Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Γένεσιν (λόγος γ΄)
Η πλάση του ανθρώπου και η φύτευση του Παραδείσου
Η περί ανθρώπου θεία βουλή, η εμφύσηση της πνοής της ζωής, η τοποθέτηση του Αδάμ στην Εδέμ και η δημιουργία της Εύας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η πλάση του ανθρώπου και η φύτευση του Παραδείσου
Η περί ανθρώπου θεία βουλή, η εμφύσηση της πνοής της ζωής, η τοποθέτηση του Αδάμ στην Εδέμ και η δημιουργία της Εύας.
Ὅθεν τιμιωτέραν βουλὴν καὶ ἔργον μέγιστον θέλων κατεργάσασθαι ὁ Πατὴρ τῶν φώτων, ὁ ὢν καὶ ὁ (sic) ἦν, ὁ νοῦς ὁ ἄναρχος, ὁ ἀγέννητος πρὸς τὸν Μονογενῆ· ὁ γεννήσας πρὸς τὸν γεννηθέντα ἐξ αὐτοῦ ἀῤῥεύστως τὸν Υἱὸν, τὸν Λόγον, τὴν σοφίαν, τὴν ἀκατάληπτον, θεοπρεπῆ καὶ μυστικὴν βουλὴν ἐπεισάγει λέγων· Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν, καὶ καθ᾽ ὁμοίωσιν· καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.
Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς. Καὶ ἵνα μὴ δείξῃ τὸ Πνεῦμα τὸ ἅγιον ἀλλότριον τῆς δημιουργίας, Ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Εἶδες ἐξαίρετον πλάσμα τῆς τοῦ Θεοῦ δημιουργίας; εἶδες βασιλέα τῆς κτίσεως καθεστῶτα τὸν Ἀδάμ; εἶδες τιμὴν ὑπερβάλλουσαν τὸν ἐν τῇ χειρὶ δημιουργηθέντα;
Μάθε αὐτοῦ καὶ τὰ χαρίσματα, ἃ παρέσχεν αὐτῷ ὁ Θεὸς μετὰ τῆς πλάσεως. Καὶ ἐφύτευσεν ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασε· καὶ ἐξανέτειλεν ἐκ τῆς γῆς ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν, καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι καλὸν καὶ πονηρόν. Βαβαὶ τῆς τιμῆς τοῦ Θεοῦ τῆς εἰς ἡμᾶς γενομένης! βαβαὶ τῆς φιλανθρωπίας, ἧς ἐπεδείξατο τῷ γένει τῶν ἀνθρώπων! βαβαὶ τῶν ἀῤῥήτων ἀγαθῶν, ὧν μετέσχηκεν ὁ Ἀδάμ!
Οὐ γὰρ ἠρκέσθη ἡ ἄφατος αὐτοῦ κηδεμονία, ἐκ τοῦ μὴ ὄντος αὐτὸν ἐποίησεν, ἐκ χοὸς βασιλέα τῆς κτίσεως ἐχειροτόνησεν· ἀπὸ γῆς ὑπέρτιμον ἀγγέλοις ἀνέδειξεν· ἐκ τῆς ἀψύχου ἔμψυχον ἴνδαλμα ἐπεισήγαγε. Ποίαν ἀρετὴν ἐπεδείξατο ὁ Ἀδὰμ, ὅτι τοιαύτην ἀμοιβὴν αὐτῷ ἐχαρίσατο; ποίους ἀγῶνας καὶ ἱδρῶτας ὑπέμεινεν, ὅτι τοιούτων στεφάνων ἐπέτυχε; ποίαν δοξολογίαν ἤνεγκε τῷ ποιήσαντι, ὅτι μέσον τοῦ παραδείσου οἰκιστὴν αὐτὸν ἀνέδειξε; ποῖον ἔργον ἔνδοξον ἀπετέλεσεν, ὅτι ἄμοχθον βίον ἐπεσπάσατο; ποίαν δουλείαν θεάρεστον κατειργάσατο, ὅτι τοιαύτης ἀπήλαυσε δωρεᾶς; Ἀλλ᾽ ὅμως ὁ φιλάνθρωπος τοιούτοις ἐκόσμησε χαρίσμασι τὸ πλάσμα, ὅθεν καὶ πρὸς περισσοτέραν χαρὰν, καὶ ἀγαλλίασιν, καὶ ἄλλην ἐργασίαν ἐπεδείξατο. Ἐπέβαλε γὰρ, φησὶν, ἐπὶ τὸν Ἀδὰμ ὁ Θεὸς ἔκστασιν, καὶ ὕπνωσε, καὶ ἔλαβεν μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνέπλασε γυναῖκα.
Ὄντως θαυμαστὰ τὰ ἔργα Κυρίου! ὄντως ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! ὄντως ἀνεκδιήγητος ἡ ἀγαθότης αὐτοῦ! Οὐ γὰρ ἠρκέσθη τῷ Ἀδὰμ ἀπὸ χοὸς γενέσθαι ἄνθρωπον καὶ ἐν παραδείσῳ τῆς τρυφῆς ἀπολαύειν κελεύσας, ἀλλὰ καὶ βοηθὸν αὐτῷ ἐποίησε. Πόσην χαρὰν τότε ἦν εἰληφὼς ὁ Ἀδὰμ, ὅτε ἐθεάσατο ἀπὸ τοῦ ὕπνου παρακαθιζομένην αὐτῷ τὴν γυναῖκα; πόσης εὐφροσύνης αὐτοῦ ἡ ψυχὴ ἐνεπίμπλατο κοινωνὸν θεωρῶν τὴν γυναῖκα, καὶ ὁμότροπον καὶ ὁμόδοξον αὐτὴν καθεστῶσαν; πόσης θυμηδίας καὶ προφητείας ἠξιώθη, ἐν τῷ θεάσασθαι Ἀδὰμ Εὔαν, τοῖς αἰσθητοῖς ὀφθαλμοῖς αὐτοῦ μορφὴν ἰδίαν καὶ χαρακτῆρα ἄντικρυς παρισταμένην; Ὅθεν ἐν ἀγαλλιάσει ψυχῆς προεφήτευσεν ἀναφανδὸν τὴν ἀλήθειαν· φησὶ γὰρ, Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἰδίου ἀνδρὸς ἐλήφθη. Εἶδες προφήτην τηλαυγέστατα προλέγοντα τὰ μετέπειτα γενησόμενα; εἶδες Πνεύματος ἁγίου κοινωνίας μετέχοντα τὸν Ἀδὰμ, καὶ χάριτος, ἧς ἠξίωται; εἶδες ἐξαίρετον λόγον τὸν μετὰ πολλὰς γενεὰς ἕως ἐσχάτων βεβαιούμενον;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.