Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Γένεσιν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλίες ΚΘ΄-Λ΄: Η μέθη του Νώε, η κατάρα του Χαναάν και ο Πύργος της Βαβέλ

Σχολιασμός της μέθης του Νώε, του ελέγχου του Χαμ και της ανέγερσης του Πύργου της Βαβέλ με τη συνακόλουθη σύγχυση των γλωσσών ως θεία επέμβαση κατά της ματαιοδοξίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 17

ΟΜΙΛΙΑ ΚΘʹ. Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη. αʹ. Πρὸς τὸ τέλος λοιπὸν ἐφθάσαμεν τῆς κατὰ τὸν δίκαιον ὑποθέσεως· διὸ, παρακαλῶ, συντείνατέ μοι τὴν διάνοιαν, καὶ μετὰ ἀκριβείας προσέχετε τοῖς λεγομένοις. Οὐδὲ γὰρ μικρὰ, οὐδὲ τὰ τυχόντα ἐστὶ καρπώσασθαι καὶ ἐκ τῶν σήμερον ἀνεγνωσμένων· τὰ γὰρ τοῖς παλαιοῖς συμβεβηκότα, εἰ βουλοίμεθα νήφειν, μεγίστης ἡμῖν διδασκαλίας ὑπόθεσις γίνεται Διὰ γὰρ τοῦτο οὐ μόνον τὰ κατορθώματα τῶν ἁγίων γέγραπται, ἀλλὰ καὶ τὰ ἁμαρτήματα, ἵνα τὰ μὲν φεύγωμεν, τὰ δὲ ζηλώσωμεν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ δείκνυσί σοι ἡ θεία Γραφὴ καὶ δικαίους πολλάκις σφαλέντας, καὶ ἁμαρτωλοὺς πολλὴν μεταβολὴν ἐπιδειξαμένους, ἵνα ἑκατέρωθεν ἀρκοῦσαν δεξώμεθα τὴν ἀσφάλειαν, καὶ μήτε ὁ ἑστὼς θαῤῥῇ ὁρῶν καὶ δικαίους καταπεσόντας, μήτε ὁ ἐν ἁμαρτήμασιν ὢν ἀπαγορεύῃ, ἰδὼν πολλοὺς ἀνενεγκόντας καὶ πρὸς αὐτὴν τὴν ἄκραν κορυφὴν φθάσαι δυνηθέντας.

Μηδεὶς τοίνυν, παρακαλῶ, κἂν πολλὰ κατορθώματα ἑαυτῷ συνειδὼς ᾖ, θαῤῥείτω, ἀλλ᾽ ἐναγώνιος ἔστω, καὶ ἀκουέτω τοῦ μακαρίου Παύλου λέγοντος καὶ παραινοῦντος, Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· μήτε ὁ πρὸς αὐτὸν τὸν πυθμένα τῆς κακίας κατελθὼν ἀπελπιζέτω ἑαυτοῦ τὴν σωτηρίαν, ἀλλ᾽ ἐννοῶν τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν ἀκουέτω πάλιν τοῦ Θεοῦ διὰ τοῦ προφήτου λέγοντος, Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; καὶ πάλιν· Οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι, καὶ ζῇν αὐτόν. Εἶδες, ἀγαπητὲ, πῶς ἕκαστον τῶν ἐν τῇ θείᾳ Γραφῇ ἐγγεγραμμένων δι᾽ οὐδὲν ἕτερον μνήμῃ παρεδόθη, ἀλλ᾽ ἢ διὰ τὴν ὠφέλειαν τὴν ἡμετέραν, καὶ τὴν σωτηρίαν τοῦ τῶν ἀνθρώπων γένους; Ταῦτα δὴ λογιζόμενα ἕκαστος ἡμῶν τὰ κατάλληλα φάρμακα ἐντεῦθεν ἑαυτῷ ἐπιτιθέτω. Διὰ γὰρ τοῦτο πᾶσιν ἐπ᾽ ἀδείας πρόκειται, καὶ ἔξεστι τῷ βουλομένῳ τὸ ἁρμόδιον τῷ ἐνοχλοῦντι πάθει φάρμακον ἐπιτιθέναι, καὶ ταχίστην τὴν ὑγίειαν δέξασθαι, μόνον ἐὰν μὴ ἀποσείσηταί τις τὴν ἀπὸ τῆς ἰατρείας θεραπείαν, ἀλλὰ τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείξηται. Οὐδὲν γάρ ἐστι τῶν τὴν ἀνθρωπίνην φύσιν συνεχόντων οὔτε ψυχικὸν οὔτε σωματικὸν πάθος, ὃ μὴ τὴν ἐντεῦθεν ἰατρείαν δέξασθαι δύναται. Τί γὰρ, εἰπέ μοι;

Εἰσέρχεταί τις ἐνταῦθα λύπῃ καὶ πραγμάτων περιστάσει πιεζόμενος, καὶ διὰ τοῦτο καταχώννυται τῇ ἀθυμίᾳ, εἰσελθὼν καὶ εὐθέως ἀκούσας τοῦ προφήτου λέγοντος· Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου, καὶ ὁ Θεός μου· ἱκανὴν λαβὼν παραμυθίαν ἄπεισι, πᾶσαν ἐκείνην τὴν ἀθυμίαν ἀποσεισάμενος.

Ἕτερος πάλιν πενίᾳ πιεζόμενος ἐσχάτῃ δυσχεραίνει, καὶ ἀλύει ὁρῶν ἑτέρους πλούτῳ περιῤῥεομένους, καὶ μέγα φυσῶντας καὶ πολλὴν τὴν φαντασίαν περιβεβλημένους. Ἀκούει καὶ οὗτος πάλιν τοῦ αὐτοῦ προφήτου λέγοντος· Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει· καὶ πάλιν· Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ, ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα. Ἕτερος πάλιν ἐπιβουλὰς καὶ συκοφαντίας ὑπομένων δυσχεραίνει, καὶ ἀβίωτον ἡγεῖται τὸν βίον, οὐδαμόθεν ἀνθρωπίνην βοήθειαν εὑρεῖν δυνάμενος. Διδάσκεται δὲ καὶ οὗτος ὑπὸ τοῦ μακαρίου τούτου προφήτου ἐν ταῖς τοιαύταις περιστάσεσι μὴ ἐπ᾽ ἀνθρωπίνην συμμαχίαν καταφεύγειν· ἀκούει γὰρ αὐτοῦ λέγοντος· Αὐτοὶ ἐνδιέβαλόν με, ἐγὼ δὲ προσηυχόμην.

Εἶδες ὅθεν τὴν συμμαχίαν ἐπιζητεῖ; Ἕτεροι, φησὶ, δόλους ῥάπτουσι καὶ συκοφαντίας καὶ ἐπιβουλάς· ἐγὼ δὲ ἐπὶ τὸ τεῖχος τὸ ἀκαταμάχητον καταφεύγω, ἐπὶ τὴν ἄγκυραν τὴν ἀσφαλῆ, ἐπὶ τὸν λιμένα τὸν ἀκύμαντον, ἐπὶ τὴν εὐχὴν, δι᾽ ἧς πάντα μοι τὰ δυσχερῆ κοῦφα καὶ ῥᾴδια γίνεται. Ἕτερος πάλιν ὑπὸ τῶν πρότερον θεραπευόντων καταφρονεῖται καὶ περιορᾶται, καὶ ὑπὸ τῶν φίλων καταλιμπάνεται, καὶ τοῦτο αὐτοῦ μάλιστα συγχεῖ καὶ ταράσσει τὸν λογισμόν. Ἀλλὰ καὶ οὗτος, εἰ βουληθείη, ἐνταῦθα παραγενόμενος ἀκούσει τοῦ μακαρίου τούτου λέγοντος· Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν, καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου· καὶ οἱ ζητοῦντες τὰ κακά μου ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. Εἶδες μέχρις αὐτοῦ τοῦ θανάτου τὰς ἐπιβουλὰς ῥάπτοντας, καὶ διηνεκῆ τὸν πόλεμον ἐπιδεικνυμένους; Τὸ γὰρ, Ὅλην τὴν ἡμέραν, τοῦτο δηλοῖ, ὅτι διὰ πάσης τῆς ζωῆς. Τί οὖν αὐτὸς ἐκείνων ταῦτα ἐπιβουλευόντων καὶ κατασκευαζόντων ἔπραττεν;

Ἐγὼ δὲ, φησὶν, ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ· καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Εἶδες φιλοσοφίας ὑπερβολὴν, πῶς διὰ τῶν ἐναντίων ὁδῶν οὗτος περιεγένετο; Ἐκεῖνοι δόλους ἔῤῥαπτον, αὐτὸς καὶ τὰς ἀκοὰς ἔφραττεν, ὡς μηδὲ ἀκούειν· ἐκεῖνοι πάντα τὸν χρόνον οὐκ ἐπαύοντο καὶ τὴν γλῶτταν ἀκονοῦντες, καὶ ματαιότητας καὶ δολιότητας φθεγγόμενοι· οὗτος δὲ τῇ σιγῇ τὴν μανίαν ἐκείνων κατέστελλε. Καὶ τίνος ἕνεκεν οὕτως ἑαυτὸν διετίθει, καίτοι ἐκείνων ταῦτα κατασκευαζόντων, καὶ ὡσεὶ κωφὸς, καὶ ἄλαλος, καὶ μήτε ἀκοὰς ἔχων, μήτε γλῶτταν, οὕτω διέκειτο; Ἄκουε αὐτοῦ λέγοντος τὴν αἰτίαν τῆς τοσαύτης φιλοσοφίας· Ὅτι ἐπὶ σοὶ ἤλπισα, Κύριε.

Ἐπειδὴ ἐμαυτὸν ἐξήρτησα, φησὶ, τῆς εἰς σὲ ἐλπίδος, οὐδείς μοι λόγος τῶν παρὰ τούτων γινομένων. Ἡ γὰρ σὴ ῥοπὴ ἱκανὴ πάντα διασκεδάσαι, καὶ ἀκύρους αὐτῶν ποιῆσαι καὶ τὰς ἐπιβουλὰς καὶ τὰς μηχανὰς, καὶ μηδὲν ἀφεῖναι τῶν ὑπ᾽ αὐτῶν κατασκευαζομένων εἰς ἔργον ἐλθεῖν.

βʹ. Ἴδετε πῶς δυνατὸν ἑκάστης συμφορᾶς τῆς συνεχούσης τὴν ἀνθρωπίνην φύσιν κατάλληλον ἐντεῦθεν φάρμακον λαβόντα ἀπελθεῖν, καὶ πᾶσαν ἀπώσασθαι ἀθυμίαν βιωτικὴν, καὶ ὑπὸ μηδενὸς συστέλλεσθαι τῶν συμπιπτόντων;

Διὰ τοῦτο παρακαλῶ καὶ συνεχῶς ἐνταῦθα βαδίζειν, καὶ μετὰ ἀκριβείας προσέχειν τῇ τῶν θείων Γραφῶν ἀναγνώσει, μὴ μόνον ἐπειδὰν ἐνταῦθα παραγίνησθε, ἀλλὰ καὶ οἴκαδε μετὰ χεῖρας λαμβάνειν τὰ θεῖα Βιβλία, καὶ μετ᾽ ἐπιμελείας δέχεσθαι τῶν ἐγκειμένων τὴν ὠφέλειαν. Πολὺ γὰρ τὸ ἐντεῦθεν τικτόμενον κέρδος· πρῶτον αὐτὸ τοῦτο, τὴν γλῶτταν ἀναπλάττεσθαι ποιεῖ διὰ τῆς ἀναγνώσεως· ἔπειτα καὶ ἡ ψυχὴ πτεροῦται καὶ μετάρσιος γίνεται, τῷ φωτὶ τοῦ τῆς δικαιοσύνης ἡλίου καταυγαζομένη, κατ᾽ αὐτὸν ἐκεῖνον τὸν καιρὸν τῆς τῶν πονηρῶν λογισμῶν λύμης ἀπαλλαττομένη, καὶ γαλήνης ἀπολαύουσα πολλῆς καὶ ἡσυχίας. Καὶ ὅπερ ἡ σωματικὴ τροφὴ πρὸς τὴν σύστασιν τῆς ἡμετέρας ἰσχύος, τοῦτο ἡ ἀνάγνωσις τῇ ψυχῇ γίνεται. Τροφὴ γάρ ἐστι πνευματικὴ, καὶ νευροῖ τὸν λογισμὸν, καὶ ἰσχυρὰν ἐργάζεται τὴν ψυχὴν, καὶ εὐτονωτέραν καὶ φιλοσοφωτέραν, οὐκ ἀφιεῖσα λοιπὸν ἁλίσκεσθαι τοῖς ἀλόγοις πάθεσιν, ἀλλὰ καὶ κοῦφον αὐτῇ τὸ πτερὸν ἐργαζομένη, καὶ πρὸς αὐτὸν, ὡς εἰπεῖν, τὸν οὐρανὸν μεθιστῶσα.

Μὴ τοίνυν ἀμελῶμεν, παρακαλῶ, τοῦ τοσούτου κέρδους, ἀλλὰ καὶ ἐπὶ οἰκίας σπουδάζωμεν τῇ ἀναγνώσει τῶν θείων προσέχειν Γραφῶν, καὶ ἐνταῦθα παραγινόμενοι μὴ εἰς φλυαρίας καὶ ἀνονήτους ὁμιλίας τὸν καιρὸν καταδαπανῶμεν, ἀλλὰ δι᾽ ὃ παραγεγόναμεν, οὕτω συντείνωμεν ἑαυτοὺς, καὶ προσέχωμεν τοῖς ἀναγινωσκομένοις, ἵνα καρπωσάμενοί τι πλέον, οὕτως ἐντεῦθεν ἐξέλθητε. Εἰ μέλλοιτε εἰσελθόντες ἐνταῦθα πάλιν εἰς ὁμιλίας ἀκαίρους καὶ ἀνωφελεῖς τὸν καιρὸν καταναλίσκειν, καὶ μηδὲν πλέον εἰς ὠφέλειαν λόγων δεξάμενοι ἐπανιέναι, τί τὸ ὄφελος;

Πῶς γὰρ οὐκ ἄτοπον, εἰς μὲν πανήγυριν βιωτικὴν ἀπιόντας σπουδάζειν πάντα τὰ ἐκ τῆς πανηγύρεως λαβόντας ἐπανελθεῖν οἴκαδε, καὶ ταῦτα χρήματα κατατιθέντας· ἐνταῦθα δὲ εἰς τὴν πανήγυριν ταύτην τὴν πνευματικὴν ἐρχομένους, μὴ πᾶσαν ποιεῖσθαι σπουδὴν λαβόντας τι τῶν χρησίμων, καὶ εἰς τὴν ψυχὴν ἐναποθεμένους οὕτως ἐπανιέναι, καὶ μάλιστα ὅτε οὐδὲ χρημάτων δαπάνην ἐργάσασθαι δεῖ, ἀλλὰ προθυμίαν μόνον εἰσενεγκεῖν, καὶ γνώμην συντεταμένην; Ἵνα οὖν μὴ χείρους γενώμεθα τῶν ταῖς βιωτικαῖς πανηγύρεσιν ἐμβαλλόντων, σπουδάζωμεν πολλὴν ἐπιδείκνυσθαι τὴν φροντίδα καὶ τὴν ἀγρυπνίαν, ἵν᾽ ἔχωμεν ἐντεῦθεν ἐξελθόντες ἐφόδια, ὥστε μὴ μόνον ἑαυτοῖς ἀρκεῖν, ἀλλὰ καὶ ἑτέροις ἐπιχορηγεῖν, καὶ δύνασθαι καὶ τὴν γυναῖκα διορθοῦν, καὶ τοὺς οἰκέτας, καὶ τοὺς γείτονας, καὶ τὸν φίλον, καὶ τὸν ἐχθρὸν αὐτόν.

Τοιαῦτα γὰρ τὰ πνευματικὰ διδάγματα, ὡς κοινὰ πᾶσι προκεῖσθαι, καὶ μηδεμίαν εἶναι ἐν αὐτοῖς διαφορὰν, πλὴν εἰ μή πού τις γνώμην συντεταμένην εἰσενέγκας καὶ προθυμίαν ζέουσαν ὑπερηκόντισε τὸν πλησίον. Ἐπεὶ οὖν καὶ τῶν ἐνταῦθα διδαγμάτων τοσοῦτον τὸ κέρδος, φέρε σήμερον τὰ ἀναγνωσθέντα εἰς μέσον προθῶμεν καὶ τὸ ἐξ αὐτῶν κέρδος καρπωσάμενοι, οὕτως οἴκαδε ἐπανέλθωμεν.

Καὶ ἤρξατο, φησὶ, Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη. Σκόπει πόσης ἡμῖν ὠφελείας ὑπόθεσις γίνεται αὐτὸ τῆς ἀναγνώσεως τὸ προοίμιον. Ὅταν γὰρ ἀκούσωμεν, ὅτι ὁ δίκαιος, ὁ τέλειος, ὁ τὴν ἄνωθεν μαρτυρίαν δεξάμενος ἔπιε καὶ ἐμεθύσθη, πῶς ἡμεῖς λοιπὸν οἱ τοσούτοις καὶ ἑτέροις ἁμαρτήμασι καταβεβαπτισμένοι οὐχὶ μετὰ πολλοῦ τοῦ τόνου σπουδάσομεν φυγεῖν τὴν ἐκ τῆς μέθης λύμην; Καίτοι γε οὐχ ὅμοιόν ἐστι τὸ τὸν δίκαιον τοῦτον ἁλῶναι τῷ πάθει, καὶ ἡμᾶς τῷ αὐτῷ περιπεσεῖν.

Πολλὰ γάρ ἐστιν, ἃ τὸν δίκαιον τοῦτον συγγνώμης ἄξιον ἀποφαίνει. Καὶ ταῦτα λέγω οὐ τὸν ὑπὲρ τῆς μέθης λόγον ποιούμενος, ἀλλὰ δεικνὺς ὅτι οὐκ ἐξ ἀκρασίας ὁ δίκαιος ὑπεσκελίσθη, ἀλλ᾽ ὑπὸ ἀγνοίας μᾶλλον. Καὶ ὅτι οὐχ ἁπλῶς εὗρε τὴν οἰνοποσίαν, ἄκουε αὐτῆς τῆς Γραφῆς λεγούσης καὶ τὴν ἀπολογίαν ποιουμένης, δι᾽ ὧν φθέγγεται· Καὶ ἤρξατο, φησὶ, Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη. Αὐτὸ τοῦτο τὸ εἰπεῖν, Ἤρξατο, δείκνυσιν ὅτι αὐτὸς τὴν ἀρχὴν εὗρε τῆς οἰνοποσίας, καὶ διὰ πολλὴν ἄγνοιαν καὶ διὰ τὸ μὴ εἰδέναι τῆς μεταλήψεως τὰ μέτρα εἰς τὴν μέθην ἐξεκυλίσθη. Καὶ οὐ τοῦτο μόνον ἐστὶν, ἀλλ᾽ ὅτι καὶ ἀθυμίᾳ πολλῇ κατεχόμενος ἐβουλήθη τὴν ἐντεῦθεν παραμυθίαν ἑαυτῷ ἐπινοῆσαι, καθάπερ καί τίς φησι σοφός· Δότε οἶνον τοῖς ἐν λύπαις, καὶ μέθην τοῖς ἐν ὀδύναις· δεικνὺς ὅτι οὐδὲν οὕτως ἀθυμίας φάρμακον γενέσθαι δύναται, ὡς ἡ τούτου χρῆσις· μόνον εἰ μή που ἡ ἀμετρία λυμήνηται τὴν ἐξ αὐτοῦ ὠφέλειαν. Ὅτι δὲ ἐν λύπῃ ἦν καὶ ἀθυμίᾳ ὁ δίκαιος οὗτος, ὁρῶν ἑαυτὸν ἐν ἐρημίᾳ τοσαύτῃ, καὶ πρὸ τῶν ὀφθαλμῶν ἐκείνῳ τὰ σώματα τῶν ἀνθρώπων ἐῤῥιμμένα, καὶ μετὰ τῶν κτηνῶν καὶ τῶν ἀλόγων, καὶ τάφον κοινὸν ἅπασι γεγενημένον, τίς ἀντερεῖ;

Ἔθος γὰρ τοῖς προφήταις καὶ τοῖς δικαίοις ἅπασι μὴ μόνον ὑπὲρ τῶν καθ᾽ ἑαυτοὺς ἀλγεῖν, ἀλλὰ καὶ ὑπὲρ τῶν λοιπῶν ἀνθρώπων. Καὶ εἴ τις ἐξαριθμῆσαι βούλοιτο, εὑρήσει πάντας ταύτην τὴν συμπάθειαν ἐπιδεικνυμένους, καὶ ἀκούσει τοῦ μὲν Ἡσαΐου λέγοντος· Μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τοῦ συντρίμματος τῆς θυγατρὸς τοῦ γένους μου· τοῦ δὲ Ἱερεμίου· Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων; τοῦ δὲ Ἰεζεκιήλ· Οἴ μοι, Κύριε, ἐξαλείφεις σὺ τὸ κατάλοιπον τοῦ Ἰσραήλ; καὶ τοῦ Δανιὴλ θρηνοῦντος, καὶ λέγοντος, ὅτι Ὀλιγοστοὺς ἡμᾶς ἐποίησας παρὰ πάντα τὰ ἔθνη· καὶ τοῦ Ἀμώς· Μετανόησον, Κύριε, ἐπὶ τούτῳ· καὶ τοῦ Ἀμβακούμ· Ἵνα τί ἔδειξάς μοι κόπους καὶ μόχθους; καὶ πάλιν· Καὶ ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης· καὶ τοῦ μακαρίου δὲ αὐτοῦ τούτου Μωϋσέως ἀκούσει λέγοντος, Εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον· καὶ πάλιν ἐπαγγελλομένου τοῦ Θεοῦ μείζονος ἔθνους ἡγεμονίαν αὐτῷ ἐγχειρίσαι, καὶ εἰπόντος· Ἄφες με, καὶ ἐξαλείψω τοὺς ἀνθρώπους τούτους, καὶ ποιήσω σε εἰς ἔθνος μέγα· οὐδὲ τοῦτο ἑλέσθαι, ἀλλὰ καὶ τὴν προστασίαν αὐτῶν προτιμοτέραν ἡγήσασθαι. Καὶ ὁ τῆς οἰκουμένης διδάσκαλος, ὁ μακάριος Παῦλος ἔλεγεν· Ηὐχόμην ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου τῶν κατὰ σάρκα.

γʹ. Ἴδετε πῶς ἕκαστος τῶν δικαίων πολλὴν τὴν συμπάθειαν περὶ τοὺς ὁμογενεῖς ἐπεδείκνυτο. Ἐννοεῖτε λοιπὸν καὶ τὰ κατὰ τοῦτον τὸν δίκαιον, πόσα εἰκὸς ἦν πάσχειν καὶ πῶς ὑπὸ τῆς ἀθυμίας κατεργάζεσθαι, ὁρῶντα καὶ τῆς τοσαύτης ἐρημίας τὴν ἐπίτασιν, καὶ αὐτὴν τὴν γῆν, τὴν πρότερον κομῶσαν τοῖς πολλοῖς φυτοῖς καὶ τοῖς ἄνθεσι καλλωπιζομένην, ἀθρόον ὥσπερ ἀποκειραμένην τὴν κόμην, καὶ γυμνὴν αὐτὴν καὶ ἔρημον τυγχάνουσαν.

Ἐπεὶ οὖν τοσαύτη τῆς ἀθυμίας ἦν ἡ ἐπίτασις, μικράν τινα ἑαυτῷ παραμυθίαν ἐντεῦθεν ἐπινοῶν, ἐπὶ τὴν τῆς γῆς ἐργασίαν, ἑαυτὸν ἐξέδωκε· διὰ τοῦτό φησι· Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα.

Ἀλλ᾽ ἄξιον ζητῆσαι εἰ νῦν αὐτὸς ἐξηῦρε τὸ φυτὸν, ἢ ἄνωθεν καὶ ἐξ ἀρχῆς ἦν παραχθέν. Εἰκὸς μὲν τοῦτο ἄνωθεν καὶ ἐξ ἀρχῆς κατὰ τὴν ἕκτην ἡμέραν δεδημιουργῆσθαι, ἡνίκα Εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν (Κατέπαυσε γὰρ, φησὶν, ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε)· μὴ μέντοι γνώριμον εἶναι τοῦ φυτοῦ τὴν χρῆσιν. Εἰ γὰρ ἦν ἄνωθεν καὶ ἐξ ἀρχῆς τὸ φυτὸν γνώριμον γεγονὸς, ἢ ὁ ἐξ αὐτοῦ καρπὸς κατάδηλος, πάντως ἂν καὶ οἱ περὶ τὸν Ἄβελ τὰς θυσίας ἀνάγοντες καὶ οἶνον ἔσπεισαν.

Ἀλλ᾽ ἐπειδὴ ἠγνόουν ἔτι τοῦ καρποῦ τὴν χρῆσιν, οὐκ ἐχρήσαντο τῷ φυτῷ. Οὗτος δὲ φιλότεχνος ὢν περὶ τὴν γεωργίαν, καὶ πολλῇ τῇ ἐπιμελείᾳ χρησάμενος, ἴσως καὶ τοῦ καρποῦ ἐγεύσατο, καὶ τοὺς βότρυας ἀποθλίψας καὶ τὸν οἶνον ποιήσας μετέλαβε τῆς χρήσεως. Καὶ ἐπειδὴ μήτε αὐτὸς ἐγεύσατο πρότερον, μήτε ἕτερον εἶδε μετειληφότα, οὐκ εἰδὼς πόσῳ δεῖ χρήσασθαι μέτρῳ, οὔτε ὅπως αὐτοῦ τῆς μεταλήψεως προσήκει μετασχεῖν, ὑπ᾽ ἀγνοίας εἰς τὴν μέθην ἐξώλισθεν. Ἄλλος δὲ, ἐπειδὴ ἡ κρεωφαγία εἰσηνέχθη εἰς τὸν βίον, λοιπὸν καὶ ἡ οἰνοποσία. Ὅρα δέ μοι κατὰ μικρὸν, ἀγαπητὲ, πῶς ἡ τοῦ κόσμου σύστασις οἰκονομεῖται, καὶ ἕκαστος ὑπὸ τῆς παρὰ Θεοῦ σοφίας ἐγκειμένης τῇ φύσει εὑρετὴς ἐκ προοιμίων τέχνης τινὸς γέγονε, καὶ οὕτως εἰς τὸν βίον εἰσήνεγκε τὰ τῶν τεχνῶν ἐπιτηδεύματα. Ὁ γὰρ πρῶτος τὴν ἐργασίαν εὗρε τῆς γῆς, ὁ μετ᾽ αὐτὸν τὴν ποιμαντικὴν, ἕτερος τὴν κτηνοτροφίαν, καὶ ἄλλος τὴν μουσικὴν, ἕτερος τὴν χαλκευτικήν· οὗτος δὲ ὁ δίκαιος τὴν ἀμπελουργικὴν ἀπὸ τῆς ἐγκειμένης τῇ φύσει διδασκαλίας ἐπενόησε. Καὶ ἤρξατο, φησὶ, Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη. Σκόπει πῶς τὸ τῆς ἀθυμίας φάρμακον, τὸ τῆς ὑγιείας ποιητικὸν, ἐπειδὴ εἰς ἀμετρίαν ὑπερέβη διὰ τὴν ἄγνοιαν, οὐ μόνον οὐδὲν ὠφέλησεν αὐτὸν, ἀλλὰ καὶ ἐλυμήνατο αὐτοῦ τῇ καταστάσει.

Ἀλλ᾽ ἴσως εἴποι τις ἄν· Καὶ τίνος ἕνεκεν τοσούτων γέμον κακῶν φυτὸν εἰς τὸν βίον εἰσηνέχθη; Μὴ ἁπλῶς τὰ ἐπιόντα φθέγγου, ἄνθρωπε. Οὐ γὰρ τὸ φυτὸν κακὸν, οὔτε ὁ οἶνος πονηρὸν, ἀλλ᾽ ἡ παρὰ τὸ δέον χρῆσις.

Ὅτι γὰρ οὐ παρὰ τὸν οἶνον τὰ ἁμαρτήματα τὰ ὀλέθρια τίκτεται, ἀλλὰ παρὰ τὴν διεφθαρμένην γνώμην, καὶ τῷ τῇ ἀμετρίᾳ λυμαίνεσθαι τὴν ἐκ τούτου ἐγγινομένην ὠφέλειαν· διὰ τοῦτο νῦν μετὰ τὸν κατακλυσμὸν δείκνυσί σοι τοῦ οἴνου τὴν χρῆσιν, ἵνα μάθῃς ὅτι καὶ πρὸ τῆς τοῦ οἴνου χρήσεως καὶ εἰς ἀσέλγειαν ὑπερβάλλουσαν ἐξώκειλεν ἡ τῶν ἀνθρώπων φύσις, καὶ πολλὴν τῶν ἁμαρτημάτων τὴν ἐπίτασιν ἐπεδείξατο, καὶ ταῦτα οἴνου μηδαμοῦ φαινομένου· ἵνα καὶ ὅταν ἴδῃς τὴν τοῦ οἴνου χρῆσιν, μὴ τῷ οἴνῳ τὸ πᾶν λογίσῃ, ἀλλὰ τῇ προαιρέσει τῇ διεφθαρμένῃ, καὶ πρὸς τὴν κακίαν αὐτομολησάσῃ. Ἄλλως δὲ καὶ ἐννόησον ποῦ χρήσιμος γέγονεν ὁ οἶνος, καὶ φρῖξον, ἄνθρωπε. Ἡ γὰρ ὑπόθεσις τῆς σωτηρίας ἡμῶν τῶν ἀγαθῶν διὰ τούτου τελεῖται. Ἴσασιν οἱ μεμυημένοι τὸ λεγόμενον.

Καὶ ἤρξατο Νῶε, φησὶν, ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη, καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ. Δεινὸν γὰρ, δεινὸν, ἀγαπητὲ, ἡ μέθη, καὶ ἱκανὴ πηρῶσαι τὰς αἰσθήσεις, καὶ καταβαπτίσαι τὸν λογισμόν.

Τὸν γὰρ λογικὸν ἄνθρωπον, καὶ τὴν κατὰ πάντων ἀρχὴν ἀναδεδεγμένον, καθάπερ νεκρὸν καὶ ἀνενέργητον, δεσμοῖς τισιν ἀλύτοις πεδήσασα κεῖσθαι παρασκευάζει· μᾶλλον δὲ καὶ νεκροῦ χεῖρον. Ὁ μὲν γὰρ καὶ πρὸς τὰ καλὰ καὶ πρὸς τὰ κακὰ ἀνενέργητος τυγχάνει, οὗτος δὲ πρὸς μὲν τὰ καλὰ ἀνενέργητος, πρὸς δὲ τὰ κακὰ μᾶλλον ἐνεργεῖ, καὶ κοινὸς πᾶσι γέλως πρόκειται, καὶ τῇ γυναικὶ καὶ τοῖς παιδίοις καὶ αὐτοῖς τοῖς οἰκέταις. Οἱ μὲν γὰρ φίλοι οἰκείαν τὴν αἰσχύνην λογιζόμενοι ἐγκαλύπτονται, καὶ αἰσχύνονται, οἱ δὲ ἐχθροὶ ἐφήδονται καὶ κωμῳδοῦσι καὶ ἐπαρῶνται, μονονουχὶ ταῦτα λέγοντες τὰ ῥήματα· τοῦτον δεῖ ἀναπνεῖν τὸν ἀέρα; τὸ βόσκημα, τὸν χοῖρον, καὶ ἔτι τούτων χαλεπώτερα φθεγγόμενοι. Τῶν γὰρ ἀπὸ τῶν πολέμων ἐπανελθόντων, καὶ τὰς χεῖρας ᾑμαγμένας ἐχόντων, καὶ φοράδην ἀγομένων χεῖρον οὗτοι διάκεινται.

Ἐκείνους μὲν γὰρ ἴσως καὶ ἐγκωμιάζουσιν οἱ πολλοὶ διὰ τὰ τρόπαια, διὰ τὰς νίκας, διὰ τὰ τραύματα καὶ τὰς σφαγάς· τούτους δὲ ταλανίζουσιν, ἀθλίους ἀποκαλοῦσι, μυρία αὐτοῖς ἐπαρῶνται κακά. Τί γὰρ ἂν εἴη ἀθλιώτερον τοῦ τῇ μέθῃ προσηλωμένου, καὶ καθ᾽ ἑκάστην ἡμέραν τὸν ἄκρατον ἐκχεομένου, καὶ τῶν λογισμῶν τὸ κριτήριον διαφθείροντος; Διὰ τοῦτο καὶ σοφός τις παρῄνει λέγων· Ἀρχὴ ζωῆς ἀνθρώπου ἄρτος καὶ ὕδωρ καὶ ἱμάτιον, καὶ οἶκος καλύπτων ἀσχημοσύνην, ἵνα κἂν ἁλῷ τις ὑπὸ τῆς μέθης, μὴ ἐκπομπεύηται, μηδὲ δημοσιεύηται, ἀλλὰ καὶ ὑπὸ τῶν οἰκείων περιστέλληται, καὶ μὴ προκέηται πᾶσι γέλωτος καὶ ἀσχημοσύνης ὑπόθεσις. Καὶ ἤρξατο, φησὶ, Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη.

δʹ. Τὸ τῆς μέθης ὄνομα, ἀγαπητὲ, ἐπὶ τῆς ἁγίας Γραφῆς οὐ πανταχοῦ ἐπὶ τούτου εἴρηται, ἀλλὰ καὶ ἐπὶ πλησμονῆς. Τοῦτο οὖν ἄν τις εἴποι περὶ τοῦ δικαίου τούτου, ὅτι οὐ δι᾽ ἀκρασίαν εἰς τὴν μέθην κατέπεσεν, ἀλλ᾽ ἡ πλησμονὴ τοῦτο αὐτῷ εἰργάσατο. Ἄκουε γὰρ τοῦ Δαυῒδ λέγοντος· Μεθυσθήσονται ἀπὸ τῆς πιότητος τοῦ οἴκου σου, ἀντὶ τοῦ, πλησθήσονται. Ἄλλως δὲ οἱ τῇ μέθῃ ἑαυτοὺς ἐκδιδόντες οὐδέποτε κόρον λαμβάνουσιν, ἀλλ᾽ ὅσῳ ἂν ἐγχέωσιν ἑαυτοῖς τὸν ἄκρατον, τοσούτῳ μᾶλλον πρὸς τὸ δίψος ἐκκαίονται, καὶ ἡ μετάληψις ἀεὶ ὑπέκκαυμα γίνεται τοῦ δίψους· καὶ τὰ μὲν τῆς ἡδονῆς ἠμαύρωται λοιπὸν, τὸ δὲ δίψος ἀκατάπαυστον γεγονὸς εἰς αὐτὸν τὸν κρημνὸν τῆς μέθης κατάγει τοὺς ὑπ᾽ αὐτῆς αἰχμαλώτους γεγενημένους. Καὶ ἐφύτευσε, φησὶν, ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη, καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ. Ὅρα αὐτὸν οὐκ ἕξω που τοῦτο πάσχοντα, ἀλλὰ ἐν τῷ οἴκῳ αὐτοῦ. Διὰ γὰρ τοῦτο ἐπεσημήνατο ἡ θεία Γραφὴ ὅτι Ἐν τῷ οἴκῳ αὐτοῦ, ἵνα ἐκ τῶν ἐπαγομένων τὴν ἐπίτασιν ἴδῃς τῆς πονηρίας τοῦ τὴν γύμνωσιν ἐκπομπεύσαντος. Καὶ εἶδε, φησὶ, Χὰμ ὁ πατὴρ Χαναὰν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν, καὶ ἐξελθὼν ἀνήγγειλε τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ ἔξω.

Τάχα εἰ καί τινες ἕτεροι ἦσαν, κἀκείνοις ἂν ἐμήνυσε τὴν τοῦ πατρὸς ἀσχημοσύνην· τοσαύτη ἦν τοῦ παιδὸς ἡ μοχθηρία. Διὰ γὰρ τοῦτο, ἵνα μάθῃς ὅτι ἄνωθεν καὶ ἐξ ἀρχῆς διεφθαρμένος ἦν τὴν γνώμην, οὐχ ἁπλῶς εἶπεν ἡ Γραφὴ, ὅτι εἶδε Χὰμ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ, ἀλλὰ τί; Καὶ εἶδε Χὰμ ὁ πατὴρ Χαναάν. Τίνος ἕνεκεν, εἰπέ μοι, καὶ ἐνταῦθα τοῦ υἱοῦ λέγει τὴν προσηγορίαν;

Ἵνα μάθῃς ὅτι ἀκρατής τις ἦν καὶ ἀκόλαστος, καὶ ἀπὸ τῆς αὐτῆς γνώμης, ἀφ᾽ ἧς ἐν τοσαύτῃ καταστάσει παιδοποιεῖν ἠνέσχετο, ἀπὸ τῆς αὐτῆς καὶ νῦν εἰς τὸν γεγεννηκότα ἐξύβρισε. Καὶ ἐξελθὼν, φησὶν, ἀνήγγειλε τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ ἔξω. Ὅρα μοι ἐνταῦθα, ἀγαπητὲ, πῶς οὐκ ἐν τῇ φύσει τὰ τῆς κακίας ἔγκειται, ἀλλ᾽ ἐν τῇ γνώμῃ καὶ ἐν τῇ προαιρέσει. Ἰδοὺ γὰρ ἀμφότεροι τῆς αὐτῆς φύσεως, καὶ ἀδελφοὶ, τὸν αὐτὸν ἔσχον πατέρα, τῶν αὐτῶν ἀπήλαυσαν ὠδίνων, τῆς αὐτῆς ἐπιμελείας ἔτυχον, ἀλλ᾽ οὐ τὴν αὐτὴν προαίρεσιν ἐπεδείξαντο· ἀλλ᾽ ὁ μὲν πρὸς τὴν κακίαν ἐξώλισθεν, οἱ δὲ τὴν ὀφειλομένην τῷ πατρὶ τιμὴν ἀπένειμαν. Ἴσως δὲ καὶ ἐπεμβαίνων τῇ τοῦ πατρὸς ἀσχημοσύνῃ καὶ κωμῳδῶν τὸ γεγονὸς ἐξήγγειλε, καὶ οὐκ ἤκουσε σοφοῦ τινος λέγοντος· Μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου. Ἀλλ᾽ οἱ ἀδελφοὶ οὐχ οὕτως· ἀλλὰ τί; Ταῦτα ἀκούσαντες, Λαβόντες, φησὶ, Σὴμ καὶ Ἰάφεθ τὸ ἱμάτιον, ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν, καὶ ἐπορεύθησαν ὀπισθοφανῶς, καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν· καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοφανὲς, καὶ τὴν γύμνωσιν τοῦ πατρὸς αὑτῶν οὐκ εἶδον. Εἶδες εὐγνωμοσύνην παίδων; Ὁ μὲν καὶ ἐξεπόμπευσεν, οἱ δὲ οὐδὲ ἰδεῖν ἀνέχονται, ἀλλ᾽ ὀπισθοφανῶς βαδίζουσιν, ἵνα ὀρθῶς βαδίσαντες συγκαλύψωσι τοῦ πατρὸς τὴν γύμνωσιν. Καὶ ὅρα αὐτῶν μετὰ τῆς πολλῆς εὐγνωμοσύνης καὶ τὴν ἐπιείκειαν.

Οὔτε γὰρ ἐπιτιμῶσιν, οὔτε ἐπιπλήττουσι τῷ ἀδελφῷ, ἀλλ᾽ ἀκούσαντες, ἑνὸς μόνου γίνονται, τοῦ τὴν διόρθωσιν ταχεῖαν ποιήσασθαι, καὶ τὰ εἰς τιμὴν τοῦ γεγεννηκότος συντείνοντα ἐπιδείξασθαι. Καὶ τὸ πρόσωπον αὐτῶν, φησὶν, ὀπισθοφανὲς, καὶ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον. Πολλὴ τῶν παίδων ἡ εὐλάβεια, καὶ ταύτην ἡμῖν δείκνυσιν οὐ τὸ σκεπάσαι μόνον, ἀλλὰ καὶ μὴ ἀνασχέσθαι ἰδεῖν. Παιδευθῶμεν τοίνυν καὶ ἐντεῦθεν, καὶ ἐξ ἀμφοτέρων κερδάνωμεν, καὶ τούτους μὲν μιμώμεθα, ἐκείνου δὲ τὸν ζῆλον φεύγωμεν.

Εἰ γὰρ γύμνωσιν αἰσθητὴν ὁ ἐκπομπεύσας, κατάρας ἑαυτὸν ὑπεύθυνον κατέστησε, καὶ τῆς ὁμοτιμίας τῶν ἀδελφῶν ἐκπεσὼν, δουλεύειν αὐτοῖς κατεδικάσθη, εἰ καὶ μὴ αὐτὸς ἐκεῖνος, ἀλλ᾽ οἱ ἐξ αὐτοῦ πάντες· τί πείσονται οἱ τὰ ἁμαρτήματα τῶν ἀδελφῶν ἐκπομπεύοντες, καὶ οὐ μόνον οὐ περιστέλλοντες, ἀλλὰ καὶ μειζόνως αὐτὰ ποιοῦντες κατάδηλα, καὶ πολλὰ ἐκ τούτου ἐργαζόμενοι τὰ ἁμαρτήματα; Ὅταν γὰρ δημοσιεύσῃς τοῦ ἀδελφοῦ τὸ πταῖσμα, οὐ μόνον ἐκεῖνον ἀναισχυντότερον καὶ ὀκνηρότερον εἰργάσω ἴσως πρὸς τὴν ἐπάνοδον τῆς ἀρετῆς, ἀλλὰ καὶ τοὺς ἀκούοντας ῥᾳθυμοτέρους κατέστησας, καὶ πρὸς ἀπόνοιαν ἤλειψας· καὶ οὐ τοῦτο μόνον, ἀλλ᾽ ὅτι καὶ βλασφημεῖσθαι τὸν Θεὸν παρεσκεύασας. Τοῦτο δὲ ὅσην προξενεῖ τὴν κόλασιν τοῖς τὴν αἰτίαν παρέχουσιν, οὐδεὶς ἀγνοεῖ. Φύγωμεν τοίνυν, παρακαλῶ, τοῦ Χὰμ τὸν ζῆλον, μιμησώμεθα δὲ τῶν εὐγνωμόνων τούτων παίδων τὴν αἰδῶ, ἣν περὶ τὴν γύμνωσιν τοῦ πατρὸς ἐπεδείξαντο· καὶ οὕτω τὰ τῶν ἀδελφῶν συσκιάζωμεν ἁμαρτήματα, οὐχ ἵνα εἰς ῥᾳθυμίαν αὐτοὺς παιδοτριβήσωμεν, ἀλλ᾽ ἵνα ταύτῃ μάλιστα πλείονα αὐτοῖς ἀφορμὴν παράσχωμεν τοῦ ταχέως τῆς λύμης ἐκείνης ἀπαλλαγῆναι, καὶ πρὸς τὸν τῆς ἀρετῆς δρόμον ἐπανελθεῖν.

Ὥσπερ γὰρ τὸ μὴ πολλοὺς ἔχειν μάρτυρας τῶν οἰκείων πλημμελημάτων εὐκολωτέραν κατασκευάζει τῷ νήφοντι τὴν ἐπάνοδον· οὕτως, ἐπειδὰν ἀπερυθριάσῃ ψυχὴ, καὶ ἴδῃ ὅτι οὐδένα λέληθε τὰ πονηρὰ διαπραττομένη, οὐκ εὐκόλως ἀποστῆναι ἀνέχεται, ἀλλὰ καθάπερ εἰς ὕλην τινὰ καὶ βυθὸν ἐμπεσοῦσα, καὶ ὑπὸ μυρίων κυμάτων κάτω παρελκομένη δυσκόλως ἀνανεῦσαι δυνήσεται, εἰς ἀπόγνωσιν λοιπὸν ἐμπεσοῦσα καὶ πρὸς τὴν ἐπάνοδον ἀπαγορεύουσα.

εʹ. Διὰ τοῦτο, παρακαλῶ, μήτε ἐκπομπεύωμεν τὰ τῶν πλησίον σφάλματα, καὶ ἐπειδὰν παρ᾽ ἑτέρων ταῦτα μάθωμεν, μὴ ἐπειγώμεθα ὥστε τὴν γύμνωσιν ἰδεῖν· ἀλλὰ καθάπερ οὗτοι οἱ εὐγνώμονες παῖδες, συγκαλύπτωμεν, συσκιάζωμεν, τῇ παραινέσει, ταῖς συμβουλαῖς καταπεπτωκυῖαν τὴν ψυχὴν ἀνορθοῦν σπουδάζωμεν, τῆς φιλανθρωπίας τοῦ Θεοῦ τὸ μέγεθος διδάσκοντες, τῆς ἀγαθότητος αὐτοῦ τὴν ὑπερβολὴν, τῆς εὐσπλαγχνίας τὸ ἄμετρον, ἵνα μείζονος, ἤπερ οὗτοι, εὐλογίας ἀπολαύσωμεν παρὰ τοῦ τῶν ὅλων Θεοῦ, τοῦ βουλομένου Πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, τοῦ μὴ βουλομένου Τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Καὶ τὴν γύμνωσιν, φησὶ, τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον. Ὅρα πῶς ἄνωθεν καὶ ἐξ ἀρχῆς ταῦτα ἐν τῷ νόμῳ τῷ γραπτῷ πρὸς διδασκαλίαν τοῦ τῶν ἀνθρώπων γένους νενομοθετημένα προλαβόντες ἀπὸ τοῦ ἐν τῇ φύσει κειμένου νόμου ἐπλήρουν, καὶ ὅπερ ὁ νόμος ἔλεγε· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται; καὶ, Ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω· τοῦτο ἤδη διὰ τῶν ἔργων ἐπληροῦτο. Εἶδες πῶς προλαβοῦσα ἡ φύσις ἀρκοῦσαν εἶχε διδασκαλίαν;

Ἐξένηψε δὲ, φησὶ, Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Ἐξένηψε δὲ, φησίν. Ἀκουέτωσαν οἱ ἐν τοῖς συμποσίοις διημερεύοντες τοῦ ὀλίσθου τὸ μέγεθος, καὶ φυγέτωσαν τὴν ἐκ τῆς μέθης λύμην. Ἐξένηψε δὲ, φησίν. Τί ἐστιν, Ἐξένηψεν; Ὅπερ ἡμῖν ἔθος περὶ τῶν μεμηνότων λέγειν, ἐπειδὰν ἐν ἐκστάσει γένωνται, ὅτι ὁ δεῖνα ἐξένηψεν ἀπὸ τοῦ δαίμονος, καὶ ἀπηλλάγη τῆς ἐκείνου τυραννίδος· τοῦτο καὶ ἐνταῦθα ἔφησεν ἡ Γραφή. Ἀληθῶς γὰρ ἡ μέθη αὐθαίρετός ἐστι δαίμων, καὶ χαλεπώτερον ἐκείνου σκοτοῖ τὸν λογισμὸν, καὶ πάσης εὐγνωμοσύνης ἀποστερεῖ τὸν ἁλόντα. Τὸν μὲν γὰρ δαιμονιῶντα πολλάκις ὁρῶντες καὶ ἐλεοῦμεν, καὶ συναλγοῦμεν, καὶ πολλὴν περὶ αὐτὸν τὴν συμπάθειαν ἐπιδεικνύμεθα· ἐπὶ δὲ τοῦ μεθύσου τὸ ἐναντίον ἐργαζόμεθα· ἀγανακτοῦμεν, δυσχεραίνομεν, μυρία ἐπαρώμεθα. Τίνος ἕνεκεν καὶ διὰ τί; Ὅτι ἐκεῖνος μὲν ὑπὸ τοῦ πονηροῦ δαίμονος ἐλαυνόμενος, ἄκων διαπράττεται ἅπερ ἂν διαπράξηται· κἂν λακτίσῃ, κἂν διαῤῥήξῃ χιτωνίσκον, κἂν αἰσχρά τινα φθέγξηται, συγγνώμης ἀξιοῦται· ὁ δὲ μεθύων, καὶ ὅπερ ἂν ἐπιδείξηται, οὐκ ἂν ἔσται συγγνώμης ἄξιος, ἀλλὰ καὶ οἰκείους, καὶ φίλους, καὶ γείτονας, καὶ πάντας ἔχει σφοδροὺς κατηγόρους, ἐπειδὴ οἴκοθεν ἀπὸ προαιρέσεως τὴν κακίαν μετελήλυθε, καὶ τῇ τυραννίδι τῆς μέθης ἑαυτὸν ἐξέδωκε.

Καὶ ταῦτα λέγω, οὐχ ἵνα τοῦ δικαίου κατηγορήσω· πολλὰ γὰρ ἦν τὰ τὴν συγγνώμην αὐτῷ παρέχοντα· καὶ μετὰ τῶν ἄλλων ἁπάντων τὸ μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν, ὅπερ μέγιστον ἂν εἴη δεῖγμα καὶ τοῦ προτέρου ἁμαρτήματος, ὅτι ἐξ ἀγνοίας, ἀλλ᾽ οὐχ ὑπὸ ῥᾳθυμίας τοῦτο ὑπέμεινεν. Εἰ γὰρ ἀπὸ ῥᾳθυμίας τοῦτο ὑπέμεινεν, ἐχρῆν ἄρα καὶ πάλιν αὐτὸν ἁλῶναι τῷ πάθει· ἀλλ᾽ οὐκέτι τοῦτο πέπονθεν. Εἰ γὰρ καὶ πάλιν τὸ αὐτὸ ὑπέμεινεν, οὐκ ἂν ἡ Γραφὴ παρεσιώπησεν, ἀλλ᾽ ἐγνώρισεν ἂν ἡμῖν. Εἷς γάρ ἐστι σκοπὸς καὶ εἷς ὅρος τῆς θείας Γραφῆς, τὸ μηδὲν παραλιπεῖν τῶν γεγονότων, ἀλλὰ μετὰ ἀληθείας ἡμᾶς διδάσκειν. Οὔτε γὰρ φθόνῳ τινὶ τὰς ἀρετὰς τῶν δικαίων παρατρέχει, οὔτε χάριτι πάλιν τὰ ἁμαρτήματα συσκιάζει, ἀλλ᾽ ἅπαντα εἰς μέσον ἡμῖν προτίθησιν, ἵν᾽ ὑπογραμμόν τινα καὶ διδασκαλίαν ἔχωμεν, καὶ ἐπειδὰν καὶ ἡμεῖς διὰ ῥᾳθυμίαν ἁλῶμέν τινι πταίσματι, ἀσφαλιζώμεθα μὴ πάλιν τῷ αὐτῷ περιπεσεῖν.

Οὐ γὰρ οὕτω τὸ ἁμαρτεῖν χαλεπὸν, ὡς τὸ ἁμαρτήματι ἐπιμένειν. Μὴ τοίνυν τοῦτο ἴδῃς ὅτι ἐμεθύσθη ὁ δίκαιος, ἀλλ᾽ ὅτι οὐκ ἔτι τοῦτο πέπονθεν. Ἀλλ᾽ ἐννόει μοι τοὺς καθ᾽ ἑκάστην ἡμέραν ἐν ταῖς οἰνοφλυγίαις καταδαπανωμένους, καὶ ἐφ᾽ ἑκάστης σχεδὸν εἰπεῖν ἀποθνήσκοντας· καὶ ἐπειδὰν εἰς αἴσθησιν ἔλθωσιν, οὐδὲ οὕτω φεύγοντας τὴν ἐκεῖθεν λύμην, ἀλλ᾽ ὡς ἔργον τι τοῦτο καὶ ἀνδρείαν μεταδιώκοντας. Πάλιν δὲ κἀκεῖνο ἄν τις ἐννοήσειεν, ὅτι δίκαιος οὗτος, εἰ καὶ ὑπὸ ἀπειρίας καὶ τοῦ μὴ εἰδέναι τὰ μέτρα τῆς μεταλήψεως πιὼν ἐμεθύσθη, ἀλλ᾽ ὅμως δίκαιος ὢν καὶ πολλὰ ἔχων κατορθώματα, συσκιάζειν ἠδύνατο τὸ συμβὰν ἁμάρτημα· ἡμεῖς δὲ ὅταν καὶ ὑφ᾽ ἑτέρων μυρίων ὦμεν πολιορκούμενοι παθῶν, καὶ μετ᾽ ἐκείνων καὶ ὑπὸ τῆς μέθης ἑαυτοὺς καταβαπτίζωμεν, ποίαν ἕξομεν παραμυθίαν, εἰπέ μοι; τίς δὲ ἡμᾶς ἀξιώσει συγγνώμης οὐδὲ ὑπὸ τῆς πείρας αὐτῆς σωφρονιζομένους;

Ἐξένηψε δὲ, φησὶ, Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Πόθεν ἔγνω; Ἴσως οἱ ἀδελφοὶ ἐγνώρισαν, οὐχὶ τὸν ἀδελφὸν διαβαλεῖν βουλόμενοι, ἀλλὰ τὸ πρᾶγμα ὡς ἐγένετο διδάσκοντες, ἵνα κατάλληλον ἐκεῖνος τῷ τραύματι τὴν βοήθειαν δέξηται. Καὶ ἔγνω, φησὶ, Νῶε ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Τί ἐστιν, Ὅσα ἐποίησεν;

Ἀντὶ τοῦ, μέγα καὶ ἀφόρητον. Ἐννόησον γὰρ ὅτι ἔσω ἐν τῇ οἰκίᾳ θεασάμενος τὴν ἀσχημοσύνην, δέον συγκαλύψαι, ὁ δὲ ἐξελθὼν ἐξεπόμπευσε, καὶ εἰς κωμῳδίαν καὶ εἰς χλευασίαν τὸν πατέρα, ὅσον τὸ ἑαυτῷ ἧκον, ἐνέβαλε, καὶ ἐβούλετο καὶ τοὺς ἀδελφοὺς κοινωνοὺς λαβεῖν τῆς μοχθηρᾶς προαιρέσεως· καὶ δέον μέλλοντα ἀπαγγέλλειν κἂν ἔσω ἐπὶ τῆς οἰκίας αὐτοὺς καλέσαι, καὶ οὕτως ἐξειπεῖν τὴν γύμνωσιν, ὁ δὲ ἐξῆλθεν ἔξω, ἐξεῖπε τὴν γύμνωσιν· ὡς εἰ καὶ πλῆθος ἑτέρων παρῆν, κἀκείνους μάρτυρας ἂν ἐποιήσατο τῆς ἀσχημοσύνης τοῦ πατρός.

Διὰ τοῦτό φησιν, Ὅσα ἐποίησε· τουτέστι, τὴν ὕβριν εἰς τὸν πατέρα ἐπεδείξατο, ἐπελάθετο τῆς ὀφειλομένης τιμῆς παρὰ τῶν παίδων γίνεσθαι εἰς τοὺς γεγεννηκότας, ἐξεπόμπευσε τὰ ἁμαρτήματα, τοὺς ἀδελφοὺς ἠθέλησεν ὑποσῦραι, καὶ κοινωνοὺς λαβεῖν τῆς ὕβρεως. Ὅσα ἐποίησεν αὐτῷ, φησὶν, ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Καὶ μὴν οὐχ οὗτος ἦν ὁ νεώτερος· δεύτερος γὰρ ἦν, καὶ πρότερος τοῦ Ἰάφεθ· ἀλλ᾽ εἰ καὶ τὴν ἡλικίαν ἦν πρότερος ἐκείνου, ἀλλὰ τῇ γνώμῃ νεώτερος, καὶ ἡ προπέτεια αὐτὸν ἐξέβαλεν. Ἐπειδὴ γὰρ οὐκ ἐβούλετο εἴσω τῶν οἰκείων ὅρων μεῖναι, ἀπώλεσε τὴν παρὰ τῆς φύσεως αὐτῷ δεδομένην τιμήν· καὶ ὥσπερ οὗτος, ὅπερ εἶχεν ἀπὸ τῆς φύσεως, προύδωκε τῇ μοχθηρίᾳ τῆς προαιρέσεως, οὕτως ὁ Ἰάφεθ, ὅπερ οὐκ εἶχεν ἀπὸ τῆς φύσεως, τοῦτο προσέλαβεν ἀπὸ τῆς ὑγιοῦς γνώμης.

ϛʹ. Εἶδες πῶς οὐδὲν ἁπλῶς οὐδὲ ὡς ἔτυχέν ἐστιν εὑρεῖν κείμενον ἐν τῇ θείᾳ Γραφῇ; Ὅσα ἐποίησεν αὐτῷ, φησὶν, ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Καὶ εἶπεν· Ἐπικατάρατος Χαναὰν παῖς, οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ.

Ἰδοὺ ἐφθάσαμεν εἰς τὸ ζήτημα τὸ πανταχοῦ περιφερόμενον. Πολλῶν γὰρ ἔστιν ἀκοῦσαι λεγόντων· τίνος ἕνεκεν, τοῦ πατρὸς ἡμαρτηκότος, καὶ τὴν γύμνωσιν ἐξαγγείλαντος, ὁ παῖς τὴν κατάραν δέχεται; Διὸ, παρακαλῶ, μετὰ ἀκριβείας ἀκούσατε, καὶ δέχεσθε τὴν τούτου λύσιν. Ἐκεῖνα γὰρ ἐροῦμεν ἅπερ ἂν ἡ θεία χάρις παρασχῇ διὰ τὴν ὑμετέραν ὠφέλειαν. Καὶ εἶπεν· Ἐπικατάρατος Χαναὰν παῖς, οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ. Οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοῦ παιδὸς ἐμνημόνευσεν, ἀλλὰ διά τινα λόγον ἐγκεκρυμμένον. Βουλόμενος γὰρ ὁμοῦ καὶ καθάψασθαι αὐτοῦ διὰ τὸ πλημμεληθὲν, καὶ τὴν ὕβριν, ἣν εἰς αὐτὸν ἐπεδείξατο, καὶ μήτε τῇ παρὰ τοῦ Θεοῦ ἤδη γεγενημένῃ εὐλογίᾳ λυμήνασθαι· Εὐλόγησε γὰρ, φησὶν, ὁ Θεὸς τὸν Νῶε ἡνίκα ἐξῆλθεν ἐκ τῆς κιβωτοῦ, καὶ τοὺς υἱοὺς αὐτοῦ. Ἵνα οὖν μὴ δοκῇ τὸν ἅπαξ ὑπὸ τοῦ Θεοῦ τῆς εὐλογίας τυχόντα καταράσασθαι, ἐκεῖνον μὲν τέως τὸν ὑβρικότα ἀφίησι, τῷ δὲ υἱῷ τὴν κατάραν ἐπάγει. Ναὶ, ἀλλὰ καὶ τοῦτο μὲν, φησὶ, δείκνυσιν ὅτι διὰ τοῦτο οὐ κατηράσατο τὸν Χὰμ, ἐπειδὴ τῆς παρὰ τοῦ Θεοῦ εὐλογίας ἀπήλαυσε· τίνος δὲ ἕνεκεν ἐκείνου ἁμαρτόντος οὗτος δίκην δίδωσιν;

Οὐδὲ τοῦτο ἁπλῶς γίνεται. Καὶ γὰρ οὐκ ἔλαττον τοῦ παιδὸς ὁ Χὰμ τὴν κόλασιν ὑπέμενε, καὶ τῆς τιμωρίας τὴν αἴσθησιν ἐλάμβανεν. Ἴστε γὰρ, ἴστε πῶς πολλάκις ηὔξαντο πατέρες ὑπὲρ παίδων τιμωρίαν ὑποσχεῖν, καὶ ὅπως βαρύτερον αὐτοῖς ἐστιν εἰς κολάσεως λόγον, τὸ τοὺς παῖδας ὁρᾷν τιμωρουμένους, ἢ ἑαυτοὺς ὑπευθύνους γεγονότας.

Ἐγένετο τοίνυν τοῦτο, ἵνα καὶ οὗτος διὰ τὴν φυσικὴν φιλοστοργίαν πλείονα τὴν ὀδύνην ὑπομείνῃ, καὶ ἡ τοῦ Θεοῦ εὐλογία ἀκέραιος διαμείνῃ, καὶ ὁ τὴν κατάραν δεξάμενος παῖς οἰκείων ἁμαρτημάτων τίνῃ δίκας. Εἰ γὰρ καὶ διὰ τὸ ἁμάρτημα τοῦ πατρὸς νῦν τὴν κατάραν λαμβάνει, ἀλλ᾽ ὅμως εἰκὸς ἦν δι᾽ οἰκεῖα πλημμελήματα διδόναι δίκην. Οὐ γὰρ διὰ τὸ ἁμάρτημα τοῦ πατρὸς μόνον τὴν κατάραν ἐδέξατο, ἀλλ᾽ ἢ ἄρα ἵνα καὶ δι᾽ αὐτοῦ ἐκεῖνος μείζονα δῷ τὴν τιμωρίαν. Ὅτι γὰρ οὔτε πατέρες ὑπὲρ τέκνων, οὔτε τέκνα ὑπὲρ πατέρων δίκην διδόασιν, ἀλλ᾽ ἕκαστος ὑπὲρ ὧν ἐπλημμέλησε τὰς εὐθύνας ὑπέχει, πολλαχοῦ ἔστιν εὑρεῖν παρὰ τῶν προφητῶν τοῦτο εἰρημένον· ὥσπερ ὅταν λέγωσι· Τοῦ φαγόντος τὸν ὄμφακα οἱ ὀδόντες αἱμωδιάσουσι· καί· Ἡ ψυχὴ ἡ ἁμαρτοῦσα, αὐτὴ καὶ ἀποθανεῖται· καὶ πάλιν, Οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων, οὔτε τέκνα ὑπὲρ πατέρων. Μηδεὶς τοίνυν ὑμῶν, παρακαλῶ, ἀγνοῶν τῆς θείας Γραφῆς τὸν σκοπὸν, τολμάτω μέμφεσθαι τοῖς ἐγγεγραμμένοις, ἀλλ᾽ εὐγνώμονι διανοίᾳ δεχέσθω τὰ λεγόμενα, καὶ θαυμαζέτω τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν, καὶ λογιζέσθω ὅσον ἁμαρτία κακόν. Ἰδοὺ γὰρ τὸν ἀδελφὸν τὸν τῶν αὐτῶν ὠδίνων κοινωνήσαντα, τὸν ἐκ τῆς αὐτῆς νηδύος ἐξελθόντα, τοῦτον ἐπεισελθοῦσα ἡ ἁμαρτία δοῦλον εἰργάσατο, καὶ τὴν ἐλευθερίαν ἀφελομένη, εἰς τὴν ὑποταγὴν ἤγαγε· καὶ γὰρ ἐντεῦθεν τὰ τῆς δουλείας ἀρχὴν ἐλάμβανε λοιπόν.

Οὐδὲ γὰρ ἦν πρὸ τούτου ἡ βλακεία αὕτη, καὶ τὸ οὕτω διαθρύπτεσθαι, καὶ ἑτέρων δεῖσθαι τῶν διακονουμένων, ἀλλ᾽ ἕκαστος αὐτὸς ἑαυτῷ διηκονεῖτο, καὶ πολλὴ ἦν ἡ ὁμοτιμία, καὶ πᾶσα ἀνωμαλία ἐκποδὼν ἦν. Ἐπειδὴ δὲ εἰσῆλθεν ἡ ἁμαρτία, ἐλυμήνατο τὴν ἐλευθερίαν, καὶ διέφθειρε τὴν ἀπὸ τῆς φύσεως δεδομένην ἀξίαν, καὶ τὴν δουλείαν ἐπεισήγαγεν, ἵνα διηνεκὴς ᾖ διδάσκαλος καὶ νουθεσία τῷ τῶν ἀνθρώπων γένει, ὥστε φεύγειν μὲν τῆς ἁμαρτίας τὴν δουλείαν, πρὸς δὲ τὴν ἐλευθερίαν τῆς ἀρετῆς ἐπανιέναι. Ὅτι γὰρ ὁ δοῦλος καὶ ὁ δεσπότης διηνεκῆ ἔχουσι τὴν ἐντεῦθεν ἐγγινομένην ὠφέλειαν, εἰ βούλοιντο, ἐννοείτωσαν, ὁ μὲν δοῦλος, ὅτι διὰ τοῦτο εἴληφε τὴν δουλείαν, ἐπειδὴ ὁ Χὰμ εἰς τοσαύτην προπέτειαν ἐξώκειλε· καὶ ὁ δεσπότης πάλιν λογιζέσθω, ὅτι οὐχ ἑτέρωθεν ἡ ὑποταγὴ γέγονε καὶ ἡ δουλεία, ἀλλ᾽ ἢ ἀπὸ τοῦ μοχθηρὰν ἐκεῖνον ἐπιδείξασθαι γνώμην, καὶ τῆς ἰσοτιμίας τῶν ἀδελφῶν ἐκπεσεῖν.

ζʹ. Ἀλλ᾽ ἐὰν νήφωμεν, ταῦτα τὰ διὰ τὰ ἁμαρτήματα τῶν προγόνων τῶν ἡμετέρων εἰσενεχθέντα εἰς τὸν βίον οὐδὲν ἡμᾶς λυμήνασθαι δύναται, μέχρι τῶν ὀνομάτων μόνον ἱστάμενα. Ἐπεὶ καὶ ὁ πρωτόπλαστος διὰ τὴν παράβασιν τοῦ θανάτου τὸ ἐπιτίμιον εἰσήγαγε, καὶ τὸ ἐν λύπαις καὶ μόχθοις τὴν ζωὴν καταδαπανᾶσθαι· καὶ οὗτος τὴν δουλείαν· ἀλλὰ παραγενόμενος ὁ Δεσπότης Χριστὸς ταῦτα πάντα μέχρι τῶν ὀνομάτων αὐτῶν ἀφῆκεν εἶναι μόνον, ἐὰν βουλώμεθα. Οὔτε γὰρ ὁ θάνατος θάνατός ἐστι λοιπὸν, ἀλλὰ ὄνομα μόνον ἔχει θανάτου· μᾶλλον δὲ καὶ αὐτὸ τὸ ὄνομα ἀφῃρέθη. Οὐκέτι γὰρ οὐδὲ θάνατον αὐτὸν προσαγορεύομεν, ἀλλὰ κοίμησιν καὶ ὕπνον. Διὸ καὶ αὐτὸς ὁ Χριστὸς ἔλεγε. Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· καὶ ὁ Παῦλος γράφων Θεσσαλονικεῦσι, φησί· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί.

Καὶ ἡ δουλεία πάλιν ὁμοίως ὄνομά ἐστιν· ἐκεῖνος γάρ ἐστι δοῦλος ὁ τὴν ἁμαρτίαν ἐργαζόμενος. Καὶ ὅτι καὶ ταύτην ἐξεῖλεν ὁ Χριστὸς παραγενόμενος, καὶ μέχρις ὀνόματος αὐτὴν ἀφῆκεν εἶναι, μᾶλλον δὲ καὶ τὴν προσηγορίαν αὐτὴν ἐξήλειψεν, ἄκουε τοῦ Παύλου λέγοντος· Οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν. Ὁρᾷς πῶς ἐπεισελθοῦσα ἡ ἀρετὴ, εἰς τὴν τῆς ἀδελφότητος συγγένειαν ἤγαγε τοὺς πρότερον τῷ ὀνόματι τῆς δουλείας ὑπευθύνους ὄντας. Καὶ ἔσται, φησὶ, Χαναὰν παῖς, οἰκέτης τοῖς ἀδελφοῖς αὐτοῦ.

Οὐκ ἐχρήσω, φησὶν, εἰς δέον τῇ τιμῇ, οὐδὲ ἤνεγκας τὴν εὐπραγίαν τὴν ἀπὸ τῆς ἰσοτιμίας· διὰ τοῦτο τῇ ὑποταγῇ σωφρονισθῆναί σε βούλομαι. Τοῦτο καὶ ἐξ ἀρχῆς ἐπὶ τῆς γυναικὸς γέγονεν. Ἐπειδὴ γὰρ ὁμότιμος τῷ ἀνδρὶ γενομένη, οὐ καλῶς ἐχρήσατο τῇ δεδομένῃ τιμῇ, διὰ τοῦτο ἀφῃρέθη τὴν ἐξουσίαν, καὶ ἤκουσε· Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει.

Ἐπειδὴ οὐκ οἶσθα, φησὶ, καλῶς κεχρῆσθαι τῇ ἀρχῇ, μάθε καλῶς ἄρχεσθαι, ἢ κακῶς ἄρχειν. Διά τοι τοῦτο καὶ οὗτος νῦν σωφρονισμοῦ ἕνεκεν δέχεται τὸ ἐπιτίμιον, καὶ διὰ τοῦ παιδὸς αὐτὸς τὴν κόλασιν ὑπομένει, ἵνα μάθῃς, ὅτι κἂν γηραλέος λοιπὸν ἦν, ἀλλ᾽ ἡ τιμωρία εἰς τὸν υἱὸν διαβήσεται· ὅπερ πικρὰν καὶ ὀδυνηρὰν αὐτῷ τὴν ζωὴν εἰργάσατο ἐννοοῦντι, ὅτι καὶ μετὰ τὴν αὐτοῦ τελευτὴν ὁ παῖς ἤμελλε δίκας τίνειν ὑπὲρ τῶν αὐτῷ πεπραγμένων.

Ὅτι γὰρ καὶ ὁ παῖς οἴκοθεν μοχθηρὸς ὑπῆρχε, καὶ οἱ ἐξ ἐκείνου πάντες βδελυκτοὶ γεγόνασι πρὸς κακίαν ἀποκλίναντες, ἄκουε τῆς Γραφῆς λεγούσης ἐν τάξει κατάρας· Ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία. Καὶ πάλιν ἕτερός τις ἐνυβρίζων, Σπέρμα Χαναὰν καὶ οὐκ Ἰούδα. Ἀλλὰ γὰρ ἄξιον λοιπὸν ἀκοῦσαι μετὰ τὴν ἐπιτίμησιν, ἣν ἐδέξατο ὁ τὴν γύμνωσιν τοῦ πατρὸς ἐκπομπεύσας, τίνων ἀξιοῦνται τῶν ἀμοιβῶν οἱ τὴν τοσαύτην αἰδῶ καὶ τὴν τιμὴν ἀπονείμαντες τῷ πατρί. Καὶ εἶπε, φησὶν, Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σὴμ, καὶ ἔσται Χαναὰν παῖς αὐτοῦ.

Τοῦτο, ἴσως ἄν τις εἴποι, οὐκ ἔστι τὸν Σὴμ εὐλογῆσαι. Καὶ σφόδρα μὲν εὐλόγησεν αὐτόν. Ὅταν γὰρ ὁ Θεὸς εὐχαριστεῖται καὶ εὐλογεῖται διὰ τῶν ἀνθρώπων, τότε δαψιλεστέραν τὴν παρ᾽ ἑαυτοῦ εὐλογίαν εἴωθε χορηγεῖν ἐκείνοις, δι᾽ οὓς αὐτὸς εὐλογεῖται. Εὐλογήσας τοίνυν τὸν Θεὸν, ὀφειλέτην αὐτὸν κατέστησε μείζονος εὐλογίας καὶ αἴτιος γέγονε τῷ Σὴμ πλείονος ἀμοιβῆς, ἧς αὐτὸς αὐτὸν, εἰ δι᾽ ἑαυτοῦ εὐλόγησεν. Ὥσπερ γὰρ ὅταν εὐλογῆται δι᾽ ἡμᾶς, πολλῆς ἡμᾶς ἀξιοῖ τῆς παρ᾽ αὐτοῦ εὐνοίας, οὕτω πάλιν ἐπειδὰν δι᾽ ἡμᾶς ἕτεροι αὐτὸν βλασφημῶσι μείζων ἐντεῦθεν ἡμῖν ἡ κατάκρισις γίνεται τοῖς τὴν αἰτίαν παρεχομένοις. Σπουδάζωμεν τοίνυν, παρακαλῶ, οὕτω βιοῦν καὶ τοσαύτην ἐπιδείκνυσθαι τῆς ἀρετῆς τὴν ἐπίτασιν, ὡς τοὺς εἰς ἡμᾶς ὁρῶντας εὐλογίας ὕμνους ἀναφέρειν τῷ Δεσπότῃ Θεῷ. Βούλεται γὰρ ἀγαθὸς ὢν καὶ φιλάνθρωπος δοξάζεσθαι δι᾽ ἡμῶν, οὐκ ἐπειδὴ αὐτός τι προσλαμβάνει εἰς τὴν οἰκείαν δόξαν· ἀνενδεὴς γάρ ἐστιν· ἀλλ᾽ ἵνα ἀφορμὰς αὐτῷ παράσχωμεν τοῦ πλείονος ἡμᾶς ἀξιοῦν τῆς παρ᾽ αὐτοῦ εὐνοίας. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σὴμ, καὶ ἔσται Χαναὰν παῖς αὐτῷ. Ὁρᾷς πῶς πατρικὴν ἐπιδείκνυται τὴν τιμωρίαν, σωφρονισμὸν οὖσαν μᾶλλον ἢ τιμωρίαν; Πατὴρ γὰρ ἦν, καὶ πατὴρ φιλόστοργος, καὶ οὐ τὴν ἀξίαν ἐβούλετο δίκην ἐπαγαγεῖν, ἀλλ᾽ ὥστε τὴν εἰς τὸ πρόσω κακίαν ἐγκόψαι.

Διὰ τοῦτο, φησὶ, δουλείᾳ σε καταδικάζω, ἵνα διηνεκῆ καὶ ἀνεξάλειπτον ἔχῃς τὴν ὑπόμνησιν. Εἶτά φησι· Πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ Σὴμ, καὶ γενηθήτω Χαναὰν παῖς αὐτοῦ. Μεγίστη πάλιν αὕτη ἡ εὐλογία, τάχα τινὰ κεκρυμμένον ἔχουσα θησαυρόν. Πλατύναι γὰρ, φησὶν, ὁ Θεὸς τῷ Ἰάφεθ.

Οὐκ ἄν τις ἁμάρτοι εἰπὼν προφητείαν εἶναι τὰς εὐλογίας τοῦ δικαίου. Εἰ γὰρ ὁ πατὴρ αὐτοῦ οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τὴν προσηγορίαν αὐτῷ ἐπέθηκεν, ἀλλὰ προφητεύων διὰ τοῦ ὀνόματος τὸ μέλλον ἔσεσθαι κλυδώνιον· πολλῷ μᾶλλον ὁ δίκαιος οὗτος οὐκ ἂν ἁπλῶς οὐδὲ μάτην τὰς εὐλογίας ἐποιήσατο. Διὰ γὰρ τῶν εὐλογιῶν τούτων, τοῦ Σὴμ καὶ τοῦ Ἰάφεθ, τῶν δύο λαῶν αἰνίττεσθαι αὐτὸν οἶμαι τὴν κλῆσιν· καὶ διὰ μὲν τοῦ Σὴμ, τοὺς Ἰουδαίους· ἐξ ἐκείνου γὰρ ὁ πατριάρχης Ἀβραὰμ, καὶ τὸ τῶν Ἰουδαίων ἐπιδέδωκε γένος· διὰ δὲ τοῦ Ἰάφεθ, τὴν τῶν ἐθνῶν κλῆσιν.

Ὅρα γὰρ καὶ ταύτην τὴν εὐλογίαν τοῦτο προμηνύουσαν. Πλατύναι γὰρ, φησὶν, ὁ Θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ Σήμ. Τοῦτο ἐπὶ τῶν ἐθνῶν εἰς ἔργον ἐκβεβηκὸς ὁρῶμεν. Διὰ μὲν γὰρ τοῦ εἰπεῖν, Πλατύναι, τὰ ἔθνη πάντα ᾐνίξατο· διὰ δὲ τοῦ εἰπεῖν, Κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ Σὴμ, ὅτι τῶν τοῖς Ἰουδαίοις εὐτρεπισθέντων καὶ ἐκείνοις παρασκευασθέντων τὰ ἔθνη τὴν ἀπόλαυσιν ἔσχε. Καὶ γενηθήτω Χαναὰν παῖς αὐτοῦ.

ηʹ. Εἶδες οἵας ἔλαβον καὶ οὗτοι τῆς εὐγνωμοσύνης τὰς ἀμοιβὰς, καὶ πόσην ἐκεῖνος διὰ τῆς προπετείας ἑαυτοῦ κατεσκέδασε τὴν ἀτιμίαν. Ταῦτα διηνεκῶς ἔχωμεν ἐπιγεγραμμένα τῇ διανοίᾳ τῇ ἡμετέρᾳ, ἵνα τῶν μὲν μιμηταὶ καὶ ζηλωταὶ γενέσθαι δυνηθῶμεν, τοῦ δὲ φύγωμεν τὸ μοχθηρὸν τῆς γνώμης, καὶ τῆς προπετείας τὴν ὑπερβολήν.

Καὶ ἔζησε, φησὶ, Νῶε μετὰ τὸν κατακλυσμὸν ἔτη τριακόσια πεντήκοντα· καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Νῶε ἐννακόσια πεντήκοντα ἔτη, καὶ ἀπέθανε. Μὴ νομίσῃς δὲ τοῦτο ἁπλῶς ἐκσημήνασθαι τὴν θείαν Γραφὴν, ἀλλ᾽ ὅρα καὶ ἐντεῦθεν τοῦ δικαίου τὴν ἐγκράτειαν ὅτι οὔτε ἀδείας καὶ ἀνέσεως ἀπολαύσας, καὶ τοσοῦτον ἀριθμὸν ἐτῶν ἐπιζήσας, μετὰ τὴν ἀπὸ τῆς κιβωτοῦ ἔξοδον, παιδοποιίας ἠνέσχετο λοιπόν. Οὐδὲ γὰρ ἐμνημόνευσεν ἡ Γραφὴ, ὅτι ἑτέρους ἔσχε παῖδας, πλὴν τούτων τῶν τριῶν. Ἐντεῦθεν πάλιν λογίζου τοῦ Χὰμ τὴν πολλὴν ταύτην ἀκολασίαν, ὅτι οὔτε τὸν πατέρα ὁρῶν τοσαύτην ἐπιδεικνύμενον ἐγκράτειαν ἐσωφρονίζετο, ἀλλ᾽ ἀπ᾽ ἐναντίας τῷ γεγεννηκότι ἅπαντα διεπράττετο. Διὸ καὶ εἰκότως ἅπαν τὸ ἐξ αὐτοῦ γένος τῇ δουλείᾳ κατεδικάζετο, ἵνα χαλινὸν ἔχῃ τῆς μοχθηρᾶς προαιρέσεως. Εἶτα ἐντεῦθεν διηγουμένη ἡ θεία Γραφὴ τοὺς ἐκ τῶν παίδων τεχθέντας, φησί· Χὰμ δὲ ἐγέννησε τὸν Χούς· καὶ πάλιν· Χοὺς δὲ ἐγέννησε τὸν Νεβρώδ. Οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς. Οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον Κυρίου. Καί τινες μέν φασι τὸ Ἐναντίον Κυρίου, ἀντὶ τοῦ ἐναντιούμενος τῷ Θεῷ· ἐγὼ δὲ οὐχ ἡγοῦμαι τοῦτο αἰνίττεσθαι τὴν θείαν Γραφὴν, ἀλλ᾽ ὅτι ἰσχυρός τις ἦν καὶ ἀνδρεῖος.

Τὸ δὲ ἀπέναντι Κυρίου τοῦ Θεοῦ, ἀντὶ τοῦ, ὑπ᾽ αὐτοῦ παραχθεὶς, ὑπ᾽ αὐτοῦ δεξάμενος τοῦ Θεοῦ τὴν εὐλογίαν, ἢ ὅτι ἤμελλεν ὁ Θεὸς δι᾽ αὐτοῦ θαυμάζεσθαι, ὡς τοιοῦτον παραγαγὼν καὶ δείξας ἐπὶ τῆς γῆς. Ἀλλὰ καὶ οὗτος πάλιν μιμούμενος τὸν πρόγονον, καὶ οὐκ εἰς δέον χρησάμενος τοῖς τῆς φύσεως προτερήμασιν, ἕτερον δουλείας ἐφεῦρε τρόπον, καὶ ἄρχων καὶ βασιλεὺς γενέσθαι ἐπεχείρησε. Βασιλεὺς γὰρ οὐκ ἂν γένοιτό ποτε μὴ ὄντων τῶν ἀρχομένων. Αὕτη δὲ δοκεῖ μὲν μᾶλλον ἐλευθερία εἶναι· δουλεία δέ ἐστι χαλεπωτάτη ἐν ἐλευθερίας τάξει, ὅσῳ καὶ τῶν ἐλευθέρων κρατεῖ. Καὶ ὅρα τὴν πλεονεξίαν, ὅσα ποιεῖ· ὅρα τοῦ σώματος τὴν ἰσχὺν οὐ μένουσαν ἐπὶ τῶν οἰκείων ὅρων, ἀλλ᾽ ἀεὶ τοῦ πλείονος ἐφιεμένην, καὶ τῆς δόξης ὀρεγομένην.

Οὐ γὰρ ὡς προϊστάμενος αὐτῶν, ὑπέταττεν, ἀλλὰ καὶ πόλεις ᾠκοδόμει, ἵνα ἄρχῃ τῶν πολεμίων. Ἐκεῖθεν γὰρ, φησὶν, ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν ὁ Ἀσσοὺρ, καὶ ᾠκοδόμησε τὴν Νινευί. Σκόπει μοι πάλιν ἐνταῦθα, πῶς οὐδὲν λυμαίνεται τὴν ἡμετέραν φύσιν ἡ κακία τῶν προγόνων.

Οὗτοι γὰρ οἱ Νινευῖται, οἱ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν διὰ τῆς μετανοίας ἐπισπασάμενοι, καὶ τὴν ἀπόφασιν τοῦ Δεσπότου ἀνακαλεσάμενοι, οὗτοι μὲν πρότερον ἔσχον προπάτορα τὸν Χὰμ, τὸν πατραλοίαν ἐκεῖνον· ἔπειτα τὸν Νεβρὼδ, ἄνθρωπον τύραννον καὶ αὐθάδη, ἔγγονον ἐσχηκότα τὸν Ἀσσούρ. Λέγονται δὲ ἴσως καὶ ἕτεροι γεγενῆσθαι ἐν αὐτοῖς βλᾶκες καὶ διατεθρυμμένοι, καὶ τὸν ὑγρὸν καὶ διαῤῥέοντα ζῶντες βίον, μέθῃ καὶ γέλωτι καὶ κώμοις καὶ χλευασίαις ἑαυτοὺς ἐκδεδωκότες· ἀλλ᾽ ἐπειδὴ ἠβουλήθησαν ἀκριβῆ τὴν μετάνοιαν ἐπιδείξασθαι, οὐδὲν αὐτοὺς ἐλυμήνατο τῶν προγόνων ἡ κακία, ἀλλὰ τοσαύτην ἐφελκύσαντο τὴν ἄνωθεν ῥοπὴν, ὡς μέχρι τοῦ νῦν ᾄδεσθαι αὐτῶν τὸ τῆς μετανοίας κατόρθωμα.

Τούτους τοίνυν καὶ ἡμεῖς μιμησώμεθα, καὶ μαθόντες ὡς οὔτε κακία προγόνων ἡμᾶς λυμαίνεται, ἐὰν νήφειν βουλώμεθα, οὔτε ἀρετὴ προγόνων ὠφελῆσαι ἡμᾶς τι δύναται, ἐὰν ῥᾳθυμῶμεν, πολλὴν σπουδὴν ποιώμεθα τῆς ἀρετῆς ἀντέχεσθαι, καὶ εὐγνώμονα προαίρεσιν ἐπιδειξώμεθα, ἵνα τῆς αὐτῆς εὐλογίας τῷ Σὴμ καὶ τῷ Ἰάφεθ ἀπολαύσωμεν, καὶ τῆς κατάρας καὶ τῆς δουλείας, ἣν ὁ Χαναὰν ἐδέξατο, ἐλευθερωθῶμεν, καὶ μὴ γενώμεθα δοῦλοι τῆς ἁμαρτίας, ἀλλὰ τὴν ἀληθῆ ἐλευθερίαν κτησάμενοι, τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Λʹ. Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσιν. αʹ. Ἰδοὺ πρὸς τὸ τέλος ἐφθάσαμεν λοιπὸν τῆς ἁγίας Τεσσαρακοστῆς, καὶ τῆς νηστείας διηνύσαμεν τὸν πλοῦν, καὶ πρὸς τὸν λιμένα λοιπὸν τῇ τοῦ Θεοῦ χάριτι κατηντήσαμεν.

Ἀλλὰ μὴ διὰ τοῦτο ῥᾳθυμήσωμεν, ἀλλὰ ταύτῃ μᾶλλον πολλῷ πλείονα τὴν σπουδὴν καὶ τὴν ἀγρυπνίαν ἐπιδειξώμεθα. Ἐπεὶ καὶ οἱ κυβερνῆται, ἐπειδὰν μυρία διαβάντες πελάγη, πεπληρωμένων αὐτοῖς τῶν ἱστίων, καὶ τῶν φορτίων εἰς ὕψος ἐγκειμένων, εἰς τὸν λιμένα εἰσιέναι μέλλωσι, τότε μάλιστα πολὺν τὸν ἀγῶνα καὶ τὴν φροντίδα ἔχουσι, μήπου σκοπέλῳ τινὶ ἢ πέτρᾳ προσράξαν τινὶ τὸ πλοῖον ἀνόνητον αὐτοῖς τὸν προλαβόντα πόνον γενέσθαι παρασκευάσῃ. Οὕτω καὶ οἱ δρομεῖς ποιοῦσιν· ὅταν πρὸς τὸ τέλος τῶν σταδίων φθάσωσι, τότε μᾶλλον εὐτονώτερον τὸν δρόμον ἐπιδείκνυνται, ὥστε τοῦ τέλους ἐπιτυχεῖν, καὶ τῶν βραβείων ἀξιωθῆναι. Καὶ ἀθληταὶ δὲ μετὰ μυρία παλαίσματα καὶ τὰς νίκας, ὅταν τὴν περὶ τοῦ στεφάνου παλαίωσι πάλην, πλείονα τὸν ἀγῶνα ἐπιδείκνυνται, ἵνα τὸν στέφανον λαβόντες οὕτως ἐξέλθωσι.

Καθάπερ οὖν κυβερνῆται καὶ δρομεῖς καὶ ἀθληταὶ, τότε μᾶλλον τούτων ἕκαστος τὴν σπουδὴν ἐπιτείνει καὶ τὴν ἀγρυπνίαν, ὅταν πρὸς τῷ τέλει γένωνται· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμᾶς προσήκει, ἐπειδὴ εἰς τὴν μεγάλην ταύτην ἑβδομάδα ἐφθάσαμεν τῇ τοῦ Θεοῦ χάριτι, νῦν μάλιστα καὶ τῆς νηστείας τὸν δρόμον ἐπιτεῖναι, καὶ τὰς εὐχὰς εὐτονωτέρας ποιεῖσθαι, καὶ πολλὴν καὶ ἀκριβῆ τὴν ἐξομολόγησιν τῶν ἡμαρτημένων ἐπιδείξασθαι, καὶ τὴν περὶ τὰς ἀγαθὰς πράξεις ἐργασίαν, ἐλεημοσύνην δαψιλῆ, ἐπιείκειαν, πραότητα, τὴν ἄλλην ἅπασαν ἀρετὴν, ἵνα μετὰ τούτων τῶν κατορθωμάτων εἰς τὴν κυρίαν φθάσαντες ἡμέραν τῆς παρὰ τοῦ Δεσπότου φιλοτιμίας ἀπολαύσωμεν. Μεγάλην δὲ καλοῦμεν τὴν ἑβδομάδα, οὐκ ἐπειδὴ πλέον ἔχει τὸ μῆκος τῶν ὡρῶν· καὶ γάρ εἰσιν ἕτεραι πολλῷ μείζους ὥρας ἔχουσαι· οὐδὲ ἐπειδὴ πλείους ἡμέρας ἔχει· καὶ γὰρ ὁ αὐτὸς ἀριθμὸς καὶ ταύτῃ καὶ ταῖς ἄλλαις πάσαις. Τίνος οὖν ἕνεκεν μεγάλην ταύτην καλοῦμεν; Ἐπειδὴ μεγάλα τινὰ καὶ ἀπόῤῥητα τυγχάνει τὰ ὑπάρξαντα ἡμῖν ἐν αὐτῇ ἀγαθά.

Ἐν γὰρ ταύτῃ ὁ χρόνιος ἐλύθη πόλεμος, θάνατος ἐσβέσθη, κατάρα ἀνῃρέθη, τοῦ διαβόλου ἡ τυραννὶς κατελύθη, τὰ σκεύη αὐτοῦ διηρπάγη, Θεοῦ καταλλαγὴ πρὸς ἀνθρώπους γέγονεν, οὐρανὸς βάσιμος γέγονεν, ἄνθρωποι τοῖς ἀγγέλοις συνεμίγησαν, τὰ διεστῶτα συνήφθη, ὁ φραγμὸς περιῃρέθη, τὸ κλεῖθρον ἀνῃρέθη, ὁ τῆς εἰρήνης Θεὸς εἰρηνοποίησε τὰ ἄνω καὶ τὰ ἐπὶ τῆς γῆς, Διὰ τοῦτο τοίνυν μεγάλην τὴν ἑβδομάδα καλοῦμεν, ἐπειδὴ τοσοῦτον πλῆθος δωρεῶν ἡμῖν ἐν αὐτῇ κεχάρισται ὁ Δεσπότης. Διὰ τοῦτο πολλοὶ καὶ τὴν νηστείαν ἐπιτείνουσι, καὶ ἀγρυπνίας καὶ παννυχίδας ἱερὰς, καὶ ἐλεημοσύνας ἐπιδείκνυνται, δεικνύντες δι᾽ ὧν πράττουσι τὴν τιμὴν, ἣν περὶ τὴν ἑβδομάδα ἔχουσιν. Εἰ γὰρ ὁ Δεσπότης τοσαῦτα ἐν αὐτῇ ἡμῖν ἀγαθὰ ἐδωρήσατο, πῶς οὐχὶ καὶ ἡμᾶς προσήκει, δι᾽ ὧν δυνάμεθα, τὴν αἰδῶ καὶ τὴν τιμὴν ἐπιδείκνυσθαι;

Καὶ γὰρ καὶ οἱ βασιλεῖς, δι᾽ ὧν ποιοῦσι καὶ αὐτοὶ, δηλοῦσιν ὅσον ἔχουσι τὸ θαῦμα τούτων τῶν σεπτῶν ἡμερῶν, κελεύσαντες ἐκεχειρίαν ἅπαντας ἔχειν τοὺς τὰ πολιτικὰ οἰκονομοῦντας πράγματα, καὶ τῶν δικαστηρίων τὰς θύρας ἀποκλείειν, καὶ πᾶν εἶδος μάχης καὶ φιλονεικίας ἐλαύνεσθαι, ἵνα μετὰ πολλῆς ἡσυχίας καὶ γαλήνης ἐξῇ πρὸς τὴν τῶν πνευματικῶν κατόρθωσιν ἐπείγεσθαι.

Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἑτέραν φιλοτιμίαν ἐπιδείκνυνται· τοὺς τὸ δεσμωτήριον οἰκοῦντας ἀφιᾶσι τῶν δεσμῶν, καὶ κατὰ δύναμιν ἀνθρωπίνην μιμοῦνται τὸν ἑαυτῶν Δεσπότην. Καθάπερ γὰρ αὐτὸς, φησὶ, τοῦ χαλεποῦ δεσμωτηρίου τῶν ἁμαρτημάτων ἡμᾶς ἀνίησι, καὶ τῶν μυρίων ἀγαθῶν παρέχει τὴν ἀπόλαυσιν, τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμᾶς, φησὶ, προσήκει οἷς δυνάμεθα μιμητὰς γενέσθαι τῆς τοῦ Δεσπότου φιλανθρωπίας. Ἴδετε πῶς διὰ πάντων ἕκαστος ἡμῶν δείκνυσι τὴν αἰδῶ καὶ τὴν τιμὴν, ἣν περὶ τὰς ἡμέρας ἔχομεν τὰς τῶν τοσούτων ἀγαθῶν προξένους ἡμῖν γεγενημένας; Διὰ τοῦτο παρακαλῶ, νῦν μᾶλλον, εἰ καί ποτε ἄλλοτε, πάντα λογισμὸν βιωτικὸν ἀπωσάμενοι, καὶ τὸ τῆς διανοίας ὄμμα καθαρὸν καὶ διεγηγερμένον ἔχοντες, οὕτως ἐνταῦθα παραγενώμεθα, καὶ μηδεὶς εἰσιὼν εἰς τὴν ἐκκλησίαν βιωτικὰς ἐπισυρέσθω φροντίδας, ἵνα ἀξίαν τῶν πόνων τὴν ἀμοιβὴν λαβὼν, οὕτως οἴκαδε ἐπανέλθῃ. Φέρε οὖν πάλιν τὴν συνήθη τράπεζαν ὑμῖν παραθῶμεν, καὶ ἐκ τῶν πρόσφατον ἀναγνωσθέντων παρὰ τοῦ μακαρίου Μωϋσέως ἑστιάσωμεν ὑμῶν τὴν ἀγάπην, αὐτὰ τὰ ἀνεγνωσμένα εἰς μέσον ὑμῖν προθέντες, δεικνύντες τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν. Ἐπειδὴ γὰρ τέλος ἐπέθηκε τῇ διηγήσει τῇ κατὰ τὸν Νῶε, ἐκ τοῦ Σὴμ λοιπὸν ἤρξατο τῆς γενεαλογίας, καί φησι, Καὶ τῷ Σὴμ ἐγεννήθησαν καὶ αὐτῷ πατρὶ πάντων τῶν υἱῶν Ἕβερ, ἀδελφῷ Ἰάφεθ τοῦ μείζονος υἱοῦ.

Εἶτα τὸν κατάλογον τῶν ὀνομάτων ποιησάμενός φησι, καὶ τῷ Ἕβερ ἐγεννήθησαν δύο υἱοί· ὄνομα τῷ ἑνὶ Φαλὲκ, ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ. Σκόπει πῶς τῇ προσηγορίᾳ τοῦ τεχθέντος ἐναπέθετο τοῦ μέλλοντος ἔσεσθαι μετ᾽ οὐ πολὺ σημείου τὴν πρόγνωσιν, ἵν᾽ ὅταν ἴδῃς εἰς ἔργον τὸ πρᾶγμα ἐξελθὸν, μηκέτι ξενισθῇς ὁρῶν ἄνωθεν τοῦτο τὴν προσηγορίαν τοῦ παιδὸς προμηνύουσαν. Μετὰ γὰρ τὸ ποιήσασθαι τῶν ἑξῆς γεγεννημένων ἐκ τούτων τὸν κατάλογον, φησίν· Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσιν· οὐ περὶ τῆς γῆς λέγουσα, ἀλλὰ περὶ τοῦ τῶν ἀνθρώπων γένους, ἵνα ἡμᾶς διδάξῃ ὅτι μίαν γλῶσσαν ἅπασα ἡ τῶν ἀνθρώπων εἶχε φύσις. Καὶ ἦν πᾶσα ἡ γῆ, φησὶ, χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσι. Χεῖλος ἓν, τὴν λαλιάν φησι, καὶ φωνὴν πάλιν τὸ αὐτὸ, ἵνα εἴπῃ ὅτι ὁμόφωνοι καὶ ὁμόγλωσσοι πάντες ἦσαν. Καὶ ὅτι περὶ λαλιᾶς εἴρηται τὸ, Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, ἄκουε τῆς Γραφῆς ἀλλαχοῦ λεγούσης· Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. Οὕτως οἶδεν ἡ Γραφὴ τῷ τοῦ χείλους ὀνόματι τὴν λαλιὰν προσαγορεύειν. Καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῇ Σενναὰρ, καὶ κατῴκησαν ἐκεῖ.

βʹ. Ὅρα πῶς ἡ ἀνθρωπίνη φύσις οὐκ ἀνέχεται ἵστασθαι ἐπὶ τῶν οἰκείων ὅρων, ἀλλ᾽ ἀεὶ τοῦ πλείονος ἐφιεμένη ὀρέγεται τῶν μειζόνων. Καὶ τοῦτό ἐστιν ὃ μάλιστα ἀπόλλυσι τὸ ἀνθρώπινον γένος, τὸ μὴ βούλεσθαι τῆς οἰκείας φύσεως ἐπιγινώσκειν τὰ μέτρα, ἀλλ᾽ ἀεὶ τῶν μειζόνων ἐφίεσθαι, καὶ τὰ ὑπὲρ τὴν ἀξίαν φαντάζεσθαι.

Ἐντεῦθεν καὶ οἱ περὶ τὰ τοῦ κόσμου ἐπτοημένοι πράγματα, ἐπειδὰν πολὺν περιβάλλωνται πλοῦτον καὶ δυναστείαν, ὥσπερ ἐπιλανθανόμενοι τῆς οἰκείας φύσεως, μέχρι τοσούτου εἰς ὕψος ἐπαίρεσθαι βούλονται, μέχρις ἂν εἰς αὐτὸν τὸν πυθμένα κατενεχθῶσι. Καὶ τοῦτο ἴδοι τις ἂν ἐφ᾽ ἑκάστης συμβαῖνον ἡμέρας, καὶ οὐδὲ ταύτῃ τοὺς λοιποὺς σωφρονιζομένους, ἀλλὰ πρὸς βραχὺ μὲν συστελλομένους, ἀθρόον δὲ πάντων λήθην ποιουμένους, καὶ πάλιν τὴν αὐτὴν ἐκείνοις βαδίζοντας ὁδὸν, καὶ εἰς αὐτὸν τὸν κρημνὸν καταγομένους· ὅπερ καὶ νῦν ἔστιν ἰδεῖν ἐπὶ τούτων γεγονός. Καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῇ Σενναὰρ, καὶ κατῴκησαν ἐκεῖ. Ὅρα πῶς κατὰ μικρὸν ἡμᾶς διδάσκει τῆς γνώμης αὐτῶν τὸ ἄστατον. Ἐπειδὴ εἶδον, φησὶ, τὸ πεδίον, μεταναστάντες καὶ καταλιπόντες τὴν προτέραν οἴκησιν, ἐκεῖ κατῴκησαν. Εἶτά φησιν· Εἶπεν ἕκαστος τῷ πλησίον αὐτοῦ· Δεῦτε, πλινθεύσωμεν πλίνθους, καὶ ὀπτήσωμεν αὐτὰς πυρί.

Καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός. Καὶ εἶπον· Δεῦτε, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν, καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ· καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἡμᾶς ἐπὶ πάσης τῆς γῆς. Ὅρα πῶς οὐκ εἰς δέον ἐκέχρηντο τῇ ὁμοφωνίᾳ, καὶ ὅτι ἡ ματαία τοῦ βίου τούτου βουλὴ γίνεται τῶν κακῶν ὑπόθεσις. Δεῦτε, φησὶ, ποιήσωμεν πλίνθους, καὶ ὀπτήσωμεν αὐτὰς πυρί. Καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός.

Σκόπει πόσην ἀσφάλειαν ἐπινοῆσαι βούλονται τῇ οἰκοδομῇ, οὐκ εἰδότες ὅτι, Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν. Καὶ οἰκοδομήσωμεν, φησὶν, ἑαυτοῖς πόλιν, οὐχ ὅτι Θεῷ, ἀλλ᾽ Ἑαυτοῖς. Ὅρα πόση τῆς κακίας ἡ ἐπίτασις· ἔναυλον ἔχοντες τὴν μνήμην τῆς πανωλεθρίας ἐκείνης, ἐπὶ τοσαύτην μανίαν ἐξώκειλαν. Καὶ οἰκοδομήσωμεν, φησὶν, ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ. Τῷ ὀνόματι τοῦ οὐρανοῦ ἡ θεία Γραφὴ τῆς τόλμης αὐτῶν τὴν ὑπερβολὴν ἡμῖν παραστῆσαι ἐβουλήθη. Καὶ ποιήσωμεν, φησὶν, ἑαυτοῖς ὄνομα.

Εἶδες τὴν ῥίζαν τῆς κακίας; Ἵνα, φησὶ, μνήμης διηνεκοῦς ἀπολαύσωμεν, ἵνα εἰς τὸ διηνεκὲς ἔχωμεν μνημονεύεσθαι. Τοιαύτη ἡμῶν ἔσται ἡ πρᾶξις καὶ τὸ ἔργον, ὡς μηδέποτε λήθῃ παραπεμφθῆναι. Καὶ τοῦτο ποιήσωμεν Πρὸ τοῦ διασπαρῆναι ἐπὶ προσώπου πάσης τῆς γῆς. Ὡς ἔτι, φησὶ, κατὰ ταὐτόν ἐσμεν, εἰς ἔργον ἀγάγωμεν τὸ δόξαν ἡμῖν, ἵνα ἀδιάλειπτον μνήμην καταλίπωμεν ταῖς εἰς τὸ ἑξῆς γενεαῖς. Εἰσὶ πολλοὶ καὶ νῦν τούτους μιμούμενοι, καὶ ἀπὸ τοιούτων πράξεων μνημονεύεσθαι βουλόμενοι, οἱ τὰς λαμπρὰς οἰκοδομοῦντες οἰκίας, καὶ τὰ λουτρὰ, καὶ τὰς στοὰς, καὶ τοὺς περιπάτους.

Ἐὰν γὰρ καὶ τούτων ἕκαστον ἐρωτήσῃς τίνος ἕνεκεν πονεῖ καὶ ταλαιπωρεῖται, καὶ τοσαύτην ἐπιδείκνυται χρημάτων δαπάνην εἰς οὐδὲν δέον, οὐδὲν ἕτερον ἀκούσῃ, ἣ ταῦτα τὰ ῥήματα, ὥστε τὴν μνήμην διηνεκῶς σώζεσθαι, καὶ ἀκούειν ὅτι τοῦ δεῖνος ἡ οἰκία, καὶ τοῦ δεῖνος ὁ ἀγρός. Ἀλλὰ τοῦτο οὐκ ἔστι μνήμης ἀξιοῦσθαι, ἀλλὰ μᾶλλον κατηγορίας. Εὐθέως γὰρ τοῖς λόγοις τούτοις ἐπεισέρχεται καὶ τὰ μυρίων κατηγοριῶν ἄξια ῥήματα· τοῦ δεῖνος τοῦ πλεονέκτου, τοῦ ἅρπαγος, τοῦ χήρας καὶ ὀρφανοὺς γυμνώσαντος. Οὐκ ἔστι τοίνυν τοῦτο μνήμης ἀπολαύειν, ἀλλὰ κατηγορίαις διηνεκέσι βάλλεσθαι, καὶ μετὰ θάνατον στηλιτεύεσθαι, καὶ τὰς τῶν ὁρώντων γλώττας ἀκονᾷν εἰς βλασφημίαν καὶ κατηγορίαν τοῦ ταῦτα κτησαμένου. Εἰ δὲ ὅλως μνήμης ἐρᾷς διηνεκοῦς, ἐγώ σοι ὑποδείξω ὁδὸν, δι᾽ ἧς δυνήσῃ καὶ μνημονεύεσθαι διὰ παντὸς, καὶ μετ᾽ εὐφημίας πολλῆς καὶ πολλήν σοι τὴν παῤῥησίαν ἐν τῷ μέλλοντι καιρῷ παρέξεις. Πῶς οὖν δυνήσῃ καὶ μνημονεύεσθαι καθ᾽ ἑκάστην ἡμέραν, καὶ τοῖς ἐγκωμίοις βάλλεσθαι καὶ μετὰ τὴν τῆς ζωῆς μετάστασιν; Εἰ ταυτὶ τὰ χρήματα εἰς τὰς τῶν πενήτων διανείμῃς χεῖρας, ἀφεὶς τοὺς λίθους καὶ τὰς μεγάλας οἰκοδομὰς, καὶ τοὺς ἀγροὺς, καὶ τὰ βαλανεῖα.

Αὕτη ἡ μνήμη ἀθάνατος, αὕτη ἡ μνήμη μυρίων σοι θησαυρῶν πρόξενος γίνεται, αὕτη ἡ μνήμη τοῦ φορτίου τῶν ἁμαρτημάτων κουφίζουσα, πολλήν σοι τὴν παῤῥησίαν προξενεῖ παρὰ τῷ Δεσπότῃ. Ἐννόησον γάρ μοι καὶ αὐτὰ τὰ ῥήματα, ἅπερ ἕκαστος μέλλει λέγειν, τὸν ἐλεήμονα καὶ φιλάνθρωπον, τὸν ἐπιεικῆ, τὸν χρηστὸν, τὸν μετὰ πολλῆς δαψιλείας διανείμαντα. Ἐσκόρπισε γὰρ, φησὶν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Τοιοῦτον γὰρ ὁ τῶν χρημάτων πλοῦτος· σκορπιζόμενος μᾶλλον παραμένει· συνεχόμενος δὲ καὶ ἔνδον ἀποκλειόμενος καὶ τοὺς κατέχοντας συναπόλλυσιν.

Ἐσκόρπισε γὰρ, φησὶν, ἔδωκε τοῖς πένησιν. Ἀλλ᾽ ἄκουε καὶ τῶν ἑξῆς· Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Ἐν μιᾷ ἡμέρᾳ τὸν πλοῦτον ἐσκόρπισε, καὶ ἡ δικαιοσύνη αὐτοῦ εἰς πάντα τὸν αἰῶνα διαμένει, καὶ τὴν μνήμην ἀθάνατον ἐργάζεται.

γʹ. Εἶδες μνήμην παντὶ τῷ αἰῶνι παρεκτεινομένην; εἶδες μνήμην μεγάλων καὶ ἀποῤῥήτων γέμουσαν ἀγαθῶν; Διὰ τοιούτων οἰκοδομῶν μνημονεύεσθαι σπουδάζωμεν. Αἱ γὰρ διὰ τῶν λίθων οὐ μόνον ἡμᾶς οὐδὲν ὠφελῆσαι δύνανται, ἀλλὰ καὶ ἀντὶ στήλης διηνεκοῦς ἡμῶν λαμπρᾷ τῇ φωνῇ καταβοῶσι. Καὶ τὰ μὲν ἐκ τούτων ἁμαρτήματα αὐτοὶ ἔχοντες ἄπιμεν, αὐτὰ δὲ καταλιπόντες ἐνταῦθα, οὐδὲ τῆς ψυχρᾶς ἐκείνης καὶ ἀνονήτου παρ᾽ αὐτῶν μνήμης ἀξιούμεθα· ἀλλὰ ταῖς μὲν κατηγορίαις βαλλόμεθα, ἡ δὲ προσηγορία μεθίσταται εὐθέως εἰς ἕτερον. Καὶ γὰρ οὕτως ἔχει· ἀπὸ τούτου εἰς ἕτερον μεταβαίνει, καὶ ἀπ᾽ ἐκείνου εἰς ἄλλον πάλιν. Καὶ σήμερον μὲν ἡ οἰκία ἐλέγετο τοῦ δεῖνος, αὔριον δὲ τοῦ δεῖνος, καὶ μετὰ, τὴν ἑξῆς πάλιν ἑτέρου. Καὶ ἀπατῶμεν ἑκόντες ἑαυτοὺς, νομίζοντες δεσποτείαν τινὰ κεκτῆσθαι, οὐκ εἰδότες ὅτι μόνον τῆς χρήσεως ἀπολαύομεν, καὶ ἑκόντες καὶ ἄκοντες ἑτέροις τούτων παραχωροῦμεν· ὅτι γὰρ καὶ οἷς οὐ βουλόμεθα, τοῦτο τέως παρίημι. Ὅλως δὲ εἰ μνήμης ἐπιθυμεῖς, καὶ τοῦτό σοι περισπούδαστον, ἄκουε πῶς αἱ χῆραι ἐμέμνηντο τῆς Ταβιθᾶς, καὶ πῶς τὸν Πέτρον περιεστήκεισαν κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια, ὅσα ἐποίει μετ᾽ αὐτῶν οὖσα ἡ Δορκάς. Εἶδες οἰκοδομὰς ἐμψύχους φωνὰς ἀφιείσας, καὶ τοσαύτην ἰσχὺν ἐχούσας, ὡς καὶ ἀπὸ θανάτου εἰς ζωὴν ἐπαναγαγεῖν;

Ἐπειδὴ γὰρ περιέστησαν τὸν Πέτρον, καὶ τὰ δάκρυα θερμὰ ἐξέχεαν, τὴν τροφὴν καὶ τὴν χορηγίαν ἐπιζητοῦσαι, ἐκβαλὼν πάντας, φησὶν, ὁ Πέτρος, θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἀναστήσας αὐτὴν ἐφώνησε τοὺς ἁγίους καὶ τὰς χήρας, καὶ παρέστησεν αὐτὴν ζῶσαν. Εἰ βούλει μνημονεύεσθαι, καὶ εἰ δόξης ἀληθοῦς ἐρᾷς, ταύτην μίμησαι, καὶ τοιαύτας οἰκοδομὰς ἐργάζου, μὴ περὶ τὴν ἄψυχον ὕλην καταδαπανώμενος, ἀλλὰ περὶ τοὺς ὁμογενεῖς πολλὴν τὴν φιλοτιμίαν ἐπιδεικνύμενος. Αὕτη ἡ μνήμη ἐπαινετὴ καὶ πολὺ τὸ κέρδος φέρουσα. Ἀλλὰ πάλιν ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, καὶ ἴδωμεν τῶν τότε ἀνδρῶν τὴν τόλμαν. Τὰ γὰρ ἐκείνων πάθη ἡμῖν, εἰ βουλοίμεθα νήφειν, σωφρονισμὸς γενήσεται. Καὶ οἰκοδομήσωμεν ἑαυτοῖς, φησὶ, πόλιν, καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἐπὶ τῆς γῆς. Ὁρᾷς πῶς πανταχοῦ τῆς ἑαυτῶν γνώμης τὴν διαφθορὰν ἐπιδεικνύουσι.

Καὶ οἰκοδομήσωμεν, φησὶν, ἑαυτοῖς πόλιν· καὶ πάλιν· Ποιήσωμεν ἑαυτοῖς ὄνομα. Ἀλλ᾽ ὅρα καὶ μετὰ τοσαύτην πανωλεθρίαν πάλιν πῶς οὐκ ἐλάττοσι κακοῖς ἐπιχειροῦσι. Τί οὖν ἵνα γενήσηται; πῶς ἵνα ἀναχαιτισθῶσι τῆς μανίας; Ὑπέσχετο μηκέτι ποιήσειν κατακλυσμὸν τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος· οὗτοι δὲ οὐδὲ ταῖς τιμωρίαις ἐσωφρονίσθησαν, οὔτε ταῖς εὐεργεσίαις βελτίους ἐγένοντο.

Διὸ ἄκουε τῶν ἑξῆς, ἵνα μάθῃς τῆς ἀφάτου φιλανθρωπίας τοῦ Θεοῦ τὸ μέγεθος, Καὶ κατέβη, φησὶ, Κύριος ὁ Θεὸς ἰδεῖν τὴν πόλιν, καὶ τὸν πύργον, ὃν ᾠκοδόμουν οἱ υἱοὶ τῶν ἀνθρώπων. Ὅρα πῶς ἀνθρωπίνως ἡ Γραφὴ διαλέγεται. Καὶ κατέβη, φησὶ, Κύριος ὁ Θεός· οὐχ ἵνα ἀνθρωπίνως νοήσωμεν, ἀλλ᾽ ἵνα διὰ τούτου παιδευώμεθα μηδέποτε καταψηφίζεσθαι ἁπλῶς τῶν ἀδελφῶν τῶν ἡμετέρων, μήτε ἐξ ἀκοῆς καταδικάζειν, ἐὰν μὴ πρότερον πολλὴν δεξώμεθα τὴν πληροφορίαν. Πάντα γὰρ τὰ παρὰ τοῦ Θεοῦ διὰ τοῦτο γίνεται, καὶ τοσαύτῃ κέχρηται τῇ συγκαταβάσει πρὸς διδασκαλίαν τῆς τῶν ἀνθρώπων φύσεως. Καὶ κατέβη, φησὶ, Κύριος ὁ Θεὸς ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον. Ὅρα αὐτὸν οὐκ ἐκ προοιμίων ἀναστέλλοντα αὐτῶν τὴν μανίαν, ἀλλὰ πολλῇ τῇ μακροθυμίᾳ κεχρημένον, καὶ ἀναμένοντα εἰς ἔργον αὐτοὺς ἀγαγεῖν τὴν πονηρίαν ἅπασαν, καὶ τότε ἐκκοπῆναι τὴν ἐπιχείρησιν. Ἵνα γὰρ μή τινι ἐξῇ λέγειν, ὅτι ἐβουλεύσαντο μὲν, οὐκ ἤγαγον δὲ εἰς ἔργον τὰ δόξαντα, ἀναμένει πληρῶσαι αὐτοὺς τὰ βουλευθέντα, καὶ τότε δεῖξαι αὐτοῖς ὡς ἀνοήτοις ἐπιχειροῦσι. Καὶ κατέβη, φησὶ, Κύριος ὁ Θεὸς ἰδεῖν τὴν πόλιν, καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων. Ὅρα φιλανθρωπίας ὑπερβολήν. Συνεχώρησε καμεῖν αὐτοὺς καὶ ταλαιπωρηθῆναι, ἵνα τῶν πραγμάτων ἡ πεῖρα διδάσκαλος αὐτοῖς γένηται.

Καὶ ἐπειδὴ εἶδεν ἀκμάζουσαν τὴν κακίαν, καὶ τὴν νόσον ἐπιτεινομένην, οὐκ εἰς τέλος ἀφίησιν, ἀλλὰ τὴν οἰκείαν ἐνδεικνύμενος ἀγαθότητα, καθάπερ ἰατρὸς ἄριστος, ὁρῶν αὐτῶν αὐξανομένην τὴν νόσον, καὶ τὸ ἕλκος ἀνίατον γινόμενον, ταχεῖαν ποιεῖται τὴν τομὴν, ἵνα παντελῶς ἀφανίσῃ τὴν αἰτίαν τῆς νόσου.

Καὶ εἶπε, φησὶ, Κύριος ὁ Θεός· Ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων· ἀντὶ τοῦ, φωνὴ μία καὶ γλῶσσα μία. Καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἀπ᾽ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν. δʹ. Ὅρα Δεσπότου φιλανθρωπίαν. Ἐπειδὴ μέλλει τὴν ὁρμὴν αὐτῶν ἐκκόπτειν, ἀπολογίαν πρότερον συντίθησι, καὶ μονονουχὶ δείκνυσιν αὐτῶν τῆς ἁμαρτίας τὸ μέγεθος, καὶ τῆς ἀγνωμοσύνης τὴν ὑπερβολὴν, καὶ ὅτι τῇ συμφωνίᾳ οὐκ εἰς δέον ἐχρήσαντο. Ἰδοὺ γὰρ, φησὶ, γένος ἓν καὶ χεῖλος ἓν πάντων. Καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν ἐκλείψει ἀπ᾽ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν. Τοῦτο γὰρ ἔθος αὐτῷ, ἐπειδὰν μέλλῃ τιμωρίαν ἐπάγειν, πρότερον δεικνύναι τῶν ἡμαρτημένων τὸ μέγεθος, καὶ ὥσπερ ἀπολογίαν τινὰ συντιθέναι, καὶ τότε ποιεῖσθαι τὴν διόρθωσιν. Καὶ γὰρ ἐπὶ τοῦ κατακλυσμοῦ, ἡνίκα ἤμελλε τὴν ἀπειλὴν ἐκείνην τὴν φοβερὰν ποιεῖσθαι, φησὶν ἡ Γραφή· Ἰδὼν δὲ Κύριος ὁ Θεὸς ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος. Εἶδες πῶς πρότερον ἔδειξε τῆς κακίας αὐτῶν τὴν ὑπερβολὴν, καὶ τότε φησὶν, Ἀπαλείψω τὸν ἄνθρωπον; Οὕτω καὶ νῦν· Ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι. Εἰ ὁμονοίας τοσαύτης ἀπολαύοντες καὶ ὁμοφωνίας πρὸς τοσαύτην ἐξώκειλαν μανίαν, τοῦ χρόνου προϊόντος πῶς οὐχὶ χείρονα διαπράξονται;

Οὐκ ἐκλείψει γὰρ, φησὶν, ἀπ᾽ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν. Οὐδὲν αὐτῶν τὴν ὁρμὴν ἐπισχεῖν δυνήσεται, ἀλλὰ πάντα τὰ βουλευθέντα αὐτοῖς εἰς ἔργον ἀγαγεῖν σπουδάσουσιν, εἰ μὴ ταχέως ὑπὲρ τῶν ἤδη τολμηθέντων δίκην δώσουσι.

Τὸ αὐτὸ καὶ ἐπὶ τοῦ πρωτοπλάστου γεγονὸς εὑρήσει τις. Καὶ γὰρ ἐκεῖ, ἡνίκα ἤμελλεν ἐκβάλλειν τῆς ἐν τῷ παραδείσῳ διαγωγῆς, φησί· Τίς ἀνήγγειλέ σοι, ὅτι γυμνὸς εἶ; Καὶ πάλιν· Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. Καὶ νῦν μήποτε ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ, καὶ λάβῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, καὶ φάγῃ, καὶ ζήσεται εἰς τὸν αἰῶνα.

Καὶ ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου. Καὶ νῦν φησιν, Ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι· καὶ νῦν οὐ μὴ ἐκλείψῃ ἐξ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν. Δεῦτε, καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλῶτταν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλησίον. Ὅρα πάλιν τῶν λέξεων τὴν συγκατάβασιν. Δεῦτε, φησὶ, καὶ καταβάντες.

Τί βούλεται ταῦτα τὰ ῥήματα; Συνεργείας δεῖται ὁ Δεσπότης πρὸς τὴν διόρθωσιν; ἀλλὰ συμμαχίας πρὸς τὴν τούτων καθαίρεσιν; Οὐχὶ, μὴ γένοιτο. Ἀλλὰ καθάπερ ἤδη εἶπεν ἡ Γραφὴ, Κατέβη Κύριος, διδάσκουσα ἡμᾶς διὰ τούτου, ὅτι μετὰ ἀκριβείας αὐτῶν εἶδε τῆς κακίας τὴν ὑπερβολὴν, οὕτω καὶ ἐνταῦθά φησι, Δεῦτε, καὶ καταβάντες. Ὡς πρὸς ὁμοτίμους δὲ πάντως ἐστὶ τουτὶ τὸ εἰρημένον· Δεῦτε, καὶ καταβάντες συγχέωμεν αὐτῶν τὴν γλῶτταν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλησίον. Καθάπερ, φησὶ, στήλην τινὰ διηνεκῆ, τοιαύτην αὐτοῖς ἐπιτίθημι τὴν τιμωρίαν, καὶ ἵνα παντὶ τῷ αἰῶνι συμπαρεκτείνηται, καὶ μηδεὶς χρόνος λήθην αὐτοῖς ἐμποιήσῃ. Ἐπειδὴ γὰρ οὐ δεόντως ἐχρήσαντο τῇ ὁμοφωνίᾳ, διὰ τῆς ἑτεροφωνίας αὐτοὺς σωφρονισθῆναι βούλομαι. Καὶ γὰρ οὕτως ἑκάστοτε εἴωθε ποιεῖν ὁ Δεσπότης. Τοῦτο ἐξ ἀρχῆς καὶ ἐπὶ τῆς γυναικὸς ἐποίησεν· οὐκ εἰς δέον ἐχρήσατο τῇ δοθείσῃ τιμῇ, καὶ διὰ τοῦτο ὑπέταξεν αὐτὴν τῷ ἀνδρί.

Καὶ πάλιν ἐπὶ τοῦ Ἀδὰμ, ἐπειδὴ μὴ ἐκέρδανέ τι ἐκ τῆς πολλῆς ἀνέσεως, καὶ τῆς ἐν τῷ παραδείσῳ διαίτης, ἀλλὰ διὰ τῆς παραβάσεως τῷ ἐπιτιμίῳ ἑαυτὸν ὑπεύθυνον κατέστησεν, ἐξέβαλε αὐτὸν ἐκ τοῦ παραδείσου, καὶ τὴν τιμωρίαν αὐτῷ ἐπέθηκε διηνεκῆ, λέγων· Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι ἡ γῆ. Καὶ οὗτοι τοίνυν ἐπειδὴ τιμηθέντες τῇ ὁμοφωνίᾳ, εἰς κακίαν ἐχρήσαντο τῇ δοθείσῃ τιμῇ, διὰ τῆς ἑτεροφωνίας ἵστησιν αὐτῶν τῆς κακίας τὴν φοράν. Καὶ συγχέωμεν αὐτῶν, φησὶ, τὴν γλῶτταν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλησίον· ἵνα ὥσπερ ἡ ὁμοφωνία τὴν συνοίκησιν εἰργάζετο, οὕτως ἡ διαίρεσις τῆς φωνῆς τὴν διασπορὰν αὐτοῖς κατασκευάσῃ.

Οἱ μὴ τὴν αὐτὴν ἔχοντες φωνὴν καὶ διάλεξιν, πῶς ἂν ἠδύναντο κατὰ ταὐτὸ οἰκεῖν; Καὶ διέσπειρεν αὐτοὺς, φησὶ, Κύριος ὁ Θεὸς ἐκεῖθεν ἐπὶ προσώπου πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. Ὅρα Δεσπότου φιλανθρωπίαν, εἰς ὅσην αὐτοὺς ἐνέβαλεν ἀμηχανίαν. Καὶ γὰρ μαινομένοις λοιπὸν ἐοίκασιν. Ὁ μὲν ἐπέταττεν ἕτερον, ὁ δὲ ἕτερον ἐπεδίδου· καὶ ἀνόνητος αὐτοῖς λοιπὸν ἦν πᾶσα ἡ ἐπιχείρησις.

Διὰ Καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. Διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς, Σύγχυσις· ὅτι ἐκεῖ συνέχεε Κύριος ὁ Θεὸς τὰ χείλη πάσης τῆς γῆς· καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς Κύριος ὁ Θεὸς ἐπὶ πάσης τῆς γῆς. Σκόπει πόσα γίνεται, ὥστε τὴν μνήμην παντὶ τῷ αἰῶνι συμπαρεκτείνεσθαι.

Πρῶτον μὲν ἡ τῶν γλωσσῶν διαίρεσις, μᾶλλον δὲ καὶ πρὸ τούτου ἡ τοῦ ὀνόματος προσηγορία· τὸ Φαλὲκ γὰρ ὄνομα, ὅπερ ὁ Ἕβερ ἐπέθηκε τῷ παιδὶ, μερισμὸν σημαίνει. Ἔπειτα ἡ τοῦ τόπου προσηγορία· Σύγχυσις γὰρ ὁ τόπος ὠνομάσθη, ὅπερ ἐστὶ Βαβυλών.

Ἔπειτα αὐτὸς ὁ Ἔβερ ἔμενε τὴν αὐτὴν ἔχων διάλεξιν, ἥνπερ καὶ πρότερον, ἵνα καὶ τοῦτο σημεῖον ἐναργὲς γένηται τῆς διαιρέσεως. Εἶδες διὰ πόσων ἠβουλήθη διηνεκῆ τὴν μνήμην διασώζεσθαι, καὶ μηδέποτε λήθῃ παραδοθῆναι τὸ τότε γεγενημένον; Καὶ γὰρ ἐξ ἐκείνου λοιπὸν πατὴρ παιδὶ ἀνάγκην εἶχε τὴν αἰτίαν λέγειν τῆς ἑτεροφωνίας, καὶ παῖς παρὰ πατρὸς μανθάνειν ἐζήτει τῆς τοῦ τόπου προσηγορίας τὴν αἰτίαν· Βαβυλὼν γὰρ διὰ τοῦτο ὁ τόπος ὠνομάσθη, ὅπερ ἐστὶ σύγχυσις, ὅτι ἐκεῖ συνέχεε Κύριος ὁ Θεὸς τὰ χείλη πάσης τῆς γῆς, καὶ ἐκεῖθεν διέσπειρεν αὐτούς. Ἀμφότερα ἡ τοῦ τόπου προσηγορία σημαίνειν μοι δοκεῖ, καὶ ὅτι τὰς γλώσσας συνέχεε, καὶ αὐτόθεν τὴν διασπορὰν ὑπέμειναν.

εʹ. Ἠκούσατε, ἀγαπητοὶ, πόθεν αὐτοῖς ἡ τῆς διασπορᾶς ὑπόθεσις γέγονε, καὶ τῶν γλωττῶν ἡ διαίρεσις. Φύγωμεν, παρακαλῶ, τὴν μίμησιν, καὶ τοῖς παρὰ τοῦ Θεοῦ παρασχεθεῖσιν ἡμῖν εἰς δέον χρησώμεθα, καὶ τὴν φύσιν τὴν ἀνθρωπίνην ἐννοοῦντες οὕτω βουλευώμεθα, ὡς εἰκὸς ἀνθρώπους βουλεύσασθαι θνητοὺς τυγχάνοντας· καὶ λογιζόμενοι τοῦ παρόντος βίου τὸ ἐπίκηρον, καὶ ὡς βραχὺς ὁ τῆς ζωῆς ἡμῶν χρόνος, πολλὴν ἑαυτοῖς παῤῥησίαν προαποθώμεθα διὰ τῆς τῶν ἀγαθῶν πράξεων ἐργασίας· καὶ μὴ μόνον τῆς νηστείας τὴν ἐπίτασιν κατὰ τὰς ἡμέρας ταύτας ἐπιδειξώμεθα, ἀλλὰ καὶ ἐλεημοσύνης δαψίλειαν καὶ προσευχὰς ἐκτενεῖς. Καὶ γὰρ τῇ νηστείᾳ τὴν προσευχὴν ἀεὶ συνεζεῦχθαι δεῖ. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουε τοῦ Χριστοῦ λέγοντος· Τοῦτο τὸ γένος οὐκ ἐκπορεύεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ πάλιν ἐπὶ τῶν ἀποστόλων· Προσευξάμενοι γὰρ, φησὶ, καὶ νηστεύσαντες παρέθεντο αὐτοὺς τῷ Κυρίῳ, εἰς ὃν πεπιστεύκεισαν. Καὶ πάλιν ὁ Ἀπόστολος· Μὴ ἀποστερεῖτε, φησὶν, ἀλλήλους, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Εἶδες πῶς δεῖται τῆς ἐντεῦθεν συμμαχίας ἡ νηστεία; Τότε γὰρ μάλιστα καὶ μετὰ νήψεως αἱ προσευχαὶ γίνονται, κουφοτέρας τῆς διανοίας τυγχανούσης, καὶ οὐδενὶ βαρουμένης, οὐδὲ ὑπὸ τοῦ πονηροῦ τῆς τρυφῆς φορτίου πιεζομένης.

Μέγα γὰρ ὅπλον ἡ εὐχὴ, μεγάλη ἀσφάλεια, μέγας θησαυρὸς, μέγας λιμὴν, ἄσυλον χωρίον· μόνον ἐὰν νήφοντες προσίωμεν τῷ Δεσπότῃ, καὶ πανταχόθεν συνάγοντες ἑαυτῶν τὴν διάνοιαν, οὕτω τὴν πρόσοδον ποιώμεθα, μηδεμίαν παρείσδυσιν διδόντες τῷ ἐχθρῷ τῆς σωτηρίας τῆς ἡμετέρας.

Ἐπειδὴ γὰρ οἶδεν ὅτι κατὰ τὸν καιρὸν ἐκεῖνον δυνάμεθα περὶ τῶν συνεχόντων ἡμᾶς διαλεχθέντες, καὶ τὰ ἡμαρτημένα ἐξαγορεύσαντες, καὶ τὰ τραύματα τῷ ἰατρῷ δείξαντες, πολλῆς ἐπιτυχεῖν τῆς θεραπείας, τότε μάλιστα ἐφίσταται καὶ πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε ἐκκροῦσαι ἡμᾶς καὶ εἰς ῥᾳθυμίαν ἐμβαλεῖν. Διὸ νήφωμεν, παρακαλῶ, καὶ εἰδότες αὐτοῦ τὰς ἐπιβουλὰς, μάλιστα κατὰ τὸν καιρὸν ἐκεῖνον σπουδάζωμεν, ὡσανεὶ παρόντα καὶ πρὸ τῶν ὀφθαλμῶν ἡμῶν ἑστῶτα ὁρῶντες, οὕτως αὐτὸν διακρούεσθαι, καὶ πάντα λογισμὸν διαταράττοντα ἡμῶν τὴν διάνοιαν ἀπωθεῖσθαι, καὶ ὅλους ἑαυτοὺς συντείνειν, καὶ ἀκριβῆ ποιεῖσθαι τὴν ἔντευξιν, ἵνα μὴ μόνον ἡ γλῶττα φθέγγηται, ἀλλὰ καὶ ἡ διάνοια συμβαίνῃ τοῖς λεγομένοις. Ἐὰν γὰρ ἡ γλῶττα μὲν προφέρῃ τὰ ῥήματα, ἡ δὲ διάνοια ἔξω ῥέμβηται, τὰ κατὰ τὴν οἰκίαν περισκοποῦσα, τὰ κατὰ τὴν ἀγορὰν φανταζομένη, οὐδὲν ἡμῖν ὄφελος ἔσται, τάχα δὲ καὶ πλείων ἡ κατάκρισις.

Εἰ γὰρ ἀνθρώπῳ προσιόντες τοσαύτην ἐπιδεικνύμεθα τὴν σπουδὴν, ὡς μηδὲ τοὺς πλησίον παρεστῶτας πολλάκις ὁρᾷν, ἀλλὰ συντείνειν ἑαυτῶν τὴν διάνοιαν, κἀκεῖνον μόνον φαντάζεσθαι, ᾧ προσίωμεν· πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ τοῦτο ποιεῖν ἡμᾶς χρὴ, καὶ συνεχῶς καὶ ἀδιαλείπτως ταῖς προσευχαῖς προσκαρτερεῖν.

Διὰ γὰρ τοῦτο καὶ Παῦλος γράφων ἔλεγε, Προσευχόμενοι ἐν παντὶ καιρῷ, προσεύχεσθε καὶ ἐν πνεύματι· μὴ γλώσσῃ μόνον, καὶ μετὰ ἀγρυπνίας διηνεκοῦς, φησὶν, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ ψυχῇ, Ἐν πνεύματι. Πνευματικὰ γὰρ, φησὶν, ἔστω ὑμῶν τὰ αἰτήματα, νηφέτω ὁ λογισμὸς, συντεινέσθω ἡ διάνοια τοῖς λεγομένοις.

Τοιαῦτα αἰτεῖσθε, οἷα εἰκὸς παρὰ τοῦ Θεοῦ αἰτεῖν, ἵνα καὶ τῶν αἰτουμένων ἐπιτύχητε· καὶ εἰς αὐτὸ ἀγρυπνῆτε διεγηγερμένοι, νήφοντες, ἐγρηγορότες τὴν διάνοιαν, μὴ χασμώμενοι, καὶ κνώμενοι, καὶ ὧδε κἀκεῖσε τὸν λογισμὸν περιαγόμενοι, ἀλλὰ μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε. Μακάριος γὰρ, φησὶν, ὃς καταπτήσσει πάντα δι᾽ εὐλάβειαν. Μέγα ἀγαθὸν ἡ εὐχή. Εἰ γὰρ ἀνθρώπῳ τις διαλεγόμενος ἐναρέτῳ, οὐ μικρὰν ἐξ αὐτοῦ καρποῦται τὴν ὠφέλειαν, ὁ Θεῷ διαλέγεσθαι καταξιωθεὶς πόσων οὐκ ἀπολαύσεται τῶν ἀγαθῶν; Ἡ γὰρ εὐχὴ διάλεξίς ἐστι πρὸς τὸν Θεόν.

Καὶ ἵνα μάθῃς, ἄκουε τοῦ προφήτου λέγοντος, Ἡδυνθείη τῷ Θεῷ ἡ διαλογή μου τοῦτ᾽ ἔστιν, ἡ διάλεξίς μου ἡδεῖα φανείη τῷ Θεῷ. Μὴ γὰρ καὶ πρὶν ἢ αἰτήσωμεν, οὐκ ἠδύνατο παρασχεῖν; Ἀλλὰ διὰ τοῦτο ἀναμένει, ἵνα ἀφορμὴν λάβῃ παρ᾽ ἡμῶν τοῦ δικαίως ἡμᾶς ἀξιοῦν τῆς παρ᾽ αὐτοῦ προνοίας. Κἂν ἐπιτύχωμεν τοίνυν τῶν αἰτηθέντων, κἂν μὴ ἐπιτύχωμεν, παραμένωμεν τῇ αἰτήσει, καὶ μὴ μόνον ἐπιτυγχάνοντες εὐχαριστῶμεν, ἀλλὰ καὶ ἀποτυγχάνοντες. Τὸ γὰρ ἀποτυχεῖν, ὅταν ὁ Θεὸς βούληται, οὐκ ἔλασσόν ἐστι τοῦ ἐπιτυχεῖν. Οὐδὲ γὰρ ἴσμεν τὰ ἡμεῖς συμφέροντα ἡμῖν οὕτως, ὡς αὐτὸς ἐπίσταται. Ὥστε οὖν, κἂν ἐπιτύχωμεν, κἂν ἀποτύχωμεν, εὐχαριστεῖν ὀφείλομεν. Καὶ τί θαυμάζεις εἰ ἡμεῖς οὐκ ἴσμεν τὰ συμφέροντα; Παῦλος ὁ τοσοῦτος καὶ τηλικοῦτος, ὁ τῶν ἀποῤῥήτων ἐκείνων ἀξιωθεὶς, ἠγνόει τὸ μὴ συμφέροντα αἰτῶν. Ἐπειδὴ γὰρ ἑώρα ἑαυτὸν κυκλούμενον ὑπὸ τῶν δεινῶν καὶ τῶν ἐπαλλήλων πειρασμῶν, ηὔξατο τούτων ἀπαλλαγῆναι, καὶ οὐχ ἅπαξ οὐδὲ δεύτερον, ἀλλὰ καὶ πολλάκις. Τρίτον γὰρ, φησὶ, τὸν Κύριον παρεκάλεσα. Τὸ δὲ Τρίτον, πολλάκις παρεκάλεσε, καὶ οὐκ ἐπέτυχεν. Ἴδωμεν οὖν πῶς διετέθη. Ἆρα μὴ ἐδυσχέρανεν; ἆρα ὀκνηρότερος γέγονεν; ἆρα ἐνάρκησεν;

Οὐχί. Ἀλλὰ τί φησιν; Εἶπεν, Ἀρκεῖ σοι ἡ χάρις μου. Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Οὐ μόνον οὐκ ἠλευθέρωσεν αὐτὸν τῶν ἐπικειμένων λυπηρῶν, ἀλλὰ καὶ ἐναπομένειν αὐτὸν εἴασε. Ναί· ἀλλὰ πόθεν δῆλον ὅτι οὐκ ἐδυσχέρανεν; Ἄκουε Παύλου λέγοντος, ἐπειδὴ ἔμαθε τὰ δοκοῦντα τῷ Δεσπότῃ· Ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου. Οὐ μόνον, φησὶ, λοιπὸν ἀπαλλαγῆναι οὐκ ἐπιζητῶ, ἀλλὰ καὶ μετὰ πλείονος τῆς ἡδονῆς καυχήσομαι ἐπὶ τούτοις. Εἶδες εὐγνώμονα ψυχήν; εἶδες πόθον τὸν περὶ τὸν Θεόν; Ἄκουσον αὐτοῦ λέγοντος· Τὸ γὰρ τί προσευξόμεθα καθὸ δεῖ, οὐκ οἴδαμεν. Οὐχ οἷόν τε, φησὶν, ἀνθρώπους ἡμᾶς ὄντας εἰδέναι πάντα ἀκριβῶς. Δεῖ οὖν παραχωρεῖν τῷ δημιουργῷ τῆς ἡμετέρας φύσεως, κἀκεῖνα μετὰ χαρᾶς δέχεσθαι καὶ πολλῆς τῆς ἡδονῆς, ἅπερ αὐτὸς δοκιμάσει, καὶ μὴ πρὸς τὴν ὄψιν τῶν γινομένων ὁρᾷν, ἀλλὰ πρὸς τὰ δοκοῦντα τῷ Δεσπότῃ. Ὁ γὰρ εἰδὼς τὸ συμφέρον μᾶλλον ἡμῶν, αὐτὸς οἶδε καὶ ὅπως δεῖ τὴν σωτηρίαν τὴν ἡμετέραν μεθοδεῦσαι.

ϛʹ. Ἡμῶν τοίνυν ἓν ἔργον ἔστω, τὸ διηνεκῶς ταῖς προσευχαῖς προσκαρτερεῖν, καὶ μὴ ἀσχάλλειν πρὸς τὴν βραδυτῆτα, ἀλλὰ πολλὴν τὴν μακροθυμίαν ἐπιδείκνυσθαι. Οὐδὲ γὰρ ἀνανεύων ἡμῶν πρὸς τὰς αἰτήσεις ὑπερτίθεται, ἀλλὰ σοφιζόμενος ἡμῶν τὴν προσεδρίαν, καὶ βουλόμενος ἡμᾶς διηνεκῶς πρὸς ἑαυτὸν ἐφέλκεσθαι.

Ἐπεὶ καὶ πατὴρ φιλόστοργος αἰτούμενος πολλάκις παρὰ τοῦ παιδὸς οὐκ ἐπινεύει, οὐχὶ μὴ βουλόμενος δοῦναι, ἀλλὰ τοῦ παιδὸς τὴν προσεδρίαν διὰ τούτου ἐπισπώμενος. Ταῦτα δὲ γινώσκοντες, μηδέποτε ἀπαγορεύωμεν, μηδὲ διαλείπωμεν προσιόντες, καὶ τὰς ἱκετηρίας ποιούμενοι.

Εἰ γὰρ τὸν ὠμὸν ἐκεῖνον καὶ ἀπηνῆ δικαστὴν, καὶ μήτε τὸν Θεὸν φοβούμενον, ἡ προσεδρία τῆς γυναικὸς ἐξεβιάσατο, καὶ ἐξεκαλέσατο εἰς τὴν ἑαυτῆς ἀντίληψιν· πόσῳ μᾶλλον ἡμεῖς, εἰ βουληθείημεν ἐκείνην μιμήσασθαι τὴν γυναῖκα, τὸν ἥμερον καὶ φιλάνθρωπον ἡμῶν Δεσπότην, τὸν εὔσπλαγχνον, καὶ ἐπιτρέχοντα ἡμῶν τῇ σωτηρίᾳ ἐκκαλεσόμεθα πρὸς τὴν οἰκείαν ἀντίληψιν; Παιδεύσωμεν τοίνυν ἑαυτοὺς δυσαποσπάστως ἔχειν, καὶ διηνεκῶς ταῖς προσευχαῖς προσηλῶσθαι, καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ, καὶ μᾶλλον ἐν νυκτὶ, ὅτε οὐδεὶς ὁ ἐνοχλῶν, ὅτε πολλὴ τῶν λογισμῶν ἡ γαλήνη, ὅτε πολλὴ ἡ ἡσυχία, καὶ ταραχῆς ἐκτὸς τὸ δωμάτιον, οὐδενὸς ὄντος τοῦ ἐκκροῦσαι δυναμένου, καὶ ἀποστῆσαι τῆς προσόδου, ὅτε συνηρμένη τυγχάνουσα ἡ διάνοια πάντα μετὰ ἀκριβείας ἀναθέσθαι δύναται τῷ τῶν ψυχῶν ἰατρῷ. Εἰ γὰρ ὁ μακάριος Δαυῒδ, ὁ βασιλεὺς ὁμοῦ καὶ προφήτης, ὑπὸ τοσούτων ὀχλούμενος πραγμάτων, καὶ ἁλουργίδα καὶ διάδημα περικείμενος ἔλεγε· Μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου· τί ἂν εἴποιμεν ἡμεῖς, οἱ τὸν ἰδιωτικὸν καὶ ἀπράγμονα βίον μετιόντες, καὶ μηδὲ τὰ αὐτὰ ἐκείνῳ ποιοῦντες;

Ἐπειδὴ γὰρ ἐν ἡμέρᾳ πολλὰ εἶχεν αὐτὸν τὰ περισπῶντα, καὶ πολὺς ἦν ὁ τῶν πραγμάτων ὄχλος, καὶ πολλὴ ἡ ταραχὴ, καὶ καιρὸν οὐχ ηὕρισκεν ἐπιτήδειον ἑαυτῷ πρὸς τὴν τοιαύτην πρόσοδον, τὸν τῆς ἀνέσεως καιρὸν, ὃν ἕτεροι ὕπνου ποιοῦνται καιρὸν ἐπὶ τῶν ἁπαλῶν στρωμάτων κατακεκλιμένοι, καὶ ὧδε κἀκεῖσε περιστρεφόμενοι, ὁ βασιλεὺς, ὁ τοσαύτην ἀναδεδεγμένος φροντίδα, προσόδου καιρὸν ἐποιεῖτο, κατ᾽ ἰδίαν τῷ Θεῷ διαλεγόμενος, καὶ εἰλικρινεῖς καὶ συντεταμένας τὰς εὐχὰς ποιούμενος, ἤνυεν ἅπερ ἤθελε· καὶ διὰ τῶν προσευχῶν τούτων τοὺς πολέμους κατώρθου, τρόπαιον ἱστὰς, καὶ νίκας νίκαις συνάπτων.

Εἶχε γὰρ ὅπλον ἀχείρωτον, τὴν ἄνωθεν συμμαχίαν, οὐ πρὸς τοὺς παρὰ τῶν ἀνθρώπων πολέμους ἀρκέσαι δυναμένην μόνον, ἀλλὰ καὶ πρὸς τὰς τῶν δαιμόνων φάλαγγας. Τοῦτον τοίνυν καὶ ἡμεῖς μιμησώμεθα, οἱ ἰδιῶται τὸν βασιλέα, τὸν ἀπράγμονα καὶ ἡσύχιον βίον μετιόντες, τὸν ἐν ἁλουργίδι καὶ διαδήματι, τὸν τῶν μοναχῶν βίον ὑπερακοντίσαντα.

Ἄκουε γὰρ πάλιν αὐτοῦ ἀλλαχοῦ λέγοντος· Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτός. Εἶδες ψυχὴν ἐν διηνεκεῖ κατανύξει τυγχάνουσαν; Ἡ τροφή μου, φησὶν, ὁ ἄρτος μου, ἡ ἑστίασίς μου οὐδὲν ἕτερον ἦν, ἢ τὰ δάκρυά μου ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ.

Καὶ πάλιν, Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην μου. Τί ἐροῦμεν ἡμεῖς ἢ τί ἀπολογησόμεθα, οὐδὲ τὴν ἴσην τῷ βασιλεῖ τῷ ὑπὸ τοσούτων πραγμάτων περισπωμένῳ κατάνυξιν ἐπιδείξασθαι βουλόμενοι; Τί γὰρ, εἰπέ μοι, τῶν ὀφθαλμῶν ἐκείνων ὡραιότερον τῶν ὑπὸ τῆς συνεχείας τῶν δακρύων, καθάπερ ὑπὸ μαργαριτῶν τινων, κεκαλλωπισμένων;

Εἶδες τὸν βασιλέα καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ δακρύοις καὶ εὐχαῖς ἑαυτὸν ἐκδεδωκότα· ὅρα καὶ τὸν τῆς οἰκουμένης διδάσκαλον ἐν δεσμωτηρίῳ καθειργμένον, καὶ τοὺς πόδας ἔχοντα ἐν τῷ ξύλῳ προσδεδεμένους ἅμα τῷ Σίλᾳ, καὶ διὰ πάσης τῆς νυκτὸς προσευχόμενον, οὔτε ὑπὸ τῆς ὀδύνης, οὔτε ὑπὸ τῶν δεσμῶν κωλυόμενον, ἀλλὰ ταύτῃ μᾶλλον πολὺν καὶ θερμότερον τὸν πόθον ἐπιδεικνύμενον τὸν περὶ τὸν Δεσπότην· Παῦλος γὰρ, φησὶ, καὶ Σίλας κατὰ τὸ μεσονύκτιον προσευχόμενοι ὕμνουν τὸν Θεόν. Ὁ Δαυῒδ ἐν βασιλείᾳ καὶ διαδήματι δακρύοις καὶ εὐχαῖς ἅπαντα τὸν βίον κατανήλισκεν· ὁ Ἀπόστολος, ὁ εἰς τρίτον οὐρανὸν ἁρπαγεὶς, ὁ τῶν ἀποῤῥήτων ἀξιωθεὶς μυστηρίων, ἐν δεσμοῖς τυγχάνων κατὰ τὸ μέσον τῆς νυκτὸς προσευχὰς καὶ ὕμνους ἀνέφερε τῷ Δεσπότῃ· καὶ ὁ βασιλεὺς μεσονύκτιον ἐξεγειρόμενος ἐξωμολογεῖτο, καὶ οἱ ἀπόστολοι κατὰ τὸ μεσονύκτιον ἐκτενεῖς τὰς προσευχὰς καὶ τοὺς ὕμνους ἐποιοῦντο. Τούτους μιμησώμεθα καὶ ἡμεῖς, καὶ τῇ συνεχείᾳ τῶν προσευχῶν τειχίζωμεν ἡμῶν τὴν ζωὴν, καὶ μηδὲν ἡμῖν ποτε κώλυμα γενέσθω. Οὐδὲν γάρ ἐστιν ἡμῖν τὸ δυνάμενον ἐμποδίσαι, ἐὰν νήφωμεν. Μὴ γὰρ τόπου χρῄζομεν, ἢ καιροῦ; Πᾶς τόπος, πᾶς καιρὸς ἐπιτήδειος ἡμῖν πρὸς τὴν τοιαύτην πρόσοδον. Ἄκουε γὰρ πάλιν αὐτοῦ τοῦ διδασκάλου τῆς οἰκουμένης λέγοντος· Ἐν παντὶ τόπῳ ἐπαίροντες ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ.

Ἂν τὴν διάνοιαν ἔχῃς καθαρεύουσαν τῶν ἀτόπων παθῶν, κἂν ἐν ἀγορᾷ ᾖς, κἂν ἐν οἰκίᾳ, κἂν ἐν ὁδῷ, κἂν ἐν δικαστηρίῳ παρεστὼς, κἂν ἐν θαλάσσῃ, κἂν ἐν πανδοχείῳ, κἂν ἐπ᾽ ἐργαστηρίῳ ᾖς ἑστηκὼς, κἂν ὅπουπερ ἂν ᾖς, δυνήσῃ τὸν Θεὸν καλέσας ἐπιτυχεῖν τῆς αἰτήσεως.

Ὅπερ εἰδότες, παρακαλῶ, μετὰ τῆς νηστείας καὶ τῆς προσευχῆς τὴν ἀκρίβειαν ἐπιδειξώμεθα, καὶ τὴν ἐντεῦθεν συμμαχίαν ἑαυτοῖς κατασκευάσωμεν· ἵνα τῆς παρ᾽ αὐτοῦ ῥοπῆς ἀξιούμενοι, καὶ τὸν παρόντα βίον εὐαρέστως αὐτῷ διανύσωμεν, καὶ ἐν τῷ μέλλοντι φιλανθρωπίας τινὸς ἀξιωθῶμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.