Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Γένεσιν (λόγος γ΄)
Η καταδίκη, η εξορία και ο θρήνος του Αδάμ
Η απόφαση του Θεού για την τιμωρία των πρωτοπλάστων, η έξωση από τον Παράδεισο, οι ονειδισμοί προς την Εύα και ο θρήνος του Αδάμ.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η καταδίκη, η εξορία και ο θρήνος του Αδάμ
Η απόφαση του Θεού για την τιμωρία των πρωτοπλάστων, η έξωση από τον Παράδεισο, οι ονειδισμοί προς την Εύα και ο θρήνος του Αδάμ.
Εἶπεν ὁ Ἀδάμ· Ἡ γυνὴ, ἣν ἔδωκας μετ᾽ ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον. Ὢ πρόφασις εὔλογον μὴ ἔχουσα! ὢ ἀπολογία μὴ ὠφελοῦσα τὸν λαλοῦντα! ὢ λέξις πικρὰ, μὴ διασώζουσα τὸν λέγοντα! Τὴν γυναῖκά σοι δέδωκα βοηθὸν, οὐκ αὐθεντοῦσαν· συνήγορον, οὐ δέσποιναν· ὁμογνώμονα, οὐ διδάκτριαν· σύζυγον, οὐκ ἄρχουσαν· ὑποχείριον, οὐχ ὑψηλοτέραν· συγκύπτουσάν σοι, οὐ κατακρατοῦσάν σου. Ὅθεν ὡς τῷ ἐχθρῷ ἀκροασάμενος, κἀμοῦ παρακούσας, δέχου τελείαν τὴν ἐπιτίμησιν, ἣν οὐ παρασαλεύσουσι μακροὶ αἰῶνες, ἣν οὐδεὶς ὑπερβήσεται τούτου τοῖς ὅροις, ἣν ὁ σῶμα φορῶν καὶ ἐλθὼν εἰς τὸν κόσμον, οὐ περάσει τοῦτο τὸ πέλαγος. Ὅρα, Ἀδὰμ, Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι, τούτου μόνου μὴ φαγεῖν ἀπ᾽ αὐτοῦ, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φάγῃ τὸν χόρτον τοῦ ἀγροῦ. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθης· ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ.
Ὢ τῆς κατάρας ταύτης, ἥτις τὰ ὁρατὰ καὶ τὰ ἀόρατα τρέμειν ἐποίησεν! ὢ τῆς λέξεως, ἣν οἱ ἄπειροι αἰῶνες οὐ παρεσάλευσαν! ὢ τῆς ἐπιτιμήσεως, δι᾽ ἧς ὁ πολυχρόνιος κόσμος αὐτὴν οὐκ ἐπαλαίωσεν! ὢ τοῦ ῥήματος, ὃ βασιλεῖς καὶ ἄρχοντες, πλούσιοι καὶ πένητες φρίττουσι καὶ δεδοίκασι! Καὶ ἐξέβαλε Κύριος τὸν Ἀδὰμ καὶ τὴν γυναῖκα αὐτοῦ ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη· καὶ προσέταξε Κύριος τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν φυλάσσειν τὸν Ἐδὲμ παράδεισον, καὶ ἀδιάβατον τηρεῖν τὴν εἴσοδον, ἵνα μή τις τῶν σάρκα φορούντων καὶ τὴν παχύτητα τοῦ σώματος περικειμένων διέλθῃ ταύτης τὴν πύλην. Τὸ δὲ δεσποτικὸν ῥῆμα ἔργον γέγονε αἰώνιον, καὶ ἡ ἀπόφασις αὕτη θάνατον εἰς τὸν κόσμον εἰσήγαγε· καὶ βασιλεῖς ταύτην τὴν φωνὴν δεδοίκασι, καὶ ἄρχοντες τρέμουσι τὸ ῥῆμα τοῦτο, πλούσιοι εἰς τὴν ἀπόφασιν ταύτην ἔγκεινται, καὶ πτωχοὶ ὡς χρέος τοῦτο ἐκδέχονται, καὶ πάντες βροτοὶ ὡς τῆς φύσεως μέτοχοι τὸν θάνατον ἀναμένουσι. Τί γὰρ ἔπραττεν ὁ Ἀδὰμ ἔξω τοῦ παραδείσου καθήμενος;
Ἦν σκάπτων, μετὰ κλαυθμοῦ ἐργαζόμενος, μετὰ στεναγμοῦ, ἱδρῶτι περιῤῥεόμενος, ἀχθοφορῶν, τοῦ ἡλίου τὸν καύσωνα μὴ φέρων, πηγνύμενος τῷ τῆς νυκτὸς παγετῷ, καὶ κλαίων οὐκ ἐπαύετο ἐννοῶν οἵας τρυφῆς ἐστερήθη, στεναγμοῖς ἐκέχρητο ἐκ κατωτάτου στήθους, λόγους ὀδυνηροὺς ἐξηρεύγετο τὸ στόμα αὐτοῦ· καὶ πρὸς τὴν Ἐδὲμ τοὺς ὀφθαλμοὺς ἀναπετάζων, τὴν κάραν τε κινῶν ἔνθεν κἀκεῖθεν, γοερῶς ἀπωδύρετο, καὶ ἐν κλαυθμῷ ἀπαραμυθήτῳ ἐκραύγαζε φωνῇ μεγάλῃ! ὢ πόσων ἀγαθῶν τῶν σῶν ἠλλοτρίωμαι, πανόλβιε παράδεισε! ὢ πόσης εὐφροσύνης ἐνεπίμπλατό μου ἡ ψυχὴ θεωροῦντος τὸ σὸν κάλλος! ὢ πόσης ἀγαλλιάσεως ἀπήλαυον ἔνδοθέν σου καθήμενος. Πῶς εὐφραινόμην ἐκ τῆς ὀσμῆς τῶν ἀνθέων σου! πῶς προέκειτό μοι ἡ ἄμοχθος τράπεζα! πῶς ἀνέβλυζέ μοι ὁ κρατὴρ ὁ ἀείζωος! πῶς ἐνήδυνέ μου τὸ πνεῦμα ἡ τῶν ἀγγέλων πολιτεία! πῶς περιέλαμπέ μου τοὺς ὀφθαλμοὺς τὸ φῶς τὸ ὑπέρλαμπρον. Πάντα τὰ ποιήματα ὡς βασιλεῖ τὴν τιμήν μοι προσέφερον! Πᾶσι τοῖς θηρίοις φοβερὸς καθιστάμην· πᾶσι τοῖς πετεινοῖς οἷς ἤθελον προσέταττον· πᾶσα ἡ κτίσις ὡς δεσπότῃ μοι προσέβλεπεν. Ἀπηλλοτρίωμαι τούτων ὡς παραβάτης· ἐξωρίσθην τῆς τρυφῆς ὡς ἀνδράποδον· ἐδιώχθην τῆς χαρᾶς σου ὡς παράνομος· ἀπηλάθην τῆς κατοικίας σου ὡς δραπέτης. Τί κλαύσω πρῶτον, τί δεύτερον; τὴν στέρησιν τοῦ κάλλους σου; τὴν χαρὰν τὴν ἄληκτον; τὴν ἀμέριμνον ζωήν; τὴν ἀκήρατον δόξαν;
τῶν ἀγγέλων τὴν ἀλλοτρίωσιν; τὴν τῶν ἀρχαγγέλων στέρησιν; τῆς βασιλείας τὸ κλέος; τῶν δένδρων τὴν τερπνότητα; τοῦ φωτός σου τὴν λαμπαδουχίαν; τὴν μαρμαρυγὴν τὴν ἀκήρατον; τὴν γύμνωσιν ἣν περίκειμαι; τῆς ἀσχημοσύνης τὰ λείψανα; τὸν ὀνειδισμὸν τῶν ἀγγέλων· τῶν θηρίων τὸ ἀνυπότακτον; τῶν κτηνῶν τὸ ἄκαμπτον; τοῦ Θεοῦ τὴν φιλίαν; τοῦ Πνεύματος τὴν ἀλλοτρίωσιν; τὸν μακαρισμὸν τὸν ἀΐδιον;
Ποῖον κοπετὸν κόψομαι; ποῖον κλαυθμὸν θρηνήσω· ποίαν ταπείνωσιν ἀσπάσομαι; ποίαν τραγῳδίαν ἄρξομαι; ποῖον στεναγμὸν ἀναπέμψω; ποίαν ὀδύνην καταπαύσω; τὴν ἀρτίως παρεστῶσαν; τὴν μετὰ ταῦτα; τὴν ἐν τοῖς καταχθονίοις, τὴν ἐν ἱδρῶτι τοῦ προσώπου; τῶν ἀκανθῶν τὴν βλάστησιν; τῆς γῆς τὴν ἐπιτίμησιν; Οὐ φέρω τῆς λύπης τὰ λείψανα, οὐ φέρω τὸν στεναγμὸν, οὐ φέρω ἀπέναντι τῆς τρυφῆς σου καθήμενος βλέπειν σε. Ξένος γὰρ γέγονα τῆς σῆς διατριβῆς, ξένος τῆς σῆς κατοικίας, ἀλλότριος τῆς ἀϊδίου ἀπολαύσεως, ξένον ἐμαυτὸν κατέστησα τοῦ Θεοῦ οἰκείᾳ μου βουλῇ. Ξένος ἀπάρτι γενήσομαι τῆς σῆς θεωρίας καὶ ὁράσεως. Οὐκέτι σου τῆς τρυφῆς ἀπολαύσω, οὐκέτι τῆς μακαριότητός σου ἡδυνθῶ, οὐκέτι σου τῆς θέας ἀπολαύσω, οὐκέτι σου τῆς μαρμαρυγῆς ἐλλαμφθῶ, οὐκέτι ἐν σοὶ κατοικήσω. Πάντα κενά μοι γέγονε· πάντα παρῆλθον ὡς σκιά· πάντα διέβη ὡς ὄναρ· πάντα ἠφανίσθησαν ὡς ἀνύπαρκτα ἀπὸ τῶν ὀφθαλμῶν μου. Εἰ δύνασαι, κἂν σὺ παρακάλεσαι τὸν πλάστην, ὅπως μὴ χωρισθῶ τῆς συναυλίας σου. Κατάκαμψον τὰ δένδρα σου, καὶ πρόσπεσον τῷ εὐσπλάγχνῳ, καὶ τῷ ἤχῳ τῶν φύλλων σου ἀνάκραξον ἐν ἰσχΰι. Πανόλβιος γέγονας κελεύσματι τοῦ Δεσπότου, καὶ παῤῥησίαν ἔχεις ὡς οἶκος τοῦ Θεοῦ ἡμῶν. Ἆρον ὥσπερ ὀφθαλμοὺς τῶν καρπῶν σου τὰ εἴδη, καὶ ὥσπερ στόμα εὔλαλον τὴν τῶν φυτῶν εὐωδίαν, ἵνα μείνῃς ἀνεῳγμένος τῷ σὲ ἀγαπήσαντι.
Ἰδοὺ νῦν τὸ στόμα μου κράζειν ἐκοπίασε· ἰδοὺ καὶ ἡ γλῶσσά μου λαλεῖν ἀπεπαύσατο· ἰδοὺ καὶ ὁ λάρυγξ μου σιγῇ καταδέδεται. Ὡς παράβουλος κατακέκριμαι, ὡς ἄθλιος γεγύμνωμαι, ὡς ἄνομος ἐκβέβλημαι, ὡς γήϊνος τῇ γῇ παρεδόθην, ὅθεν ἐξῆλθον· ὅθεν ἐπλάσθην, ἀναλύω, καὶ οὐκέτι σου θεωρῶ τοῦ κάλλους τὴν ὡραιότητα. Εἶτα στραφεὶς πρὸς τὴν γυναῖκα, ὀνειδισμοῖς ἐκέχρητο, καὶ ἐν πικρίᾳ ψυχῆς ἔλεγε· Τί μου τὴν ἀθανασίαν ἐθέρισας, γύναι; τί τὸν ὑψηλὸν ἐποίησας ταπεινόν; τί τὸν παντάρχην κατέστησας προσαίτην; τί τὸν βασιλέα τῆς κτίσεως δοῦλον ἀνέδειξας; τί μου τοὺς φωτεινοὺς ἐτύφλωσας ὀφθαλμούς; τί με τὴν στολὴν ἐξέδυσας, ἣν οὐκ ἐξύφανας; τί τὴν τιμήν μου ἐφθόνησας; τί τὸ ἀρχέτυπόν μου κάλλος ἠμαύρωσας; τί ζωὴ προσαγορευθεῖσα, θάνατός μοι γέγονας; τί με τῶν ἀγγέλων ἀλλοτριώσασα, τοῖς δαίμοσι συγκατεσκήνωσας; τί με τῆς βασιλείας στερήσασα εἰς ἄκραν πτωχείαν κατήγαγες; τί τὰ ὦτά μου τῆς φωνῆς τοῦ Θεοῦ διηνεκῶς ἀκούοντα ἀπέφραξας, ὡς ἀσπὶς βύουσα ἥτις οὐκ εἰσακούσεται φωνῆς ἐπᾴδοντος; Οὐ φέρω τὴν ἐπιτίμησιν, πρὸ τῆς συναφείας τὴν λύσιν ἐπιζητῶ· πρὸ τῆς κατασκηνώσεως τὴν ἀναχώρησιν μελετῶ· πρὸ τῆς συμπλοκῆς τὸν χωρισμὸν μεριμνῶ· πρὸ τοῦ συζευχθῆναι ἀποστῆναι ἀπὸ σοῦ δυσωπῶ. Ἄπιθι ἀπ᾽ ἐμοῦ, γύναι. Πότε τὴν γῆν ἐργάσομαι; πότε τριβόλους ἀνασπάσω; πότε σῖτον ὥριμον θερίσω;
πότε ποιήσας ἄλευρον, ἄρτον κατασκευάσω; πότε καθίσας ἀμέριμνος τοῦτον ἑστιάσομαι; πότε ἀνωδύνως ὑπνώσω; πότε τὰ φύλλα ἐκδύσομαι τῆς συκῆς; πότε τὴν ἀσχημοσύνην τῆς σαρκός μου σκεπάσω; πότε ὑποδύσομαι τοῖς ποσὶ πρὸς τὸ μὴ κατακεντᾶσθαι ὑπὸ τῆς θεόθεν ἀνατειλάσης μοι ἀκάνθης; πότε σκέπασμα ποιήσω πρὸς τὸ σπογγίσαι τὸν τοῦ προσώπου μου ἱδρῶτα, ὅν μοι προεξένησας, γύναι, ἐξ ἀφροσύνης; Σὺ ἀέργως μένουσα οὐχ ὁρᾷς τὴν συμφοράν· ὅτε δὲ τέξεις τέκνον, τότε τῆς ἀποφάσεως ἡ δίκη ἐπὶ σοὶ ἀνατελεῖ. Ὅτε τὸ ἔκγονον ἀπὸ τῆς κοιλίας σου μέλλει ἐξέρχεσθαι, τότε μνησθήσῃ τῶν ῥημάτων μου· ὅτε ἐν ὀδύνῃ τοὺς πόνους ὑπομενεῖς, τότε τῆς ἀποφάσεως ὁ καιρός σοι ἐξανθήσει· ὅτε σε καταλαβοῦσιν αἱ ὠδῖνες, τότε τοῦ Θεοῦ τῆς κατάρας μνημονεύσεις.
Ταῦτα καὶ τὰ τούτοις ὅμοια ὁ Ἀδὰμ πρὸς τὴν ὁμόζυγον ἐν πικρίᾳ ψυχῆς προσεφώνει· τούτοις τοῖς λόγοις καταπλήττων τὴν Εὔαν καθ᾽ ἑκάστην ἡμέραν, ἀπαραμύθητον τὴν ᾠδὴν ἐτραγῴδει· τούτων τῶν θλίψεων ὁ πρωτόπλαστος τὸ πέλαγος κεκτημένος, τὴν θεήλατον πολυμόχθως ἐξεπλήρου ὀργήν. Ἠκούσατε, ὦ τέκνα, τοῦ Ἀδὰμ τὴν διάπλασιν· ἐγνώκατε αὐτοῦ τῆς τιμῆς τὴν ἀξίαν· ἐμάθετε τὰ ἐκ Θεοῦ δοθέντα αὐτῷ· ἐθεάσασθε αὐτοῦ καὶ τῆς παραβάσεως τὴν ἐξέωσιν· ἐκλαύσατε αὐτοῦ τὴν ἀπαραμύθητον τραγῳδίαν· ἐβλέψατε αὐτὸν ἀπέναντι τοῦ παραδείσου στυγνὸν καὶ κατηφῆ γεγονότα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.