Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν δευτέραν τῆς ἑβδομάδος τῶν φώτων καὶ εἰς τὸν πέμπτον ψαλμόν

Ἰωάννης ὁ Χρυσόστομος

Η θυσία του Αμνού και η κλήση των εθνών

Η ερμηνεία του πέμπτου ψαλμού, η ανασκόπηση του μυστηρίου της Ενσαρκώσεως και η αντικατάσταση της ειδωλολατρίας και του παλαιού νόμου από τις πνευματικές δωρεές της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου εἰς τὴν δευτέραν τῆς λαμπρᾶς ἑβδομάδος καὶ εἰς τὸν ε ψαλμὸν καὶ εἰς τὰς πράξεις Ἄνδρες Ἰσραηλῖται καὶ εἰς τὸ εὐαγγέλιον Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ. Πρόβατον ἓν ἐν νόμῳ λαμβανόμενον ἐξ ἀγέλης ὑπὲρ ἑνὸς τοῦ Ἰουδαίων ἐμεσίτευσεν ἔθνους. Ὁ δὲ ἀμνὸς τοῦ θεοῦ ἀπ’ οὐρανῶν εἰς γῆν ἐκπεμφθεὶς ὑπὲρ ὅλου τοῦ κόσμου ἐξεδόθη ἀντίλυτρον. Κἀκεῖνο μὲν γὰρ πολλάκις ἀκουσίως ἄγεται εἰς φόνον, ἀπροαίρετον δὲ πάλιν αἰφνιδίως ὑφίσταται θάνατον· λογικῆς γάρ, ὡς εἰκός, μὴ μετέχον αἰσθήσεως ἀκούσιον ὑφίσταται τέλος. Ὁ δέ γε ἀμνὸς τοῦ θεοῦ οὐ παραπλησίως τοῦ ἐν νόμῳ ἐξεδόθη προβάτου· οὐδὲ γὰρ ἀκουσίως ἐπὶ τὸ σταυρικὸν παρεγένετο πάθος, οὐδὲ παρὰ προαίρεσιν τῆς λόγχης ὑπέμεινεν τὴν τρῶσιν, οὐδὲ ἀνάγκῃ τινὶ τὸν τοῦ θανάτου ἐγνώρισε νόμον. Νόμῳ δὲ πατρικῷ πειθόμενος, ὡς πειθήνιος παῖς ἑκουσίως ἐπὶ τὸν διὰ σταυροῦ παρεγένετο θάνατον. Μόνον τε γὰρ ὁ πατὴρ ἐπένευσε διελθεῖν τὸν μονογενῆ εἰς τὸ ἐπίγειον χωρίον. Ἑκουσίως εὐθὺς ὁ παῖς τῆς φρικτῆς ἐκείνης διανίσταται καθέδρας, διοδεύει δὲ ἀφανῶς τῶν ἀσωμάτων φύσεων τοὺς δήμους, παροδεύει δὲ τῶν ἀρχαγγελικῶν στρατευμάτων τοὺς χορούς, φθάνει τε λοιπὸν καὶ τοῦτον τὸν ἐπίγειον χῶρον.

Καὶ φέρεται ἐν νηδύϊ παρθένου ὁ φέρων ἐν τῇ παλάμῃ πᾶσαν τὴν κτίσιν. Ἐν τάξει βρέφους ἐφάνη ὁ τῶν αἰώνων πρεσβύτερος· νήπιον ὡράθη ὁ μορφῶν ἐν μήτρᾳ τὰ νήπια· γάλακτι ἐτράφη ὁ ἀφανῶς εἰς γάλα μεταβάλλων τὸ αἷμα· ἐν ἀγκάλαις ἐφέρετο ὁ κυβερνῶν νεύματι πᾶσαν τὴν κτίσιν· δι’ ἀνθρώπους τὰ ἀνθρώπων ἀνέλαβεν· [μείνας αὐτὸς ὅπερ πρὸ αἰώνων ὑπῆρχεν· οὔτε γὰρ ἐκ τοῦ κρείττονος εἰς τὸ ἧττον μετέπεσεν, οὔτε ἐκ τοῦ μείζονος εἰς τὸ ἧττον ἐτράπη, οὔτε ἡ περιβολὴ τῆς σαρκὸς τὴν τῆς θεότητος ἠλλοίωσε φύσιν, οὔτε ἡ ἀνάληψις τοῦ σώματος τὴν τοῦ μονογενοῦς ἐσμίκρυνεν ὑπόστασιν· μένων δὲ ὅπερ πρὸ αἰώνων ὑπῆρχεν] σωτήριον ἑκουσίως ἀνθρώποις ἐπραγματεύετο κέρδος.

Διὸ καὶ Ἡρῴδην ὀργιζόμενον ἀπέδρα καὶ ἐν Ἰορδανίοις ἐλούσατο ῥείθροις ὁ ἁμαρτίας ἀλλότριος καὶ κόπους ὑπέμεινεν ὁ ἀκάματος τῆς κτίσεως ἐργάτης καὶ ὑπὸ ἰδίου μαθητοῦ ἑκουσίως κατεδέξατο πραθῆναι καὶ Ἰουδαίοις ἐξεδόθη καὶ ἐκαρτέρησε τὸ πρᾶγμα καὶ ὑπὸ ἀνόμων ἐκυκλώθη καὶ οὐκ ἐπεξῆλθε δικάζων καὶ παρὰ Φαρισαίων ἐσμικρύνθη καὶ ἀνελάβετο τὴν δίκην καὶ παρὰ στρατιωτῶν ἐρραπίσθη καὶ οὐκ ἐδήμευσε τὴν φύσιν καὶ εἰς μάνδραν ἐνεκλείσθη θηρίων τὸ ἄκακον ἀρνίον καὶ ἀρχιερεῖ παρέστη καὶ ἐπεῖχε τὴν ἐρώτησιν καὶ ὑπὸ Πιλάτου ἠρωτᾶτο καὶ ὡς ἀμνὸς ἐσιώπα καὶ τῷ ξύλῳ προσηλώθη καὶ φιλανθρωπίᾳ τὴν αὐστηρίαν ἐνίκα καὶ θανάτου ἐγνώρισε νόμον καὶ θάνατον οὐκ ἔπτηξεν ἀνόμοις καὶ ἀνέστη τριήμερος ἐκ τάφου καὶ ὅλον εὐθὺς συνανέστησε τὸν κόσμον. Ταῦτα δὲ πάντα κατεδέξατο παθεῖν ἵνα τῆς ἐξ ἐθνῶν ἀκούσῃ βοῆς·

Τὰ ῥήματά μου ἐνώτισαι, κύριε. Τῆς ἐξ ἐθνῶν ἡ φωνή, κἂν παρὰ Ἰουδαίοις ὁ ψαλμὸς ἀνεγράφη· τῶν ἐν χάριτι τὰ ῥήματα, κἂν ἐν νόμῳ συνετάγη τὸ γράμμα. Τὰ ῥήματά μου ἐνώτισαι, κύριε. Ἔμαθον ἀφ’ ὧν ἔπαθον τὴν σὴν δεσποτείαν, φιλάνθρωπε. Πρὸ γὰρ τῆς σῆς ἀπ’ οὐρανῶν εἰς γῆν καταβάσεως αἰχμάλωτος ὑπῆρχον δαιμόνων· σὲ τὸν κτίστην ἠγνόουν καὶ τὴν κτίσιν προσεκύνουν ὡς κτίστην· αὐτόματον ἐφανταζόμην τὴν ὕλην· διὰ ῥάθυμον γνώμην τὰς τῶν δαιμόνων ἐγὼ ἑκουσίως ἐξεμάνθανον τέχνας· τυραννικοῖς κατ’ ἐμοῦ ὁ ἀρχέκακος ἀπεκέχρητο τόξοις· ὄργανόν με τῆς ἰδίας ὁ δυσμενὴς κατεσκεύασε κακίας, Οὐρανὸν γὰρ ἐθεοποίουν καὶ τὸν ἁπλώσαντα τοῦτον ἠγνόουν· ἥλιον προσεκύνουν καὶ τὸν ἀναλάμψαντα τοῦτον οὐκ ᾔδειν· σελήνην ἐθρήσκευον καὶ τὸν δημιουργὸν ταύτης παρέβλεπον· τοῖς ἄστροις ἐλάτρευον καὶ τὸν τούτων ἠθέτουν τεχνίτην· λίθοις καὶ ξύλοις τόσον περιέθηκα σέβας· ναοὺς καὶ βωμοὺς κατὰ σοῦ ἀντῆρα τοῦ κτίστου· μέχρις αὐτῶν τῶν νεφελῶν λοιπὸν ἔφθασα τῇ κακίᾳ. Ἅπαξ γὰρ τοῦ ἐμφύτου διαφθαρέντος νόμου, ἀλόγων λοιπὸν δίκην ἀδιάκριτα ἐβίουν.

Ἀλλ’ ὁπηνίκα νεύματι τοῦ ἀγεννήτου ἀπ’ οὐρανῶν εἰς γῆν κατεπέμφθῃς καὶ μήτραν ᾤκησας κόρης, ὁ οὐρανοῦ καὶ γῆς ἐπιστάτης, καὶ οἰκετικὸν ἀνέλαβες σχῆμα, ὁ μετὰ πατέρα τῆς κτίσεως δεσπόζων, οὐκ ἀνειλόμην τὴν σωτηρίαν, οὐδὲ ῥαθυμίᾳ τὴν χάριν παρέβλεψα, ἀλλ’ ἐν ἀγκάλαις σοι φερομένῳ διὰ τῶν Μάγων προσῆλθον. Ἐπὶ στιβάδος σου ἀνακειμένου διὰ τῆς πόρνης ἐδεήθην· διὰ τοῦ ἑκατοντάρχου σὲ δεσπότην ὡμολόγησα τῶν ὅλων· διὰ τῆς Χανανίας ἐγὼ τὸ σὸν προσεκύνησα κράτος· διὰ Ματθαίου τοῦ τελώνου εἰς τὴν σὴν προσκύνησιν ἔδραμον· διὰ τοῦ λῃστοῦ σὲ βασιλέα ὡμολόγησα εἶναι καί δι’ ἐμαυτῆς σήμερον κράζω·

Τὰ ῥήματά μου ἐνώτισαι, κύριε. Ἥλιος ὑπάρχεις, μὴ τοὺς ἐν σκότει παρίδῃς. Βασιλεὺς εἶ εὐγενής, τὸν αἰχμάλωτον ῥῦσαι. Ἀρχιστράτηγος ὑπάρχεις κυρίου, τὸν ἀρχέκακον τρῶσον. Ἅρπασον τοῦ τυράννου τὰ σκεύη, κράτος γὰρ ἔχεις ἀήττητον. Ἐλευθέρωσον δουλείας, ἣν δι’ ὀλίγωρον ὑπεμείναμεν γνώμην· ἔκβαλε τῆς πλάνης καὶ τὸ πλανηθὲν βάστασον ἐπ’ ὤμων. Τὰ ῥήματά μου ἐνώτισαι, κύριε. Ἀνάδειξον τὴν πόρνην παρθένον, μετάβαλε τὴν μοιχαλίδα εἰς σώφρονα, ποίησον καρποφόρον τὴν ἄκαρπον, μετάβαλε τὸ ζιζάνιον εἰς σῖτον, μεταποίησον τὴν ἄκανθαν εἰς ῥόδον, ἐγκέντρισον εἰς καλλιέλαιον τὴν ἀγριέλαιον, τὴν ἔρημον ἀνάδειξον ἔνδοξον, τὴν ἄτεκνον δεῖξον πολύτεκνον. Πάντα γὰρ δυνατά σοι ὅταν θέλῃς· ἐν γὰρ τῷ θέλειν ἔχεις τὸ δύνασθαι.

Διὸ τὰ ῥήματά μου ἐνώτισαι, κύριε. Δέξαι τὸ τάλαντον· ἰδοὺ μετὰ τόκου. Λάβε τὸ δηνάριον· ἰδοὺ μετὰ προσθήκης. Δέχου τὴν μνᾶν· ἰδοὺ ἐδιπλασιάσθη. Τὰ ῥήματά μου ἐνώτισαι, κύριε. Οὐκ ἦλθες μόνον Ἰουδαίους ἐλεῆσαι, ἀλλὰ καὶ τὰ ἔθνη περισῶσαι, οὐ περιτομὴν οἰκτειρῆσαι καὶ ἀκροβυστίαν παροδεῦσαι, οὐ μέρος διορθώσασθαι τῆς οἰκουμένης, ἀλλ’ ὅλον ἀνακαινίσαι τὸν βίον. Διὸ τὰ ῥήματά μου ἐνώτισαι, κύριε. Δέξαι εἰς τὰς ἀκολακεύτους σου ἀκοὰς τὴν ἐμὴν δέησιν, δέσποτα· μὴ ἀποβάλῃ μου τὴν ἱκεσίαν ὡς ἀναξίαν τυγχάνουσαν· μὴ ἀποστραφῇς τὴν δέησιν ὡς τὴν θυσίαν τοῦ Κάϊν.

Τὰ ῥήματά μου ἐνώτισαι, κύριε. Οὐκ αἰτῶ χρυσόν, οἶδα γὰρ ὅτι ἀγνώμων φίλος ὁ πλοῦτος. Πόρνης γὰρ ἀληθῶς γνώμην ἔχει τὰ χρήματα· οὐκ οἶδεν ἑνὸς κτήσασθαι φιλίαν, οὐκ ἐπίσταται ἑνὶ δεσπότῃ εὔνοιαν φυλάττειν, ἀλλὰ παρὰ σοῖ καθεύδει καὶ παρ’ ἄλλῳ ὀρθρίζει, παρά σοι τὴν ἡμέραν καὶ παρ’ ἄλλῳ τὴν νύκτα. Κρατούμενος φεύγει καὶ συμποδίζεται φεύγων. Διὸ οὐ χρυσὸν ζητῶν βοῶ. Τὰ ῥήματά μου ἐνώτισαι, ἀλλὰ τὴν εὐσέβειαν ποθοῦσα ἀσίγητα κράζω· Τὰ ῥήματά μου ἐνώτισαι, κύριε.

Ἀπήλαυνεν ὁ Ἰουδαῖος τῶν σῶν ἀγαθῶν, δέξομαι κἀγὼ πεῖραν τῶν σῶν εὐεργεσιῶν. Ἐκεῖνον ἐξήγαγες ἐξ Αἰγύπτου, κἀμὲ ἔκβαλε ἐκ τῆς πλάνης· ἐκεῖνον τοῦ φαραὼ ἐλυτρώσω, κἀμὲ τοῦ ἀρχεκάκου ἐλευθέρωσον· ἐκεῖνον διὰ τῆς Ἐρυθρᾶς διήγαγες, κἀμὲ διὰ κολυμβήθρας ἐξάγαγε· ἐκεῖνον ἐν στύλῳ πυρὸς ὡδήγησας, κἀμὲ τῷ πνεύματι τῷ ἁγίῳ σου φώτισον· ἐκεῖνος ἀγγέλων ἔφαγεν ἄρτον, κἀμοὶ δὸς τὸ πανάγιόν σου σῶμα· ἐκεῖνος τὸ ἐκ πέτρας ἔπιεν ὕδωρ, κἀμοὶ τὸ ἐκ πλευρᾶς κέρασον αἷμα· ἐκεῖνος ἐδέξατο τὰς πλάκας, ἐμοὶ χάραξον εὐαγγέλια· πρὸς ἐκεῖνον ἔπεμψας προφήτας, πρὸς ἐμὲ ἀπόστειλον ἀποστόλους.