἡμῖν, ὅτι καὶ τὰ ἐπίγεια πίστεως δεῖται. Εἰ δὲ τὰ ἐπίγεια πίστεως δεῖται, πολλῷ μᾶλλον τὰ οὐράνια. Καίτοι τότε τῷ Νικοδήμῳ περὶ τόκου διελέγετο πολὺ ἐλάττονος· περὶ τοῦ βαπτίσματος γὰρ ὁ λόγος ἦν, καὶ τῆς ἀναγεννήσεως τῆς πνευματικῆς· ἀλλ᾽ ἔλεγεν, ὅτι καὶ ταῦτα πίστει ἐστὶ καταληπτά. Ἐπίγεια δὲ αὐτὰ ἐκάλεσεν, οὐκ ἐπειδὴ ἐπίγειά ἐστιν, ἀλλ᾽ ἐπειδὴ ἐν τῇ γῇ τελεῖται, καὶ τῇ συγκρίσει τῆς ἄνω γεννήσεως τῆς ἀποῤῥήτου καὶ πάντα ὑπερβαινούσης νοῦν, ἐπίγεια ταῦτά ἐστιν. Εἰ τοίνυν, πῶς ἀναγεννῶμαι ἐκ τῶν ὑδάτων, οὐ δυνατὸν εἰδέναι, ἀλλὰ πίστει μόνῃ παραδέχεσθαι δεῖ τὸ γινόμενον, καὶ τὸν τρόπον μὴ περιεργάζεσθαι· πόσης ἂν εἴη μανίας, ἐπὶ τῆς ἄνω γεννήσεως τοῦ μονογενοῦς Υἱοῦ λογισμοὺς ἀνθρωπίνους κινεῖν, καὶ τρόπου γεννήσεως εὐθύνας ἀπαιτεῖν;