ϛʹ. Καὶ ὅτι οὐ βιάζομαι τὴν ἑρμηνείαν, ἀπ᾽ αὐτῆς τῆς Γραφῆς ἀκούσωμεν τοῦτο. Ἔζησε Λάμεχ ἔτη ὀκτὼ καὶ ὀγδοήκοντα καὶ ἑκατὸν, καὶ ἐγέννησεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Νῶε, λέγων· Οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν πόνων ἡμῶν, καὶ τῶν λυπῶν, καὶ τῶν ἔργων τῶν χειρῶν ἡμῶν, καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο ὁ Θεός. Τί λέγεις, Ἀναπαύσει ἡμᾶς; Καὶ διὰ τί μὴ εἶπε, φησὶν, Οὗτος ἀποκτενεῖ ἡμᾶς, οὗτος ποιήσει τὸν κατακλυσμὸν γενέσθαι· ἀλλ᾽ εἶπεν, Ἀναπαύσει ἡμᾶς; Ἀνεστοιχειώθη ἡ κτίσις ἅπασα, ἄβυσσοι ἀνεῤῥάγησαν κάτωθεν, καταῤῥάκται ἀνεῴχθησαν ἄνωθεν, ἅπαντα πέλαγος ἦν ξένον καὶ παράδοξον καὶ φρικῶδες, καὶ ἐν τάφῳ κοινῷ τῇ ἰλύϊ καὶ σώματα ἀνθρώπων καὶ σώματα ἵππων καὶ θηρίων ἐκρύπτετο· καὶ τοσαῦτα κακὰ, εἰπέ μοι, καὶ τοσαύτην συμφορὰν ἀνάπαυσιν καλεῖς; Ναὶ, φησίν. Ἐπειδὴ γὰρ ἐν κακίᾳ ἔζων οἱ ἄνθρωποι, ὁ δὲ κατακλυσμὸς τὴν κακίαν ἀνέκοψεν, οἱ τῆς κακίας ἀπαλλαγέντες ἀνέπαυσαν. Καθάπερ γὰρ σῶμα ποικίλοις νοσήμασι κατεχόμενον, καὶ ἰατρείαν οὐδεμίαν εὑρίσκον, ἐὰν ἐπελθὼν ὁ θάνατος λαβῇ, ἀνέπαυσεν· οὕτω δὴ καὶ τὴν τῶν ἀνθρώπων ἐκείνων γενεὰν, καθάπερ σῶμα ἀνίατα νόσουν καὶ πολλοῖς προκατειλημμένον δεινοῖς παραμυθίαν οὐδεμίαν ἔχουσιν, ἐπελθὼν ὁ κατακλυσμὸς ἐξήρπασε καὶ ἀνέπαυσεν.