Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἑαυτοῦ χειροτονίαν

Ἰωάννης ὁ Χρυσόστομος

Η προσφορά του λόγου και οι τρόποι της συμπαντικής δοξολογίας

Διαπιστώνεται ο αποκλεισμός του αμαρτωλού από την αγγελική και κτιστή δοξολογία, και προκρίνεται ως εναλλακτική οδός ο έπαινος των αρετών των συνδούλων που αντανακλά δόξα προς τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Ἀλλὰ τίς οὕτω σκληρὸς καὶ δυσάγωγος ὡς τὸν ὑμέτερον σύλλογον σιγῇ παρελθεῖν καὶ θερμοὺς εὑρὼν ἀκροάσεως ἐραστὰς μὴ προσειπεῖν, κἂν ἁπάντων ἀνθρώπων ἀφωνότερος ᾖ; Ἐβουλόμην οὖν πρῶτον ἐν ἐκκλησίᾳ μέλλων ἀφιέναι λόγον, τῶν προοιμίων ἀπάρξασθαι τῷ τὴν γλῶσσαν ἡμῖν ταύτην δεδωκότι Θεῷ· καὶ γὰρ οὕτως ἔδει. Οὐ γὰρ δὴ μόνον ἅλωνος καὶ ληνοῦ, ἀλλὰ καὶ λόγων ἀπάρχεσθαι δεῖ τῷ Λόγῳ, καὶ λόγων πολλῷ μᾶλλον ἢ δραγμάτων ὅσῳ καὶ ἡμῖν οἰκειότερος οὗτος ὁ καρπὸς καὶ αὐτῷ προσφιλέστερος τῷ τιμωμένῳ Θεῷ. Βότρυν μὲν γὰρ καὶ ἄσταχυν λαγόνες ἐκφέρουσι γῆς καὶ τρέφουσιν ὄμβρων ἐπιρροαὶ καὶ γηπόνων θεραπεύουσι χεῖρες· ὕμνον δὲ ἱερὸν τίκτει μὲν εὐλάβεια ψυχῆς, τρέφει δὲ συνειδὸς ἀγαθόν, δέχεται δὲ εἰς τὰ ταμιεῖα τῶν οὐρανῶν ὁ Θεός. Ὅσῳ δὲ γῆς ἀμείνων ψυχή, τοσούτῳ καὶ αὕτη βελτίων ἐκείνης ἡ φορά. Διά τοι τοῦτο καὶ τῶν προφητῶν τις, ἀνὴρ θαυμαστὸς καὶ μέγας, Ὠσηὲ ὄνομα αὐτῷ, τοῖς τῷ Θεῷ προσκεκρουκόσι καὶ μέλλουσιν ἵλεων καταστήσειν αὐτὸν παραινεῖ λέγων· «Φέρετε μεθ᾽ ἑαυτῶν», οὐχὶ βοῶν ἀγέλας, οὐδὲ σεμιδάλεως μέτρα τόσα καὶ τόσα, οὐδὲ τρυγόνα καὶ περιστεράν, οὐδὲ ἄλλο τι τῶν τοιούτων οὐδέν, ἀλλὰ τί; «Φέρετε μεθ᾽ ἑαυτῶν λόγους», φησί. Καὶ ποία θυσία λόγος; ἴσως εἴποι τις ἄν. Μεγίστη μὲν οὖν, ἀγαπητέ, καὶ σεμνοτάτη καὶ τῶν ἄλλων ἁπασῶν βελτίων.

Καὶ τίς ταῦτά φησιν; Αὐτὸς ὁ ταῦτα μάλιστα πάντων εἰδὼς ἀκριβῶς, ὁ γενναῖος καὶ μέγας Δαυΐδ. Τῷ γὰρ Θεῷ ποτε εὐχαριστήρια θύων ἐπὶ νίκῃ πολέμου γεγενημένῃ οὑτωσί πώς φησιν· «Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ᾽ ᾠδῆς· μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει.» Εἶτα τῆς θυσίας ταύτης τὴν ὑπεροχὴν ἡμῖν ἐνδεικνύμενος, ἐπήγαγε. «Καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς.» Ἐβουλόμην μὲν οὖν καὶ αὐτὸς ταῦτα σήμερον καταβαλεῖν τὰ ἱερεῖα καὶ τὸ θυσιαστήριον ἀπὸ τῶν θυμάτων τούτων αἱμάξαι τὸ πνευματικόν· ἀλλὰ τί πάθω; Σοφός τις ἀνὴρ ἐπιστομίζει με καὶ φοβεῖ λέγων. «Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ.» Καθάπερ γὰρ ἐπὶ τῶν στεφάνων οὐχὶ τὰ ἄνθη μόνον εἶναι χρὴ καθαρά, ἀλλὰ καὶ τὴν ὑφαίνουσαν αὐτὰ χεῖρα· οὕτω καὶ ἐπὶ τῶν ὕμνων τῶν ἱερῶν οὐχὶ τοὺς λόγους εὐλαβείας μετέχειν χρὴ μόνον, ἀλλὰ καὶ τὴν πλέκουσαν αὐτοὺς ψυχήν. Ἡμῖν δὲ ἐναγής τίς ἐστι καὶ ἀπαρρησίαστος καὶ πολλῶν γέμουσα τῶν ἁμαρτημάτων. Τοὺς δὲ οὕτω διακειμένους οὐχ οὗτος ἐπιστομίζει μόνον ὁ νόμος, ἀλλὰ καὶ ἕτερος ἀρχαιότερος ἐκείνου καὶ πρὸ ἐκείνου τεθείς. Καὶ τοῦτον εἰσήνεγκεν ὁ περὶ τῶν θυσιῶν ἡμῖν ἄρτι διαλεχθεὶς Δαυΐδ, εἰπὼν γάρ· «Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς», καὶ τὴν κτίσιν καλέσας ἑκατέραν, τὴν ἄνω, τὴν κάτω, τὴν αἰσθητήν, τὴν νοητήν, τὴν ὁρωμένην, τὴν οὐχ ὁρωμένην, τὴν ὑπὲρ τὸν οὐρανόν, τὴν ὑπὸ τὸν οὐρανόν, καὶ χορὸν ἕνα στήσας ἐξ ἑκατέρας καὶ οὕτω τὸν βασιλέα τῶν ὅλων παρακελευσάμενος ἀνυμνεῖν, οὐδαμοῦ τὸν ἁμαρτωλὸν ἐκάλεσεν, ἀλλὰ καὶ ἐνταῦθα αὐτῷ τὰς θύρας ἀπέκλεισε.

Καὶ ἵνα σαφέστερον ὑμῖν γένηται τὸ λεγόμενον, αὐτὸν ὑμῖν ἄνωθεν ἀναγνώσομαι τὸν ψαλμόν· «Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις· αἰνεῖτε αὐτὸν πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν πᾶσαι αἱ δυνάμεις αὐτοῦ.» Εἶδες ἀγγέλους αἰνοῦντας, εἶδες ἀρχαγγέλους, εἶδες τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ, τὰς ἀνωτέρας δυνάμεις;

Ὅταν γὰρ εἴπῃ· «πᾶσαι αἱ δυνάμεις αὐτοῦ», πάντα τὸν ἄνω περιλαμβάνει δῆμον. Μή που τὸν ἁμαρτωλὸν εἶδες; Πῶς γὰρ ἦν ἐν οὐρανῷ δυνατὸν ὀφθῆναι, φησίν; Οὐκοῦν δεῦρό σε καὶ εἰς τὴν γῆν καταγάγωμεν, πρὸς τὸ ἕτερον τοῦ χοροῦ μεταστήσαντες μέρος· καὶ οὐδὲ ἐνταῦθα αὐτὸν ὄψει πάλιν. «Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς δράκοντες καὶ πᾶσαι ἄβυσσοι, τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.» Οὐ μάτην, οὐδὲ εἰκῇ μεταξὺ ταῦτα λέγων ἐσίγησα, ἀλλὰ καὶ συνεχύθη μοι τῆς διανοίας ὁ λογισμὸς καὶ πικρὸν προῆλθε δακρῦσαι καὶ οἰμῶξαι μέγα. Τί γὰρ ἂν γένοιτο ἐλεεινότερον, εἰπέ μοι, ὅτι σκορπίοι μὲν καὶ ἔχεις καὶ δράκοντες πρὸς τὴν εὐφημίαν καλοῦνται τοῦ πεποιηκότος αὐτούς, μόνος δὲ ὁ ἁμαρτωλὸς τῆς ἱερᾶς ταύτης χοροστασίας ἀπολείπεται; Καὶ εἰκότως. Θηρίον γάρ ἐστι πονηρὸν καὶ ἀνήμερον, οὐκ εἰς τὰ σύνδουλα τῶν σωμάτων τὴν κακίαν ἐπιδεικνύμενον, ἀλλ᾽ εἰς τὴν δόξαν τὴν δεσποτικὴν τὸν ἰὸν τῆς πονηρίας ἐκχέον. «Δι᾽ ὑμᾶς γάρ, φησί, τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι.» Διὰ τοῦτο αὐτόν, ὥσπερ ἐξ ἱερᾶς πατρίδος, τῆς οἰκουμένης ἀπήλασεν ὁ προφήτης καὶ πρὸς τὴν ὑπερορίαν ἀπῴκισεν.

Οὕτω που καὶ μουσικὸς ἄριστος εὐαρμόστου κιθάρας τὴν ἀπηχοῦσαν νευρὰν ἀποτέμνει ὥστε μὴ τῇ τῶν λοιπῶν φθόγγων ἁρμονίᾳ λυμήνασθαι, οὕτω καὶ ἰατρὸς τεχνικὸς τὸ σεσηπὸς ἐκκόπτει μέλος ὥστε μὴ τὴν ἐκεῖθεν λύμην τῇ τῶν λοιπῶν μελῶν εὐεξίᾳ ἐπιδραμεῖν, οὕτω καὶ ὁ προφήτης ἐποίησεν ὥσπερ ἀπηχοῦσαν νευρὰν καὶ ὥσπερ μέλος νενοσηκὸς τοῦ παντὸς σώματος τῆς κτίσεως τὸν ἁμαρτωλὸν ἀποκόψας.

Τί οὖν ἂν εἴη πρακτέον ἡμῖν; Ἐπειδὴ ἀπερρίφημεν, ἐπειδὴ ἐξεκόπημεν, ἀνάγκη πάντως σιγᾶν. Σιγήσομεν οὖν, εἰπέ μοι; καὶ οὐδεὶς ἡμῖν συγχωρήσει τὸν Δεσπότην ὑμνῆσαι τὸν ἡμέτερον, ἀλλ᾽ εἰκῇ τὰς ὑμετέρας ἐκαλέσαμεν εὐχάς; εἰκῇ πρὸς τὰς ὑμετέρας κατεφύγομεν πρεσβείας; Οὐκ εἰκῇ, μὴ γένοιτο. Εὗρον γάρ, εὗρον καὶ ἕτερον δοξολογίας τρόπον, αὐτῶν τῶν ὑμετέρων εὐχῶν μεταξὺ τῆς ἀπορίας ταύτης ὥσπερ ἐν σκότει φανεισῶν ἀστραπῶν· ἔξεστι γὰρ καὶ τοὺς ὁμοδούλους ἐπαινεῖν, τούτων δὲ ἐπαινουμένων, εἰς τὸν οὐρανὸν ἡ δόξα διαβήσεται πάντως, ὥσπερ οὖν καὶ αὐτός φησι· «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Ἰδοὺ οὖν καὶ ἕτερος δοξολογίας τρόπος ὃν καὶ ἁμαρτωλῷ δυνατὸν εἰπεῖν, καὶ μὴ παραλῦσαι τὸν νόμον.