Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Γένεσιν (λόγος γ΄)

Ἰωάννης ὁ Χρυσόστομος

Οι συνέπειες της πτώσεως και η ηθική διαγωγή των γυναικών

Οι θλίψεις που κληροδοτήθηκαν από την Εύα και η κριτική εξέταση της συμπεριφοράς των παρθένων και των εγγάμων γυναικών μέσα από βιβλικά παραδείγματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 8

Στήσομεν μέχρι τούτου τὸν λόγον, ἢ διηγησόμεθα ἅπερ ἡμῖν ἡ Εὔα κληρονομίαν ἐχθίστην κατέλιπε ταῖς μετέπειτα γενεαῖς; Ἀναγκαῖον μηκῦναι τὸν λόγον πρὸς τὸ ὑποδεῖξαι πᾶσι τὴν ἐκ τῆς κατάρας θεόθεν γενομένην πληγήν· πῶς εὔδηλος ἡμῖν ἡ δίκη γέγονε, καὶ τοὺς ὅρους αὐτῆς μέχρις αἰῶνος συντηρεῖ, καὶ τὸ τοῦ Θεοῦ ἀψευδὲς στόμα τὸ ἀποφηνάμενον αὐτῇ· Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· καὶ βεβαιοτέραν τὴν λέξιν φανεροῖ ταῖς γενεαῖς ταύταις.

Ὥσπερ γὰρ μορφὴν μητρὸς εἰκονίζει θυγάτηρ, εἴτε δι᾽ ὀφθαλμοῦ, εἴτε διὰ προσώπου, εἴτε διὰ ἡλικίας· οὕτω καὶ νῦν μέχρις αἰῶνος εἰσῆλθε κοσμικὴ ἡ δίκη, καὶ ἕως τῆς συντελείας τὰ μέτρα αὐτῆς οὐ παρασαλευθήσονται.

εʹ. Ἀλλὰ τὸν νοῦν ὑμῶν ἀναπετάσαντες πρὸς τὴν τῆς διηγήσεως ἐξέτασιν ἐμφιλοχωρήσατε, καὶ τὰ τῆς ἀληθείας διηγήματα ἐν ταῖς ὑμῶν διανοίαις περιθέντες, ἀσμένως ταῦτα ἀκούσατε. Οὐ γὰρ περὶ σωφρόνων καὶ δικαίων γυναικῶν τὸ θέατρον τοῦ λόγου ἀνεκαθήραμεν, ἀλλὰ περὶ πονηρῶν καὶ ἀκολάστων καὶ βεβήλων ὁ λόγος τῆς διηγήσεως ἀνιστορήσει. Ποίαν τάξιν αὐτῶν ὁ λόγος παραστήσει; τῶν παρθένων, τῶν ἀνδρῶν κοίτην μὴ ἀγνοούντων; τῶν ἐν γάμῳ περιελθόντων καὶ τεκνογονίαις μητέρων γενομένων; ἢ τῶν ἐγκαταλιμπανομένων ἐν χηρείαις, καὶ τὸν τοῦ Θεοῦ φόβον μὴ κεκτημένων;

Ἀλλὰ πάντως τὴν πρώτην ἡλικίαν δίκαιον καὶ ὅσιόν ἐστι πρῶτον ἐξετάσαι, καὶ οὕτως εἰς τὰς μετέπειτα ἀξίας ἐπεισελθεῖν. Φέρε οὖν τῶν νεανίδων τὸ τάγμα εἰς μέσον παρεισάξωμεν, τῶν δοκούντων εἶναι παρθένων, καὶ ἐγκαυχωμένων τῇ ἁγνείᾳ αὐτῶν, καὶ περὶ τούτων τὸν λόγον παραστήσωμεν. Τί αὐτῶν εἴπω; Τὰ σχήματα, τὸ ἦθος, τὴν σύνεσιν, πῶς ἀγρεύουσι τοὺς νέους τοῖς δικτύοις αὐτῶν καὶ τοῖς δελεάσμασι. Πολλάκις ἐν τοῖς κουβουκλείοις αὐτῶν διερχόμεναι, καὶ τόπον ἐκ τόπου διατρέχουσαι, διὰ τοῦ βαδίσματος τῶν ποδῶν κτύπον ἀποτελοῦσι, καὶ μειδιάμασιν ἀσχημοσύνης θορύβων καὶ κρότων τὰς ἀκοὰς τῶν νέων διηχοῦσι, καὶ ἐκ θυρίδος εἰς θυρίδα ἀναπετῶσαι τὰς χεῖρας, μέχρι στέρνων ἀναισχύντως αὐτὰς ἐπιδιδόασι· νεύμασι σατανικοῖς τοξεύουσαι τῶν ἀκολάστων τὰς ὄψεις, χρυσίον ἐπὶ τὸ στῆθος φέρουσαι, καὶ δακτυλίους ἐν ταῖς ἑαυτῶν χερσὶ περιβεβλημέναι, καὶ ἐν ταῖς ἀκοαῖς αὐτῶν ἐκ μαργάρων καὶ ὑακίνθων τὴν τῆς εἰκόνος μορφὴν ἀλλοιοῦσαι, καὶ τοῦ προσώπου τὸ φυσικὸν κάλλος ψευδόμεναι, διὰ ψιμμιθίου καὶ ἑτέρου ἐρυθροῦ τὰς παρειὰς ἐπιχρώσασαι, καὶ τῷ τραχήλῳ στίλβουσαι, καθάπερ ἄψυχος στήλη, ὥραν καθ᾽ ὥραν καὶ ἡμέρας ἐξ ἡμέρας τὰς τρίχας περιπλέκουσαι, καὶ μέχρι τοῦ μετώπου διαστίλβουσαι, καὶ τὰς ὀφρύας ἐν μέλανι χρίουσαι, ἴδια κακοήθους πράξεως.

Οὐχὶ αὐτῶν πονηροὶ καθεστήκασιν οἱ τρόποι; οὐχὶ αὐτῶν τὰ ἔργα ἄτοπα, καὶ πράξεις αἱ ἀνωφελεῖς; οὐκ αὐτῶν αἱ ἀνόητοι ἐλπίδες; Καὶ ὅσους ἐν παῤῥησίᾳ οὐ δύνανται δελεάσαι, κρυφίως ἐν ἑαυταῖς τὰ τόξα καὶ τὰ βέλη ἐπιτείνουσι· καθάπερ ἡ Εὔα τὸν Ἀδὰμ ἐν ἀποκρύφοις ἐδελέασε.

Πολλὰς γὰρ αὐτῶν ἀκήκοα διὰ τρυμαλιᾶς σανίδος περιβλεπούσας, καὶ θεωρούσας τοὺς ἐπὶ τὰς πλατείας περιπατοῦντας, μικρούς τε καὶ μεγάλους, καὶ τοῦ μὲν τὴν ὁδὸν καταγελασάσας, τοῦ δὲ τὴν ἡλικίαν σμικρυνούσας, τοῦ δὲ τὰς τρίχας καὶ τὴν στολὴν ἐμπαιζούσας, καὶ μίμους καθεστώσας κακοήθων ἄλλων γυναικῶν· ἐν ἀργίᾳ διαγούσας ἐν ἑορταῖς καὶ κυριακαῖς, καὶ οὐδέποτε αὐτὰς ἀνισταμένας, οὔτε ἐπὶ βρῶσιν, οὔτε ἐπὶ πόσιν, οὔτε ἐπὶ ὕπνον· ἀλλὰ τὸν καθημερινὸν κάματον καὶ τὴν μέριμναν ἐν ταύτῃ τῇ ἡμέρᾳ ἀναλίσκουσι· καὶ οὔτε πατέρας αἰδοῦνται, οὔτε μητέρας ἐντρέπονται, οὔτε ἀδελφοὺς αἰσχύνονται, οὔτε δούλους εὐλαβοῦνται ἢ δουλίδας, ἀλλὰ πᾶσιν ὁμοῦ γεγένηνται παίγνιον, καὶ πρὸς πάντα εἰσὶν ὥσπερ ναῦς κυμαινομένη. Ἐγκύψατε ἐν τοῖς τάφοις, θυγατέρες Σιὼν, καὶ τῆς ἁγίας κολυμβήθρας τέκνα, καὶ θεάσασθε τὴν εἰκόνα, ἣν καλλωπίζετε, καὶ τὰς ἀνωφελεῖς καὶ ἀκαίρους φαντασίας ὑμῶν καὶ τὰ σχήματα, πῶς πάντα κόνις, πῶς πάντα ὁ πικρότατος θάνατος μαραίνει, πῶς πάντα τέφρα, πῶς δυσωδίας πεπλησμένα. Καὶ μή μου τὸ τῶν γυναικῶν σύστημα καταβοάτω ὡς αὐτὰς κατηγοροῦντος. Ἐγὼ γὰρ ἔμπροσθεν τοῦ λόγου εἶπον, ὅτι οὐ περὶ συνετῶν γυναικῶν ὁ λόγος οὗτος γέγονεν, ἀλλὰ περὶ πονηρῶν καὶ ἀσυνέτων καὶ ἀφρόνων.

Πολλὰς γὰρ ἐγὼ οἶδα γυναῖκας σώφρονας καὶ ἀγαθὰς καὶ ἐν σωφροσύνῃ περιπατούσας, ἃς καὶ ὁ ἀπόστολος ἐμνημόνευσεν ἐν βίβλῳ ζωῆς. Ἀλλὰ φέρε καὶ τῶν ἄλλων ταγμάτων τὸν δῆμον ἀνιστορήσωμεν. Τριῶν γὰρ ταγμάτων εἰκόνας τῇ ὑμῶν μεγαλειότητι ἀπηγγειλάμην φράσαι, παρθένων, καὶ τῶν ἐν συζυγίαις, καὶ τῶν ἐν χηρείαις καταγομένων. Ἐπειδὴ περὶ τῶν παρθένων ὀλίγα ἐκ τῶν πολλῶν τῇ ἀγάπῃ ὑμῶν ἐξηγησάμην, ἀρξώμεθα καὶ περὶ τῶν ἐν γάμοις ἐγκαυχωμένων γυναικῶν, αἵτινες δίκην ἀσπίδος τοῖς ἑαυτῶν ἀνδράσι καθεστήκασι. Πόσας γὰρ γυναῖκας εἶδον τοῖς ἑαυτῶν συζύγοις θάνατον αἰφνίδιον προσενεγκούσας; πόσας ἐπίσταμαι τοῖς ἑαυτῶν συνεύνοις μὴ δυναμένας ἐπαγαγεῖν θάνατον, στένοντας καὶ τρέμοντας διὰ κακοηθείας πεποιηκυίας αὐτοὺς, καὶ οὐδὲ ὡς τὰ ζῶα τὴν τιμὴν αὐτοῖς προσαγούσας; Ἀλλὰ κἂν πλουσία ὑπάρχῃ, ἐγκαυχωμένη ἐν τῷ πλούτῳ αὐτῆς ἡμέρας καὶ νυκτὸς, ζῇν ἐν εἰρήνῃ τὸν ὁμόζυγον οὐκ ἐᾷ.

Κἂν πένης ᾖ, διερχομένη ἀπὸ τόπου εἰς τόπον, καὶ εἰς οἰκίαν ἐξ οἰκίας, μάχας ἀνεγείρει, θυμοὺς ἀναῤῥιπίζει, ταραχὰς καθεκάστην προσφέρει, οὐκ ἐῶσα τὸν ἄνδρα αὐτῆς οὔτε μετὰ γείτονος, οὔτε μετὰ γνωρίμου εἰρήνην ἔχειν, ἀλλὰ πάντας ὑβρίζει, μετὰ πάντων δικάζεται, πάντας ἐπιτρέχει, πάντας θορυβεῖ, ἐν ἀρχαῖς αὐτομολοῦσα ἀναισχύντως, καὶ ἐν δικαστηρίοις εὑρισκομένη ὡς ἀδικηθεῖσα, καὶ ἐν βαλανείοις πολυλογοῦσα, καὶ ἐν ἐκκλησίαις συντυχίας ἀκαίρους προσφέρουσα, καὶ ταῦτα φλυαροῦσα· Ἐγὼ τοῦ βίου μου ἡ αὔξησις, ἐγὼ τῶν δούλων ἡ παιδαγωγία, ἐγὼ τῶν τροφῶν ἡ μεριμνήτρια· μάτην ὁ σύζυγός μου τὰ πρεσβεῖα φέρει, οὐδενὸς πράγματος φροντὶς αὐτῷ ὑπάρχει· οὐ γινώσκει τί ἐν τῷ οἴκῳ μου ἐκτελῶ, εἰ μὴ τὸν ἄρτον ὃν ἐσθίει ἀπὸ τῆς τραπέζης, καὶ τὸ πόμα ὅπερ πίνει μὴ γινώσκων.

Ὢ ἀναισχυντίας προδήλου! Δικαίως ἡ σοφία βοᾷ· Μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἐκ χειλέων, ὃ πρόσκαιρον λιπαίνει σου φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. Ἂν δὲ καὶ γράμματα ᾖ μεμαθηκυῖα, διπλοῦν τὸ εἶδος τῆς νόσου καὶ τῆς κακίας.

Πόσαι γὰρ γυναῖκες διὰ γραμμάτων ἀπέκτειναν τοὺς ἑαυτῶν ἄνδρας, καὶ τὰ μυστήρια, ἅπερ μόνη ἐγίνωσκε καὶ αὐτὸς, εἰς ἐμφάνισιν καὶ πραγμάτων ἔκβασιν δι᾽ ἐπιστολῶν ἐγνωρίσθησαν; Πόσας γὰρ ἔγνωκα ἀποστειλάσας βεβουλλωμένους χάρτας πρὸς κακοηθεστάτους ἄνδρας καὶ μοιχοὺς αὐτῶν, καὶ διὰ μακρῶν χειρῶν τοὺς συζύγους αὐτῶν ἀπέκτειναν; Τοὺς μὲν διὰ δηλητηρίων, τοὺς δὲ ἐν νυκτὶ ἀθρόον περιπατοῦντας, πολλοὺς δὲ καὶ ἐν ἀγρῷ ἀπιόντας, ἢ μετὰ ξίφους, ἢ μετὰ λίθου, ἢ μετὰ ξύλου κρούσας τις κατὰ τοῦ μήνιγγος, ἢ κατὰ κεφαλῆς, ἢ κατὰ τοῦ νώτου, αἰφνίδιον τέλος ἐπήγαγε. Προσέρχονται γὰρ ἀναιδῶς ταῖς ἐκκλησίαις, προφάσει προσευχῆς, καὶ ὀμνύουσι κατὰ τοῦ σώματος τοῦ ἀχράντου καὶ τοῦ αἵματος τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἢ κατὰ τῆς αὐτοῦ μητρὸς, εἴτε κατά τινος ἁγίου· πολλαὶ γὰρ καὶ ἐπὶ τοῦ ζωοποιοῦ ξύλου, τοῦ μὴ ἀθετῆσαι τὰς μυσαρὰς αὐτῶν πράξεις, ἀλλὰ τὰς συναλλαγὰς αὐτῶν βεβαίας ἔχειν καὶ ἀδιαλύτους. Ὦ παναθλία! τὸ φοβερὸν ὄνομα τοῦ Κυρίου συνεργὸν ποιεῖς τῆς σῆς μοιχείας; Ἄφρον καὶ ἀνόητε, τὴν παρθένον καὶ θεοτόκον Μαρίαν τὴν ἀμίαντον συνεργάτιν καθιστᾷς τοῦ πονηροῦ σου βουλεύματος;

Θηρίον ἀνήμερον, καὶ κόραξ τρώγων σάρκας, ἀθῴους τῶν ἁγίων τοὺς οἴκους λῃστήριον καὶ αἱμάτων ἐνόχους ἀποτελεῖς; Ἀλλ᾽ ὁ ναὸς Κυρίου ὁ ἡγιασμένος καὶ καθαρὸς οὐ μολύνεται, σὺ δὲ τῆς ἀφροσύνης σου τοὺς καρποὺς τρυγήσεις ἐν καιρῷ ἐπιτηδείῳ, κατὰ τὸν ἀπόστολον Παῦλον βοῶντα· Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστι. Βούλεσθε καὶ ἕτερα λέξωμεν πρὸς τὴν αὐτῶν γνώμην; Αὕτη γὰρ κἂν γείτονας ἔχῃ σώφρονας, ἡμέραν ἐξ ἡμέρας αὐτὰς σκοπεύει, ταύτας ἐπιτρέχει, κἄν τινας τῶν γνωρίμων καὶ τῶν συγγενῶν θεάσηται εἰσερχομένους εἰς τὰς οἰκίας αὐτῶν, αὐταῖς τὰ ἑαυτῆς κακὰ προαναφωνοῦσα, μοιχαλίδας καὶ μαινάδας ἀποκαλεῖ, τὰς ἐλευθέρας καὶ τῷ σώματι καὶ τῷ πνεύματι. Κἂν τέκνα ἔχῃ, ὡς θηρία ταῦτα βλέπει· κἂν οἰκέτας κέκτηται, κἂν δούλας, πραότης ἐν αὐτῇ οὐκ ἔστιν, ἀλλὰ καὶ τὴν ἡμέραν προφάσει δουλείας αὐτὰς μαστιγοῖ, καὶ ἐν νυκτὶ ἐπὶ τῇ ἐργασίᾳ αὐτὰς θορυβεῖ. Οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῆς. Εἶτα ὅταν ἐπὶ κλίνης τῷ ἀνδρὶ αὐτῆς προσέλθῃ, οὐκ ἐᾷ αὐτὸν ὑπνῶσαι, ἀλλὰ θυμοῖ αὐτὸν κατὰ τῶν οἰκετῶν, ἐγείρει αὐτὸν πρὸς μάχας κατὰ τῶν πλησίον.

Οὗτος ὁ δοῦλος καταφρονεῖ μου, αὕτη ἡ οἰκέτις ἐμπαίζει μοι, οὗτος ὁ πλησίον οὐ παύεται λοιδορῶν με καὶ ἐν ἐκκλησίαις, καὶ ἐπὶ φίλων, καὶ ἐν ταῖς ἀγοραῖς· ποίησον τὴν ἐκδίκησίν μου· οὐ καθίσω ἔτι μετὰ σοῦ ἐπὶ τραπέζης, οὐκ ἐσθίω ἄρτον ἐπὶ σοῦ· οὐ καθευδήσω τοῦ λοιποῦ μετὰ σοῦ· ὅτι ἐμοὶ τῇ γυναικί σου οὐκ ἐρυθριᾷ ὁ δεῖνα καὶ ἡ δεῖνα, ἀλλ᾽ ὡς πηλόν με λογίζονται. Καὶ εἰ στοχαζόμενος ταῦτα ὑμῖν λέγω, βλέπε μοι τὴν Αἰγυπτίαν, τὴν καταπλέξασαν τὸν Ἰωσὴφ, καὶ τὸν ἄνδρα αὐτῆς εἰς θυμὸν καὶ μάχην ἐγείρασαν· τελευταῖον δὲ καὶ θανατῶσαι ἠπείλει τὸν δίκαιον, εἰ μὴ ὁ ἀκοίμητος ὀφθαλμὸς προέφθασε, καὶ ἐξείλετο αὐτὸν ἐκ τοῦ πικροῦ θανάτου. Ἴδε μοι καὶ τὴν Ἡρωδιάδα τὴν τὸν Βαπτιστὴν ἀποκτείνασαν. Φησὶ γὰρ ὁ Πρόδρομος, Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου, πρὸς τὸν Ἡρώδην· καὶ αὕτη δεσμεύσασα τὸν ἐν γεννητοῖς γυναικῶν μείζονα, ἐν τῷ συμποσίῳ μέσον τῶν ἀνακειμένων φίλων, τὴν κεφαλὴν αὐτοῦ ἀπέτεμε· καὶ ὃ μὴ ἴσχυσεν ἡ Ἡρωδιὰς ποιῆσαι ζῶντος τοῦ ἀνδρὸς αὐτῆς, ταύτην τὴν παρανομίαν ἐτέλεσε μετὰ θάνατον. Τί δὲ καὶ ἡ Δαλιδάς; οὐχὶ τὸν ὡραιότατον καὶ δυνατώτατον Σαμψὼν διὰ μοιχείας ξυρίσασα καὶ δήσασα, τοῖς ἀλλοφύλοις παρέδωκε καὶ ἐθανάτωσεν; Ἰδοὺ τρεῖς μάρτυρας ἀξιοπίστους παρήγαγον· οὐχὶ τούτους μόνον ἐν τῇ Γραφῇ ἐγκειμένους.