Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γένεσιν τοῦ Ἰωάννου τοῦ Βαπτιστοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Επίλογος και τελική δοξολογία

Αναφορά στην παύση της ιουδαϊκής λατρείας, την ανάδειξη του Χριστού ως μεγάλου αρχιερέα της Εκκλησίας και καταληκτήρια τριαδική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Οὐκέτι γὰρ κατὰ τὸν παλαιὸν τύπον καὶ νόμον εἷς ναός ἐστιν ὁ δεχόμενος τὰς θυσίας καὶ σεμνυνόμενος ἐν αὐταῖς· ἀλλὰ κατὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησίαι καὶ θυσιαστήρια εἰλικρινῶς τῷ φιλανθρώπῳ θεῷ δόξαν ἀναπέμπουσιν. Ἐλάβομεν γὰρ τῶν ἡμετέρων ψυχῶν ἀρχιερέα Ἰησοῦν Χριστὸν τὸν κύριον ἡμῶν, ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὔτε δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ. Ἔχομεν γάρ, φησὶν ὁ 〈Παῦλος,〉 ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν Χριστὸν τὸν κύριον ἡμῶν· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.