Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γένεσιν τοῦ Χριστοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Το μυστήριο της Ενσαρκώσεως και η άφθορος λοχεία της Παρθένου

Θεολογική προσέγγιση στο παράδοξο της κυοφορίας του Αχωρήτου, τα αίτια της θείας κενώσεως και τη διατήρηση της παρθενίας κατά τον τοκετό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Σὺ δέ μοι τὴν παρθένον (fol. 49v) τὴν ἁγίαν ἴδε 〈*〉, καὶ σκόπησον τὸ πρᾶγμα, πῶς τυγχάνει ἄπειρον. Πῶς γὰρ οὐ διασπᾶται τὸν Κύριον φέρουσα· πῶς [γὰρ] αὐτῆς καὶ ἡ γαστὴρ ὅλως οὐ διαλύεται, Ἀλλὰ φέρει ἐν γαστρὶ τὸν κτίστην 〈****〉 〈****〉 τῆς γαστρός, ὡς ἐπίσταται αὐτός.

Καὶ εἰ δάκτυλον θεοῦ [βαστάσαι] οὐκ ἤνεγκεν Αἴγυπτος, πῶς ἤνεγκε παρθένος τοῦ θεοῦ 〈τὴν〉 δεξιάν; [Καὶ] εἰ ὁλκὴν οὐκ ἐβάστασε μικρὰν χρυσίου ἄνθρωπος, πῶς ἡ κόρη ἐβάστασε τοῦ Πατρὸς τὸν θησαυρόν; Εἰ δὲ ἦν καὶ τῷ Χριστῷ εἰς ὁμιλίαν ἐλθεῖν καὶ εἰπεῖν· »Ὅθ᾽ ὑπῆρχες τῆς κόρης ἐγγάστριος, Οὐκ ἄμετρον εἶχες φύσιν καὶ σθένος ἀνίκητον; οὐκ ἔλεγές σου θρόνον ὑπάρχειν τὸν οὐρανόν;

Καὶ ὅλως οὖν οὕτως ὑπάρχων ἀχώρητος τοῖς πᾶσιν, τὴν νηδὺν τῆς παρθένου ἔχεις ἐνδιαίτημα. Καὶ πῶς ὁ ἐν [τοῖς] κόλποις ὢν τοῦ ἀχράντου σου Πατρὸς κόρης ἀπειρογάμου ὑπάρχεις ἐγγάστριος;» «[Ναί, φησί], παρεφθάρη ὁ Ἀδάμ· κατεκλύσθη ὁ κόσμος· ἐφλέχθη τὰ Σόδομα· ἐπατήθη ὁ νόμος· Προφῆται ὑβρίσθησαν· οὐκ ἠκούσθην [ἐγὼ] ὁ θεός· ἐδέσποζεν ὁ δράκων· ἐκράτουν οἱ δαίμονες· Ὁ κόσμος ἀπώλλυτο· ἄγγελος σαρκωθῆναι καὶ σῶσαι οὐκ ἴσχυεν 〈*******〉.

Διὰ τοῦτο 〈***〉· ἐγὼ ἀναλαμβάνω τὴν τοῦ δούλου μορφήν 〈*〉 〈*******〉.» Ὢ τοῦ θαύματος 〈**〉· ἐκπλήττομαι καὶ φρίττω ὑπὸ τοσούτων θαυμάτων τὸν νοῦν κυματούμενος. Ἐκεῖνο μόνον εἰπεῖν ἱκανὸς εὑρίσκομαι τό· Ὢ 〈βάθος καὶ πλούτου καὶ σοφίας καὶ γνώσεως〉 θεοῦ.» Καὶ τοῦτο γὰρ ἐξαίσιον καὶ σφόδρα παράδοξον· καὶ μήτηρ καὶ παρθένος ἡ κόρη εὑρίσκεται.

Οὐ σπείρεται καὶ γεννᾷ· οὐκ ἀροῦται καὶ τίκτει· οὐκ ἀναμένει πάθος· οὐκ ἐκδέχεται φθοράν. Οὐ τὸν φθαρτὸν 〈***〉 〈******* **〉 ἐκδεχομένη χαυνοῦται τοῖς μέλεσιν, Ὅτι μετὰ τὸ γεννῆσαι ἀσπόρως τὸν Κύριον τοσοῦτον ὅσον τοῦ Κυρίου ἀθαλαμεύτου παιδός ...