Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γένεσιν τοῦ Ἰωάννου τοῦ Βαπτιστοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Το μυστήριο της ενσαρκώσεως και η εκπλήρωση των προφητειών

Θεολογική σύγκριση της παρθενικής γέννησης με την πτώση των πρωτοπλάστων, πολεμική προς τους Ιουδαίους και παράθεση προφητειών για την έλευση του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Κυοφόρησις ξένη, ὠδῖνες ἀνώδινοι, ἀγεώργητος στάχυς, καρπὸς ἄνευ σπέρματος, λοχεία φύσεως ξένης, ἀγνοουμένη γονή, τέκνον ἐπὶ γῆς οὐκ ἔχον πατέρα, ὄντως ἀσύγκριτον τῷ βίῳ διήγημα· παρθένος ἔτεκεν καὶ τεκοῦσα παρθένος πάλιν ἔμεινεν· οὐκ ἐκώλυσεν τὴν παρθενίαν ὁ τόκος, οὐκ ἐλυμήνατο τὴν νηδύν, οὐ διέφθειρεν τὴν τεκοῦσαν. Εἰκότως καὶ ὁ τεχθεὶς τοιαῦτα τῇ μητρὶ παρέσχε προνόμια· ὧν γὰρ εἶχεν μόνος τοιαῦτα καὶ δέδωκεν μόνῃ· οὐκ εἶχεν αὐτὸς εἰς γέννησιν ἀδελφὸν οὔτε μὴν δέδωκεν τῇ μητρὶ τοῦ θαύματος ἀδελφήν. Ὢ φιλοτιμία εἰς ἀνθρώπους θεοῦ· ποίων ἠξιώθη διὰ τοῦ θήλεως χαρισμάτων ἡ φύσις; Ὅθεν ὁ πόλεμος ἤρξατο, ἐκεῖθεν καὶ ὁ βασιλεὺς τὴν εἰρήνην ἐβράβευσεν· ἀφ᾽ οὗ γὰρ παρθένος μήτηρ καὶ μήτηρ παρθένος, ὁ στεναγμὸς τῆς 〈Εὔας〉 ἐπαύσατο· ἡ θυγάτηρ τὸ μητρικὸν διέλυσεν ἔγκλημα· δι᾽ αὐτῆς γὰρ ὁ δεσπότης σαρκωθεὶς πρὸς ἡμᾶς ἐπεδήμησεν· ἦλθεν δὲ τὰ λυπηρὰ μεταβαλεῖν εἰς χαράν· ἦλθεν τὴν κατώδυνον ἀλλάξαι συνήθειαν· ἦλθεν τὰ κάτω τοῖς ἄνω εἰρηνοποιῆσαι· καὶ ὅπως, ἄκουσον.

Ἐκεῖ ὑβρίσθη παράδεισος, ἐνταῦθα ἐδοξάσθη τὸ σπήλαιον· ἐκεῖ οἱ δύο, 〈Ἀδὰμ〉 καὶ 〈Εὖα,〉 ὑπὸ τῆς ἁμαρτίας ἐλαυνόμενοι, ἐνταῦθα τῆς οἰκουμένης τὰ πέρατα ὑπὸ τῆς χαρᾶς ὁδηγούμενα· οὐκέτι τὸν τῆς ἐξορίας ὀνειδισμὸν ὑποπτεύομεν, οὐκέτι δειλιῶμεν τὴν φλογίνην ῥομφαίαν, οὐκέτι τὰ κλεῖθρα τῶν θυρῶν τοῦ παραδείσου δεδοίκαμεν, οὐκέτι τὰ τοῦ ὄφεως φοβούμεθα δήγματα, οὐκέτι παρὰ συκῆς δανειζόμεθα φύλλα, οὐκέτι τρέμομεν τὸν τοῦ βαδίσματος κτύπον· τὴν γὰρ ἐκ τῆς παρθένου προσεκυνήσαμεν πρόοδον, τὸν ἰατρὸν τῆς φύσεως κατωπτεύσαμεν. Τίς γὰρ εἶδεν, τίς ἤκουσεν, τίς ἐξ ἀσθενοῦς ῥίζης ἰατρὸν ἐξανθήσαντα ἔγνω ποτέ; Τίς πατρὸς ἰδίου μήτηρ ἐφάνη; Τίς ἐγέννησεν τὸν δυνάμει γεννήσαντα θείᾳ; Τίς ἔτεκεν ὁρώμενον μὲν πλάσμα, νοούμενον δὲ πλάστην; Τίς καὶ τὸ ἔχειν υἱὸν ἐκέρδησεν καὶ τὸ εἶναι παρθένος οὐκ ἐζημίωται;

Τί οὖν λέγεις, ὦ 〈Ἰουδαῖε,〉 τί δοκεῖς νηπιάζειν τὴν φρένα, τῇ τῆς πονηρίας πολιᾷ καλυπτόμενος; Τί μάτην τοῖς προφήταις τοῖς σοῖς, μᾶλλον δὲ τοῖς ἐμοῖς, ἀναγινώσκεις; Σὺ μὲν γὰρ κατέχεις τὰ γράμματα, ἐγὼ δὲ τὰ πράγματα· σὺ τὴν διαθήκην, ἐγὼ τὴν κληρονομίαν· σὺ ἐν νόμῳ καυχᾶσαι, ἐγὼ δὲ ἐν τῇ χάριτι μεγαλύνομαι. Τί τοίνυν μάχῃ τοῖς προφήταις;

Τί τὰς θεολήπτους καὶ ἀψευδεῖς αὐτῶν ἀποφεύγεις προρρήσεις; Ἆρα πρὸ πόσων γενεῶν ἀνεγίνωσκες τὰ νῦν ἀπαντήσαντα; Οὐκ ᾔδεις ὅτι παραγίνεται ἐν ἀνθρώποις ὁ θεὸς λόγος; Πῶς οὖν ἔλεγεν ὁ προφήτης 〈Ἱερεμίας〉· «Οὗτος ὁ θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν 〈Ἰακὼβ〉 τῷ παιδὶ αὐτοῦ καὶ 〈Ἰσραὴλ〉 τῷ ἠγαπημένῳ ὑπ᾽ αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Ἀλλὰ περὶ τῆς παρθένου ἀπιστεῖς, ὦ 〈Ἰουδαῖε,〉 ὅτι ἔτεκεν;

Πῶς οὖν ἀνεγίνωσκες τὸν προφήτην 〈Ἡσαΐαν〉 βοῶντα· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ 〈Ἐμμανουήλ,〉 ὅ ἐστι μεθερμηνευόμενον μεθ᾽ ἡμῶν ὁ θεός.» Ἀλλ᾽ ὅτι μετὰ τὸν τόκον ἔμεινε παρθένος, καὶ τοῦτο προεδιδάχθης παρὰ 〈Ἰεζεκιὴλ〉 τοῦ προφήτου· «Ἤγαγέν με, φησίν, ὁ ἄγγελος καὶ ἔστησέν με ἐπὶ τὴν πύλην τῆς ἀνατολῆς καὶ εἶπέν μοι· Υἱὲ ἀνθρώπου, τί σὺ ὁρᾷς; Καὶ εἶπον· Ὁρῶ ἐγὼ πύλην κεκλεισμένην. Καὶ εἶπέν μοι· Αὕτη ἡ πύλη, οὐδεὶς οὐ μὴ εἰσελεύσεται δι᾽ αὐτῆς οὐδὲ μὴ ἐξελεύσεται, εἰ μὴ κύριος σαβαὼθ μόνος· αὐτὸς εἰσελεύσεται καὶ ἐξελεύσεται· καὶ ἔσται ἡ πύλη κεκλεισμένη.» Ἀλλ᾽ ὅτι ὁ τῆς πάσης κτίσεως δεσπότης ἐν εὐτελεῖ χωρίῳ ἐγεννήθη τῆς 〈Βηθλεέμ,〉 καὶ τοῦτο προεμάνθανες παρὰ τοῦ προφήτου 〈Μιχαίου〉 λέγοντος· «Καὶ σύ, 〈Βηθλεὲμ〉 γῆ 〈Ἰούδα,〉 οὐδαμῶς ἐλαχίστη εἶ· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν 〈Ἰσραήλ〉.» Ἀλλ᾽ ὅτι 〈Ἡρῴδης〉 φονεύει τὰ νήπια διὰ Χριστὸν τὸν ἀκατάληπτον, οὐδὲ τοῦτο παρεσιωπήθη, ἀλλὰ γέγραπται οὕτως· «Φωνὴ ἐν 〈Ῥαμὰ〉 ἠκούσθη, θρῆνος πολὺς καὶ ὀδυρμός· 〈Ῥαχιὴλ〉 κλαίουσα τὰ τέκνα αὐτῆς καὶ οὐκ ἤθελεν παρακληθῆναι ὅτι οὐκ εἰσίν.» Ταῦτα τοίνυν προεμάνθανες, ὦ 〈Ἰουδαῖε,〉 διὰ προφητῶν ἵνα εὐτρεπισθῇς πρὸς ἀπαντὴν αὐτοῦ, οὐχ ἵνα σταυρὸν ἑτοιμάσῃς.