Τούτῳ τῷ λύχνῳ χρησαμένη ἡ τοῦ Θεοῦ σοφία, τὴν μίαν τῶν δραχμῶν ἀπολωλυῖαν ζητήσασα, καὶ εὑραμένη, ταῖς ἐννέα δραχμαῖς τῶν ἀγγέλων συνέζευξε. Τίς δὲ ἂν εἴη ἡ γυνὴ ἡ ἔχουσα τὰς δέκα δραχμὰς, ἀναγκαῖον, ἀγαπητοὶ, εἰπεῖν. Αὕτη ἐστὶν ἡ τοῦ Θεοῦ σοφία, ἔχουσα τὰς δέκα δραχμάς. Ποίας; Ψήφισον· ἀγγέλους, ἀρχαγγέλους, Ἀρχὰς, Ἐξουσίας, Δυνάμεις, Θρόνους, Κυριότητας, Χερουβὶμ, Σεραφὶμ, καὶ Ἀδὰμ τὸν πρωτόπλαστον. Ταύτην τὴν δραχμὴν τοῦ Ἀδὰμ ὑπὸ τῆς τοῦ διαβόλου κακίας ἐκβοσκηθεῖσαν, καὶ εἰς τόνδε τὸν βυθὸν τοῦ βίου καθελκυσθεῖσαν, καὶ ταῖς πολυφθόγγοις ἡδοναῖς τῶν ἁμαρτημάτων χωσθεῖσαν, ἐλθοῦσα ἡ τοῦ Θεοῦ σοφία ἀνεύρατο. Πῶς εὕρατο, ἀγαπητοί; Ἦλθεν ἐξ οὐρανῶν, λαμβάνει τὸν ὀστράκινον λύχνον τοῦ σώματος, ἅπτει τῷ φωτὶ τῆς θεότητος, ἐπιτίθησι τῇ λυχνίᾳ τοῦ σταυροῦ, ζητεῖ τὴν δραχμὴν, εἰς τὴν αὐλὴν καὶ τῶν ἀγγέλων νομὴν ἐμάνδρευσεν αὐτήν. Ἀλλ᾽ ἴσως ἐροῦσί τινες τῶν ἐνθάδε ἑστώτων, οἵτινες μετὰ τὸ βάπτισμα ἥμαρτον, λέγοντες· Τί πρὸς ἡμᾶς, εἰ Ἀδὰμ ἐσώθη; πῶς ἡμεῖς ἐλεηθῶμεν; πῶς σωθῶμεν, ὅτι μετὰ τὸ βάπτισμα ἠνομήσαμεν;