Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν δευτέραν τῆς ἑβδομάδος τῶν φώτων καὶ εἰς τὸν πέμπτον ψαλμόν

Ἰωάννης ὁ Χρυσόστομος

Βιβλικά πρότυπα προσευχής και θεολογική ομολογία

Η διάκριση της αληθινής προσευχής με βάση τα πρότυπα των δικαίων της Παλαιάς Διαθήκης και η ορθόδοξη θεολογική ομολογία για τις ασύγχυτες υποστάσεις Πατρός και Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Τὰ ῥήματά μου ἐνώτισαι, κύριε· σύνες τῆς κραυγῆς μου, οὐ τῆς διὰ χειλέων ἐξερχομένης, ἀλλὰ τῆς ἐκ καρδίας ἐκπεμπομένης· οὐ τῆς τὸν ἀέρα κτυπούσης, ἀλλὰ τῆς τὸν θεὸν δυσωπούσης. Σύνες τῆς κραυγῆς μου. Οὐκ ἧν ἡ κραυγὴ Σοδόμων καὶ Γομόρρας· κραυγὴ γὰρ Σοδόμων καὶ Γομόρρας ἀνῆλθεν πρός με. Οὐκ ἦν ἡ κραυγή, οἵα ἡ τῶν ψευδοπροφητῶν· ἐκεῖνοι γὰρ τὸν Βαὰλ ἐπεκαλοῦντο, διὸ καὶ ἠστόχησαν.

Οὐκ ἦν ἡ κραυγή, οἵα ἡ τῶν κυριοκτόνων· ἐκεῖνοι ἐπὶ Πιλάτου ἔκραξαν· Ἆρον, ἆρον, σταύρωσον αὐτόν. Ἀλλὰ σύνες τῆς κραυγῆς μου. Οὕτως κράζων Μωϋσῆς ἔσχεν αὐτῷ συμμαχοῦσαν τὴν κτίσιν· οὔτως βοῶν Ἰησοῦς ἡλίου καὶ σελήνης ἐχαλίνωσε δρόμους· οὕτως κράξας Ἠλίας τὰς οὐρανίους ἐστείρωσε νεφέλας· οὕτως βοήσασα Ἄννα παρ’ ἐλπίδας ἐβλάστησε βρέφος.

Σύνες οὖν τῆς κραυγῆς μου. Κράζω γὰρ τὴν τοῦ πατρὸς αὐθεντείαν καὶ τὴν σὴν μεσιτείαν, τὴν τοῦ ἀγεννήτου ἀποστολὴν καὶ τὴν σὴν ὑπακοήν· ὅτι ἐκεῖνος εἰς τὸν αἰῶνα κάθηται καὶ σὺ ἔκλινας οὐρανοὺς καὶ κατέβης· ὅτι ὁ πατὴρ ἐξ οὐρανῶν ἐμαρτύρει καὶ σὺ ἐν Ἰορδάνῃ ἐμαρτυρήθης· ὅτι Λάζαρον τεταρταῖον ἐκάλεσας τοῦ τάφου καὶ τῷ πατρὶ ηὐχαρίστησας· Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου· ὅτι ἄρτους ἐν ἐρήμῳ ἐπλήθυνας καὶ τῷ γεννήσαντι τὸ σέβας ἀπέδωκας· καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ηὐλόγησεν· ὅτι σὺ ἐπὶ σταυροῦ ἐν σώματι ἐκρεμάσθης κἀκεῖνος ἐδέξατο τὸ πνεῦμα· καὶ κράξας φωνῇ μεγάλῃ, φησίν, ἀπέδωκε τὸ πνεῦμα· ὅτι σὺ ἐν τάφῳ κατηνέχθης κἀκεῖνος σε τριήμερον ἐκ τάφου ἀνέστησεν.

Ταῦτα κράζω, ταῦτα δι’ αἰῶνος βοῶ. Ἀσύγχυτα φυλάττω τὰ πράγματα, οὐ συναναμίγνυμι τὰς ὑποστάσεις· ἃ εἶπας κρατῶ, ἃ παρήγγειλας κράζω, ἅ μοι παρέδωκας τηρῶ, ἅπερ ἐκήρυξας διδάσκω. Ἀλλ’ ἐπειδὴ κατὰ τῆς ἀληθείας ἐξανίσταται τὸ ψεῦδος καὶ παρευδοκιμεῖν βιάζεται τὴν εὐσέβειαν ἡ ἀπάτη, αὐτὸς σύνες τῆς κραυγῆς μου, πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου· ἀνάγνωθι ἐν τοῖς λόγοις τὰ ἔργα, κατάμαθε ἐν τοῖς ῥήμασι τὰ πράγματα.

Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ὡς τοῖς δώροις τοῦ Ἄβελ· κατανόησόν μου τὴν ἱκεσίαν ὡς τὰς τοῦ Ἀβραὰμ. ὁλοκαρπώσεις· ὑπόγραψόν μου τῇ δεήσει ὡς τῇ τοῦ Ἰὼβ ἐπὶ τῶν φίλων· ἔπιδέ μου τὴν ἱκεσίαν καθὼς τοῦ Μανωὲ τὴν θυσίαν, ἵνα θαρροῦσα λοιπὸν βοήσω μετὰ Πέτρου·