Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν δραχμὴν καὶ εἰς τὸ Ἄνθρωπός τις εἶχε δύο υἱούς

Ἰωάννης ὁ Χρυσόστομος

Η παραβολή του ασώτου υιού: Η απατηλότητα της αμαρτίας και η συναίσθηση της πτώσης

Ερμηνεία της παραβολής του ασώτου με έμφαση στη φθοροποιό φύση της αμαρτίας και τα ξυλοκέρατα. Αναλύεται η έννοια της πτώσης του βαπτισμένου ως αμαρτία στον ουρανό και η σημασία της εξομολόγησης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Πρὸς οὓς λέγομεν· Οἱ τοιοῦτοι, μὴ φοβεῖσθε, μὴ θροεῖσθε, μὴ ταράσσεσθε, μὴ ἀθυμεῖτε· οὐ γὰρ περὶ μὲν τοῦ Ἀδὰμ ἐμέλησε τῷ Θεῷ, ὑμῶν δὲ κατεφρόνησεν· ἀλλ᾽ ἐκείνῳ μὲν εἰ ἐγένετο γυνὴ ἔχουσα δραχμὰς δέκα, σοὶ δὲ γίνεται πατὴρ εὔσπλαγχνος, ἔχων δύο υἱοὺς, καὶ τὸν πεπλανημένον πάλιν ἐναγκαλιζόμενος.

Τοῖς γὰρ πᾶσι τὰ πάντα γέγονεν, ἵνα τοὺς πάντας κερδήσῃ. Ἀρτίως ἠκούσαμεν τοῦ Εὐαγγελίου λέγοντος· Ἄνθρωπός τις εἶχε δύο υἱούς· καὶ προσελθὼν ὁ νεώτερος αὐτῶν τῷ πατρὶ εἶπε· Πάτερ, δός μοι τὴν οὐσίαν. Ὁ δὲ διεῖλεν αὐτοῖς τὸν βίον. Καὶ οὐ μετὰ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν· κἀκεῖ ἀνήλωσε τὸν βίον αὑτοῦ, ζῶν ἀσώτως. Δαπανήσαντος δὲ αὐτοῦ πάντα, ἐγένετο λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην· καὶ προσῆλθεν ἑνὶ τῶν πολιτῶν, καὶ πέμπει αὐτὸν ὁ πολίτης εἰς ἀγροὺς βόσκειν χοίρους. Καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὑτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι· καὶ οὐδεὶς ἐδίδου αὐτῷ. Εἰς ἑαυτὸν δὲ γενόμενος ἔφη· Πόσοι νῦν μίσθιοι παρὰ τῷ πατρί μου ἄρτων περισσεύουσιν, ἐγὼ δὲ ὧδε λιμῷ ἀπόλλυμαι; Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου· καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν, καὶ ἐνώπιόν σου, καὶ οὐκ ἔτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Τούτου δὲ τὸν νοῦν οὐκ ἔξω δεῖ περιζητεῖν, ἀλλ᾽ ἐν ἡμῖν αὐτοῖς. Διὰ γὰρ ἡμᾶς εἴρηνται αἱ παραβολαὶ, καὶ δι᾽ ἡμᾶς ἀναγινώσκονται, ἵνα μηδεὶς ἑαυτὸν ἀπελπίσῃ, κἂν σφόδρα ἁμαρτωλὸς τυγχάνῃ· ἀλλὰ προσέλθῃ τῷ Θεῷ μετανοῶν καὶ ζητῶν παρ᾽ αὐτοῦ ἱλασμὸν, μάλιστα εἴ τις ὑμῶν διὰ τῆς πίστεως τῆς εἰς τὸν Κύριον γέγονε τοῦ Θεοῦ υἱός.

Ὅσον γὰρ ἐδέξαντο αὐτὸν, φησὶν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Εἴ τις οὖν ὑμῶν διὰ τῆς εἰς τὸν Κύριον ἡμῶν πίστεως γέγονεν αὐτοῦ υἱὸς, καὶ ἐμακρύνθη ἀπ᾽ αὐτοῦ, οὐ τόπῳ, ἀλλὰ τρόπῳ· εἴ τινος ἥψατο ὁ λιμὸς, οὐ τοῦ κοινοῦ ἄρτου, ἀλλὰ τοῦ ἐπουρανίου (Ἄρτον γὰρ, φησὶν, οὐρανῶν ἔδωκεν αὐτοῖς· ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος)· καταλιπέτω τὰς μαχλώσας ἡδονὰς χοίροις ἐοικυίας, καὶ μηκέτι ἐπιθυμείτω κεράτια ἐσθίειν. Τί ἐστι τὰ κεράτια;

Ξύλου καρπός. Τὰ κεράτια τῇ ἁμαρτίᾳ ἀπείκασται· ὥσπερ γὰρ τὰ κεράτια παρὰ τὴν ἀρχὴν τῆς γεύσεως γλυκαίνει, μετὰ δὲ τὴν γεῦσιν τραχύνει τὸν φάρυγγα· οὕτω καὶ ἡ ἁμαρτία ἐν μὲν τῇ ἀρχῇ τῆς γεύσεώς ἐστι γλυκεῖα, μετὰ δὲ τὴν γεῦσιν τραχεῖα. Καὶ τοῦτό ἐστι τὸ λεγόμενον ὑπὸ τοῦ σοφοῦ Σολομῶντος· Μὴ πρόσεχε φαύλῃ γυναικί. Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον δὲ πικρότερον χολῆς εὑρίσκεται, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου.

Εἴ τινος ἥψατο λιμὸς τοῦ ἄρτου τοῦ οὐρανίου, προσελθέτω, ζητείτω. Πᾶς γὰρ ὁ ζητῶν εὑρίσκει, καὶ ὁ αἰτῶν λαμβάνει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Κροῦσον τῆς μετανοίας τὴν θύραν τοῖς ἀλαλήτοις σου στεναγμοῖς· μὴ φοβηθῇς αὐτὴν, οὐκ ἔστι σου ξένη ἡ θύρα· ὑπὲρ σοῦ ἀπέθανε. Κἂν εἴπῃς ἐν σεαυτῷ· Τίς ἐστιν; ἀποκρίνεταί σοι Χριστὸς καὶ λέγει· Ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Εἰπὲ καὶ σύ· Ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου. Εἴ τις τὸ οὐράνιον βάπτισμα λαβὼν ἥμαρτεν, εἰς οὐρανὸν ἥμαρτεν. Ὁ γὰρ πρὸ τοῦ βαπτίσματος ἁμαρτάνων, ἐν γῇ ἁμαρτάνει· Γῆ γὰρ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, τῷ Ἀδὰμ ἐῤῥέθη.

Εἴ τις δὲ Χριστὸν ἐνεδύσατο ἐν τῷ βαπτίσματι, οὐκ ἔτι γῆ τυγχάνει, ἀλλ᾽ οὐρανός· Οἷος γὰρ ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Εἴ τις οὖν ἥμαρτε μετὰ τὸ βάπτισμα, εἰς οὐρανὸν ἥμαρτε. Διὸ προσερχέσθω καὶ λεγέτω· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, οὐκ ἔτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. Διὰ τί; λέγε τὴν αἰτίαν. Τὴν τῷ αἵματι Ἰησοῦ καρδίαν μου ἐῤῥαντισμένην, ῥοδοειδῶς ἀνθοῦσαν, ταῖς ἡδοναῖς ἐβορβόρωσα· Οὐκ ἔτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. Σὲ παρώξυνα, τὸ Πνεῦμά σου τὸ ἅγιον παρεπίκρανα, τὴν ἐξαστράπτουσαν στολὴν τῆς πίστεως τῇ ἁμαρτίᾳ ἐσπίλωσα· Οὐκ ἔτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. Τὴν ἐλευθερωθεῖσάν μου ψυχὴν τῷ βαπτίσματι, καὶ χιονωθεῖσαν τῷ φωτίσματι, σκοτίσας τῇ ἁμαρτίᾳ, ἐδούλωσα· Οὐκ ἔτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.