Ταύτης οὖν αὐτὸν ἀναμιμνήσκουσι τῆς φωνῆς, ὥστε ποιῆσαι ἐπιεικέστερον. Εἶτά φησι· Καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν. Ὅρα σοφίαν τῶν νέων ἐκείνων. Ἵνα μὲν γὰρ μὴ καταγνῶσιν ἀσθένειαν τοῦ Θεοῦ οἱ τότε παρόντες, εἰ συμβαίη ἐμπεσόντας αὐτοὺς εἰς τὴν κάμινον ἀποθανεῖν, προλαβόντες ὡμολόγησαν αὐτοῦ τὴν δύναμιν, εἰπόντες, ὅτι Ἔστι Θεὸς ἐν οὐρανῷ, ὃς δύναται ἐξελέσθαι ἡμᾶς· ἵνα δὲ μὴ πάλιν διαφυγόντες τὴν φλόγα, νομισθῶσιν ἐπὶ μισθῷ καὶ ἀμοιβῇ τῷ Θεῷ δουλεύειν, ἐπήγαγον, ὅτι Καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν· ὁμοῦ καὶ τοῦ Θεοῦ τὴν δύναμιν ἀνακηρύττοντες, καὶ τὸ παράστημα τῆς ἑαυτῶν δεικνύντες ψυχῆς, ἵνα μὴ, ὅπερ ἐπὶ τοῦ Ἰὼβ εἶπεν ὁ διάβολος συκοφαντῶν, τοῦτό τις καὶ περὶ τούτων εἴπῃ. Τί δὲ περὶ τοῦ Ἰὼβ εἶπεν ὁ διάβολος; ὅτι Οὐ δωρεὰν σέβεταί σε Ἰώβ· περιέφραξας γὰρ αὐτοῦ τὰ ἔσω καὶ τὰ ἔξω. Ἵν᾽ οὖν μὴ καὶ περὶ τούτων ἔχῃ τις τοῦτο λέγειν, ἐκεῖνοι προλαβόντες ἐνέφραξαν τὸ ἀναίσχυντον στόμα.