Ἐξένηψε δὲ, φησὶ, Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Ἐξένηψε δὲ, φησίν. Ἀκουέτωσαν οἱ ἐν τοῖς συμποσίοις διημερεύοντες τοῦ ὀλίσθου τὸ μέγεθος, καὶ φυγέτωσαν τὴν ἐκ τῆς μέθης λύμην. Ἐξένηψε δὲ, φησίν. Τί ἐστιν, Ἐξένηψεν; Ὅπερ ἡμῖν ἔθος περὶ τῶν μεμηνότων λέγειν, ἐπειδὰν ἐν ἐκστάσει γένωνται, ὅτι ὁ δεῖνα ἐξένηψεν ἀπὸ τοῦ δαίμονος, καὶ ἀπηλλάγη τῆς ἐκείνου τυραννίδος· τοῦτο καὶ ἐνταῦθα ἔφησεν ἡ Γραφή. Ἀληθῶς γὰρ ἡ μέθη αὐθαίρετός ἐστι δαίμων, καὶ χαλεπώτερον ἐκείνου σκοτοῖ τὸν λογισμὸν, καὶ πάσης εὐγνωμοσύνης ἀποστερεῖ τὸν ἁλόντα. Τὸν μὲν γὰρ δαιμονιῶντα πολλάκις ὁρῶντες καὶ ἐλεοῦμεν, καὶ συναλγοῦμεν, καὶ πολλὴν περὶ αὐτὸν τὴν συμπάθειαν ἐπιδεικνύμεθα· ἐπὶ δὲ τοῦ μεθύσου τὸ ἐναντίον ἐργαζόμεθα· ἀγανακτοῦμεν, δυσχεραίνομεν, μυρία ἐπαρώμεθα. Τίνος ἕνεκεν καὶ διὰ τί; Ὅτι ἐκεῖνος μὲν ὑπὸ τοῦ πονηροῦ δαίμονος ἐλαυνόμενος, ἄκων διαπράττεται ἅπερ ἂν διαπράξηται· κἂν λακτίσῃ, κἂν διαῤῥήξῃ χιτωνίσκον, κἂν αἰσχρά τινα φθέγξηται, συγγνώμης ἀξιοῦται· ὁ δὲ μεθύων, καὶ ὅπερ ἂν ἐπιδείξηται, οὐκ ἂν ἔσται συγγνώμης ἄξιος, ἀλλὰ καὶ οἰκείους, καὶ φίλους, καὶ γείτονας, καὶ πάντας ἔχει σφοδροὺς κατηγόρους, ἐπειδὴ οἴκοθεν ἀπὸ προαιρέσεως τὴν κακίαν μετελήλυθε, καὶ τῇ τυραννίδι τῆς μέθης ἑαυτὸν ἐξέδωκε.