Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Γένεσιν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλίες ΛΑ΄-ΛΔ΄: Η κλήση του Αβραάμ, ο χωρισμός από τον Λωτ και ο Μελχισεδέκ

Η αναχώρηση του Αβραάμ από τη Χαρράν, ο ειρηνικός χωρισμός του από τον Λωτ, η απελευθέρωση του Λωτ από την αιχμαλωσία και η ευλογία του Μελχισεδέκ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 17

ΟΜΙΛΙΑ ΛΑʹ. Καὶ ἔλαβε Θάῤῥα τὸν Ἄβραμ καὶ τὸν Ναχὼρ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὸν Λὼτ τὸν υἱὸν Ἄῤῥαν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα δὲ Ἄβραμ τοῦ υἱοῦ αὐτοῦ· καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων, πορευθῆναι εἰς γῆν τῶν Χαναναίων· καὶ ἦλθεν ἕως Χαῤῥὰν, καὶ κατῴκησεν ἐκεῖ. αʹ. Πολλὰς ὑμῖν ἔχω χάριτας, ὅτι τε μεθ᾽ ἡδονῆς ἐδέξασθε χθὲς τοὺς περὶ τῆς εὐχῆς λόγους, καὶ ὅτι μετὰ τοσαύτης σπουδῆς συντρέχετε περὶ τὴν ἀκρόασιν.

Τοῦτο γὰρ καὶ ἡμᾶς προθυμοτέρους ἀπεργάζεται, καὶ παρασκευάζει δαψιλεστέραν ὑμῖν παρατιθέναι τὴν ἑστίασιν ταύτην τὴν πνευματικήν. Ἐπεὶ καὶ γηπόνος, ἐπειδὰν ἴδῃ τὴν ἄρουραν καὶ τὰ καταβαλλόμενα σπέρματα πολλαπλάσια δεικνύουσαν, καὶ κομῶντα τὰ λήϊα, οὐ παύεται τὰ παρ᾽ ἑαυτοῦ καθ᾽ ἑκάστην εἰσφέρων, καὶ τὴν προσήκουσαν ἐπιμέλειαν ποιούμενος, καὶ περισκοπῶν καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, μή πού τι λυμήνηται τοῖς πόνοις αὐτοῦ· τὸν αὐτὸν δὴ τρόπον κἀγὼ ὁρῶν ὑμῶν τὴν ἄρουραν ταύτην τὴν πνευματικὴν οὕτω θάλλουσαν, καὶ τὸν πνευματικὸν τοῦτον σπόρον τοῖς τῆς διανοίας κόλποις παρακατατιθέμενον, ὁμοῦ καὶ χαίρω καὶ εὐφραίνομαι, καὶ πολὺν ἔχω τὸν ἀγῶνα, εἰδὼς τοῦ ἐχθροῦ καὶ ἐπιβούλου τῆς σωτηρίας τῆς ἡμετέρας τὴν πονηρίαν.

Καθάπερ γὰρ οἱ κατὰ θάλατταν πειραταὶ, ἐπειδὰν ἴδωσι ναῦν πολλῶν φορτίων πεπληρωμένην, καὶ πλοῦτον ἄφατον ἐπαγομένην, τότε μάλιστα πολλὴν τὴν ἐπιβουλὴν ἐπιδείκνυνται, ὥστε πάντα καταδῦσαι τὸν φόρτον, καὶ γυμνοὺς καὶ ἐρήμους τοὺς ἐμπλέοντας καταστῆσαι· οὕτω δὴ καὶ ὁ διάβολος, ὅταν ἴδῃ πολὺν πλοῦτον συνηγμένον πνευματικὸν, καὶ προθυμίαν ζέουσαν, καὶ διάνοιαν διεγηγερμένην, καὶ καθ᾽ ἑκάστην ἡμέραν τὸν πλοῦτον αὐξανόμενον, δάκνεται καὶ τρίζει τοὺς ὀδόντας, καὶ καθάπερ πειρατὴς οὕτω περιέρχεται μυρίας ἐπινοῶν μηχανὰς, ὥστε βραχεῖάν τινα εὑρεῖν εἴσοδον, καὶ γυμνοὺς καὶ ἐρήμους ἡμᾶς ἀποφῆναι, καὶ συλῆσαι πάντα τὸν πλοῦτον ἡμῶν τὸν πνευματικόν. Διά τοι τοῦτο νήφωμεν, παρακαλῶ, καὶ ὅσῳ ἂν τὰ τῆς περιουσίας ἡμῖν αὔξηται τῆς πνευματικῆς, τοσούτῳ καὶ τὰ τῆς ἀγρυπνίας ἐπιτεινέσθω, καὶ πανταχόθεν ἀποτειχίζωμεν αὐτῷ τὰς ἐφόδους, καὶ διὰ τῆς ἀρίστης πολιτείας τὴν παρὰ τοῦ Θεοῦ εὔνοιαν ἐπισπασάμενοι, ἀνωτέρους ἑαυτοὺς καταστήσωμεν τῶν τοῦ διαβόλου βελῶν.

Πονηρὸν γάρ ἐστι τὸ θηρίον, καὶ πολυπλόκους ἔχει τὰς μηχανάς· καὶ ἐπειδὰν μὴ δυνηθῇ ἐξ εὐθείας πρὸς τὴν κακίαν ἡμᾶς ὑποσῦραι, καὶ διὰ τῆς ἀπάτης δελεάσαι· οὐδὲ γὰρ βιάζεται, οὐδὲ ἀναγκάζει, μὴ γένοιτο, ἀλλ᾽ ἀπατᾷ μόνον, καὶ ἐπειδὰν ἴδῃ ῥᾳθυμοῦντας, ὑποσκελίζει· ὅταν οὖν μὴ δι᾽ αὐτῆς τῆς κακίας προφανῶς δυνηθῇ τῇ ἡμετέρᾳ σωτηρίᾳ λυμήνασθαι, πολλάκις δι᾽ αὐτῶν τῶν τῆς ἀρετῆς ἔργων, ὧν μετίωμεν, τὸ δέλεαρ ἐμβαλὼν λανθανόντως ἅπαντα τὸν πλοῦτον κατέδυσε.

Τί οὖν ἐστιν, ὅ φημι; ἀναγκαῖον γὰρ αὐτὸ σαφέστερον εἰπεῖν, ἵνα διδαχθέντες αὐτοῦ τὰς ἐπιβουλὰς, διαφύγωμεν τὴν ἐντεῦθεν βλάβην. Ὅταν ἴδῃ μὴ εὐκόλως ἡμᾶς καταδεχομένους γυμνὴν τὴν κακίαν, ἀλλὰ φεύγοντας μὲν τὴν ἀσέλγειαν, τὴν δὲ σωφροσύνην ἀσπαζομένους, καὶ πάλιν τὴν πλεονεξίαν ἀποστρεφομένους, καὶ μισοῦντας τὴν ἀδικίαν, καὶ τῆς τρυφῆς καταγελῶντας, καὶ νηστείαις καὶ προσευχαῖς ἑαυτοὺς ἐκδεδωκότας, καὶ περὶ τὴν ἐλεημοσύνην ἐσπουδακότας· τότε λοιπὸν μεθοδεύει ἑτέραν μηχανὴν, δι᾽ ἧς ἡμῶν τὴν εὐπορίαν ἅπασαν λυμήνασθαι δυνήσεται, καὶ τοσαῦτα κατορθώματα ἀνόνητα ἡμῖν ἀποδεῖξαι. Τοὺς γὰρ μετὰ πολλοῦ τοῦ τόνου περιγεγονότας αὐτοῦ τῶν μηχανῶν παρασκευάζει μέγα φρονεῖν ἐπὶ τοῖς κατορθώμασι, καὶ πρὸς τὴν τῶν ἀνθρώπων ἀποβλέπειν δόξαν, ἵνα τῆς ἀληθοῦς δόξης ἐκπεσεῖν ποιήσῃ. Ὁ γὰρ μετιών τι τῶν πνευματικῶν, καὶ πρὸς ἀνθρωπίνην ἀφορῶν δόξαν, ἀπέχει τὸν μισθὸν αὐτοῦ ἐντεῦθεν ἤδη, καὶ οὐκ ἔτι λοιπὸν ὀφειλέτην ἔχει τὸν Θεόν.

Παρ᾽ ὧν γὰρ ἐπεζήτησε δοξασθῆναι, ἀπήλαυσε τῶν ἐπαίνων, κἀκείνων τῶν ἐπηγγελμένων παρὰ τοῦ Δεσπότου ἀπεστέρησεν ἑαυτὸν, προτιμήσας τὴν πρόσκαιρον εὐφημίαν καὶ τὴν παρὰ τῶν ὁμογενῶν τῆς παρὰ τοῦ πάντων δημιουργοῦ. Καὶ τοῦτο προλαβὼν αὐτὸς, καὶ ἐπὶ προσευχῆς, καὶ ἐπὶ ἐλεημοσύνης, καὶ ἐπὶ νηστείας ἐδίδαξεν, οὕτω λέγων· Ὅταν νηστεύῃς, ἄλειψαί σου τὴν κεφαλὴν, καὶ τὸ πρόσωπόν σου νίψαι, ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ Πατήρ σου, ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι. Καὶ πάλιν· Ὅταν δὲ ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς, φησὶν, ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων.

Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Εἶδες πῶς ὁ ταύτην τὴν δόξαν ἐπιζητῶν ἐκείνης ἀπεστέρηται, ὁ δὲ διὰ τοῦτο τὴν ἀρετὴν μετερχόμενος, καὶ λανθάνειν βουλόμενος τοὺς ἀνθρώπους, κατ᾽ ἐκείνην τὴν ἡμέραν τὴν φοβερὰν ἐν τῷ φανερῷ λήψεται παρὰ τοῦ Δεσπότου τὰς ἀμοιβάς. Ὁ γὰρ Πατήρ σου, φησὶν, ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι ἐν τῷ φανερῷ.

Μὴ τοῦτο ἐννόει, φησὶν, ὅτι οὐδεὶς τῶν ἀνθρώπων ἐπῄνεσέ σε, καὶ ὅτι λανθάνων μετέρχῃ τὴν ἀρετήν· ἀλλ᾽ ἐκεῖνο λογίζου, ὅτι τοσαύτη τοῦ Δεσπότου ἔσται ἡ φιλοτιμία μετ᾽ οὐ πολὺ, ὡς μὴ λανθανόντως, μηδ᾽ ἐν ἀποκρύφῳ, ἀλλὰ παντὸς τοῦ τῶν ἀνθρώπων γένους τοῦ ἀπὸ Ἀδὰμ μέχρι τῆς συντελείας παρόντος ἀνακηρύξει σε καὶ στεφανώσει, καὶ τῶν πόνων τῆς ἀρετῆς τὰς ἀμοιβὰς ἀποδώσει. Ποίας οὖν ἂν εἶεν ἀπολογίας ἄξιοι οἱ καὶ τὸν πόνον τῆς ἀρετῆς ὑπομένοντες, καὶ διὰ τὴν πρόσκαιρον, καὶ εὐτελῆ, καὶ ματαίαν δόξαν τὴν παρὰ τῶν ὁμογενῶν τῆς ἄνωθεν τιμῆς ἑαυτοὺς ἀποστεροῦντες;

βʹ. Ἀσφαλιζώμεθα τοίνυν, παρακαλῶ, καὶ ὅπερ ἂν καταξιωθῶμεν ἔργον πνευματικὸν μετιέναι, τοῦτο παντὶ τρόπῳ πανταχόθεν ἐν τοῖς ταμιείοις τῆς διανοίας τῆς ἡμετέρας κρύπτειν σπουδάζωμεν, ἵνα ἐκεῖνον τὸν ἀκοίμητον ὀφθαλμὸν ἔχωμεν ἐπαινέτην, καὶ μὴ διὰ τὴν τῶν ἀνθρώπων εὐφημίαν, καὶ τοὺς πρὸς χάριν πολλάκις γινομένους ἐπαίνους, τῆς παρὰ τοῦ Δεσπότου εὐφημίας ἑαυτοὺς ἀναξίους καταστήσωμεν. Καὶ γὰρ ἀμφότερα ὀλέθρια, καὶ λύμη τῆς ἡμετέρας σωτηρίας, καὶ τὸ πρὸς δόξαν ἀνθρωπίνην ἀφορῶντά τι διαπράττεσθαι τῶν πνευματικῶν, καὶ τὸ μέγα φρονεῖν ἐφ᾽ οἷς ἂν κατορθῶσαι δυνηθῇ. Δι᾽ ὃ νήφειν χρὴ καὶ ἐγρηγορέναι, καὶ τὰ ἀπὸ τῆς θείας Γραφῆς φάρμακα ἐπιτιθέναι συνεχῶς ἑαυτοῖς, ὥστε μὴ ἁλῶναι τοῖς ὀλεθρίοις τούτοις πάθεσι. Κἂν γὰρ μυρία τις κατωρθωκὼς ᾖ, καὶ ἅπασαν τὴν ἀρετὴν διανύσας, μέγα δὲ φρονῇ πάντων ἐλεεινότερος ἂν γένοιτο καὶ ἀθλιώτερος.

Καὶ τοῦτο δῆλον ἡμῖν γεγένηται, ἐξ ὧν ὁ Φαρισαῖος ἐκεῖνος ὑπέμεινε, μεγάλα φρονήσας κατὰ τοῦ τελώνου, καὶ ἐλάττων τοῦ τελώνου ἀθρόον γεγονὼς, καὶ διὰ τῆς οἰκείας γλώττης πάντα αὐτοῦ τὸν πλοῦτον τῆς ἀρετῆς ἐκχέας, καὶ γυμνὸν καὶ ἔρημον ἑαυτὸν καταστήσας, καὶ ξένον καὶ καινὸν ναυάγιον ὑπομείνας. Εἰς αὐτὸν γὰρ ἐλθὼν τὸν λιμένα ἅπαντα τὸν φόρτον αὐτοῦ κατέδυσε.

Τὸ γὰρ ἀπ᾽ εὐχῆς τῆς οὐ δεόντως γεγενημένης τοῦτο παθεῖν, ὅμοιόν ἐστι τῷ ἐν αὐτῷ μέσῳ τῷ λιμένι ναυάγιον ὑπομεῖναι. Διά τοι τοῦτο καὶ ὁ Χριστὸς παραγγέλλων τοῖς μαθηταῖς ἔλεγεν, Ὅταν πάντα ποιήσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν· ἀσφαλιζόμενος αὐτοὺς, καὶ ἐκ πολλοῦ τοῦ διαστήματος βουλόμενος τοῦ ὀλεθρίου τούτου πάθους ἐκτὸς αὐτοὺς γενέσθαι. Εἴδετε. ἀγαπητοὶ, πῶς οὔτε ὁ πρὸς δόξαν ἀνθρωπίνην κεχηνὼς, καὶ διὰ ταύτην τὰ τῆς ἀρετῆς ἔργα μετιὼν, ἔχει τινὰ ὄνησιν, καὶ ὅτι καὶ μετὰ τὸ κατορθῶσαι πάντα τὰ τῆς ἀρετῆς, εἰ δόξει μέγα φρονεῖν ἐπὶ τούτοις, πάντων ἔρημος γίνεται καὶ γυμνός; Φεύγωμεν τοίνυν, παρακαλῶ, ταῦτα τὰ ὀλέθρια πάθη, καὶ πρὸς ἐκεῖνον μόνον ὁρῶμεν τὸν ἀκοίμητον ὀφθαλμὸν, καὶ μηδὲν κοινὸν ἔχωμεν πρὸς τοὺς ὁμογενεῖς, μηδὲ ἐπιζητῶμεν τὸν παρὰ τούτων ἔπαινον, ἀλλ᾽ ἀρκώμεθα τῷ παρὰ τοῦ Δεσπότου. Οὗ ὁ ἔπαινος γὰρ, φησὶν, οὐκ ἐξ ἀνθρώπων, ἀλλ᾽ ἐκ Θεοῦ. Καὶ ὅσῳ ἂν πρὸς μείζονα ἐπιδιδῶμεν ἀρετὴν, τοσούτῳ μᾶλλον ἑαυτοὺς μετριάζειν παρασκευάζωμεν, καὶ συνεστάλθαι. Κἂν γὰρ πρὸς αὐτὴν φθάσωμεν τῆς ἀρετῆς τὴν κορυφὴν, ἐὰν ἀντιθῶμεν τὰς παρὰ τοῦ Δεσπότου εὐεργεσίας μετὰ πολλῆς εὐγνωμοσύνης, τότε καλῶς ὀψόμεθα, ὅτι οὐδὲ τὸ πολλοστὸν μέρος τῶν παρὰ τοῦ Θεοῦ εἰς ἡμᾶς ὑπηργμένων εἰσηνέγκαμεν.

Καὶ γὰρ ἕκαστος τῶν ἁγίων ἐντεῦθεν ηὐδοκίμησε. Καὶ ἵνα μάθῃς, ἄκουε τοῦ τῆς οἰκουμένης διδασκάλου, τῆς οὐρανομήκους ἐκείνης ψυχῆς, πῶς μετὰ τοσαῦτα κατορθώματα, μετὰ τὴν τοσαύτην ἄνωθεν μαρτυρίαν (Σκεῦος γὰρ, φησὶν, ἐκλογῆς ἐστί μοι οὗτος), οὐκ ἐπιλανθάνεται τῶν οἰκείων πλημμελημάτων, ἀλλ᾽ ἀμφοῖν ταῦτα περιστρέφει, καὶ ὑπὲρ ὧν μάλιστα πεπληροφόρητο, ὅτι τὴν συγχώρησιν ἐδέξατο διὰ τοῦ βαπτίσματος, οὐδὲ τούτων ἐπιλανθάνεσθαι ἀνέχεται, ἀλλὰ βοᾷ καὶ λέγει, ὅτι Ἐλάχιστός εἰμι τῶν ἀποστόλων, καὶ οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος.

Εἶτα ἵνα τὴν ὑπερβολὴν αὐτοῦ παιδευθῶμεν τῆς ταπεινοφροσύνης, προσέθηκε, Διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Τί ποιεῖς, ὦ Παῦλε; Ὁ Δεσπότης διὰ τὴν οἰκείαν φιλοτιμίαν συνεχώρησε, καὶ ἀπήλειψεν ἅπαντα τὰ ἡμαρτημένα σοι, καὶ σὺ ταῦτα στρέφεις; Ναὶ, οἶδα, φησὶ, καὶ οὐκ ἀγνοῶ τοῦ Δεσπότου τοῦ ἐμοῦ τὴν λύσιν· ἀλλ᾽ ὅταν ἐννοήσω τὰ ἐμοὶ εἰργασμένα, καὶ ἴδω τὸ πέλαγος τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τότε μανθάνω καλῶς, ὅτι χάριτι αὐτοῦ καὶ φιλανθρωπίᾳ εἰμὶ ὅ εἰμι. Εἰπὼν γὰρ, ὅτι Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἐπήγαγε· Χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι. Ἐγὼ μὲν, φησὶ, τοσαύτην ἐπεδειξάμην τὴν μανίαν· ἡ δὲ ἄφατος αὐτοῦ ἀγαθότης καὶ ἡ χάρις τὴν συγχώρησιν ἐχαρίσατο. Εἶδες ψυχὴν συντετριμμένην, καὶ τῶν πρὸ τοῦ βαπτίσματος ἡμαρτημένων διηνεκῶς τὴν μνήμην περιφέρουσαν; Τοῦτον δὴ καὶ ἡμεῖς μιμησώμεθα, καὶ τὰ μετὰ τὸ βάπτισμα ἡμῖν ἡμαρτημένα, ταῦτα καθ᾽ ἑκάστην ἡμέραν μιμνησκόμενοι, καὶ διηνεκῶς ἐν τῇ διανοίᾳ περιστρέφοντες, μηδέποτε συγχωρῶμεν εἰς λήθην ἡμᾶς αὐτῶν ἐμπεσεῖν. Ἱκανὸς γὰρ ἡμῖν χαλινὸς τοῦτο γενήσεται πρὸς τὸ συνεστάλθαι καὶ μετριάζειν. Καὶ τί λέγω Παῦλον, τὸν τοσοῦτον καὶ τηλικοῦτον; Θέλεις ἰδεῖν καὶ τοὺς ἐν τῇ Παλαιᾷ ἐντεῦθεν μάλιστα εὐδοκιμήσαντας, ἀπὸ τοῦ μετριάζειν μετὰ μυρία κατορθώματα, καὶ τὴν ἄφατον παῤῥησίαν;

Ἄκουε τοῦ πατριάρχου λέγοντος, μετὰ τὴν ὁμιλίαν τὴν πρὸς τὸν Θεὸν, μετὰ τὴν ἐπαγγελίαν τὴν εἰς αὐτὸν γεγενημένην· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός.

γʹ. Ἀλλ᾽ ἐπειδὴ τοῦ πατριάρχου ἐμνήσθην, εἰ δοκεῖ, τὰ σήμερον ἀναγνωσθέντα προθῶμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἵνα ταῦτα ἀναπτύξαντες ἴδωμεν τῆς ἀρετῆς τοῦ δικαίου τὴν ὑπερβολήν. Καὶ ἔλαβε, φησὶ, Θάῤῥα τὸν Ἄβραμ καὶ τὸν Ναχὼρ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὸν Λὼτ τὸν υἱὸν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα δὲ Ἄβραμ τοῦ υἱοῦ αὐτοῦ· καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων, πορευθῆναι εἰς τὴν γῆν τῶν Χαναναίων, καὶ ἦλθεν ἕως Χαῤῥὰν καὶ κατῴκησεν ἐκεῖ· καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Θάῤῥα ἐν Χαῤῥὰν ἔτη διακόσια πέντε, καὶ ἀπέθανεν ἐν Χαῤῥάν. Μετὰ ἀκριβείας, προσέχωμεν, παρακαλῶ, τοῖς ἀναγνωσθεῖσιν, ἵνα δυνηθῶμεν καταλαβεῖν τὸν νοῦν τῶν ἐγγεγραμμένων. Ἰδοὺ γὰρ ἐν προοιμίοις δοκεῖ ζήτημα εἶναι ἐν τοῖς εἰρημένοις. Τοῦ γὰρ μακαρίου τούτου προφήτου, τοῦ Μωϋσέως λέγω, εἰπόντος, ὅτι Ἔλαβε Θάῤῥα τὸν Ἄβραμ καὶ τὸν Ναχὼρ, καὶ ἐξήγαγεν ἐκ γῆς Χαλδαίων, πορευθῆναι εἰς τὴν γῆν τῶν Χαναναίων, καὶ ἦλθεν ἕως Χαῤῥὰν, καὶ κατῴκησεν ἐκεῖ· ὁ μακάριος Στέφανος ἐγκωμιάζων τοὺς Ἰουδαίους φησίν· Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαῤῥὰν, κἀκεῖθεν, μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, μετῴκισεν αὐτόν.

Τί οὖν ἐστιν; ἐναντιοῦται ἑαυτῇ ἡ θεία Γραφή; Μὴ γένοιτο· ἀλλὰ συνιδεῖν ἐκ τούτου προσήκει, ὅτι θεοφιλοῦς ὄντος τοῦ παιδὸς, ὀφθεὶς αὐτῷ ὁ Θεὸς προσέταξε μεταναστῆναι ἐκεῖθεν. Καὶ τοῦτο γνοὺς ὁ Θάῤῥα ὁ τούτου πατὴρ, εἰ καὶ ἄπιστος ἐτύγχανεν, ἀλλ᾽ ὅμως ὑπὸ τοῦ πρὸς τὸν παῖδα φίλτρου κοινωνῆσαι αὐτῷ κατεδέξατο τῆς ἀποδημίας, καὶ ἐλθὼν εἰς τὴν Χαῤῥὰν, κἀκεῖ κατοικήσας, οὕτω μετήλλαξε τὸν βίον· καὶ τότε κελεύσαντος τοῦ Θεοῦ μετανίσταται εἰς τὴν Χαναναίαν ὁ πατριάρχης. Ἀμέλει οὐ πρότερον αὐτὸν ὁ Θεὸς ἐκεῖθεν ἀνέστησε, μέχρις ὅτε Θάῤῥα ἐτελεύτησε.

Τότε γὰρ μετὰ τὴν ἐκείνου τελευτὴν, φησὶ, Καὶ εἶπε Κύριος τῷ Ἄβραμ· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω. Καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε, καὶ μεγαλυνῶ τὸ ὄνομα σου, καὶ ἔσῃ εὐλογημένος· καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ἕκαστον τῶν εἰρημένων μετὰ ἀκριβείας διερευνησώμεθα, ἵνα ἴδωμεν τῆς γνώμης τοῦ πατριάρχου τὸ φιλόθεον.

Μὴ γὰρ ἁπλῶς παραδράμωμεν τὸ εἰρημένον, ἀλλ᾽ ἐννοήσωμεν ὅσος τοῦ ἐπιτάγματος ὁ ὄγκος. Ἔξελθε, φησὶν, ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω. Κατάλιπε, φησὶ, τὰ δῆλα καὶ τὰ ὡμολογημένα, καὶ προτίμησον τὰ ἄδηλα καὶ τὰ μὴ φαινόμενα. Σκόπει πῶς ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἐγυμνάζετο ὁ δίκαιος τὰ μὴ φαινόμενα τῶν φαινομένων προτιμᾷν, καὶ τὰ μέλλοντα τῶν ἐν χερσὶν ὄντων. Οὐδὲ γὰρ τὸ τυχὸν ἦν ὅπερ ἐπετάττετο ποιῆσαι, καταλιπεῖν τὴν γῆν, ἔνθα τοσοῦτον ᾤκησε χρόνον, καὶ τὴν συγγένειαν ἅπασαν, καὶ πάντα τοῦ πατρὸς τὸν οἶκον, καὶ ἐλθεῖν ἔνθα μὴ ᾔδει, μηδὲ ἠπίστατο. Οὐ γὰρ εἶπεν εἰς ποίαν αὐτὸν χώραν βούλεται μεταστῆσαι ἀλλὰ τῷ ἀδιορίστῳ τοῦ ἐπιτάγματος ἐγύμναζε τοῦ πατριάρχου τὸ φιλόθεον. Δεῦρο γὰρ, φησὶν, εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω. Ἐννόησόν μοι, ἀγαπητὲ, ὅπως ὑψηλῆς ἐδεῖτο γνώμης τὸ ἐπίταγμα, καὶ μηδεμιᾷ προσπαθείᾳ ἢ συνηθείᾳ κατεχομένης.

Εἰ γὰρ νῦν μετὰ τὸ ἐπιδοῦναι τὴν εὐσέβειαν, οὕτως εἰσὶ πολλοὶ τῇ συνηθείᾳ προσδεδεμένοι, ὡς καὶ μυριάκις ἂν ἕλοιντο, κἂν ἀνάγκη κατεπείγῃ, πάντα ὑπομεῖναι, ἢ τῶν τόπων μεταστῆναι, ἔνθα πρότερον τὴν οἴκησιν ἔσχον, καὶ ταῦτα οὐκ ἐπὶ τῶν τυχόντων μόνον ἀνδρῶν ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἐπὶ φυγόντων τοὺς ἐν μέσῳ θορύβους, καὶ τὸν τῶν μοναχῶν ἑλομένων βίον· πολλῷ δὴ μᾶλλον τότε τὸν δίκαιον τοῦτον εἰκὸς ἦν δυσχερᾶναι πρὸς τὸ ἐπίταγμα, καὶ ὀκνηρότερον καταστῆναι. Ἔξελθε, φησὶ, καὶ κατάλιπε τοὺς συγγενεῖς, καὶ τὸν οἶκον τὸν πατρικὸν, καὶ Δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω. Τίνα οὖν οὐκ ἂν ἐθορύβησε ταυτὶ τὰ ῥήματα; Οὔτε τὸν τόπον, οὔτε τὴν χώραν δήλην αὐτῷ ποιεῖ, ἀλλὰ τῷ ἀδιορίστῳ βασανίζει τοῦ δικαίου τὴν γνώμην. Εἰ γὰρ ἕτερός τις ἦν ὁ κελευσθεὶς, καὶ εἷς τῶν πολλῶν, εἶπεν ἄν· Ἔστω· κελεύεις με καταλιπεῖν τὴν γῆν ἔνθα νῦν οἰκῶ, τὴν συγγένειαν, τὸν οἶκον τὸν πατρικόν· τίνος ἕνεκεν οὐχὶ καὶ τὸν τόπον, ἔνθα ἀφικέσθαι με προστάττεις, δῆλον ποιεῖς, ἵνα εἰδέναι ἔχω κἂν τοῦ διαστήματος τὸ μέγεθος;

Πόθεν γάρ μοι ἐκεῖνο γνώριμον ἂν γένοιτο, ὅτι ταύτης, ἧς καταλιμπάνω, βελτίων ὀφθήσεται ἐκείνη μᾶλλον καὶ εὐπορωτέρα; Ἀλλ᾽ ὁ δίκαιος οὐδὲν τούτων οὐδὲ εἶπεν, οὐδὲ ἐνενόησεν· ἀλλὰ πρὸς τὸ τῶν ἐπιτεταγμένων μέγεθος ἀπιδὼν, τὰ ἄδηλα τῶν ἐν χερσὶ προετίθει. Καίτοι εἰ μὴ ὑψηλὸν εἶχε φρόνημα, καὶ φιλόσοφον γνώμην, καὶ ἐπεπαίδευτο πάντα πείθεσθαι τῷ Θεῷ, καὶ ἕτερον οὐ μικρὸν εἶχεν ἂν κώλυμα, αὐτὴν τοῦ πατρὸς τὴν τελευτήν. Ἴστε γὰρ ὅτι πολλοὶ πολλάκις διὰ τοὺς τάφους τῶν προσηκόντων εἵλοντο τοῖς τόποις ἐκείνοις ἐναποθανεῖν, ἔνθα τὸν βίον κατέλυσαν οἱ γονεῖς.

δʹ. Εἰκὸς τοίνυν ἦν καὶ τὸν δίκαιον τοῦτον, εἴγε μὴ ἦν σφόδρα φιλόθεος, καὶ τοῦτο λογίσασθαι, ὅτι Ὁ μὲν πατὴρ διὰ τὸ περὶ ἐμὲ φίλτρον οἴκοθεν ἐξανέστη, καὶ συνηθείας παλαιᾶς ὑπερεῖδε, καὶ πάντων ἀνώτερος γεγονὼς μέχρι τούτου παρεγένετο, καὶ σχεδὸν εἰπεῖν, δι᾽ ἐμὲ ἐν ἀλλοτρίᾳ τὸν βίον κατέλυσεν· ἐγὼ δὲ οὐδὲ μετὰ τὸν θάνατον τὴν ἴσην αὐτῷ ἀμοιβὴν ἀποδοῦναι σπουδάζω, ἀλλὰ καταλιπὼν μετὰ τῆς συγγενείας τοῦ πατρὸς τὸν αὐτοῦ τάφον, ἀπελεύσομαι; Ἀλλ᾽ ὅμως οὐδὲν τούτων αὐτοῦ ἀπαμβλῦναι τὴν ὁρμὴν ἴσχυσεν· ἀλλὰ πάντα εὔκολα αὐτῷ, καὶ ῥᾴδια φαίνεσθαι ἐποίει τὸ περὶ τὸν Θεὸν φίλτρον. Ἐπεὶ κἀκεῖνο ἂν ἐνενόησεν, εἴγε ἀνθρωπίνοις λογισμοῖς τὰ καθ᾽ ἑαυτὸν ἐπιτρέψαι ἐβούλετο, Ἐν ἡλικίᾳ, λέγων, τοιαύτῃ, καὶ λοιπὸν πρὸς γῆρας ἔσχατον ἐλαύνων ποῦ ἀπελεύσομαι; Οὐ τὸν ἀδελφὸν ἐπιφερόμενος, οὐ τοὺς συγγενεῖς ἔχων μεθ᾽ ἑαυτοῦ, ἀλλὰ πάντων τῶν πρὸς γένος διαφερόντων μοι κεχωρισμένος, πῶς ἔρημος καὶ ξένος οὕτω τὴν ἀλλοτρίαν καταλήψομαι, οὐδὲ εἰδὼς ὅπου στήσομαι τῆς πλάνης; Εἰ δὲ καὶ κατὰ μέσην τὴν ὁδὸν συμβῇ με καταλῦσαι τὸν βίον, τί τὸ ὄφελος τῆς τοιαύτης ταλαιπωρίας; τίς με περιστελεῖ τὸν γέροντα, τὸν ξένον, τὸν ἄπολιν, τὸν ἄοικον; Ἴσως ἡ γυνὴ τοὺς γείτονας παρακαλέσει συμπάθειάν τινα ἐπιδείξασθαι, καὶ ἐξ ἐράνου τινὸς καὶ συνεισφορᾶς τὰ καθήκοντα πληρώσει.

Καὶ πόσῳ βέλτιον αὐτὸν τὸν βραχὺν χρόνον τὸν ὑπολειπόμενον ἡμῖν εἰς ζωὴν, καθεζόμενον ἐνταῦθα καταλῦσαί με τὸν βίον, ἢ μετὰ γῆρας ὧδε κἀκεῖσε περιέλκεσθαι, καὶ τὰ παρὰ πάντων ὑπομένειν σκώμματα, ὡς οὐδὲ ἐν ἡλικίᾳ τοιαύτῃ δυνηθέντα ἐν ἡσυχίᾳ διάγειν, ἀλλὰ τόπους ἐκ τόπων ἀμείβειν, καὶ μηδαμοῦ ἵστασθαι; Ἀλλὰ τούτων μηδὲν ὑπολογισάμενος ὁ δίκαιος οὗτος ὑπακούειν ἔσπευδε τῷ ἐπιτάγματι.

Ἀλλ᾽ ἴσως εἴποι τις ἂν, ὅτι ἱκανὸν ἦν αὐτῷ εἰς προτροπὴν τὸ λέγειν· Δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω· καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε. Τοῦτο τοίνυν αὐτὸ μάλιστα, εἰ μὴ φιλόθεος ἦν, ἤρκει ὀκνηρότερον αὐτὸν περὶ τὴν ὑπακοὴν ἐργάσασθαι.

Ἠδύνατο γὰρ εἰπεῖν, εἰ τῶν πολλῶν εἷς ἦν, ὅτι Τίνος ἕνεκεν εἰς τὴν ξένην με ἀπάγεις, καὶ τὴν ἀλλοτρίαν με καταλαβεῖν κελεύεις; Διὰ τί γάρ με ἐνταῦθα, εἴγε βούλει μέγαν ποιῆσαι, οὐ ποιεῖς; διὰ τί ἐπὶ τῆς οἰκίας τῆς πατρῴας διάγοντα οὐκ ἀξιοῖς τῆς σῆς εὐλογίας; Ὡς εἰ συμβαίη με, πρὶν ἢ φθάσαι εἰς τὸν τόπον ἔνθα κελεύεις, κατεργασθέντα ὑπὸ τῶν κατὰ τὴν ὁδοιπορίαν καμάτων καὶ διαφθαρῆναι, καὶ τὸν βίον καταλῦσαι, τί μοι τὸ ὄφελος τῶν ἐπηγγελμένων;

Ἀλλ᾽ οὐδὲν τούτων οὐδὲ εἰς ἔννοιαν λαβεῖν κατεδέξατο, ἀλλὰ, καθάπερ εὐγνώμων οἰκέτης, τῷ ἐπιτάγματι μόνον ὑπήκουεν, οὐ περιεργαζόμενος, οὐδὲ πολυπραγμονῶν, ἀλλ᾽ ἐπείθετο, καὶ πεπληροφορημένος ἐτύγχανεν, ὅτι ἀψευδεῖς ἦσαν αἱ τοῦ Θεοῦ ἐπαγγελίαι· Καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε, καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημένος.

Μέγας τῆς ὑποσχέσεως ὁ ὄγκος. Ποιήσω σε, φησὶν, εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε, καὶ μεγαλυνῶ τὸ ὄνομά σου. Οὐ μόνον ἔθνει σε μεγάλῳ ἐπιστήσω, καὶ τὸ ὄνομά σου μέγα ἀπεργάσομαι, ἀλλὰ καὶ Εὐλογήσω σε, καὶ ἔσῃ εὐλογημένος. Μὴ νομίσῃς, ἀγαπητὲ, ταυτολογίαν εἶναι τὸ εἰρημένον τὸ, Καὶ εὐλογήσω σε, καὶ ἔσῃ εὐλογημένος. Τοσαύτης σε, φησὶν, εὐλογίας ἀξιώσω, ὡς παντὶ τῷ αἰῶνι συμπαρεκτείνεσθαι αὐτήν.

Ἔσῃ γὰρ εὐλογημένος, ὡς ἕκαστον ἀντὶ μεγίστης τιμῆς σπουδὴν ποιεῖσθαι εἰσωθεῖν ἑαυτὸν εἰς τὴν πρὸς σὲ οἰκειότητα. Ὅρα πῶς ἄνωθεν καὶ ἐκ προοιμίων αὐτῷ προέλεγε τὴν περιφάνειαν, ἐν ᾗ καταστήσειν αὐτὸν ἔμελλε. Ποιήσω σε, φησὶν, εἰς ἔθνος μέγα, καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ εὐλογήσω σε, καὶ ἔσῃ εὐλογημένος. Διὰ τοῦτο καὶ οἱ Ἰουδαῖοι μέγα φρονοῦντες ἐπὶ τῷ πατριάρχῃ ἐβούλοντο εἰς τὴν τούτου συγγένειαν ἑαυτοὺς εἰσωθεῖν, καὶ ἔλεγον· Τέκνα τοῦ Ἀβραάμ ἐσμεν. Ἀλλ᾽ ἵνα μάθωσιν, ὅτι ἀπὸ τῆς τῶν τρόπων κακίας ἀνάξιοι τυγχάνουσι τῆς συγγενείας, φησὶ πρὸς αὐτοὺς ὁ Χριστὸς, Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν. Καὶ Ἰωάννης δὲ ὁ τοῦ Ζαχαρίου, ἡνίκα συνέῤῥεον εἰς τὸν Ἰορδάνην οἱ βαπτισθῆναι σπεύδοντες, ἔλεγε πρὸς αὐτούς· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φεύγειν ἀπὸ τῆς μελλούσης ὀργῆς;

Ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν, ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ. Λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ Θεὸς καὶ ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Εἶδες πῶς μέγα αὐτοῦ τὸ ὄνομα παρὰ πᾶσιν ἦν; Ἀλλὰ τέως πρὸ τῆς ἐκβάσεως τὸ φιλόθεον τοῦ δικαίου δείκνυται, πῶς τοῖς παρὰ τοῦ Θεοῦ ῥηθεῖσιν ἐπίστευσε, καὶ ἅπαντα τὰ δοκοῦντα εἶναι φορτικὰ μετ᾽ εὐκολίας κατεδέχετο. Καὶ εὐλογήσω, φησὶ, τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ὅρα Θεοῦ συγκατάβασιν, καὶ πόσης αὐτῷ φιλίας δείκνυσι τεκμήριον.

Ἐκείνους, φησὶ, φίλους ποιήσομαι, τοὺς πρὸς σὲ γνησίως διακειμένους, καὶ ἐκείνους ἐχθροὺς, τοὺς ἐναντίως πρὸς σὲ ἔχοντας· ὅπερ σχεδὸν οὐδὲ παῖδες πρὸς πατέρας ἐπιδεῖξαι ἀνέχονται, τὸ τοὺς αὐτοὺς ποιεῖσθαι αὐτοῖς καὶ φίλους καὶ ἐχθρούς. Μεγίστη οὖν, ἀγαπητὲ, ἡ περὶ τὸν πατριάρχην τοῦ Θεοῦ εὔνοια.

Ἐκείνους, φησὶν, εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ ἐκείνους καταρῶμαι τοὺς καταρωμένους σε· Καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ἰδοὺ προσθήκη καὶ ἑτέρας φιλοτιμίας. Πᾶσαι γὰρ, φησὶν, αἱ φυλαὶ τῆς γῆς ἐπὶ τῷ σῷ ὀνόματι ἐνευλογεῖσθαι σπουδάσουσι, καὶ ἀπὸ τῆς σῆς προσηγορίας σεμνότερα τὰ καθ᾽ ἑαυτοὺς ἐγκαταστήσουσιν.

εʹ. Ἠκούσατε, ἀγαπητοὶ, οἷα ἐπέταξεν ὁ Δεσπότης τῷ Χαλδαίῳ, τῷ γέροντι, τῷ μήτε νόμον ἐγνωκότι, μήτε προφήταις· ἐντυχόντι, μήτε ἑτέρας διδασκαλίας τινὸς ἀπολαύσαντι; Εἴδετε ὅσος τῶν ἐπιταγμάτων ὁ ὄγκος; πῶς ὑψηλῆς τινος καὶ νεανικῆς δεόμενος ψυχῆς πρὸς τὴν τούτων ἐκπλήρωσιν; Βλέπετε λοιπὸν καὶ τοῦ πατριάρχου τὴν εὐγνωμοσύνην, ὅπως ἡμῖν ἡ Γραφὴ φανερὰν αὐτὴν καθίστησι. Καὶ ἐπορεύθη, φησὶν, Ἄβραμ καθὰ ἐλάλησεν αὐτῷ Κύριος ὁ Θεός· καὶ ᾤχετο μετ᾽ αὐτοῦ Λώτ. Οὐχ ἁπλῶς εἶπεν, Ἐπορεύθη Ἄβραμ, ἀλλὰ, Καθάπερ ἐλάλησεν αὐτῷ Κύριος ὁ Θεός. Ἀκόλουθα, φησὶ, τῷ ἐπιτάγματι ἅπαντα διεπράξατο.

Εἶπεν ἀφεῖναι πάντα. καὶ συγγένειαν, καὶ οἶκον· καὶ ἀφῆκεν. Εἶπεν ἐλθεῖν εἰς γῆν, ἢν οὐκ ᾔδει· κατεδέξατο. Ἐπηγγείλατο ποιήσειν εἰς ἔθνος μέγα, καὶ εὐλογήσειν· ἐπίστευσεν ὅτι ἔσται καὶ τοῦτο. Καὶ καθάπερ ἐλάλησεν αὐτῷ Κύριος ὁ Θεὸς, οὕτως ἐπορεύθη· ἀντὶ τοῦ, ἐπίστευσε τοῖς παρὰ τοῦ Θεοῦ ῥηθεῖσιν, οὐδὲν ἐνδοιάσας, οὐδὲ ἀμφιβάλλων, ἀλλ᾽ ἐστηριγμένην ἔχων τὴν διάνοιαν καὶ τὸν λογισμὸν, οὕτως ἐπορεύθη· διὸ καὶ πολλῆς εὐνοίας ἀπήλαυσε παρὰ τοῦ Δεσπότου. Καὶ ᾤχετο, φησὶ, καὶ Λὼτ μετ᾽ αὐτοῦ. Τίνος ἕνεκεν, εἰπόντος τοῦ Θεοῦ, Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, τοῦτον ἐπεφέρετο; Οὐχὶ παρακούων τοῦ Δεσπότου, ἀλλ᾽ ἴσως ἐπειδὴ νέος ἦν, καὶ πατρὸς χώραν αὐτῷ ἐπεῖχε, κἀκεῖνος διὰ φιλοστοργίαν, καὶ τὴν τῶν τρόπων ἐπιείκειαν, δυσαποσπάστως εἶχε τοῦ δικαίου, ταύτης ἕνεκεν τῆς αἰτίας οὐκ ἀνέχεται αὐτὸν καταλιπεῖν. Λοιπὸν δὲ καὶ ἐν τάξει παιδὸς αὐτὸν εἶχεν, ἐν ἡλικίᾳ τοιαύτῃ παῖδας ἔχειν μὴ δυνηθεὶς διὰ τὴν τῆς Σάρας στείρωσιν.

Ἄλλως δὲ καὶ ὁ τρόπος τοῦ νέου οὐ πολὺ ἀπέδει τοῦ δικαίου. Αὐτὸ γὰρ τοῦτο τὸ, προκειμένων τῶν δύο ἀδελφῶν, προσνεῖμαι ἑαυτὸν τῷ δικαίῳ, πόσης ἦν συνέσεως, τὸ διακρῖναι καὶ δοκιμάσαι τίνι τῶν θείων δέοι τὰ καθ᾽ ἑαυτὸν ἐπιτρέψαι; Καὶ τὸ ἑλέσθαι τὴν ἀποδημίαν. καὶ αὐτὸ πάλιν δεῖγμα τῆς τῶν τρόπων ἦν κοσμιότητος. Εἰ γὰρ καὶ τὸ τελευταῖον ἔν τισιν ἔδοξε διαμαρτάνειν, ἡνίκα τοῖς πρωτείοις ἐπεπήδησεν, ἀλλ᾽ ὅμως κατ᾽ ἴχνος τοῦ δικαίου ἐσπούδαζε πορεύεσθαι.

Καὶ διὰ τοῦτο καὶ ὁ δίκαιος κοινωνὸν ἐλάμβανε τῆς ὁδοιπορίας, κἀκεῖνος μετὰ προθυμίας τῆς οἴκοι διατριβῆς τὴν ξένην προετίμησεν. Εἶτα ἵνα μάθωμεν ὅτι οὐ νεανίσκῳ ὄντι τῷ πατριάρχῃ ταῦτα ἐπέταττεν ὁ Δεσπότης, ἀλλ᾽ ἤδη πρὸς γῆρας ἐλαύνοντι, ὅτε καὶ ὀκνηρότερον λοιπὸν οἱ πλείους τῶν ἀνθρώπων πρὸς τὰς ἀποδημίας διάκεινται, φησίν· Ἄβραμ δὲ ἦν ἐτῶν ἑβδομήκοντα πέντε, ὅτε ἐξῆλθεν ἐκ Χαῤῥάν. Εἶδες πῶς οὔτε ἡ ἡλικία, οὔτε ἕτερόν τι τῶν δυναμένων αὐτὸν ἐπισπάσασθαι πρὸς τὴν οἴκοι παραμονὴν κώλυμα αὐτῷ γέγονεν, ἀλλὰ πάντων ἀνώτερος ἐγένετο ὁ τοῦ Θεοῦ πόθος. Ὅταν γὰρ ἡ ψυχὴ διεγηγερμένη καὶ νήφουσα ᾖ, πάντα διατέμνει τὰ κωλύματα, καὶ ὅλη γίνεται τοῦ ποθουμένου, καὶ ὑπ᾽ οὐδενὸς τῶν ἐν μέσῳ φαινομένων δυσχερῶν διακόπτεται, ἀλλὰ πάντα παρατρέχει, καὶ οὐ πρότερον ἵσταται, μέχρις ἂν ἐπιτύχῃ τοῦ σπουδαζομένου. Διά τοι τοῦτο καὶ ὁ δίκαιος οὗτος, καὶ ὑπὸ τοῦ γήρως καὶ ὑπὸ ἑτέρων πλειόνων κωλύεσθαι δυνάμενος, πάντα διαῤῥήξας τὰ δεσμὰ, καθάπερ νέος καὶ σφριγῶν, καὶ ὑπὸ μηδενὸς κωλυόμενος, οὕτως ἔσπευδε καὶ ἠπείγετο εἰς ἔργον ἀγαγεῖν τοῦ Δεσπότου τὸ ἐπίταγμα. Οὐδὲ γὰρ οἷόν τέ ποτε βουληθέντα τινὰ γενναῖόν τι καὶ ἀνδρεῖον ἐπιδείξασθαι, ἑτέρως τοῦτο εἰς ἔργον ἀγαγεῖν, μὴ πρότερον αὐτὸν πρὸς ἅπαντα τὰ μέλλοντα αὐτῷ πρὸς τὴν τοιαύτην ἐγχείρησιν ἐμποδὼν ἵστασθαι παραταξάμενον.

Τοῦτο δὴ σαφῶς καὶ ὁ δίκαιος οὗτος ἐπιστάμενος, πάντα παραδραμὼν, καὶ μήτε συνήθειαν, μήτε συγγένειαν, μήτε οἰκίαν πατρικὴν, μήτε τάφον, μήτε τὸ γῆρας αὐτὸ λογισάμενος, εἰς ἐκεῖνο μόνον ἔτεινεν αὐτοῦ τὴν διάνοιαν, ὅπως δυνηθῇ πληρῶσαι τὸ προσταχθὲν παρὰ τοῦ Δεσπότου. Καὶ ἦν ἰδεῖν πρᾶγμα πολλοῦ θαύματος γέμον, ἄνθρωπον ἐν γήρᾳ βαθυτάτῳ μετὰ γυναικὸς, καὶ αὐτῆς προβεβηκυίας λοιπὸν, καὶ πλήθους οἰκετῶν μετανιστάμενον, καὶ οὐδὲ ὅπου λήξει αὐτῷ τὰ τῆς πλάνης εἰδότα. Εἰ δέ τις κἀκεῖνο συνετῶς λογίσαιτο, πόση κατ᾽ ἐκεῖνον τὸν καιρὸν ὁδῶν ἡ δυσκολία ἦν· οὐδὲ γὰρ καθάπερ νῦν μετὰ ἀδείας ἐξῆν ἐπιμίγνυσθαί τισι, καὶ οὕτως εὐκόλως τὰς ἀποδημίας ποιεῖσθαι, τῆς ἀρχῆς κατὰ τόπους οὔσης διῃρημένης, καὶ ἀναγκαζομένων τῶν διοδευόντων ἀπὸ ἀρχόντων εἰς ἄρχοντας μεταπηδᾷν, καὶ καθ᾽ ἑκάστην σχεδὸν ἀπὸ βασιλείας εἰς βασιλείαν μεταβαίνειν· καὶ τοῦτο τοίνυν ἱκανὸν ἦν κώλυμα τῷ δικαίῳ. εἴγε μὴ πολὺν εἶχε τὸν πόθον καὶ τὴν ἐκ τοῦ ἐπιτάγματος ὑπακοήν. Ἀλλ᾽ οὗτος, καθάπερ ἀράχνην, ταῦτα πάντα διασπάσας τὰ κωλύματα, καὶ τῇ πίστει νευρωθεὶς τὸν λογισμὸν, καὶ τῷ ἀξιώματι τοῦ ἐπαγγειλαμένου πεποιθὼς, ἥπτετο τῆς ὁδοιπορίας. Καὶ ἔλαβε, φησὶν, Ἄβραμ Σάραν τὴν γυναῖκα αὐτοῦ, καὶ Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν, ὅσα ἐκτήσαντο ἐν Χαῤῥὰν, καὶ ἐξῆλθε πορευθῆναι εἰς γῆν Χαναάν.

ϛʹ. Ὅρα τῆς Γραφῆς τὴν ἀκρίβειαν, πῶς ἡμῖν ἅπαντα διηγεῖται, ἵνα διὰ πάντων μάθωμεν τοῦ δικαίου τὸ φιλόθεον. Καὶ ἔλαβε, φησὶν, Σάραν τὴν γυναῖκα αὐτοῦ, καὶ Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ πάντα ὅσα ἐκτήσαντο ἐν Χαῤῥάν. Οὐχ ἁπλῶς εἶπε, Πάντα ὅσα ἐκτήσαντο ἐν Χαῤῥὰν, ἀλλ᾽ ἵνα μάθωμεν, ὅτι οὐδὲν τῶν ἀπὸ τῶν Χαλδαίων ἐπηγάγετο ὁ πατριάρχης, ἀλλὰ πάντων ἐκείνων τῶν πατρῴων παραχωρήσας τῷ ἀδελφῷ, οὕτως ἐξῄει ἐκεῖνα μόνα ἐπιφερόμενος, ὅσα εἰς τὴν Χαῤῥὰν ἠδυνήθη κτήσασθαι.

Καὶ τοῦτο δὲ ἐποίει ὁ θαυμάσιος οὗτος, οὐχὶ περὶ πολλοῦ ποιούμενος ταῦτα, οὐδὲ ὡς φιλοχρήματος τυγχάνων, ἀλλ᾽ ἵνα πᾶσιν ἔχῃ δεικνύναι διὰ τῆς περιουσίας αὐτοῦ τοῦ Θεοῦ τὴν περὶ αὐτὸν πρόνοιαν. Ὁ γὰρ ἐκ τῆς Χαλδαίων γῆς αὐτὸν ἀναστήσας. καὶ πάλιν ἐντεῦθεν μετοικισθῆναι προστάξας, αὐτὸς ἦν ὁ καὶ τὴν περιουσίαν αὐτῷ αὔξων ἐφ᾽ ἑκάστης, καὶ ἅπασαν δυσκολίαν ἀναιρῶν· ὥστε καὶ τοῦτο αὐτὸ δεῖγμα τῆς φιλοθέου αὐτοῦ γνώμης ἐτύγχανε, τοσαῦτα ἐπιφερόμενον, οὕτω διὰ πάσης ἰέναι τῆς ὁδοῦ. Ἕκαστος γὰρ τῶν ὁρώντων εἰκότως τὴν αἰτίαν μανθάνειν ἐβούλετο τῆς τοῦ δικαίου ἀποδημίας. Εἶτα πυνθανόμενος, ὅτι τοῦ Θεοῦ κελεύσαντος ἐπὶ τὴν ἀλλοτρίαν μεθίστατο, τὰ οἰκεῖα καταλιπὼν, δι᾽ αὐτῶν τῶν ἔργων ἐδιδάσκετο, καὶ τῆς τε ὑπακοῆς τοῦ δικαίου τὸ φιλόθεον ἐμάνθανε, καὶ τῆς περὶ αὐτὸν προνοίας τοῦ Θεοῦ τὴν ὑπερβολήν.

Καὶ ἐξῆλθε, φησὶ, πορευθῆναι εἰς γῆν Χαναάν. Πόθεν ᾔδει, ὅτι εἰς τὴν Χαναναίων γῆν λήξει αὐτῷ τὰ τῆς ἀποδημίας, καίτοι τοῦ ἐπιτάγματος οὕτως ἔχοντος, ὅτι Δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω· Ἴσως ὁ Θεὸς αὐτῷ καὶ τοῦτο ἐμήνυσεν, ὑποδείξας αὐτοῦ τῇ διανοίᾳ τὴν γῆν, εἰς ἣν ἐβούλετο αὐτὸν καταστῆσαι.

Διὰ γὰρ τοῦτο, ἡνίκα αὐτῷ ἐπέταττεν, ἀδιορίστως ἔλεγε, Δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω, ἵνα ἡμῖν ἐκκαλύψῃ τοῦ δικαίου τὴν ἀρετήν. Εἶτα ἐπειδὴ τὰ παρ᾽ ἑαυτοῦ μετὰ πολλῆς τῆς δαψιλείας εἰσήνεγκε, ταχέως καὶ αὐτὸς τὴν γνῶσιν αὐτῷ ἐνέθηκε τῆς γῆς, εἰς ἣν ἐβούλετο αὐτὸν τὴν οἴκησιν ποιήσασθαι.

Ἐπειδὴ γὰρ προεώρα τῆς ἀρετῆς τοῦ δικαίου τὸ μέγεθος, διὰ τοῦτο καὶ οἴκοθεν αὐτὸν ἀνέστησε, καὶ οὔτε τὸν ἀδελφὸν λαβεῖν ἐπέταξεν, ἐπειδὴ ἐβούλετο τοῦτον διδάσκαλον νῦν μὲν τοῖς κατὰ τὴν Παλαιστίνην ἅπασι γενέσθαι, μετὰ βραχὺ δὲ καὶ τοῖς κατὰ τὴν Αἴγυπτον.

Εἶδες πῶς οὐκ ἐν τῇ φύσει, ἀλλ᾽ ἐν τῇ προαιρέσει τῆς γνώμης τῆς ἡμετέρας κεῖται καὶ τὰ τῆς ἀρετῆς, καὶ τὰ τῆς κακίας; Ἰδοὺ γὰρ κατὰ μὲν τὴν φύσιν ἀδελφοὶ ἐτύγχανον ὅ τε πατριάρχης, καὶ ὁ Ναχὼρ, κατὰ δὲ τὴν προαίρεσιν οὐκ ἔτι· ἀλλ᾽ ἐκεῖνος μὲν καίτοι τοῦ ἀδελφοῦ πρὸς τοσαύτην ἀρετὴν φθάσαντος, ἔτι τῇ πλάνῃ προκατείληπτο· οὗτος δὲ καθ᾽ ἑκάστην ἡμέραν ἐδείκνυ δι᾽ αὐτῶν τῶν πραγμάτων ἅπασι τῆς κατὰ Θεὸν αὐτοῦ ἀρετῆς τὴν ἐπίδοσιν. Καὶ ἦλθε, φησὶν, εἰς γῆν Χαναὰν, καὶ διώδευσεν Ἄβραμ τὴν γῆν εἰς τὸ μῆκος αὐτῆς, ἕως τοῦ τόπου τοῦ Συχὲμ, ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν. Διδάσκει ἡμᾶς ἡ Γραφὴ τὸ μέρος τῆς χώρας, εἰς ὃ νῦν τὴν κατοίκησιν ποιεῖται ὁ δίκαιος. Εἶτα, ἵνα μάθωμεν ὅπως διέκειτο ἔτι τὰ αὐτόθι, φησὶν, Οἱ δὲ Χαναναῖοι τότε κατῴκουν τὴν γῆν. Οὐχ ἁπλῶς τοῦτο ἐπεσημήνατο πάλιν ὁ μακάριος Μωϋσῆς, ἀλλ᾽ ἵνα μάθωμεν καὶ ἐντεῦθεν τὴν φιλόσοφον γνώμην τοῦ πατριάρχου, ὅτι τῶν τόπων ἔτι προκατειλημμένων ὑπὸ τῶν Χαναναίων, ἠναγκάζετο καθάπερ ἀλήτης καὶ ξένος, καὶ ὡς εἷς τῶν εὐτελῶν καὶ ἀπεῤῥιμμένων, ὡς ἔτυχε καταλύειν, οὐδὲ καταγωγίου ἴσως εὐπορῶν. Καὶ ὅμως οὐδὲ οὕτως ἐδυσχέρανεν, οὐδὲ εἶπε· Τί τοῦτο;

ὁ μετὰ τοσαύτης τιμῆς καὶ θεραπείας διάγων ἐν τῇ Χαῤῥὰν, νῦν ἀναγκάζομαι, ὡς ἄπολις, καὶ ξένος, καὶ ἔπηλυς, ἐν χάριτος μέρει περιιέναι, καὶ καταγωγίου εὐτελοῦς ἐπιζητεῖν ἀνάπαυσιν· καὶ οὐδὲ οὕτως ἐπιτυχεῖν δύναμαι αὐτοῦ, ἀλλ᾽ ἐν σκηναῖς καὶ καλύβαις με διάγειν ἀνάγκη, καὶ τὰς ἄλλας ἁπάσας φέρειν ταλαιπωρίας. Τοῦτό ἐστιν ὅλον ὃ ἔλεγε, Δεῦρο, καὶ ποιήσω σε εἰς ἔθνος μέγα;

Τέως μοι καλὰ τὰ προοίμια· τί χρηστόν ἐστι προσδοκῆσαι λοιπόν; Ἀλλ᾽ οὐδὲ οὕτως ἠνέσχετό τι τοιοῦτον εἰπεῖν ὁ δίκαιος, οὐδὲ ἐνδοιάσαι· ἀλλ᾽ ὁλοκλήρῳ τῇ διανοίᾳ, καὶ τελείᾳ τῇ πίστει θαῤῥήσας ταῖς τοῦ Θεοῦ ὑποσχέσεσιν, ἀκλινῆ διηνεκῶς ἔσχε τὸν λογισμόν· δι᾽ ὃ καὶ ταχέως ἠξιώθη τῆς ἄνωθεν παραμυθίας.

ζʹ. Ἀλλ᾽ ἵνα μὴ εἰς πολὺ μῆκος ἐκτείνωμεν τὴν διδασκαλίαν, ἐνταῦθα στήσαντες καταπαύσωμεν τὸν λόγον, ἐκεῖνο παρακαλέσαντες ὑμῶν τὴν ἀγάπην, μιμήσασθαι τοῦ δικαίου τούτου τὴν γνώμην. Καὶ γὰρ ἂν εἴη τῶν ἀτοπωτάτων, εἰ ὁ μὲν δίκαιος οὗτος, ἀπὸ γῆς εἰς γῆν καλούμενος, τοσαύτην ἐπεδείξατο τὴν ὑπακοὴν, καὶ οὔτε τὸ γῆρας, οὔτε τὰ ἄλλα, ἅπερ ἀπηριθμησάμεθα, κωλύματα, οὔτε ἡ τῶν καιρῶν δυσκολία, οὔτε ἄλλο τι τῶν ἐπισχεῖν αὐτὸν δυναμένων ἴσχυσεν ὀκνηρότερον αὐτὸν περὶ τὴν ὑπακοὴν καταστῆσαι, ἀλλὰ πάντα διαῤῥήξας τὰ δεσμὰ ἔτρεχε, καὶ ἠπείγετο ὁ γέρων, καθάπερ νέος σφριγῶν, μετὰ τῆς γυναικὸς, καὶ τοῦ ἀδελφιδοῦ, καὶ τῶν οἰκετῶν, εἰς ἔργον ἀγαγεῖν τὸ παρὰ τοῦ Θεοῦ ἐπιταχθέν· ἡμεῖς δὲ οὐκ ἀπὸ γῆς εἰς γῆν καλούμενοι, ἀλλ᾽ ἀπὸ γῆς εἰς τὸν οὐρανὸν, οὐδὲ τὴν αὐτὴν τῷ δικαίῳ προθυμίαν περὶ τὴν ὑπακοὴν ἐπιδειξόμεθα, ἀλλὰ ψυχρὰς πολλάκις καὶ ἀνονήτους προβαλλόμεθα αἰτίας, καὶ οὔτε τὸ μέγεθος τῶν ἐπαγγελιῶν, οὔτε τὸ εὐτελὲς τῶν ὁρωμένων, ὅτι γήϊνα καὶ πρόσκαιρα, οὔτε τὸ τοῦ καλοῦντος ἀξίωμα ἐφέλκεται ἡμᾶς· ἀλλὰ τοσαύτην ἐπιδεικνύμεθα τὴν ῥᾳθυμίαν, ὡς προτιμᾷν τῶν ἀεὶ μενόντων τὰ πρόσκαιρα, καὶ τὴν γῆν τοῦ οὐρανοῦ, καὶ τὰ μηδέποτε τέλος λαβεῖν δυνάμενα τῶν πρὶν ἢ φανῆναι ἀφιπταμένων. Μέχρι γὰρ πότε, εἰπέ μοι, οὕτως ἂν μεμήναμεν περὶ τὴν τῶν χρημάτων συλλογήν;

τίς ἡ λύσσα τὸ καθ᾽ ἑκάστην ἡμέραν ὑπὸ τῆς χαλεπῆς ἐπιθυμίας πολιορκεῖσθαι, καὶ μηδέποτε κόρον λαμβάνειν, ἀλλὰ καὶ τῶν μεθυόντων χαλεπώτερον διακεῖσθαι; Καθάπερ γὰρ ἐκεῖνοι, ὅσῳ ἂν πλείονα πίνωσι τὸν ἄκρατον, τοσούτῳ μᾶλλον ἐκκαίονται πρὸς τὸ δίψος, καὶ χαλεπωτέραν τὴν κάμινον ἀνάπτουσιν· οὕτω δὴ καὶ οὗτοι τῇ τυραννίδι τῆς τῶν χρημάτων ἐπιθυμίας ἑαυτοὺς ἐκδεδωκότες οὐδέποτε ἵστανται τῆς ἐπιθυμίας· ἀλλ᾽ ὅσῳ ἂν πλείονα περιβάλλωνται, τοσούτῳ μᾶλλον αἴρεται ἡ φλὸξ, καὶ σφοδροτέρα ἡ κάμινος ἀνάπτεται. Οὐχ ὁρῶμεν τοὺς πρὸ ἡμῶν, ὅτι μετὰ τὸ ἅπασαν, ὡς εἰπεῖν, τὴν οἰκουμένην περιβαλέσθαι, γυμνοὶ καὶ ἔρημοι ἐντεῦθεν ἀνηρπάσθησαν, τοσοῦτον μόνον ἀπολαύσαντες, ὅσον δίκας ἐκεῖ καὶ εὐθύνας ὑπὲρ ἁπάντων ἀπαιτεῖσθαι; Καὶ τὰ μὲν τῆς οὐσίας πολλάκις διενείμαντο διάφοροι· τὰ δὲ ὑπὲρ τούτων ἁμαρτήματα αὐτὸς μόνος ἐπιφερόμενος ἄπεισι, τὰς ὑπὲρ τούτων κολάσεις μετὰ πολλῆς τῆς ἀγανακτήσεως ὑπέχων, καὶ οὐδεμίαν οὐδαμόθεν παραμυθίαν εὑρεῖν δυνάμενος. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, οὕτως ἀμελῶς πρὸς τὴν ἑαυτῶν σωτηρίαν διακείμεθα, καὶ ὡς περὶ ἀλλοτρίας οὕτω βουλευόμεθα περὶ τῆς ἑαυτῶν ψυχῆς; Οὐκ ἀκούεις τοῦ Χριστοῦ λέγοντος· Τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὑτοῦ; Καὶ πάλιν· Τί ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὑτοῦ ζημιωθῇ;

Μὴ γὰρ ἔχεις τι ταύτης ἀντάξιον; Κἂν τὴν οἰκουμένην ὅλην εἴπῃς, οὐδὲν ἐρεῖς. Τί γὰρ ὄφελος, καθάπερ ὁ Χριστὸς εἶπε, πάντα τὸν κόσμον κερδᾶναι, τὴν δὲ ψυχὴν ζημιωθῆναι, ἧς ἡμῖν οἰκειότερον οὐδέν; Ταύτην οὖν τὴν οὕτω τιμίαν, τὴν οὕτως ὀφείλουσαν ἡμῖν εἶναι περισπούδαστον, ταύτην οὕτω περιορῶμεν καθ᾽ ἑκάστην ἡμέραν σπαραττομένην, καὶ ποτὲ μὲν ὑπὸ τῆς τῶν χρημάτων ἐπιθυμίας πολιορκουμένην, ποτὲ δὲ ὑπὸ ἀσελγείας καταξαινομένην, ἄλλοτε δὲ ὑπὸ θυμοῦ καταισχυνομένην, καὶ διαφόρως ὑφ᾽ ἑκάστου τῶν παθῶν κατατεινομένην, καὶ οὐδεμίαν ὀψὲ γοῦν ποτε περὶ αὐτὴν πρόνοιαν ποιησόμεθα; Καὶ τίς ἀξιώσει ἡμᾶς λοιπὸν συγγνώμης, ἢ ἐξαιρήσεται τῆς ἐπικειμένης κολάσεως; Δι᾽ ὃ, παρακαλῶ, ὡς ἔτι καιρὸν ἔχομεν, ἀποσμήχωμεν αὐτῆς τὸν ῥύπον διὰ δαψιλοῦς ἐλεημοσύνης, καὶ σβέσωμεν διὰ ταύτης τὴν πυρὰν τῶν ἡμετέρων ἁμαρτημάτων. Πῦρ γὰρ, φησὶ, φλογιζόμενον ἀποσβέσει ὕδωρ, καὶ ἐλεημοσύναις ἀποκαθαίρονται ἁμαρτίαι. Οὐδὲν γὰρ, οὐδὲν ἕτερον οὕτως ἐξελέσθαι ἡμᾶς δυνήσεται τῆς τοῦ πυρὸς γεέννης, ὡς ἡ περὶ ταύτην δαψίλεια.

Ἂν ταύτην ἐπιδειξώμεθα κατὰ τοὺς ὑπ᾽ αὐτοῦ δοθέντας νόμους, μηδὲν πρὸς ἐπίδειξιν διαπραττόμενοι, ἀλλὰ διὰ τὸν περὶ τὸν Θεὸν πόθον, δυνησόμεθα καὶ τῶν ἡμαρτημένων ἡμῖν τὸν ῥύπον ἀπονίψασθαι, καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῆναι, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ᾽ οὗ αὐτῷ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΛΒʹ. Καὶ ὤφθη Κύριος τῷ Ἄβραμ, καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ τῷ ὀφθέντι αὐτῷ. αʹ. Πολὺς ὁ θησαυρὸς καὶ ἄφατος, ἀγαπητοὶ, ἐν τοῖς πρόσφατον ἀναγνωσθεῖσι, καὶ δεῖ συντεταμένης διανοίας καὶ λογισμοῦ νήφοντος καὶ διεγηγερμένου, ὥστε μηδὲν ἡμᾶς παραδραμεῖν τῶν ἐγκεκρυμμένων τοῖς βραχέσι τούτοις ῥήμασι. Διὰ γὰρ τοῦτο καὶ ὁ φιλάνθρωπος Θεὸς οὐκ αὐτόθεν καὶ ἐκ ψιλῆς ἀναγνώσεως πάντα τὰ ἐν ταῖς Γραφαῖς κείμενα εὐσύνοπτα καὶ δῆλα ἡμῖν τυγχάνειν συνεχώρησεν, ἵνα τὴν νωθείαν ἡμῶν διεγείρῃ, καὶ πολλὴν τὴν ἀγρυπνίαν ἐπιδειξάμενοι, οὕτω τὴν ἐξ αὐτῶν ὠφέλειαν καρπωσώμεθα.

Εἴωθε γάρ πως τὰ μὲν μετὰ πόνου καὶ ζητήσεως εὑρισκόμενα μᾶλλον ἐμπήγνυσθαι ἡμῶν τῇ διανοίᾳ· τὰ δὲ μετ᾽ εὐκολίας, θᾶττον ἀφίπτασθαι τῆς καρδίας τῆς ἡμετέρας. Μὴ τοίνυν ῥᾳθυμῶμεν, παρακαλῶ, ἀλλὰ διεγείρωμεν ἡμῶν τὸν λογισμὸν, καὶ πρὸς τὸ βάθος αὐτὸ τῶν γεγραμμένων ὁλοσχερῶς κατοπτεύσωμεν, ἵνα δυνηθῶμεν κερδάναντές τι πλέον ἐντεῦθεν, οὕτως οἴκαδε ἐπανελθεῖν. Καὶ γὰρ πανήγυρίς ἐστι πνευματικὴ τοῦ Θεοῦ ἡ ἐκκλησία, καὶ ἰατρεῖόν ἐστι ψυχῶν, καὶ δεῖ, καθάπερ εἰς πανήγυριν παραγενομένους, πολλὴν τὴν εὐπορίαν ἐντεῦθεν συλλέξαντας, οὕτως ἐπανιέναι, καὶ καθάπερ εἰς ἰατρεῖον ἀπαντῶντας, τὰ κατάλληλα τοῖς ὑποκειμένοις πάθεσι φάρμακα λαβόντας ἐξιέναι. Οὐ γὰρ διὰ τοῦτο καθ᾽ ἑκάστην ἡμέραν συνεδρεύομεν, ἵνα τὰς πρὸς ἀλλήλους συντυχίας ἁπλῶς ποιησάμενοι, οὕτως ἅπαντες διαλυθῶμεν· ἀλλ᾽ ἵνα ἕκαστόν τι τῶν χρησίμων μαθὼν, καὶ πρὸς τὸ ἐνοχλοῦν πάθος τὴν ἰατρείαν δεξάμενος, οὕτως ἐντεῦθεν ἀναχωρήσῃ.

Πῶς γὰρ οὐκ ἂν εἴη τῶν ἀτοπωτάτων, τὰ μὲν παιδία τὰ ἡμέτερα εἰς διδασκαλεῖον ἀποστέλλοντας, καθ᾽ ἑκάστην ἡμέραν ἀπαιτεῖν παρ᾽ αὐτῶν προσθήκην τινὰ τῶν μαθημάτων, καὶ οὐκ ἄν ποτε ἀνασχοίμεθα ἁπλῶς καὶ εἰκῆ ταῦτα βαδίζειν ἐκεῖσε, εἰ μὴ ἴδωμεν καρπούμενά τι πλέον· ἡμᾶς δὲ τοὺς εἰς μέτρον ἡλικίας φθάσαντας, καὶ εἰς τὸ πνευματικὸν τοῦτο διδασκαλεῖον παραγενομένους, μὴ τὴν ἴσην ἐκείνοις σπουδὴν ἐπιδείκνυσθαι, καὶ ταῦτα ἔνθα εἰς τὴν τῆς ψυχῆς σωτηρίαν τὸ κέρδος διαβαίνει;

Ἕκαστος τοίνυν ἡμῶν, παρακαλῶ, ἑαυτὸν καθ᾽ ἑκάστην ἡμέραν διερευνάσθω, τί μὲν ἐκ τῆς ἡμερινῆς ἐκέρδανε διαλέξεως, τί δὲ ἐκ τῆς ἐπιούσης, ἵνα μὴ δόξωμεν καὶ ἡμεῖς εἰκῆ καὶ ἁπλῶς ἐνταῦθα παραγίνεσθαι. Ὅτι δὲ τοῦτο ἡμᾶς μὲν πάσης αἰτίας ἀφίησι (τὰ γὰρ καθ᾽ ἑαυτοὺς ἅπαντα εἰσφέρομεν, καὶ οὐδὲν τῶν εἰς δύναμιν παραλιμπάνομεν), τοῖς δὲ ἀγανακτοῦσι, καὶ μετὰ ἀκριβείας μὴ προσέχουσι, καὶ καρποῦσθαί τι πλέον μὴ βουλομένοις μείζονος αἴτιον κατακρίσεως γίνεται, ἄκουσον τοῦ Χριστοῦ λέγοντος πρὸς μὲν τὸν καταχώσαντα τὸ τάλαντον· Πονηρὲ δοῦλε, ἔδει σε τὸ ἀργύριόν μου καταβαλεῖν ἐπὶ τοὺς τραπεζίτας, καὶ ἐγὼ ἂν ἐλθὼν ἀπῄτησα αὐτὸ μετὰ τόκου· περὶ δὲ τῶν Ἰουδαίων· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν.

Ἀλλὰ νῦν ἡμεῖς οὐ τοῦτο σκοποῦμεν, εἰ ἔξω τῶν ἐγκλημάτων ἐσμὲν, ἀλλὰ τὴν ὑμετέραν ἐπιθυμοῦμεν προκοπὴν, καὶ ἀκρωτηριάζεσθαι ἡμῖν ἡγούμεθα τὰ τῆς εὐφροσύνης, κἂν μυριάκις αὐτοὶ ὦμεν ἀνεύθυνοι, εἰ μὴ καὶ ὑμεῖς ἀξίαν τῶν πόνων τῶν ἡμετέρων τὴν σπουδὴν ἐπιδείξησθε. Αὕτη γὰρ ἡμῶν τῆς εὐφροσύνης ἡ ὑπόθεσις, τὸ ὁρᾷν ὑμῶν τὴν ἐν τοῖς πνευματικοῖς ἐπίδοσιν.

Καὶ οἶδα μὲν ὅτι διὰ τὴν τοῦ Θεοῦ χάριν συνέσεως πεπληρωμένοι ὄντες, δυνήσεσθε καὶ ἄλλους νουθετεῖν· ἀλλὰ κατὰ τὸν μακάριον Παῦλον, ἐπαναμιμνήσκων ὑμᾶς, καὶ διεγείρων ὑμῶν τὸν ζῆλον καὶ τὴν προθυμίαν, ταῦτα συνεχῶς παραινῶ, βουλόμενος ὑμᾶς τελείους καὶ ἀπηρτισμένους γενέσθαι Οὐ μικρὸν γὰρ καὶ τοῦτο αὐτὸ δεῖγμα ποιοῦμαι τῆς κατὰ Θεὸν ὑμῶν προκοπῆς, τὸ μετὰ τοσαύτης προθυμίας καθ᾽ ἑκάστην ἡμέραν ἐνταῦθα παραγίνεσθαι, καὶ ἀκορέστως ἔχειν περὶ τὴν πνευματικὴν διδασκαλίαν. Ὥσπερ γὰρ ἡ περὶ τὴν σωματικὴν τροφὴν ὄρεξις ὑγιείας ἂν εἴη μεγίστης σημεῖον· οὕτως ἡ περὶ τὴν πνευματικὴν διδασκαλίαν ἐπιθυμία τῆς κατὰ ψυχὴν ὑγιείας τεκμήριον ἂν εἴη ἐναργέστατον. Διά τοι τοῦτο κἀγὼ εἰδὼς ὑμῶν τὸν πόθον, καὶ ὅτι κἂν μυριάκις παρατείνω τὴν διδασκαλίαν, οὐδὲ οὕτως ἐμπλῆσαι ὑμῶν δύναμαι τὴν ἐπιθυμίαν, καὶ κόρον ἐμποιῆσαι τῆς τροφῆς ταύτης τῆς πνευματικῆς, οὐ παύσομαι κατὰ δύναμιν τὴν ἐμὴν, ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις παρέχῃ, εἰς ὠφέλειαν ὑμετέραν ταῦτα ἐφ᾽ ἑκάστης ὑμῖν παρατιθεὶς, καὶ τὰ ἀπὸ τῶν θείων Γραφῶν διδάγματα ἐναποτιθέμενος ταῖς ὑμετέραις διανοίαις.

βʹ. Φέρε οὖν καὶ σήμερον τὸν φιλάνθρωπον Δεσπότην παρακαλέσαντες ὁδηγῆσαι ἡμῶν τὴν γλῶσσαν πρὸς τὴν τῶν ζητουμένων εὕρεσιν, τὴν συνήθη παραθῶμεν ὑμῖν διδασκαλίαν, αὐτὰ πρότερον τὰ ἀναγνωσθέντα προθέντες ἐπὶ τῆς ὑμετέρας ἀγάπης. Καὶ ὤφθη, φησὶ, Κύριος ὁ Θεὸς τῷ Ἄβραμ, καὶ εἶπεν αὐτῷ. Οὐ καλῶς ἔλεγον ἐξ ἀρχῆς, ὅτι πολὺς ὁ θησαυρὸς ἐναπόκειται τοῖς βραχέσι τούτοις ῥήμασιν; Ἰδοὺ γὰρ εὐθέως ξένον καὶ καινὸν τὸ προοίμιον τῶν εἰρημένων· Καὶ ὤφθη, φησὶ, Κύριος ὁ Θεὸς τῷ Ἄβραμ. Πρῶτον τοῦτο εὑρίσκομεν ἐν τῇ Γραφῇ νῦν τὸ ῥηθὲν, ὅτι Ὤφθη· οὔτε γὰρ ἐπὶ τοῦ Ἀδὰμ, οὔτε ἐπὶ τοῦ Ἄβελ, οὔτε ἐπὶ τοῦ Νῶε, οὔτε ἐπ᾽ ἄλλου τινὸς ταύτῃ ἐχρήσατο τῇ λέξει ἡ θεία Γραφή. Τί οὖν ἐστι τὸ εἰρημένον, Καὶ ὤφθη, φησί; Καὶ πῶς ἑτέρωθι λέγει, Οὐδεὶς ὄψεται τὸν Θεὸν, καὶ ζήσεται; Τί οὖν ἂν εἴποιμεν νῦν τῆς Γραφῆς λεγούσης, ὅτι Ὤφθη; Πῶς ὤφθη τῷ δικαίῳ; Ἆρα αὐτὴν τὴν οὐσίαν εἶδεν; Οὐχί· μὴ γένοιτο. Ἀλλὰ τί;

Οὕτως ὤφθη, ὡς αὐτὸς οἶδε μόνος, καὶ ὡς ἐκείνῳ δυνατὸν ἦν ἰδεῖν. Εὐμήχανος γὰρ ὢν ὁ σοφὸς καὶ φιλάνθρωπος ἡμῶν Δεσπότης, καὶ συγκαταβαίνων τῇ ἀνθρωπίνῃ φύσει, τοῖς ἀξίως προπαρεσκευασμένοις ἑαυτὸν ἐμφανίζει. Καὶ τοῦτο δείκνυσι διὰ τοῦ προφήτου, λέγων, Ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην. Ἐπεὶ καὶ Ἡσαΐας εἶδεν αὐτὸν καθήμενον· τοῦτο δὲ ἀνάξιον Θεοῦ· Θεὸς γὰρ οὐ κάθηται· πῶς γὰρ ἡ ἀσώματος ἐκείνη καὶ ἀνώλεθρος φύσις; καὶ ὁ Δανιὴλ πάλιν εἶδεν αὐτὸν, ὡς παλαιὸν ἡμερῶν· καὶ ὁ Ζαχαρίας ἑτέρως αὐτὸν ἐθεάσατο, καὶ Ἰεζεκιὴλ πάλιν ἄλλως. Διὰ τοῦτο οὖν ἔλεγεν, Ἐγὼ ὁράσεις ἐπλήθυνα, ἀντὶ τοῦ, Πρὸς τὴν ἑκάστου ἀξίαν οὕτως ὤφθην.

Καὶ νῦν οὖν, ἐπειδὴ ἀνέστησε τὸν δίκαιον οἴκοθεν, καὶ προσέταξεν εἰς τὴν ἀλλοτρίαν ἐλθεῖν, παραγενόμενος δὲ, καθάπερ ἀλήτης καὶ ξένος, οὕτω περιῄει, τῶν Χαναναίων ἔτι κατοικούντων, ἐπιζητῶν ὅπου τὴν κατοίκησιν αὐτὸν ποιήσασθαι προσῆκεν· ὁ ἀγαθὸς Δεσπότης παραμυθήσασθαι αὐτὸν βουλόμενος, καὶ νευρῶσαι αὐτοῦ τὴν προθυμίαν, ὥστε μὴ ναρκῆσαι, μηδὲ ἐνδοιάσαι πρὸς τὴν ἐπαγγελίαν τὴν ἤδη γεγενημένην πρὸς αὐτὸν, ὅτι Δεῦρο, καὶ ποιήσω σε εἰς ἔθνος μέγα (καὶ γὰρ ἐναντία τῇ ἐπαγγελίᾳ ἑώρα τὰ γινόμενα ὁ δίκαιος, καὶ ὡς ἕνα τῶν εὐτελῶν καὶ ἀπεῤῥιμμένων, καὶ ἀπροστατεύτων ἑαυτὸν περιιόντα, καὶ οὐδὲ ὅπου καταχθῆναι ἔχοντα), ἵν᾽ οὖν διεγείρῃ αὐτοῦ τὸν λογισμὸν, φησί· Καὶ ὤφθη Κύριος τῷ Ἄβραμ, καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Τέως ἡ ὑπόσχεσις μεγάλη καὶ ἀκόλουθος τῇ ἐπαγγελίᾳ, δι᾽ ἧς οἴκοθεν αὐτὸν ἀνέστησεν. Εἶπε γάρ· Μεγαλυνῶ τὸ ὄνομά σου· διὰ τοῦτο νῦν φησι πάλιν· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Ἐπειδὴ γὰρ ἐν γήρᾳ τυγχάνων ὁ δίκαιος ἄπαις ἦν, διὰ τὴν τῆς Σάρας στείρωσιν, ἐπαγγέλλεται αὐτῷ τῷ ἐξ αὐτοῦ τικτομένῳ τὴν γῆν παρασχεῖν. Καὶ σκόπει μοι Θεοῦ φιλανθρωπίαν, πῶς προειδὼς τοῦ δικαίου τὴν ἀρετὴν, βούλεται πᾶσι κατάδηλον αὐτὸν ποιῆσαι, καὶ καθάπερ μαργαρίτην τινὰ κρυπτόμενον, οὕτω φανερὸν ἀπεργάσασθαι.

Καὶ ἐπαγγελίας ἐπαγγελίαις συνάψας, καὶ μεγάλας τὰς ὑποσχέσεις ποιησάμενος, πάλιν μικρὸν διαναβάλλεται, ἵνα ταύτῃ μάλιστα δειχθῇ τοῦ πατριάρχου τὸ φιλόθεον, ὅτι καὶ ἐναντία ταῖς ὑποσχέσεσιν ὁρῶν τέως ἐκβαίνοντα τὰ πράγματα ὁ μακάριος, οὐκ ἐθορυβεῖτο, οὐδὲ διεταράττετο, ἀλλ᾽ ἀκίνητον εἶχε τὸν λογισμὸν, πεπεισμένος ὅτι δὴ τὰ παρὰ τοῦ Θεοῦ ἅπαξ αὐτῷ ἐπαγγελθέντα βέβαια καὶ πάγια τυγχάνει. Ἀλλὰ κατὰ μικρὸν ἅπαντα διερευνησώμεθα, ἵν᾽ οὕτω μάθωμεν καὶ τοῦ ἀγαθοῦ Θεοῦ τὴν εὐμήχανον σοφίαν, καὶ τὴν κηδεμονίαν, ἣν περὶ τὸν δίκαιον ἐπεδείκνυτο, καὶ τοῦ πατριάρχου τὸ φίλτρον τὸ περὶ τὸν Δεσπότην. Καὶ ὤφθη, φησὶ, Κύριος ὁ Θεὸς τῷ Ἄβραμ. Πῶς ὤφθη;

Ὡς αὐτὸς ὁ Θεὸς μόνος οἶδε, καὶ ὡς ἐκεῖνος ἰδεῖν ἠδύνατο. Οὐ γὰρ παύ[σ]ομαι τοῦτο λέγων, τὸν δὲ τρόπον ἀγνοῶ· ἀκούω δὲ μόνον τῆς Γραφῆς λεγούσης, ὅτι Ὤφθη Κύριος ὁ Θεὸς τῷ Ἄβραμ, καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην.

Ἀκριβῶς μνημονεύετε τῶν παρὰ τοῦ Θεοῦ ὑποσχέσεων γινομένων, ἵν᾽ ὅταν ἴδητε διαφόροις περιστάσεσι τὸν δίκαιον περιπίπτοντα, μάθητε αὐτοῦ τῆς φιλοσοφίας τὴν ὑπερβολὴν, καὶ τῆς ἀνδρείας τὸ στεῤῥὸν, καὶ τοῦ περὶ τὸν Θεὸν φίλτρου τὸ βέβαιον καὶ ἀκίνητον, καὶ ἐκ τῶν τῷ δικαίῳ τούτῳ συμβάντων παιδεύησθε, μηδέποτε νομίζειν ἔργον Θεοῦ ἐγκαταλείψεως εἶναι, ἐπειδὰν ἴδητέ τινα τῶν ἐναρέτων πειρασμοῖς, ἢ ἑτέραις τισὶ θλίψεσι βιωτικαῖς περιπεπτωκότα· ἀλλ᾽ ἐννοοῦντες τῶν οἰκονομιῶν τοῦ Θεοῦ τὸ διάφορον, παραχωρῆτε τὰ πάντα αὐτοῦ τῇ ἀκαταλήπτῳ προνοίᾳ. Εἰ γὰρ καὶ τὸν δίκαιον τοῦτον οὕτω φιλόθεον ὄντα, τοσαύτην ὑπακοὴν ἐπιδειξάμενον, συγχωρεῖ τοιούτων πειραθῆναι, ὧν αὐτίκα μάλα εἴσεσθε, οὐχὶ περιορῶν τὸν αὑτοῦ θεράποντα, ἀλλὰ τοῖς ἄλλοις ἅπασι βουλόμενος αὐτοῦ τὴν ἀρετὴν ἐκκαλύψαι (καὶ γὰρ ἔθος αὐτῷ τοῦτο ἐφ᾽ ἑκάστῳ τῶν δικαίων ποιεῖν· καὶ ὅσοι περὶ τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν ἐστε φιλότεχνοι, δυνήσεσθε ἄνωθεν καὶ ἐξ ἀρχῆς καταμανθάνοντες, οὕτως εὑρεῖν αὐτὸν οἰκονομοῦντα τῶν αὑτοῦ δούλων τὴν ζωὴν), πῶς οὐκ ἂν εἴη ἐσχάτης ἀγνωμοσύνης τὸ νομίζειν ἐγκαταλείψεως εἶναι τὴν τοσαύτην συγχώρησιν, οὐ πολλῆς δὲ μᾶλλον κηδεμονίας, καὶ τῆς ἀφάτου φιλανθρωπίας τοῦτο μέγιστον ποιεῖσθαι σημεῖον;

Δεικνὺς τοίνυν τὴν ὑπερβάλλουσαν δύναμιν αὐτοῦ, δύο ταῦτα ἐντεῦθεν κατασκευάζει, καὶ τῶν δούλων αὐτοῦ τὴν ὑπομονὴν καὶ τὴν ἀνδρείαν ἅπασι φανερὰν καθίστησι, καὶ τῆς προνοίας αὐτοῦ τὸ εὐμήχανον καὶ μεταξὺ τῶν δεινῶν αὐτῶν, καὶ μετὰ τὸ ἀπογνωσθῆναι σχεδὸν τὰ πράγματα, τότε πρὸς ὃ βούλεται μεθίστησιν, οὐδὲν ὑπὸ τῆς ἐν μέσῳ δυσκολίας γενομένης ἐμποδιζόμενος.

Καὶ ὤφθη, φησὶ, Κύριος ὁ Θεὸς τῷ Ἄβραμ, καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Μεγάλη ἡ ὑπόσχεσις, καὶ ποθεινὴ μάλιστα τῷ δικαίῳ. Ἴστε γὰρ ὅπως οἱ ἐν γήρᾳ φθάσαντες, μάλιστα καὶ ἐν ἀπαιδίᾳ τὸν ἅπαντα διάγοντες χρόνον, ἐπιθυμοῦσι παίδων. Τῆς ὑπακοῆς τοίνυν αὐτῷ τὴν ἀμοιβὴν διδοὺς ὁ Δεσπότης, καὶ ὅτι ἀκούσας, Ἔξελθε ἐκ τῆς γῆς σου, οὐχ ὑπερέθετο, οὐκ ἀνεβάλ[λ]ετο, ἀλλ᾽ ὑπήκουσε τῷ ἐπιτάγματι, καὶ εἰς ἔργον ἤγαγε τὸ προσταχθὲν, φησί· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην.

γʹ. Σκόπει πῶς διὰ τοῦ ῥήματος ἀνέστησεν αὐτοῦ τὴν διάνοιαν, καὶ ἀρκοῦσαν αὐτῷ τῶν καμάτων παρέσχε τὴν ἀντίδοσιν. Διά τοι τοῦτο καὶ ὁ δίκαιος, τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδεικνύμενος, εὐθέως ἐπὶ εὐχαριστίαν τρέπεται. Καὶ ᾠκοδόμησεν ἐκεῖ, φησὶ, θυσιαστήριον τῷ Κυρίῳ τῷ ὀφθέντι αὐτῷ. Ὅρα φιλοθέου γνώμης τεκμήριον. Καὶ αὐτὸν τὸν τόπον, ἔνθα τῆς ὁμιλίας ἠξιώθη τῆς παρὰ τοῦ Θεοῦ, ἀφιέρωσε, καὶ τὴν εὐχαριστίαν τὴν κατὰ δύναμιν ἐπεδείξατο.

Τοῦτο γάρ ἐστιν, ᾨκοδόμησε θυσιαστήριον, ἀντὶ τοῦ, εὐχαρίστησεν ὑπὲρ τῶν ἐπαγγελθέντων. Καὶ καθάπερ ἄνθρωποι πολλάκις ὑπὸ φίλτρου κινούμενοι, καὶ οἰκίας οἰκοδομοῦσιν, ἔνθα ἂν τοῖς γνησίως περὶ αὐτοὺς διακειμένοις συντυγχάνωσι, πολλάκις δὲ πολλοὶ καὶ πόλεις ἔστησαν, καὶ τὰς ἐπονομασίας αὐταῖς ἐκ τῆς τῶν ἐπιτηδείων συντυχίας ἐπέθηκαν· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ δίκαιος οὗτος, ἔνθα τῆς ὀπτασίας τῆς τοῦ Θεοῦ ἠξιώθη, τὸ Θυσιαστήριον ᾠκοδόμησε Κυρίῳ τῷ ὀφθέντι αὐτῷ, καὶ ἀπέστη, φησὶν, ἐκεῖθεν. Τί ἐστι, Καὶ ἀπέστη ἐκεῖθεν; Ὡς ἱερωμένου λοιπὸν τοῦ τόπου, καὶ τῷ Θεῷ ἀνατεθέντος, ἀνεχώρησεν ἐκεῖθεν, καὶ μετῆλθεν εἰς ἕτερον τόπον, φησὶν, Εἰς τὸ ὄρος κατὰ ἀνατολὰς Βεθὴλ, καὶ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ· ἐσχεδιασμένην, φησὶ, τὴν οἴκησιν ἐποιήσατο. Ὅρα πῶς ἦν ἀπέριττος, πῶς ἦν εὔζωνος, ὡς μετά τε γυναικὸς καὶ οἰκετῶν οὕτως εὐκόλως μετανίστασθαι. Ἀκουέτωσαν ἄνδρες, ἀκουέτωσαν γυναῖκες. Καὶ γὰρ πολλάκις εἰς ἀγρὸν ἐξιέναι δεόμενοι, μυρίας ἐπινοοῦμεν μηχανὰς, καὶ πολλὰ καὶ διάφορα πραγματευόμεθα, διὰ τὸ πολλὰ ἐπισύρεσθαι, καὶ μὴ τῆς χρείας γίνεσθαι μᾶλλον, ἀλλὰ τὰ περιττὰ καὶ ἀνόνητα, καὶ φαντασίας ἕνεκεν ἡμῖν ἐσπουδασμένα, ταῦτα μεθ᾽ ἑαυτῶν ἄγειν καὶ περιάγειν.

Ἀλλ᾽ οὐχ ὁ δίκαιος οὗτος. Ἀλλὰ τί; Ἐπειδὴ ἀξιωθεὶς τῆς παρὰ τοῦ Θεοῦ ὁμιλίας, τὸν τόπον ἀφιέρωσε, καὶ θυσιαστήριον ᾠκοδόμησε, μετέστη μετὰ πάσης εὐκολίας ἑτέρωθι. Καὶ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, ἐν Βεθὴλ κατὰ θάλασσαν, καὶ Ἁγγαὶ κατὰ ἀνατολάς· καὶ ᾠκοδόμησε κἀκεῖ θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι Κυρίου. Ὅρα πῶς διὰ πάντων δείκνυσιν ἑαυτοῦ τὴν φιλόθεον γνώμην. Ἐκεῖ μὲν γὰρ διὰ τὴν παρὰ τοῦ Θεοῦ γεγενημένην αὐτῷ ὑπόσχεσιν τὸ θυσιαστήριον ᾠκοδόμησε, καὶ τὸν τόπον ἀφιερώσας ἀνεχώρησεν.

Ἐνταῦθα δὲ ἐπειδὴ τὴν σκηνὴν ἐπήξατο, πάλιν ᾨκοδόμησε, φησὶ, θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι Κυρίου. Εἶδες γνώμην φιλόσοφον; εἶδες ὅπερ γράφων παρῄνεσεν ὁ θαυμαστὸς τῆς οἰκουμένης διδάσκαλος ὁ μακάριος Παῦλος, λέγων· Ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας· τοῦτο προλαβὼν ὁ πατριάρχης διὰ τῶν ἔργων ἐπλήρου, καθ᾽ ἕκαστον τόπον θυσιαστήριον οἰκοδομῶν, καὶ τὰς εὐχαριστίας ἀναφέρων τῷ Δεσπότῃ; ᾜδει γὰρ, ᾔδει σαφῶς, ὡς οὐδὲν ἕτερον ἐπιζητεῖ παρὰ τῆς ἀνθρωπίνης φύσεως ὁ τῶν ὅλων Θεὸς μετὰ τὰς μυρίας καὶ ἀφάτους αὑτοῦ εὐεργεσίας, ὡς εὐχάριστον γνώμην, καὶ τὸ εἰδέναι χάριν ὁμολογεῖν ὑπὲρ τῶν ὑπηργμένων.

Ἀλλ᾽ ἴδωμεν πάλιν, πῶς καὶ ἐντεῦθεν ὁ δίκαιος μετανίσταται. Καὶ ἀπῆρε, φησὶν, Ἄβραμ, καὶ πορευθεὶς ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ. Ὅρα πάλιν τὴν φιλόθεον αὐτοῦ γνώμην καὶ τὴν φιλοσοφίαν τὴν πολλήν. Πάλιν, φησὶν, ἐντεῦθεν ἀνεχώρησε, καὶ Ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ. Τίνος ἕνεκεν ἀπῆρεν ἐκεῖθεν; Ἴσως ὁρῶν τινας οἰκητόρων οὐκ ἀρεσκομένους αὐτοῦ τῇ παρουσίᾳ. Διά τοι τοῦτο δεικνὺς αὑτοῦ τῆς πραότητος τὴν ὑπερβολὴν, καὶ ὅπως περὶ πολλοῦ ποιεῖται τὴν ἡσυχίαν καὶ τὸ πρὸς μηδένα τι ἔχειν κοινὸν, τὴν ἐρημίαν καταλαμβάνει. Καὶ πορευθεὶς, φησὶν, ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ. Ξένῃ λέξει ἐχρήσατο ἡ θεία Γραφή· καθάπερ γὰρ ἐπὶ τῶν πολέμων ἔθος ἐστὶ λέγειν, οὕτω καὶ νῦν εἶπεν ἐπὶ τοῦ δικαίου, ὅτι ἐστρατοπέδευσε, ἵνα δείξῃ τὸ εὔζωνον τοῦ πατριάρχου, ὅτι καθάπερ οἱ στρατιῶται μετ᾽ εὐκολίας νῦν μὲν ἐνταῦθα, νῦν δὲ ἐκεῖσε στρατοπεδεύονται· οὕτω δὴ καὶ ὁ δίκαιος οὗτος, καίτοι γυναῖκα ἐπιφερόμενος, καὶ τὸν ἀδελφιδοῦν, καὶ τοσούτων οἰκετῶν πλῆθος, μετὰ πλείονος τῆς εὐκολίας τὰς μεταναστάσεις ἐποιεῖτο. Εἶδες βίον ἐν γήρᾳ μετὰ γυναικὸς καὶ οἰκετῶν τοσούτων εὔζωνον; Ἐμοὶ δὲ θαυμάσαι ἔπεισι μάλιστα τῆς γυναικὸς τὴν ἀνδρείαν.

Ὅταν γὰρ ἐννοήσω τῆς φύσεως τῆς γυναικείας τὴν ἀσθένειαν, καὶ λογίσωμαι ὅπως μετ᾽ εὐκολίας ἅμα τῷ δικαίῳ τὰς μεταναστάσεις ἐποίει, οὔτε αὐτὴ δυσχεραίνουσα, οὔτε τῷ δικαίῳ κώλυμα γινομένη, ἐκπλήττομαι, καὶ λογίζομαι ὅτι οὐκ ἔλαττον τοῦ δικαίου καὶ αὐτὴ φρόνημα ὑψηλὸν καὶ ἀνδρεῖον ἐκέκτητο. Καὶ τοῦτο μάλιστα εἰσόμεθα, ἐπιόντες τὰ ἑξῆς τῶν ἀνεγνωσμένων. Εἶδες ὅτι μετὰ τὸ ἀκοῦσαι, ὅτι Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, πῶς οὐχ ἡσύχασεν ὁ δίκαιος, ἀλλ᾽ ἐντεῦθεν ἐκεῖ μετέβαινε, καὶ πάλιν ἐκεῖθεν ἑτέρωθι; Ἀλλ᾽ ὅρα καὶ ἀπὸ τῆς ἐρημίας αὐτὸν πάλιν ἐλαυνόμενον, οὐχ ὑπὸ ἀνθρώπων, ἀλλ᾽ ὑπὸ τῆς ἀνάγκης τοῦ λιμοῦ. Καὶ ἐγένετο, φησὶ, λιμὸς ἐπὶ τῆς γῆς. Ἀκουέτωσαν οἱ ἁπλῶς καὶ ἀπαραφυλάκτως φθεγγόμενοι, καὶ οἰωνιζόμενοι, καὶ λέγοντες, ὅτι ἐπειδὴ ὁ δεῖνα παρεγένετο, λιμὸς γέγονε, καὶ ἐπειδὴ ὁ δεῖνα ἦλθε τόδε συνέβη. Ἰδοὺ καὶ ἐπὶ τῆς τοῦ δικαίου παρουσίας λιμὸς, καὶ λιμὸς βαρὺς καὶ οὐ θορυβεῖται ὁ δίκαιος, οὐδὲ πάσχει τι ἀνθρώπινον, καὶ τῇ ἑαυτοῦ παρουσίᾳ λογίζεται τοῦ λιμοῦ τὴν αἰτίαν. Ἀλλ᾽ ἐπειδὴ εἶδε τὴν φύσιν ἐλεγχομένην, καὶ ἐπεκράτησεν ὁ λιμὸς, Κατέβη, φησὶ, εἰς Αἴγυπτον Ἄβραμ παροικῆσαι ἐκεῖ, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς.

δʹ. Σκόπει πῶς μακρότερα τὰ σκάμματα τῷ δικαίῳ ἐγίνετο. ᾨκονόμει γὰρ ὁ Δεσπότης μὴ μόνον τοῖς τὴν Παλαιστίνην οἰκοῦσιν, ἀλλὰ καὶ τοῖς κατὰ τὴν Αἴγυπτον διδάσκαλον αὐτὸν γενέσθαι, καὶ τὸ φῶς τῆς οἰκείας ἀρετῆς πᾶσι κατάδηλον ποιῆσαι. Καθάπερ γὰρ φωστῆρά τινα λανθάνοντα καὶ κεκρυμμένον εἰς τὴν Χαλδαίων, ἐκεῖθεν ἀνέστησεν, ἵνα τοὺς ἐν τῷ σκότει τῆς πλάνης καθημένους χειραγωγήσῃ πρὸς τὴν τῆς ἀληθείας ὁδόν.

Ἀλλ᾽ ἴσως εἴποι τις ἄν· Καὶ τίνος ἕνεκεν οὐ τοὺς ἐν τῇ Χαλδαίων χώρᾳ παρεσκεύασε δι᾽ αὐτοῦ πρὸς τὴν εὐσέβειαν ἀναχθῆναι; Εἰκὸς μέν ἐστι καὶ τῆς ἐκείνων σωτηρίας δι᾽ ἑτέρων γενέσθαι τὴν πρόνοιαν· ὅμως δὲ ἄκουσον τοῦ Χριστοῦ λέγοντος, Οὐκ ἔστι προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ ἰδίᾳ πατρίδι. Ἵνα οὖν τὴν ἐπαγγελίαν εἰς ἔργον ἀγάγῃ τὴν αὑτοῦ, ἣν ἐποιήσατο λέγων, Καὶ μεγαλυνῶ τὸ ὄνομά σου, διὰ τοῦτο καὶ τὸν λιμὸν συγχωρεῖ γενέσθαι, καὶ διὰ τούτου ἀνάγκην εἰς τὴν Αἴγυπτον αὐτὸν ἀφικέσθαι, ἵνα μάθωσι καὶ οἱ αὐτόθι, ὅση τοῦ ἀνδρός ἐστιν ἡ ἀρετή. Καθάπερ γάρ τις δήμιος δεσμὰ περιβαλὼν, οὕτως αὐτοὺς ὁ λιμὸς ἀπὸ τῆς ἐρημίας ἀναστήσας ἐπὶ τὴν Αἴγυπτον εἷλκεν. Ἀλλ᾽ ἴδωμεν λοιπὸν τὰ ἐντεῦθεν, καὶ ὅσῃ περιστάσει ὁ δίκαιος περιπέπτωκεν, ἵνα καὶ αὐτοῦ τὴν ἀνδρείαν μάθωμεν, καὶ τῆς γυναικὸς τὴν φιλόσοφον γνώμην. Ἐπειδὴ γὰρ πολὺ τῆς ὁδοῦ προῆλθον, καὶ γεγόνασι λοιπὸν πλησίον τῆς Αἰγύπτου, ἐναγώνιος γέγονεν ὁ δίκαιος, καὶ περὶ αὐτῆς, ὡς εἰπεῖν, τῆς ζωῆς δεδοικὼς καὶ τρέμων διαλέγεται τῇ γυναικί.

Ἐγένετο γὰρ, φησὶ ἡνίκα ἤγγισεν Ἄβραμ εἰσελθεῖν εἰς Αἴγυπτον, εἶπε Σάρᾳ τῇ γυναικὶ αὐτοῦ· Γινώσκω ἐγὼ ὅτι γυνὴ εὐπρόσωπος εἶ. Ἔσται οὖν, ὅταν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν, ὅτι Γυνὴ αὐτοῦ αὕτη· καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται. Εἰπὲ οὖν, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως εὖ μοι γένηται διὰ σὲ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ. Εἶδες ἐκ τῶν ῥημάτων εἰς ὅσον ἀγῶνα καὶ δειλίαν ὁ δίκαιος κατέστη· καὶ οὐδαμοῦ τὸν λογισμὸν ἐταράττετο, οὐδὲ ἐθορυβεῖτο τὴν γνώμην, οὐδὲ ἐνενόει καὶ ἔλεγε· Τί τοῦτο; ἆρα ἐγκατελείφθημεν; ἆρα ἠπατήθημεν; ἆρα μὴ ἐρήμους ἡμᾶς κατέλιπε τῆς αὑτοῦ προνοίας ὁ Δεσπότης; ὁ εἰπὼν, Μεγαλυνῶ σε, καὶ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, οὕτως ἡμᾶς ἀφίησι νῦν περὶ τῶν ἐσχάτων αὐτῶν δεδοικέναι, καὶ εἰς προφανῆ κίνδυνον ἐμπεσεῖν;

Οὐδὲν τούτων οὐδὲ ἐν διανοίᾳ λαβεῖν ὁ δίκαιος κατεδέξατο, ἀλλ᾽ ἑνὸς νῦν ἐγίνετο μόνου, ὅπως δυνηθῇ σοφισάμενός τινα μηχανὴν, καὶ τοῦ λιμοῦ παραμυθίαν εὑρεῖν, καὶ τῶν Αἰγυπτίων τὰς χεῖρας διαφυγεῖν. Γινώσκω, φησὶν, ὅτι γυνὴ εὐπρόσωπος εἶ. Ὅρα πόση τῆς γυναικὸς ἦν ἡ εὐμορφία, ὅτι καὶ εἰς γῆρας αὐτῶν ἐλασάντων λοιπὸν, καὶ μετὰ τοσούτων ἐτῶν ἀριθμὸν ἔτι ἔμενεν ἀκμάζουσα, τοῦ κάλλους τὴν ὥραν ἐπὶ τῆς ὄψεως φέρουσα, καὶ ταῦτα μετὰ τὴν τοσαύτην ταλαιπωρίαν καὶ κακουχίαν, ἣν κατὰ τὰς ὁδοὺς ὑπέμενεν ἀπὸ τόπων εἰς τόπους μετανισταμένη, καὶ ἀπὸ μὲν τῆς Χαλδαίων χώρας εἰς τὴν Χαῤῥὰν μετανισταμένη, κἀκεῖθεν εἰς τὴν Χαναὰν, καὶ πάλιν ἐντεῦθεν ἐκεῖ ἐν τῇ Χαναναίᾳ, κἀκεῖθεν ὧδε, καὶ νῦν πάλιν εἰς τὴν Αἴγυπτον. Τίνα οὖν οὐκ ἂν καὶ τῶν σφριγώντων ἀνδρῶν αἱ οὕτω συνεχεῖς ἀποδημίαι κατειργάσαντο;

Ἀλλ᾽ ἡ θαυμασία αὕτη, καὶ μετὰ τὴν τοσαύτην ταλαιπωρίαν ἔτι λάμπουσα τῷ τῆς ὄψεως κάλλει, πολὺ καὶ σφοδρὸν τὸ δέος ἐνεποίει τῷ δικαίῳ· διὸ καὶ ἔλεγε· Γινώσκω ἐγὼ, ὅτι γυνὴ εὐπρόσωπος εἶ. Ἔσται οὖν, ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν, ὅτι Γυνὴ αὐτοῦ αὕτη· καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται.

Σκόπει πῶς ἐθάῤῥει τῷ τρόπῳ τῆς γυναικὸς, καὶ οὐκ ἔδεισε μή ποτε τοῖς ἐπαίνοις χαυνωθῇ, ἀλλὰ καὶ τοιαύτην εἰσάγει τὴν συμβουλὴν λέγων· Ἵνα μὴ ἐμὲ μὲν ἀποκτείνωσι, σὲ δὲ περιποιήσωνται, Εἰπὲ οὖν, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως ἂν εὖ μοι γένηται, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ. Ἐπειδὴ οὐ τὸ τυχὸν ἦν ὅπερ ἐπέταττε, διὰ τοῦτο διὰ τῶν ἐπαγομένων ῥημάτων ἐφελκύσασθαι αὐτὴν ἠβουλήθη, ὥστε καὶ εἰς οἶκτον αὐτὴν ἐπικάμψαι, καὶ πεῖσαι μετὰ προθυμίας ὑποκρίνασθαι τὸ δρᾶμα. Ἔσται οὖν, φησὶν, ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν, ὅτι Γυνὴ αὐτοῦ αὕτη· καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται. Οὐκ εἶπε, Σὲ καθυβρίσουσι· τέως οὐ βούλεται αὐτὴν καταπλῆξαι διὰ τῶν ῥημάτων, ἄλλως τε καὶ δέδοικεν ὑπὲρ τῆς ἐπαγγελίας τοῦ Θεοῦ. Διὰ τοῦτό φησι, Σὲ δὲ περιποιήσονται.

Εἰπὲ οὖν, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι. Ἐννόει μοι ἐν οἵᾳ καταστάσει τυγχάνειν εἰκὸς ἦν τοῦ δικαίου τὴν διάνοιαν, ἡνίκα ταῦτα συνεβούλευε τῇ γυναικί. Ἴστε γὰρ, ἴστε πῶς οὐδὲν τούτου βαρύτερόν ἐστι τοῖς ἀνδράσιν, εἰς τὸ κἂν εἰς ὑποψίαν τοιαύτην τὴν γαμετὴν ἐλθεῖν. Ὁ μέντοι δίκαιος καὶ σπουδάζει καὶ πάντα ποιεῖ, ὥστε εἰς ἔργον τὴν μοιχείαν ἐκβῆναι. Ἀλλὰ μὴ ἁπλῶς, ἀγαπητὲ, καταψηφίσῃ τοῦ δικαίου, ἀλλὰ καὶ ἐκ τούτου μάλιστα κατάμαθε αὐτοῦ καὶ τὴν σύνεσιν τὴν πολλὴν καὶ τὴν ἀνδρείαν· τὴν ἀνδρείαν μὲν, ὅτι οὕτω γενναίως ἀντεῖχε καὶ περιεγένετο τῆς τῶν λογισμῶν ταραχῆς, ὡς καὶ τοιαῦτα συμβουλεῦσαι. Ὅτι γὰρ οὐδέν ἐστι τούτου ἀφορητότερον, ἄκουε τοῦ Σολομῶντος λέγοντος· Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς· οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως, οὐδὲ ἀνταλλάξεται πολλῶν δώρων τὴν ἔχθραν· καὶ πάλιν· Σκληρὸς ὡς ᾅδης ζῆλος.

εʹ. Ὁρῶμεν δὲ πολλοὺς, ὅτι εἰς τοσαύτην μανίαν ἐξηκοντίσθησαν, ὡς μηδὲ αὐτῶν φείσασθαι τῶν γυναικῶν, ἀλλὰ καὶ αὐτὸν τὸν μοιχὸν πολλάκις συγκατέσφαξαν καὶ ἑαυτούς. Τοσαύτη τοῦ πράγματός ἐστιν ἡ μανία, καὶ οὕτως ἀκάθεκτός ἐστιν ὁ ζῆλος, ὡς παρασκευάζειν καὶ τῆς οἰκείας σωτηρίας ὑπεριδεῖν τὸν ἅπαξ ἁλόντα τῷ πάθει. Καὶ τὴν μὲν ἀνδρείαν ἐκεῖθεν ἔστι καταμαθεῖν τοῦ δικαίου· τὴν δὲ σύνεσιν αὐτοῦ τὴν πολλὴν, ὅτι ἐν ἀμηχανίᾳ τοσαύτῃ, καὶ ὥσπερ ἐν δικτύοις ἀποληφθεὶς ἴσχυσε ταύτην εὑρεῖν τὴν ὁδὸν, δι᾽ ἧς ἔλαττον ἂν γένοιτο τὸ κακόν. Εἰ μὲν γὰρ εἶπεν, ὅτι γυνὴ αὐτοῦ ἦν, καὶ μὴ ὑπεκρίνατο τὸ δρᾶμα, καὶ τῷ τῆς ἀδελφῆς ὀνόματι ἐχρήσατο, καὶ αὐτὴ ἂν ἀφῃρέθη τοῦ δικαίου, τοῦ κάλλους τῆς εὐμορφίας ἐπισπωμένου τῶν Αἰγυπτίων τὴν ἀκόλαστον γνώμην, καὶ ὁ δίκαιος ἂν ἐσφάγη, ὥστε μὴ εἶναι τὸν ἔλεγχον τῆς παρανομίας. Ἵνα οὖν, τῶν δύο τούτων χαλεπῶν μελλόντων πάντως ἐκβαίνειν διὰ τὴν ἀκρασίαν τῶν ἀνδρῶν, καὶ τοῦ βασιλέως τὴν τυραννίδα, δυνηθῶσιν ἐν ἀπορίᾳ πολλῇ μικράν τινα παραμυθίαν εὑρεῖν, φησίν· Εἰπὲ, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι· τοῦτο γὰρ ἐμὲ ἴσως ἐλευθερώσει τῶν κινδύνων. Τὸ γὰρ σὸν, κἄν τε ἀδελφὴν εἴπῃς σαυτὴν, κἄν τε γυναῖκα, οὐδεὶς ἀντερεῖ ὅτι πάντως ἐκβήσεται, καὶ ἐπιδραμοῦσι τῇ ἀφαιρέσει διὰ τὴν τῆς σαρκὸς εὐμορφίαν· ἐμὲ δὲ εἰκὸς διαφυγεῖν τὴν ἐπιβουλὴν, εἰ τῷ τῆς ἀδελφῆς ὀνόματι χρήσαιο.

Εἶδες σύνεσιν τοῦ δικαίου, πῶς ἀποληφθεὶς ὁδόν τινα ἴσχυσεν εὑρεῖν, δι᾽ ἧς ἐβουλεύετο, πῶς ἂν δυνηθείη τῆς τῶν Αἰγυπτίων ἐπιβουλῆς ἀνώτερος γενέσθαι; Πάλιν ἀναλογίζου μοι κἀνταῦθα καὶ τοῦ δικαίου τὴν ὑπομονὴν, καὶ τῆς γυναικὸς τὸ φιλάγαθον· τοῦ μὲν δικαίου, ὅτι οὐκ ἀπεδυσπέτησε καὶ εἶπε· Τίνος δὲ ἕνεκεν ταύτην ἐπάγομαι, αἰτίαν μοι γινομένην τοσούτου κλυδωνίου; τί γάρ μοι τὸ ὄφελος ἀπὸ τῆς συνουσίας, ὅταν μέλλω δι᾽ αὐτὴν περὶ τῶν ἐσχάτων κινδυνεύειν; τί τὸ κέρδος, ὅταν μὴ μόνον μηδεμίαν μοι εἰσάγῃ παραμυθίαν, ἀλλὰ καὶ αὐτὸν τὸν θάνατόν μοι τίκτῃ διὰ τῆς οἰκείας εὐμορφίας; Οὐδὲν τούτων οὔτε εἶπεν οὔτε ἐνενόησεν, ἀλλὰ πάντα τοιοῦτον λογισμὸν ἀπωσάμενος, καὶ οὔτε πρὸς τὴν ἐπαγγελίαν τοῦ Θεοῦ διστάσας, ἑνὸς μόνου δὴ ἐγίνετο, τοῦ πῶς δυνηθῇ διαφυγεῖν τὸν προορώμενον κίνδυνον. Ἐννόει μοι γὰρ ἐνταῦθα, ἀγαπητὲ, τοῦ Θεοῦ τὴν ἄφατον μακροθυμίαν, πῶς οὐδαμοῦ ἐφίσταται οὐδὲ παραμυθεῖται τὸν δίκαιον, ἀλλὰ ἀναμένει κορυφωθῆναι τὰ δεινὰ καὶ αὐξηθῆναι, καὶ εἰς ἀπόγνωσιν ἐλθεῖν, καὶ τότε τὴν οἰκείαν πρόνοιαν ἐπιδείκνυται. Εἰπὲ οὖν, φησὶν, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως ἂν εὖ μοι γένηται διὰ σὲ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ.

Οὐχ ὡς μελλούσης τῆς αὐτοῦ ψυχῆς ἀποθνήσκειν, ταῦτα εἴρηκεν ὁ δίκαιος (Μὴ φοβηθῆτε γὰρ, φησὶν, ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι), ἀλλ᾽ ἁπλῶς κατὰ τὴν συνήθειαν ἐφθέγξατο τοῦτο πρὸς τὴν γυναῖκα. Ὅπως ἂν εὖ μοι, φησὶ, γένηται διὰ σὲ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ· μονονουχὶ λέγων πρὸς αὐτήν· Εἰπὲ, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι, ἵνα μὴ διὰ τὸν λιμὸν φυγόντα τὴν Χαναναίαν ἔργον με ποιήσῃς γενέσθαι τῶν Αἰγυπτιακῶν χειρῶν. Γενοῦ μοι οὖν τῆς σωτηρίας αἰτία, Ὅπως ἂν εὖ μοι γένηται διὰ σέ.

Ἐλεεινὰ τὰ ῥήματα· πολὺς ἦν ὁ φόβος διά τε τὴν μανίαν τὴν Αἰγυπτιακὴν, καὶ ὅτι οὔπω ἦν καταλυθεῖσα τοῦ θανάτου ἡ τυραννίς· διὰ τοῦτο καὶ τῇ μοιχείᾳ τῆς γυναικὸς αἱρεῖται κοινωνῆσαι ὁ δίκαιος, καὶ μονονουχὶ ὑπηρετήσασθαι τῷ μοιχῷ εἰς τὴν τῆς γυναικὸς ὕβριν, ἵνα τὸν θάνατον διαφύγῃ. Ἔτι γὰρ φοβερὸν ἦν αὐτοῦ τὸ πρόσωπον· οὐδέπω ἦσαν αἱ χαλκαῖ πύλαι κλασθεῖσαι· οὐδέπω ἦν τὸ κέντρον αὐτοῦ ἀμβλυνθέν.

Εἶδες σύνδεσμον ἀγάπης ἀνδρὸς καὶ γυναικός; εἶδες καὶ ἄνδρα, οἷα ἐθάῤῥησεν ὑποθέσθαι τῇ γυναικὶ, καὶ γυναῖκα οἵαν δέχεται τὴν συμβουλήν; Οὐκ ἀνανεύει οὐδὲ δυσχεραίνει, ἀλλὰ πάντα ποιεῖ, ὥστε τὸ δρᾶμα λαθεῖν.

Ἀκουέτωσαν ἄνδρες καὶ γυναῖκες, καὶ μιμείσθωσαν τούτων τὴν ὁμόνοιαν, τῆς ἀγάπης τὸν σύνδεσμον, τῆς εὐσεβείας τὴν ἐπίτασιν, καὶ ζηλούτωσαν τῆς Σάρας τὴν σωφροσύνην. Ὅτι καὶ ἐν γήρᾳ οὕτω κάλλει διαλάμπουσα μέχρι τότε διέμεινεν ἁμιλλωμένη ταῖς τοῦ δικαίου ἀρεταῖς· δι᾽ ὃ καὶ τοσαύτης ἠξιώθη τῆς παρὰ τοῦ Θεοῦ προνοίας, καὶ τῆς ἄνωθεν ἀμοιβῆς. Μηδεὶς τοίνυν αἰτιάσθω τοῦ κάλλους τὴν εὐμορφίαν, μηδὲ λεγέτω ἐκεῖνα τὰ ἀνόνητα ῥήματα, ὅτι τὴν δεῖνα τὸ κάλλος ἀπώλεσε· καὶ τῇ δεῖνι τὸ κάλλος γέγονεν ὀλέθρου αἴτιον. Οὐ τὸ κάλλος αἴτιον· μὴ γένοιτο· ἔργον γάρ ἐστι καὶ τοῦτο τοῦ Θεοῦ· ἀλλ᾽ ἡ προαίρεσις ἡ διεφθαρμένη αἰτία πάντων τῶν κακῶν ἐστιν. Εἶδες τὴν θαυμασίαν ταύτην γυναῖκα ἑκατέρωθεν διαλάμπουσαν, καὶ ἀπὸ τοῦ τῆς ψυχῆς κάλλους καὶ ἀπὸ τοῦ τῆς ὄψεως, καὶ κατ᾽ ἴχνος τοῦ δικαίου πορευομένην; Ταύτην μιμείσθωσαν αἱ γυναῖκες.

Ἰδοὺ γὰρ καὶ ὥρας εὐμορφία, καὶ στείρωσις, καὶ χρόνος τοσοῦτος, καὶ περιουσία πολλὴ, καὶ μετανάστασις τοσαύτη, καὶ ἀποδημία, καὶ πειρασμοὶ συνεχεῖς καὶ ἐπάλληλοι· καὶ οὐδὲν τούτων αὐτῆς τὸν λογισμὸν παρεσάλευσεν, ἀλλ᾽ ἔμενεν ἀπερίτρεπτος. Διά τοι τοῦτο καὶ τῆς ὑπομονῆς ἀξίαν τὴν ἀμοιβὴν ἐκομίσατο, ἐν ἐσχάτῳ γήρᾳ ἀπὸ μήτρας πεπηρωμένης καὶ νηδύος νενεκρωμένης τεκεῖν δυνηθεῖσα. Ὅπως ἂν, φησὶν, εὖ μοι γένηται διὰ σὲ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ, Οὐδὲν, φησὶν, ἕτερον ὑπολέλειπταί μοι εἰς σωτηρίαν, ἢ τὸ σὲ βουληθῆναι εἰπεῖν, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι. Ἴσως γὰρ διαφεύξομαι τὸν προσδοκώμενον κίνδυνον, καὶ διὰ σὲ λοιπὸν ζήσομαι, καὶ σοὶ τὴν μετὰ ταῦτα ζωὴν ἐπιγράψομαι. Ἱκανὰ τὰ ῥήματα ἐφελκύσασθαι τὴν γυναῖκα καὶ εἰς συμπάθειαν ἀγαγεῖν.

ϛʹ. Τοῦτο ἀληθῶς συνοικέσιον, τὸ μὴ μόνον ἐν ἀνέσει, ἀλλὰ καὶ ἐν τοῖς κινδύνοις ἑαυτοῖς συμπεριφέρεσθαι· τοῦτο ἀγάπης γνησίας τεκμήριον, τοῦτο φιλίας ἀκριβεστάτης γνώρισμα. Οὐχ οὕτω διάδημα ἐπὶ τῆς κεφαλῆς κείμενον λαμπρὸν δείκνυσι τὸν βασιλέα, ὡς τὴν μακαρίαν ταύτην περιφανῆ καὶ λαμπρὰν ἀπέδειξεν ἡ ὑπακοὴ αὕτη, ἣν περὶ τὴν συμβουλὴν τοῦ δικαίου ἐπεδείξατο.

Τίνα οὖν τὸ ταύτης καταπειθὲς λογιζόμενον οὐκ ἐκστήσει; τίς γὰρ ἂν κατ᾽ ἀξίαν ταύτην ἐπαινέσειεν, ἥτις μετὰ τοσαύτην σωφροσύνην, καὶ ἐν ἡλικίᾳ τοιαύτῃ ὑπὲρ τοῦ τὸν δίκαιον διασῶσαι, ὅσον εἰς τὴν οἰκείαν γνώμην, καὶ εἰς μοιχείαν ἑαυτὴν ἐξέδωκεν, καὶ συνουσίας ἠνέσχετο βαρβαρικῆς; Ἀλλὰ μικρὸν ἀνάμεινον, καὶ ὄψει τοῦ Θεοῦ τὴν εὐμήχανον πρόνοιαν. Διὰ γὰρ τοῦτο τὴν πολλὴν ταύτην ἐπεδείξατο μακροθυμίαν, ἵνα καὶ τὸν δίκαιον περιφανέστερον ἐργάσηται, καὶ διὰ τῶν ἐκεῖ γινομένων μὴ μόνον οἱ κατὰ τὴν Αἴγυπτον, ἀλλὰ καὶ οἱ κατὰ Παλαιστίνην παιδευθῶσιν, ὅσης εὐνοίας ἀπολαύει ὁ πατριάρχης παρὰ τοῦ πάντων Δεσπότου.

Ἐγένετο γὰρ, φησὶν, ἡνίκα εἰσῆλθεν Ἄβραμ εἰς Αἴγυπτον, ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα, ὅτι καλὴ ἦν σφόδρα· καὶ εἶδον αὐτὴν οἱ ἄρχοντες Φαραὼ, καὶ ἐπῄνεσαν αὐτὴν πρὸς Φαραὼ, καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραὼ, καὶ τῷ Ἄβραμ εὖ ἐχρήσαντο δι᾽ αὐτήν. Καὶ ἐγένετο αὐτῷ πρόβατα, καὶ μόσχοι, καὶ ὄνοι, καὶ παῖδες, καὶ παιδίσκαι, καὶ ἡμίονοι, καὶ κάμηλοι. Ὅρα πῶς ἅπερ προλαβὼν ὑπείδετο ὁ δίκαιος, ταῦτα εἰς ἔργον ἐξέβη. Ὡς γὰρ εἰσῆλθεν εἰς Αἴγυπτον, Ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα, ὅτι καλὴ ἦν σφόδρα· οὐχ ἁπλῶς καλὴ, ἀλλὰ μεθ᾽ ὑπερβολῆς ἅπαντας ἐπισπωμένη τοὺς ὁρῶντας.

Καὶ ἰδόντες αὐτὴν οἱ ἄρχοντες Φαραὼ, ἐπῄνεσαν αὐτὴν ἔμπροσθεν Φαραώ. Μὴ ἁπλῶς παραδράμῃς, ἀγαπητὲ, τὸ εἰρημένον, ἀλλὰ θαύμασον πῶς οὐδεὶς τῶν Αἰγυπτίων ἐνεχείρισε τὴν γυναῖκα ὡς ξένην, καὶ ἀπὸ γῆς ἀλλοτρίας ἐπιδημήσασαν, οὐδὲ κατεφρόνησαν τοῦ ἀνδρὸς, ἀλλ᾽ εἰσελθόντες τῷ βασιλεῖ κατάδηλον πεποιήκασι.

Τοῦτο δὲ ἐγίνετο, ἵνα φανερώτερον τὸ πρᾶγμα γένηται, καὶ μὴ εἰς τὸν τυχόντα, ἀλλ᾽ εἰς αὐτὸν τὸν βασιλεύοντα τῆς ἐκδικήσεως γινομένης, πανταχοῦ διαδοθῇ[ναι] τὸ γεγονός. Καὶ εἰσήγαγον αὐτὴν πρὸς Φαραώ. Εὐθέως ἀφῃρέθη τῆς γυναικὸς ὁ δίκαιος, καὶ εἰσάγεται πρὸς τὸν Φαραὼ αὕτη. Σκόπει πόση τοῦ Θεοῦ ἡ μακροθυμία· πῶς οὐκ ἐξ ἀρχῆς, οὐδὲ ἐκ προοιμίων τὴν ἰδίαν ἐπιδείκνυται πρόνοιαν, ἀλλὰ ἀφίησι πάντα γενέσθαι, καὶ εἰς αὐτὸν σχεδὸν τὸν φάρυγγα τοῦ θηρίου ἐμπεσεῖν τὴν γυναῖκα, καὶ τότε τὴν ἑαυτοῦ δύναμιν πᾶσι ποιεῖ κατάδηλον. Καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραώ. Ἐν οἵᾳ καταστάσει ἦν κατὰ τὸν καιρὸν ἐκεῖνον τῆς γυναικὸς ἡ διάνοια; πῶς αὐτῆς ὁ λογισμὸς διεταράττετο; πῶς ἐκορυφοῦντο τὰ κύματα; πῶς ναυάγιον οὐχ ὑπέμενεν, ἀλλ᾽ ἔμενε καθάπερ πέτρα τις ἀκίνητος, πρὸς τὴν ἄνωθεν ῥοπὴν ἀποβλέπουσα; Τί δὲ λέγω τὴν γυναῖκα; Τὸν δίκαιον ὁποίαν εἰκὸς ἔχειν ψυχὴν, ἐκείνης εἰς τὸν οἶκον Φαραὼ εἰσαγομένης; Καὶ τῷ Ἄβραμ εὖ ἐχρήσαντο δι᾽ αὐτὴν, ὡς ἀδελφῷ δηλονότι.

Καὶ ἐγένοντο αὐτῷ πρόβατα, καὶ μόσχοι, καὶ ὄνοι, καὶ παῖδες, καὶ παιδίσκαι, καὶ κάμηλοι, καὶ ἡμίονοι. Ταῦτα δὲ αὐτὰ, ἃ τρυφῆς ἕνεκεν καὶ θεραπείας ἐδίδοτο, πόσην οὐκ ἀνῆπτεν ἐν αὐτῷ τὴν πυράν; πῶς δὲ αὐτοῦ οὐ κατέφλεγε τὴν διάνοιαν, καὶ ἀνεπίμπρα τὸν λογισμὸν, ἐννοοῦντι τῶν δώρων τὴν ὑπόθεσιν;

Εἶδες πρὸς αὐτὸ τὸ τέλος σχεδὸν ἥκοντα τὰ δεινά; εἶδες πῶς οὐδεμία λοιπὸν κατὰ ἀνθρωπίνην ἀκολουθίαν ἐλπὶς διορθώσεως ὑπελείπετο; εἶδες πῶς ἀπέγνωστο τὰ πράγματα κατὰ ἀνθρωπίνην ὑπόληψιν; εἶδες πῶς εἰς αὐτὸν τὸν λαιμὸν τοῦ θηρίου ἐνέπεσεν ἡ γυνή; Ὅρα λοιπὸν ἐνταῦθα τὴν ἀπόῤῥητον τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ ἐκπλάγηθι τῆς δυνάμεως αὐτοῦ τὴν ὑπερβολήν. Καὶ ἤτασε, φησὶν, ὁ Θεὸς τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς, καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρας τῆς γυναικὸς Ἄβραμ. Τί ἐστιν, Ἤτασε; Δίκην, φησὶν, ἀπῄτησε τοῦ τολμήματος καὶ τῆς ἐπιχειρήσεως τῆς μοχθηρᾶς. Ἐτασμοῖς μεγάλοις· οὐχ ἁπλῶς ἤτασε τὸν βασιλέα, ἀλλ᾽ Ἐτασμοῖς μεγάλοις. Ἐπειδὴ καὶ τὸ τόλμημα οὐ τὸ τυχὸν ἦν, ἀλλὰ καὶ σφόδρα μέγα, διὰ τοῦτο καὶ ἡ τιμωρία μεγάλη. Καὶ τὸν οἶκον αὐτοῦ, φησίν· οὐκ αὐτὸν μόνον, ἀλλὰ Καὶ τὸν οἶκον αὐτοῦ. Καὶ τίνος ἕνεκεν τοῦ βασιλέως ἁμαρτήσαντος μόνου, καὶ οἱ τοῦ οἴκου πάντες τῆς τιμωρίας μετέχουσιν; Οὐχ ἁπλῶς οὐδὲ τοῦτο γίνεται, ἀλλ᾽ ἵνα καὶ διὰ τούτου καθίκηται τῆς τοῦ βασιλέως μανίας. Ἐδεῖτο γὰρ σφοδροτέρας τῆς πληγῆς, ὥστε καταπλαγέντα ἀποστῆναι τοῦ μύσους.

Καὶ ποῦ, φασὶ, τοῦτο δίκαιον, δι᾽ ἐκεῖνον καὶ τούτους τιμωρεῖσθαι; οὐ δι᾽ ἐκεῖνον μόνον τὴν τιμωρίαν ὑπέμενον, ἀλλ᾽ εἰκὸς ἦν καὶ αὐτοὺς συμπρᾶξαι καὶ συνεργῆσαι τῇ μελλούσῃ γίνεσθαι παρανομίᾳ. Ἤκουσας γὰρ ἀνωτέρω τῆς Γραφῆς λεγούσης, ὅτι Ἰδόντες αὐτὴν οἱ ἄρχοντες Φαραὼ ἐπῄνεσαν, καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραώ. Εἶδες αὐτοὺς προαγωγῶν ἔργον πεποιηκότας τῇ πρὸς τὸν βασιλέα χάριτι εἰς τὴν τοῦ δικαίου γυναῖκα. Διά τοι τοῦτο οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ οἱ προσήκοντες αὐτῷ πάντες τῆς τιμωρίας συμμετέχουσιν, ἵνα μάθωσιν ὅτι οὐκ εἰς ξένον ἁπλῶς τὴν παροινίαν ἐπεδείξαντο, οὐδὲ εἰς τὸν τυχόντα ἄνθρωπον, ἀλλ᾽ εἰς ἄνδρα τὸν τῷ Θεῷ περισπούδαστον, καὶ τοσαύτης παρ᾽ αὐτοῦ φροντίδος ἀξιούμενον. Διὰ τοῦτο οὖν τῇ πολλῇ σφοδρότητι τῆς τιμωρίας κατέσεισεν αὐτοῦ τὴν διάνοιαν, ἀπέστησεν αὐτὸν τῆς μιαρᾶς τόλμης, ἀνεχαίτισεν αὐτὸν τῆς ὁρμῆς τῆς ἀλογίστου, ἐπέσχεν αὐτοῦ τὴν ἀκόλαστον γνώμην, ἐπέδησεν αὐτοῦ τὴν ἐπιθυμίαν τὴν ἀκάθεκτον, τοῦ θυμοῦ τὴν μανίαν ἐχαλίνωσε.

ζʹ. Διὰ τοῦτο λοιπὸν ὅρα αὐτὸν, μεθ᾽ ὅσης ἐπιεικείας διαλέγεται ὁ βασιλεὺς, ὁ τύραννος τῷ ξένῳ, τῷ καθάπερ ἀλήτῃ περιιόντι, οὗ καὶ τὴν γυναῖκα ἀφελέσθαι ἐτόλμησε. Καὶ καλῶς εἶπεν, ὅτι Ἤτασε τὸν Φαραὼ καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρας τῆς γυναικὸς Ἄβραμ. Αἴσθησιν ἅμα τῇ τιμωρίᾳ λαμβάνει, ὅτι γυνὴ ἦν τοῦ δικαίου. Καὶ γὰρ καὶ εἰς τὸν οἶκον εἰσενεχθεῖσα τοῦ Φαραὼ, ἔμενε γυνὴ τοῦ δικαίου τυγχάνουσα. Καλέσας δὲ, φησὶ, Φαραὼ τὸν Ἄβραμ, εἶπεν αὐτῷ· Τί τοῦτο ἐποίησάς μοι; Ὅρα τὰ ῥήματα, οἷα ὁ βασιλεὺς προΐεται. Τί τοῦτο ἐποίησάς μοι; φησίν. Ἐγώ σοι ἐποίησα, ὁ ξένος, ὁ μηδενὶ γνώριμος, ὁ διὰ λιμὸν παραγενόμενος, τῷ βασιλεῖ, τῷ τυράννῳ, τῷ κρατοῦντι τῆς Αἰγύπτου; Τί ἐποίησά σοι; Σὺ ἀφείλω μου τὴν γυναῖκα· καθάπερ ξένου ὑπερεῖδες, κατεφρόνησας, οὐδένα λόγον ἐποιήσω· ὅλως τῆς ἀκολάστου ἐπιθυμίας γέγονας, καὶ ἐβουλήθης εἰς ἔργον ἀγαγεῖν τά σοι δόξαντα.

Τί οὖν ἐποίησά σοι; Μεγάλα μοι, φησὶν, ἐποίησας, καὶ δεινὰ εἰς ἐμὲ διεπράξω. Ὅρα πόση τῶν πραγμάτων ἡ μεταβολή· ὁ βασιλεὺς τῷ ἰδιώτῃ λέγει, Τί ἐποίησάς μοι; τὸν Θεόν μοι, φησὶν, ἐξεπολέμωσας, παρ᾽ αὐτοῦ ὀργήν μοι ἐπήγαγες, τῇ τιμωρίᾳ ὑπεύθυνόν με κατέστησας, δίκην παρεσκεύασάς με δοῦναι μετὰ τοῦ οἴκου μου παντὸς τῶν εἰς σὲ τολμηθέντων. Τί τοῦτο ἐποίησάς μοι, ὅτι οὐκ ἀνήγγειλάς μοι, ὅτι γυνή σου ἐστί; Καὶ ἵνα τί εἶπας, ὅτι Ἀδελφή μου ἐστί; καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ γυναῖκα. Ἐγὼ, φησὶν, ὡς ἀδελφήν σου ἐβουλόμην ἀγαγέσθαι. Καὶ πόθεν ἔμαθες ὅτι γυνή ἐστι τοῦ δικαίου; Ὁ τῆς παρανομίας ταύτης ἔκδικος, ἐκεῖνός μοι τοῦτο γνώριμον ἐποίησε. Τί οὖν ἐποίησάς μοι τοῦτο, καὶ οὐκ ἀπήγγειλάς μοι, ὅτι γυνή σου ἐστὶ, καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ γυναῖκα, μέλλων ἐξαμαρτεῖν. Ὡς εἰς ἀδελφὴν σὴν συγγινόμενος τοῦτο ποιεῖν ἐπεχείρησα. Σκόπει πῶς τῆς τιμωρίας ἡ σφοδρότης κατέσεισεν αὐτοῦ τὸν λογισμὸν, ὡς καὶ ἀπολογεῖσθαι τῷ δικαίῳ, καὶ ἅπασαν περὶ αὐτὸν θεραπείαν ἐπιδείκνυσθαι. Καίτοι εἰ μὴ ἡ τοῦ Θεοῦ ῥοπὴ ἦν ἡ τὴν διάνοιαν αὐτοῦ μαλάξασα, καὶ εἰς φόβον αὐτὸν καταστήσασα, ἀκόλουθον ἦν καὶ εἰς πλείονα θυμὸν αὐτὸν ἐξενεχθῆναι, καὶ ὡς ἀπατήσαντα ἀμύνασθαι τὸν δίκαιον, καὶ δίκην εἰσπράξασθαι, καὶ εἰς τὸν περὶ τῶν ἐσχάτων κίνδυνον ἀγαγεῖν.

Ἀλλ᾽ οὐδὲν τούτων ἐποίησεν· ὁ γὰρ τῆς τιμωρίας φόβος κατέστελλεν αὐτοῦ τὴν φλεγμονὴν, καὶ ἑνὸς μόνου ἐγίνετο, τοῦ τὴν περὶ τὸν δίκαιον θεραπείαν ἐπιδείξασθαι. ᾜδει γὰρ λοιπὸν, ὅτι οὐχ οἷόν τε τὸν τυχόντα εἶναι ἄνδρα τὸν τοσαύτης ἀπολαύοντα τῆς ἄνωθεν εὐνοίας. Καὶ νῦν ἰδοὺ ἡ γυνή σου ἐνώπιόν σου· λαβὼν ἀπότρεχε. Νῦν, φησὶν, ἐπειδὴ ἔγνων ὅτι οὐκ ἀδελφή σού ἐστιν, ἀλλὰ γυνή σου, ἰδοὺ ἔχεις αὐτήν. Οὐδὲν γὰρ ἐλυμηνάμην τῆς συζυγίας τῆς ὑμετέρας, οὐδὲ ἀπεστέρησά σε τῆς γυναικός σου· ἀλλ᾽ Ἰδοὺ ἡ γυνή σου ἐναντίον σου· λαβὼν αὐτὴν ἀπότρεχε. Ποία διάνοια δυνήσεται πρὸς ἀξίαν θαυμάσαι τὰ γεγενημένα; ἢ ποία γλῶττα ἐξειπεῖν ἰσχύσειε τὸ θαῦμα; Γυνὴ λάμπουσα τῇ ὥρᾳ ἀνδρὶ Αἰγυπτίῳ, καὶ βασιλεῖ, καὶ τυράννῳ, καὶ οὕτω μαινομένῳ, καὶ ἀκολάστως διακειμένῳ συγκατακλιθεῖσα ἀνέπαφος ἐξῄει, τὴν οἰκείαν σωφροσύνην ἀκέραιον διατηρήσασα.

Τοιαῦτα γὰρ, καθάπερ ἔφθην εἰπὼν, ἀεὶ τὰ παρὰ τοῦ Θεοῦ οἰκονομούμενα, θαυμαστὰ καὶ παράδοξα. Καὶ ὅταν παρὰ τῶν ἀνθρώπων ἀπογνωσθῇ τὰ πράγματα, τότε αὐτὸς δείκνυσιν αὑτοῦ τὴν ἄμαχον ἐν ἅπασι δύναμιν. Ὥσπερ γὰρ θαυμαστὸν ἦν καὶ παράδοξον, τὸν ἄνδρα τῶν ἐπιθυμιῶν ἰδεῖν ἐν μέσῳ τῶν θηρίων ἐκείνων κυκλούμενον, καὶ μηδὲν πάσχοντα, ἀλλὰ καθάπερ ὑπὸ προβάτων περιστοιχιζόμενον, οὕτως ἀσινῆ ἐκ τοῦ λάκκου ἀνιόντα, καὶ τοὺς τρεῖς παῖδας ἐν τῇ καμίνῳ, καθάπερ ἐν λειμῶνι καὶ παραδείσῳ διατρίβοντας, καὶ μηδὲν ὑπὸ τοῦ πυρὸς βλαπτομένους, ἀλλὰ καθάπερ ἀνδριάντας οὕτως ἐκεῖθεν ἐξελθόντας· τὸν αὐτὸν δὴ τρόπον θαυμάσαι ἄξιον καὶ τὸ νῦν γεγονὸς, ὅτι ἡ τοῦ δικαίου γυνὴ οὐδεμίαν ὕβριν ὑπομείνασα παρὰ τοῦ βασιλέως τοῦ Αἰγυπτίου, τοῦ τυράννου, τοῦ ἀκολάστου, ἐξῄει σώα.

Θεὸς γὰρ ἦν ὁ τὰ πάντα ἐργασάμενος, ὁ καὶ ἐν ἀπόροις πόρον διδοὺς, καὶ τὰ πράγματα ἐξ ἀπεγνωσμένων εἰς ἐλπίδα χρηστὴν ἄγειν ἀεὶ δυνάμενος. Καὶ νῦν ἰδοὺ ἡ γυνή σου ἐναντίον σου· λαβὼν ἀπότρεχε. Μὴ νομίσῃς, φησὶν, ἠδικῆσθαί σε παρ᾽ ἡμῶν. Εἰ γὰρ καὶ ἐξ ἀγνοίας τὰ τῆς ἐπιχειρήσεως ἡμῖν γέγονεν, ἀλλ᾽ ἰδοὺ νῦν ἔγνωμεν, οἷον ἔχεις προστάτην· καὶ ἡ ἀγανάκτησις ἡ καθ᾽ ἡμῶν γενομένη ἐδίδαξεν ἡμᾶς, ὅσης ἀπολαύεις παρὰ τοῦ τῶν ἁπάντων Θεοῦ τῆς εὐνοίας. Λαβὼν οὖν τὴν γυναῖκά σου ἀπότρεχε. Φοβερὸς λοιπὸν ἦν αὐτοῖς ὁ δίκαιος, δι᾽ ὃ καὶ μετὰ πολλῆς τῆς θεραπείας αὐτὸν προπέμψαι ἐπείγονται, διὰ τῶν εἰς αὐτὸν γινομένων τὸν αὐτοῦ Δεσπότην ἐξευμενιζόμενοι.

ηʹ. Εἶδες, ἀγαπητὲ, ὅσον ἐστὶν ὑπομονὴ καὶ καρτερία; Ἐνταῦθά μοι ἀναμιμνήσκου τῶν ῥημάτων ἐκείνων, ὧν, ὅτ᾽ ἔμελλον πλησιάζειν τῇ Αἰγύπτῳ, ὁ πατριάρχης ἔλεγε· Γινώσκω ὅτι γυνὴ εὐπρόσωπος εἶ· ἔσται οὖν, ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐμὲ ἀποκτενοῦσι, σὲ δὲ περιποιήσονται. Ἐκεῖνα τοίνυν ἐν διανοίᾳ λαβὼν σκόπει τὰ νῦν γινόμενα, καὶ θαύμαζε καὶ τοῦ δικαίου τὴν ὑπομονὴν, καὶ τοῦ φιλανθρώπου Θεοῦ τὴν δύναμιν, μεθ᾽ ὅσης δόξης ἐπανελθεῖν παρασκευάζει τὸν δίκαιον, τὸν μετὰ τοσούτου φόβου καὶ δέους ἐλθόντα. Καὶ ἐνετείλατο, φησὶ, Φαραὼ ἀνδράσι περὶ Ἄβραμ, συμπροπέμψαι αὐτὸν καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ πάντα ὅσα ἦν αὐτῷ, καὶ τὸν Λὼτ μετ᾽ αὐτοῦ. Μετὰ περιφανείας λοιπὸν ἁπάσης ὁ δίκαιος ἐπάνεισι καὶ περιουσίας πολλῆς, καὶ γίνεται οὐ μόνον τῶν ἐν Αἰγύπτῳ διδάσκαλος διὰ τῶν συμβεβηκότων, ἀλλὰ καὶ τοῖς κατὰ τὴν ὁδὸν ἅπασι, καὶ τοῖς εἰς τὴν Παλαιστίνην οἰκοῦσιν.

Οἱ γὰρ ἰδόντες αὐτὸν, ἡνίκα κατῄει διὰ τὴν τοῦ λιμοῦ ἀνάγκην, μετὰ φόβου καὶ τρόμου κατιόντα, καὶ νῦν πάλιν ἐν τοσαύτῃ περιφανείᾳ καὶ περιουσίᾳ καὶ πλούτῳ, ἐμάνθανον τῆς περὶ αὐτὸν τοῦ Θεοῦ προνοίας τὴν δύναμιν.

Τίς εἶδέ ποτε; τίς ἤκουσεν; Ἀπῆλθε λιμοῦ παραμυθίαν εὕρασθαι· καὶ πλοῦτον περιβαλ[λ]όμενος καὶ δόξαν ἄφατον, οὕτως ἐπανέρχεται. Μὴ ξενισθῇς, ἀγαπητὲ, μηδὲ θαυμάσῃς ἐπὶ τῷ γεγονότι· μᾶλλον δὲ καὶ θαύμασον, καὶ ἐκπλάγηθι, καὶ δόξαζε τοῦ κοινοῦ πάντων ἡμῶν Δεσπότου τὴν δύναμιν. Καὶ ὅρα καὶ τοὺς τούτου ἀπογόνους, κατὰ τὸν αὐτὸν τρόπον κατιόντας μὲν εἰς Αἴγυπτον πάλιν διὰ τὴν ἀνάγκην τοῦ λιμοῦ, κἀκεῖθεν πάλιν, μετὰ πολλὴν δουλείαν καὶ ταλαιπωρίαν, μετ᾽ εὐπορίας ἀνιόντας. Τοιοῦτον γὰρ εὐμήχανος ὁ Δεσπότης ὁ ἡμέτερος. Ὅταν συγχωρήσῃ κορυφωθῆναι τὰ δεινὰ, τότε πάλιν διασκεδάσας τὸν χειμῶνα, γαλήνην ἐργάζεται, καὶ πολλὴν τῶν πραγμάτων τὴν μεταβολὴν, διδάσκων ἡμᾶς τῆς αὑτοῦ δυνάμεως τὸ μέγεθος. Ἀνέβη δὲ Ἄβραμ ἐξ Αἰγύπτου, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ, καὶ πάντα τὰ αὐτοῦ, καὶ Λὼτ μετ᾽ αὐτοῦ, εἰς τὴν ἔρημον. Εὐκαίρως ἄν τις ἁρμόσειε τῷ δικαίῳ τούτῳ ἐκεῖνα τὰ ῥήματα, ἅπερ ὁ μακάριος Δαυῒδ τοῖς ἀπὸ τῆς ἐν Βαβυλῶνι αἰχμαλωσίας ἐπανελθοῦσιν ἔλεγεν· Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι. Πορευόμενοι ἐπορεύοντο, καὶ ἔκλαιον βάλλοντες τὰ σπέρματα αὐτῶν. Ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὑτῶν. Εἶδες κάθοδον ἀγῶνος καὶ δέους πεπληρωμένην, καὶ περὶ αὐτοῦ τοῦ θανάτου τὸν φόβον ἔχουσαν ἐπικείμενον;

Ὅρα πάλιν ἄνοδον περιφανείας πολλῆς γέμουσαν καὶ λαμπρότητος. Πᾶσι γὰρ λοιπὸν αἰδέσιμος ἦν ὁ δίκαιος, καὶ τοῖς ἐν Αἰγύπτῳ, καὶ τοῖς ἐν Παλαιστίνῃ. Τίς γὰρ οὐκ ἂν ᾐδέσθη τὸν οὕτως ὑπὸ τοῦ Θεοῦ φρουρούμενον, καὶ τοσαύτης ἀξιούμενον προνοίας; Οὐδένα γὰρ ἴσως ἔλαθε τὰ εἰς τὸν βασιλέα γεγονότα, καὶ τὸν οἶκον αὐτοῦ. Πάντα γὰρ διὰ τοῦτο συνεχωρήθη, καὶ διὰ τοῦτο μέχρι τοσούτου προῆλθε τὰ τῶν πειρασμῶν τῷ δικαίῳ, ἵνα καὶ αὐτοῦ ἡ ὑπομονὴ λαμπροτέρα γένηται, καὶ τὰ παρ᾽ αὐτοῦ εἰς ἅπασαν ἐξενεχθῇ τὴν οἰκουμένην, καὶ μηδεὶς ἀνήκοος γένηται τῆς ἀρετῆς τοῦ δικαίου.

θʹ. Εἴδετε, ἀγαπητοὶ, ὅσον τῶν πειρασμῶν τὸ κέρδος; εἴδετε ὅση τῆς ὑπομονῆς ἡ ἀμοιβή; εἴδετε καὶ ἄνδρα, καὶ γυναῖκα, καὶ γέροντα, καὶ προβεβηκυῖαν, ὅσην ἐπεδείξαντο τὴν φιλοσοφίαν, ὅσην τὴν ἀνδρείαν, ὅσην τὴν περὶ ἀλλήλους φιλοστοργίαν, ὅσην τῆς ἀγάπης τὸν σύνδεσμον; Τοῦτον ἅπαντες μιμησώμεθα, καὶ μηδέποτε ἀσχάλλωμεν, μηδὲ νομίζωμεν ἐγκαταλείψεως εἶναι τοῦ Θεοῦ καὶ τοῦ περιορᾶσθαι τεκμήριον τὴν τῶν πειρασμῶν ἐπαγωγὴν, ἀλλὰ τοῦτο μέγιστον ποιώμεθα μᾶλλον δεῖγμα τῆς περὶ ἡμᾶς τοῦ Θεοῦ κηδεμονίας.

Ἄν τε γὰρ ἁμαρτημάτων ἔχωμεν ἐπικείμενα ἡμῖν φορτία, δυνησόμεθα, πολλὴν τὴν ὑπομονὴν καὶ τὴν εὐχαριστίαν ἐπιδειξάμενοι, κουφότερα ταῦτα ἐργάσασθαι· ἄν τε μὴ πολλὰ ἔχωμεν ἁμαρτήματα, πάλιν καὶ οὕτω πλείονος ἀπολαύσομεν τῆς ἄνωθεν εὐνοίας, εἰ εὐχαρίστως ἐνέγκοιμεν. Φιλότιμος γὰρ ὢν ὁ Δεσπότης ὁ ἡμέτερος, καὶ τῆς ἡμετέρας κηδόμενος σωτηρίας, διὰ τοῦτο καθάπερ γυμνάσιόν τι καὶ ἀγῶνας προτίθησιν ἡμῖν ἀντὶ σκαμμάτων πολλάκις τὴν τῶν πειρασμῶν ἐπαγωγὴν, ἵνα τὰ παρ᾽ ἑαυτῶν καὶ ἡμεῖς ἐπιδειξάμενοι, δαψιλοῦς ἀπολαύσωμεν τῆς παρ᾽ αὐτοῦ προνοίας. Ὅπερ εἰδότες μὴ ναρκῶμεν ἐν τοῖς πειρασμοῖς, μηδὲ δυσχεραίνωμεν ἐν ταῖς θλίψεσιν, ἀλλὰ καὶ χαίρωμεν, κατὰ τὸν μακάριον Παῦλον· Νῦν γὰρ, φησὶ, χαίρω ἐν ταῖς θλίψεσί μου. Εἶδες ψυχὴν εὐγνώμονα; Εἰ γὰρ ἐν ταῖς θλίψεσιν ἔχαιρε, πότε ἠδύνατο οὕτως ἐν λύπῃ γενέσθαι; Εἰ τὰ ἐπὶ τῶν ἄλλων λυποῦντα ἐκείνῳ εὐφροσύνης ὑπόθεσιν ἔτικτεν, ἐννόει μοι τῆς ψυχῆς αὐτοῦ τὴν κατάστασιν.

Καὶ ἵνα μάθῃς ὅτι οὐχ οἷόν τε ἑτέρως τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν ἐπιτυχεῖν, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἀξιωθῆναι, εἰ μὴ διὰ θλίψεως ὁδεύσαιμεν τὸν παρόντα βίον, ἄκουε τῶν ἀποστόλων λεγόντων πρὸς τοὺς ἄρτι τῇ πίστει προσιόντας· Καὶ μαθητεύσαντες, φησὶν, ἱκανοὺς, ὑπέστρεψαν εἰς Λύστραν, καὶ Ἰκόνιον, καὶ Ἀντιόχειαν, ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, καὶ παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ποία οὖν ἀπολογία ἔσται ἡμῖν, μὴ βουλομένοις γενναίως καὶ ἀνδρείως καὶ εὐχαρίστως πάντα φέρειν τὰ ἐπαγόμενα, ὅταν ἴδωμεν, ὅτι οὐδὲ δυνατὸν ἑτέρως ἡμᾶς τῆς σωτηρίας ἐπιτυχεῖν, μὴ ταύτην ὁδεύσαντας τὴν ὁδόν; Ὅτι γὰρ οὐδὲν ξένον καὶ καινὸν οὐδεὶς τῶν δικαίων ὑπέμεινε διὰ θλίψεως τὴν παροῦσαν ὁδεύσας ζωὴν, ἄκουε τοῦ Χριστοῦ λέγοντος· Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε, ἀλλὰ θαρσεῖτε. Ἵνα γὰρ μὴ καταπέσωσι τοῦτο ἀκούσαντες, εὐθέως τὸ θάρσος αὐτοῖς ἐνέθηκε, καὶ τὴν παρ᾽ ἑαυτοῦ ῥοπὴν ὑπέσχετο. Ἀλλὰ θαρσεῖτε· ἐγὼ, φησὶ, νενίκηκα τὸν κόσμον. Ἔχεις, φησὶ, τὸν τὰ λυπηρὰ ἐπικουφίζοντα, τὸν οὐκ ἀφιέντα σε καταβαπτισθῆναι ὑπὸ τῆς τῶν πειρασμῶν ἐπαγωγῆς, τὸν σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν παρέχοντα, καὶ οὐ συγχωροῦντα ὑπὲρ τὴν ἡμετέραν ἰσχὺν ἐπαχθῆναι τὰ χαλεπά. Τί ἀσχάλλεις; τί ἀλύεις; τί δυσανασχετεῖς; τί μικροψύχως διάκεισαι;

Μὴ γὰρ, ἐὰν τὰ εἰς δύναμιν τὴν ἡμετέραν εἰσενέγκωμεν, τὴν ὑπομονὴν λέγω, καὶ τὴν καρτερίαν, καὶ τὴν εὐχάριστον γνώμην, συγχωρεῖ περιοφθῆναι ἡμᾶς ποτε; Μὴ γὰρ, κἂν εἰς ἀπόγνωσιν ἔλθῃ τὰ πράγματα, νικᾷ τὴν σοφίαν τοῦ ἡμετέρου Δεσπότου; Ἡμεῖς τὰ παρ᾽ ἑαυτῶν ἐπιδειξώμεθα, καὶ εἰλικρινῆ τὴν πίστιν ἔχωμεν, εἰδότες τὸ εὐμήχανον τοῦ προστάτου τῶν ἡμετέρων ψυχῶν.

Καὶ πάντως ὁ μᾶλλον ἡμῶν εἰδὼς τὸ συμφέρον, οὕτως αὐτὸ δεόντως οἰκονομήσει, ὡς καὶ αὐτῷ πρέπον ἐστὶ, καὶ ἡμῖν συμφέρον, ἵνα καὶ τῆς ὑπομονῆς τὸν μισθὸν κομισώμεθα, καὶ τῆς παρ᾽ αὐτοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΛΓʹ. Ἄβραμ δὲ ἦν πλούσιος σφόδρα κτήνεσι, καὶ ἀργυρίῳ, καὶ χρυσίῳ. Καὶ ἐπορεύθη, ὅθεν ἦλθεν, εἰς τὴν ἔρημον ἕως Βεθὴλ, ἕως τοῦ τόπου, οὗ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον ἀνὰ μέσον Βεθὴλ, καὶ ἀνὰ μέσον Ἁγγαὶ, εἰς τὸν τόπον τοῦ θυσιαστηρίου, οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν. αʹ. Ὀρῶν ὑμῶν σήμερον τὴν μετὰ προθυμίας ἐνταῦθα σύναξιν, καὶ τὸν περὶ τὴν ἀκρόασιν πόθον, βούλομαι χρέος ὑμῖν καταθεῖναι, ὅπερ ὀφείλομεν τῇ ὑμετέρᾳ ἀγάπῃ.

Καὶ οἶδα ὅτι αὐτοὶ μὲν ἴσως ἐπιλέλησθε, διὰ τὸ πολλὰς ἐν τῷ μεταξὺ παρελθεῖν ἡμέρας, καὶ ἐφ᾽ ἕτερα ἡμῖν ἐξελκυσθῆναι τὴν διάλεξιν. Ἡ γὰρ τῆς ἁγίας ἑορτῆς παρουσία τὴν ἀκολουθίαν ἡμῖν διέκοψεν. Οὐδὲ γὰρ ἦν εὔλογον τὸν σταυρὸν ἡμᾶς ἑορτάζοντας τοῦ Δεσπότου, περὶ ἕτερα ἡμῖν τὴν διδασκαλίαν γίνεσθαι· ἀλλ᾽ ἐχρῆν καθ᾽ ἕκαστον καιρὸν τὴν ἁρμόττουσαν ὑμῖν παρατιθέναι τράπεζαν. Διά τοι τοῦτο ἡνίκα ἡ τῆς παραδόσεως ἔφθασεν ἡμέρα, τὴν ἀκολουθίαν διατεμόντες τῆς διδασκαλίας, τοῦ κατεπείγοντος γενόμενοι, ἐπὶ τὸν προδότην τὴν γλῶτταν ἐπαφήκαμεν, καὶ πάλιν τὰ κατὰ τὸν σταυρὸν ὑμῖν εἰς μέσον προεθήκαμεν. Εἶτα ἀναστάσεως ἡμέρας καταλαβούσης, ἀναγκαῖον ἦν τὰ περὶ τῆς ἀναστάσεως τοῦ Δεσπότου διδάξαι τὴν ὑμετέραν ἀγάπην, καὶ πάλιν ἐν ταῖς ἐφεξῆς ἡμέραις τῆς ἀναστάσεως τὴν ἀπόδειξιν ὑμῖν παρασχεῖν διὰ τῶν μετὰ ταῦτα γεγενημένων θαυμάτων, ὅτε καὶ τῶν Πράξεων τῶν ἀποστολικῶν ἐπιλαβόμενοι, ἐκεῖθεν ὑμῖν συνεχῆ τὴν ἑστίασιν παρεθήκαμεν, πολλὴν τὴν παραίνεσιν καθ᾽ ἑκάστην πρὸς τοὺς νεωστὶ τῆς χάριτος ἀξιωθέντας ποιησάμενοι. Νῦν οὖν ἀναγκαῖον τοῦ χρέους ὑμᾶς ὑπομνῆσαι, καὶ τότε τὴν ἔκτισιν ποιήσασθαι.

Εἰ γὰρ καὶ αὐτοὶ διὰ τὸ ὑπὸ πολλῶν περιέλκεσθαι φροντίδων οὐδὲ ἴστε τοῦ χρέους τὴν φύσιν, ἅτε καὶ γυναικὸς φροντίδα ἔχοντες, καὶ παίδων ἐπιμελούμενοι, καὶ ὑπὲρ τῆς καθημερινῆς τροφῆς σπουδάζοντες, καὶ ἑτέραις πολλαῖς βιωτικαῖς περιελκόμενοι φροντίσιν· ἀλλ᾽ ἡμεῖς ὑπ᾽ οὐδενὸς τούτων ὀχλούμενοι, καὶ τοῦ χρέους ὑμᾶς ὑπομιμνήσκομεν, καὶ πρὸς τὴν ἀπόδοσιν παρασκευαζόμεθα.

Καὶ μὴ θαυμάσητε, εἰ τοσαύτην εὐγνωμοσύνην ἐπιδεικνύμεθα. Ἀπ᾽ ἐναντίας γὰρ τοῖς αἰσθητοῖς χρήμασίν ἐστι τούτου τοῦ χρέους ἡ φύσις. Ἐκεῖ μὲν γὰρ οὐκ ἄν ποτε ταχέως ὁ ὀφείλων τοσαύτην εὐγνωμοσύνην ἐπιδείξηται, εἰδὼς ὅτι τὸ καταθεῖναι τὰ ὀφειλόμενα αὐτῷ μὲν ἐλαττοῖ τὴν οὐσίαν, τῷ δὲ λαμβάνοντι αὔξει τὴν περιουσίαν· ἐπὶ δὲ τοῦ χρέους τούτου τοῦ πνευματικοῦ τοιοῦτον οὐδέν· ἀλλὰ ταύτῃ μᾶλλον καὶ ὁ ὀφείλων καταθεὶς πολλῷ πλέον εὐπορώτερος ἔσται, καὶ τοῖς λαμβάνουσι μείζων ἡ εὐπορία. Διὰ τοῦτο ἐπ᾽ ἐκείνων μὲν πολλὴ ἡ ἀγνωμοσύνη γίνεται· ἐνταῦθα δὲ ἑκατέροις πολὺ τὸ κέρδος, καὶ τῷ κατατιθέντι, καὶ τοῖς ὑποδεχομένοις.

Ὅπερ καὶ ἐπὶ τῆς ἀγάπης παρῄνεσεν ὁ μακάριος Παῦλος λέγων, Μηδενὶ μηδὲν ὀφείλητε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν· δεικνὺς ὅτι τοῦτο τὸ χρέος ἀεὶ μὲν καταβάλλεσθαι λέγεται, μηδέποτε δὲ παύεσθαι. Μήτε ὑμᾶς ἀμελεῖν δεῖ πρὸς τὴν ὑποδοχὴν παρασκευαζομένους· τοῦτο γὰρ καὶ ἡμᾶς τοὺς καταβάλλοντας εὐπορωτέρους καθίστησι, καὶ ὑμῖν πλείονος ὠφελείας ὑπόθεσις γενήσεται.

Ἐπεὶ οὖν τοιαύτη τούτου τοῦ χρέους ἡ φύσις, καὶ ὅσῳ ἂν καταβάλλωμεν, τοσούτῳ μᾶλλον τῇ πλείονι καταβολῇ τὴν ἑαυτῶν περιουσίαν αὔξομεν, φέρε δὴ λοιπὸν διδάξωμεν ὑμᾶς καὶ τοῦ χρέους τὴν ὑπόθεσιν, ἵνα καὶ αὐτοὶ προθυμότερον ὑποδέξησθε τὰ λεγόμενα, καὶ τὴν ἡμετέραν εὐγνωμοσύνην ἀποδεξάμενοι, ἀμείψησθε ἡμᾶς τῷ μετὰ σπουδῆς προσέχειν τοῖς λεγομένοις. Τί οὖν ἐστι τοῦ χρέους ἡ ὑπόθεσις; Ἴστε καὶ μέμνησθε, ὅτι τὰ κατὰ τὸν πατριάρχην εἰς μέσον ἀγαγόντες, καὶ τὴν διὰ τὸν λιμὸν γενομένην αὐτῷ κάθοδον εἰς Αἴγυπτον, καὶ τῆς Σάρας τὴν ἁρπαγὴν τὴν ὑπὸ τοῦ Φαραὼ γεγενημένην, καὶ τὴν τοῦ Θεοῦ κατ᾽ αὐτοῦ ἀγανάκτησιν, ἣν διὰ τὴν περὶ τὸν δίκαιον πρόνοιαν ἐποιήσατο, καὶ κατ᾽ αὐτοῦ, καὶ κατὰ παντὸς τοῦ οἴκου αὐτοῦ, παρασκευάσας μετὰ πολλῆς τῆς περιφανείας τὴν ἀπὸ τῆς Αἰγύπτου ἐπάνοδον ποιήσασθαι τὸν πατριάρχην· Ἐνετείλατο γὰρ, φησὶ, Φαραὼ ἀνδράσι περὶ Ἄβραμ συμπροπέμψαι αὐτὸν, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ πάντα ὅσα ἦν αὐτῷ, καὶ Λὼτ μετ᾽ αὐτοῦ. Ἀνέβη δὲ Ἄβραμ ἐξ Αἰγύπτου, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ, καὶ πάντα τὰ αὐτοῦ, καὶ Λὼτ μετ᾽ αὐτοῦ, εἰς τὴν ἔρημον· ἐνταῦθα τὸν λόγον καταλύσαντες, τὰς μεταξὺ πάσας ἡμέρας εἰς τὴν περὶ τῶν κατεπειγόντων διδασκαλίαν αὐτὸν μετηγάγομεν.

Διόπερ σήμερον ἀναγκαῖον τῆς ἀκολουθίας ἅψασθαι, καὶ καθάπερ σῶμα ἓν συνάψαι καὶ τὰ μέλλοντα ῥηθήσεσθαι τοῖς ἤδη λεχθεῖσιν· οὕτω γὰρ εὐσύνοπτος ὑμῖν γενήσεται ὁ τῆς διδασκαλίας λόγος. Ἀλλ᾽ ἵνα σαφέστερα ὑμῖν γένηται τὰ λεγόμενα, ἀκόλουθον ἂν εἴη καὶ αὐτὴν τὴν ἀρχὴν τῶν σήμερον ἀναγνωσθέντων προθεῖναι ἐπὶ τῆς ὑμετέρας ἀγάπης. Ἄβραμ δὲ, φησὶν, ἦν πλούσιος σφόδρα κτήνεσιν, ἀργυρίῳ, καὶ χρυσίῳ. Καὶ ἐπορεύθη, ὅθεν ἦλθεν, εἰς τὴν ἔρημον ἕως Βεθὴλ, ἕως τοῦ τόπου οὗ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον, ἀνὰ μέσον Βεθὴλ καὶ ἀνὰ μέσον Ἁγγαὶ, εἰς τὸν τόπον τοῦ θυσιαστηρίου, οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν· καὶ ἐπεκαλέσατο ἐκεῖ Ἄβραμ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ.

Μὴ ἁπλῶς παραδράμωμεν τὰ ἀνεγνωσμένα, ἀλλὰ καταμάθωμεν σαφῶς τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν, ὅπως οὐδὲν ἡμῖν παρέργως διηγεῖται. Ἄβραμ δὲ, φησὶν, ἦν πλούσιος σφόδρα. Σκόπει πρῶτον αὐτὸ τοῦτο, ὅτι οὐχ ἁπλῶς ἐπεσημήνατο, οὐδὲ μάτην, οὐδὲ εἰκῆ νῦν πλούσιον αὐτὸν καλεῖ. Οὐδαμοῦ γὰρ ἑτέρωθι ἐμνημόνευσεν ὅτι πλούσιος ἦν, ἀλλὰ νῦν πρῶτον. Τίνος ἕνεκεν καὶ διὰ τί;

Ἵνα μάθῃς τῆς τοῦ Θεοῦ σοφίας τὸ εὐμήχανον, καὶ τῆς προνοίας, ἣν περὶ τὸν δίκαιον ἐποιεῖτο, τὴν ὑπερβάλλουσάν τε καὶ ἄπειρον δύναμιν. Ὁ γὰρ διὰ τὴν ἀνάγκην τοῦ λιμοῦ τὴν ἀποδημίαν ποιησάμενος τὴν εἰς Αἴγυπτον, καὶ διὰ τὸ μὴ φέρειν τὴν ἐν τῇ Χαναναίᾳ στενοχωρίαν, ἀθρόον πλούσιος γέγονε, καὶ πλούσιος οὐχ ἁπλῶς, ἀλλὰ σφόδρα, καὶ οὐ κτήνεσι μόνον, ἀλλὰ καὶ ἀργυρίῳ καὶ χρυσίῳ.

βʹ. Εἶδες ὅση τοῦ Θεοῦ πρόνοια; Ἀπῆλθε λιμοῦ παραμυθίαν εὑρέσθαι, καὶ ἐπανῆλθεν οὐ τὸν λιμὸν μόνον παραμυθησάμενος, ἀλλὰ καὶ πλοῦτον πολὺν περιβαλ[λ]όμενος καὶ δόξαν ἄφατον, καὶ πᾶσι κατάδηλος γεγονὼς, ὅστις ἦν· καὶ λοιπὸν καὶ οἱ τὴν Χαναναίαν οἰκοῦντες ἀκριβέστερον ἐμάνθανον τοῦ δικαίου τὴν ἀρετὴν, ὁρῶντες οὕτως ἀθρόαν γεγενημένην τὴν μεταβολὴν, καὶ τοσούτῳ πλούτῳ περιῤῥεόμενον τὸν ξένον, τὸν καθάπερ φυγάδα καὶ ἀλήτην εἰς τὴν Αἴγυπτον κατελθόντα. Καὶ ὅρα αὐτὸν οὐδὲ ὑπὸ τῆς πολλῆς εὐημερίας καὶ τῆς τοῦ πλούτου περιουσίας χαυνότερον γεγονότα, οὐδὲ ῥᾳθυμότερον, ἀλλὰ πάλιν εἰς ἐκεῖνον τὸν τόπον ἐπειγόμενον, ἔνθα καὶ πρότερον ἦν, πρὶν ἢ τὴν Αἴγυπτον καταλαβεῖν. Ἦλθε γὰρ, φησὶν, εἰς τὴν ἔρημον ἕως τοῦ τόπου οὗ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον, εἰς τὸν τόπον τοῦ θυσιαστηρίου, οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχὴν, καὶ ἐπεκαλέσατο τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ. Ἐννόει μοι πῶς ἦν ἡσυχίας ἐραστὴς καὶ ἀπραγμοσύνης, καὶ διηνεκῶς ἀνακείμενος τῇ πρὸς τὸ Θεῖον θεραπείᾳ. Ἐκεῖνον γὰρ, φησὶ, τὸν τόπον κατέλαβεν, ἔνθα ἦν πρότερον τὸ θυσιαστήριον οἰκοδομήσας, καὶ ἐπικαλεσάμενος τὸ ὄνομα τοῦ Θεοῦ, καὶ προλαβὼν ἤδη ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐπλήρου τὸ παρὰ τοῦ Δαυῒδ εἰρημένον, ὅτι Ἐξελεξάμην τὸ παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον, ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν.

Ἡ γὰρ ἐρημία διὰ τὴν ἐπίκλησιν τοῦ ὀνόματος τοῦ Θεοῦ προτιμοτέρα αὐτῷ ἐτύγχανε τῶν πόλεων. ᾜδει γὰρ, ᾔδει ὅτι πόλεως μέγεθος οὐκ οἰκοδομημάτων ποιεῖ κάλλος, οὐδὲ οἰκητόρων πλῆθος, ἀλλ᾽ ἡ τῶν ἐνοικούντων ἀρετὴ, δι᾽ ἣν καὶ ἡ ἔρημος τῶν πόλεων τιμιωτέρα ἐτύγχανεν ὑπὸ τῆς τοῦ δικαίου ἀρετῆς κοσμουμένη, καὶ λαμπροτέρα τῆς οἰκουμένης φαινομένη.

Καὶ Λὼτ, φησὶ, τῷ συμπορευομένῳ μετὰ Ἄβραμ ἦν καὶ πρόβατα, καὶ βόες, καὶ κτήνη· καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα, ὅτι ἦν τὰ ὑπάρχοντα αὐτῶν πολλὰ, καὶ οὐκ ἠδύναντο κατοικεῖν ἅμα. Οὐ μόνον τῷ πατριάρχῃ τὰ τῆς περιουσίας ηὔξετο, ἀλλὰ Καὶ τῷ Λὼτ ἦν, φησὶ, πρόβατα, καὶ βόες, καὶ κτήνη.

Ἴσως τὰ μὲν αὐτὸς, φιλότιμος ὢν, ἐδωρεῖτο τῷ ἀδελφιδῷ, τὰ δὲ καὶ ἕτεροι αὐτῷ παρεῖχον διὰ τὴν εἰς τὸν πατριάρχην τιμήν. Καὶ οὐκ ἐχώρει αὐτοὺς, φησὶν, ἡ γῆ, ὅτι ἦν τὰ ὑπάρχοντα αὐτῶν πολλά. Ὅρα τὸ πλῆθος τῆς περιουσίας εὐθέως διαστάσεως αἴτιον γινόμενον, καὶ τὴν διαίρεσιν ἐργαζόμενον, καὶ τὴν ὁμόνοιαν διακόπτον, καὶ τῆς συγγενείας τὸν σύνδεσμον διαιροῦν.

Καὶ ἐγένετο μάχη ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ Ἄβραμ, καὶ ἀνὰ μέσον τῶν ποιμένων τοῦ Λώτ. Οἱ δὲ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι τότε κατῴκουν τὴν γῆν. Σκόπει πῶς οἱ προσήκοντες τὴν ἀρχὴν τῆς διαστάσεως ἐργάζονται. Ἐντεῦθεν γὰρ ἀεὶ πάντα φύεται τὰ κακὰ ἀπὸ τῆς τῶν οἰκείων μοχθηρίας.

Ἐγένετο γὰρ, φησὶ, μάχη ἀνὰ μέσον τῶν ποιμένων. Οὗτοί εἰσιν οἱ τῆς διαιρέσεως τὴν ἀφορμὴν παρέχοντες, οἱ τὴν ὁμόνοιαν διασπῶντες, οἱ πολλὴν τὴν ἀγνωμοσύνην ἐπιδεικνύμενοι. Οἱ δὲ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι τότε κατῴκουν τὴν γῆν. Τίνος ἕνεκεν ἡμῖν τοῦτο ἐπεσημήνατο; Ἐπειδὴ εἶπεν, ὅτι Οὐκ ἐχώρει αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα, τὴν αἰτίαν ἡμᾶς διδάξαι ἠθέλησεν ἡ θεία Γραφὴ, ὅτι διὰ τοῦτο αὐτοὺς οὐκ ἐχώρει, ἐπειδὴ ἔτι προκατείχετο ὑπὸ τούτων τῶν ἐθνῶν. Ἀλλ᾽ ἴδωμεν τοῦ πατριάρχου τὴν φιλόθεον γνώμην, ὅπως καταστέλλει τὴν μέλλουσαν ἐξάπτεσθαι πυρὰν διὰ τῆς οἰκείας ἐπιεικείας.

Εἶπε δὲ, φησὶν, Ἄβραμ τῷ Λώτ· Μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰ μέσον τῶν ποιμένων μου καὶ τῶν ποιμένων σου, ὅτι ἀδελφοὶ ἡμεῖς ἐσμεν. Ὅρα ταπεινοφροσύνης ὑπερβολὴν, ὅρα φιλοσοφίας ὕψος. Ὁ γέρων, ὁ πρεσβύτης τὸν νέον, τὸν ἀδελφιδοῦν ἀδελφὸν προσαγορεύει, καὶ εἰς τὴν αὐτὴν αὐτῷ τιμὴν ἀνάγει, καὶ οὐδὲν ἑαυτῷ πλέον νέμει· ἀλλά φησι, Μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ τῶν ποιμένων μου καὶ τῶν ποιμένων σου. Οὐδὲ γὰρ ἂν εἴη, φησὶν, εὔλογον τοῦτο γενέσθαι, ἐπειδὴ ἀδελφοί ἐσμεν.

Εἶδες ἀποστολικὸν νόμον αὐτὸν πληροῦντα, τὸν λέγοντα· Ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθ᾽ ἑαυτῶν. Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐ μᾶλλον ἀποστερεῖσθε· Ἀλλ᾽ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς. Ταῦτα πάντα διὰ τῶν ἔργων πληρῶν ὁ πατριάρχης φησί· Μὴ ἔστω μάχη ἀνὰ μέσον τῶν ποιμένων μου, καὶ τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοὶ ἡμεῖς ἐσμεν. Τί ταύτης τῆς ψυχῆς εἰρηνικώτερον γένοιτ᾽ ἄν; Ἄρα οὐ μάτην οὐδὲ εἰκῆ ἐν προοιμίοις ἔλεγον, ὅτι διὰ τὸ ἡσυχίας ἐρᾷν καὶ ἀπραγμοσύνης, διὰ τοῦτο τὴν ἐρημίαν τῆς οἰκουμένης προετίμα. Ὅρα γὰρ αὐτὸν καὶ νῦν, ἐπειδὴ ὅλως εἶδε τοὺς ποιμένας διαπληκτιζομένους, πῶς ἐξ ἀρχῆς εὐθέως πειρᾶται καταστεῖλαι τὴν μέλλουσαν ἐξάπτεσθαι πυρὰν, καὶ παύει τὴν φιλονεικίαν. Ἔδει γὰρ αὐτὸν πᾶσι τοῖς τὴν Παλαιστίνην οἰκοῦσι διδάσκαλον φιλοσοφίας ἀφιγμένον μηδεμίαν παρέχειν ἀφορμὴν, μηδὲ λαβὴν δοῦναι, ἀλλὰ διὰ τῆς τῶν τρόπων ἐπιεικείας σάλπιγγος λαμπρότερον πάντας αὐτοὺς παιδεῦσαι, καὶ μιμητὰς καταστῆσαι τῆς οἰκείας ἀρετῆς. Μὴ ἔστω φησὶ, μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰ μέσον τῶν ποιμένων μου καὶ τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοὶ ἡμεῖς ἐσμεν. Πολλὴ τῶν ῥημάτων ἡ ἐπιείκεια, Ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ.

γʹ. Σκόπει πῶς ἐξ ἰσοτιμίας αὐτῷ διαλέγεται· καίτοι τὰ τῆς μάχης οὐχ ἑτέρωθεν οἶμαι τὴν ἀρχὴν ἐσχηκέναι, ἢ ἀπὸ τοῦ τοὺς ποιμένας τοῦ πατριάρχου μὴ συγχωρεῖν ἐκείνοις τῆς αὐτῆς αὐτοῖς ἀδείας ἀπολαύειν. Ἀλλ᾽ ὁ δίκαιος ἐπιεικῶς πάντα ποιεῖ, δεικνὺς τῆς οἰκείας φιλοσοφίας τὴν ὑπερβολὴν, καὶ παιδεύων οὐ τοὺς τότε παρόντας μόνον, ἀλλὰ καὶ πάντας τοὺς ἑξῆς, μηδέποτε πρὸς τοὺς πλησίον διαπληκτίζεσθαι τοὺς ἡμῖν διαφέροντας.

Ἡ γὰρ ἐκείνων φιλονεικία ἡμῖν πολλὴν προστρίβεται τὴν ἀδοξίαν, καὶ οὐδὲν ἐκείνοις λογιεῖται τὰ γινόμενα, ἀλλ᾽ εἰς ἡμᾶς ἀνατρέχει τὰ τῆς μέμψεως. Ποῦ οὖν εὔλογον ἀνθρώπους ἀδελφοὺς ὄντας, καὶ τῆς αὐτῆς φύσεως τυγχάνοντας, καὶ τῆς αὐτῆς συγγενείας, καὶ παροικεῖν ἐνταῦθα μέλλοντας, εἰς τοσαύτην ἐμπίπτειν φιλονεικίαν, ὀφείλοντας ἐπιεικείας, καὶ πραΰτητος, καὶ φιλοσοφίας ἁπάσης διδασκάλους καθίστασθαι τούτοις πᾶσιν; Ἀκουέτωσαν ταῦτα οἱ νομίζοντες ἔξω τυγχάνειν ἐγκλημάτων, ἐπειδὰν τοὺς αὐτοῖς προσήκοντας περιορῶσι διὰ τὴν πρὸς αὐτοὺς οἰκειότητα ἁρπάζοντας, πλεονεκτοῦντας, μυρία κακὰ διατιθέντας, καὶ ἐν πόλεσι, καὶ ἐν ἀγροῖς, τοὺς αὐτοῖς γειτνιῶντας, καὶ παρασπωμένους τοῦ μὲν τὸν ἀγρὸν, τοῦ δὲ τὴν οἰκίαν, καὶ ταύτῃ πλείονα μᾶλλον τὴν εὔνοιαν περὶ αὐτοὺς ἐπιδεικνύμενοι. Εἰ γὰρ καὶ ἑτέρου τὸ τῆς ἀδικίας ἔργον ἦν, ἀλλ᾽ αὐτὸς ἐκοινώνησας τοῦ πράγματος, οὐ μόνον τῷ ἐφήδεσθαι τῷ γεγενημένῳ, καὶ νομίζειν ἐκ τούτου σοι τὴν οὐσίαν αὔξεσθαι, καὶ τὴν περιουσίαν πλείονα γενέσθαι, ἀλλὰ καὶ τῷ μὴ κωλῦσαι μέλλουσαν τὴν ἀδικίαν εἰς ἔργον ἐκβαίνειν. Ὁ γὰρ δυνάμενος κωλῦσαι τὸν ἀδικοῦντα, καὶ μὴ τοῦτο ποιῶν, οὐκ ἔλαττον τοῦ ἀδικοῦντος τὰς εὐθύνας ὑφέξει.

Μὴ τοίνυν ἀπατῶμεν ἑαυτοὺς, παρακαλῶ, ἀλλὰ καὶ αὐτοὶ φεύγωμεν τὰς ἁρπαγὰς, τὰς πλεονεξίας, καὶ τὸ ἐκ τῶν τοιούτων αὔξειν ἡμῖν τὴν περιουσίαν, καὶ τοὺς ἡμῖν προσήκοντας παιδεύωμεν μηδὲν τοιοῦτο ἐργάζεσθαι. Οὐδὲ γὰρ ἀνευθύνους ἡμᾶς τοῦτο ἀφίησιν, ἀλλὰ πλείονα τὴν κατάκρισιν ἐργάζεται· πρὸς γὰρ τὴν ἡμετέραν ἀρέσκειαν ἐκεῖνοι τὴν ἑαυτῶν προδιδόντες σωτηρίαν, τὴν ἀδικίαν τολμῶσι, μετὰ τῆς ἑαυτῶν ἀπωλείας καὶ ἡμᾶς συγκατασπῶντες.

Εἰ δὲ βουλόμεθα νήφειν, καὶ αὐτοὶ τῆς ἐντεῦθεν λύμης ἀπαλλαγησόμεθα, κἀκείνους ἀποστήσομεν τῆς κακῆς ἐπιχειρήσεως. Καὶ μή μοι λέγε τὰ ψυχρὰ ἐκεῖνα ῥήματα· Οὐδέν μοι μέλει. Μὴ γὰρ ἐγὼ παρεσπασάμην; Οὐδὲν οἶδα· ἕτερος εἰργάσατο, οὐκ ἐκοινώνησα τῆς ἀδικίας.

Σκῆψις ταῦτα καὶ πρόφασις. Εἰ βούλει δεῖξαι ὅτι οὐκ ἐκοινώνησας τῆς ἀδικίας, καὶ οὐ συνέπραξας, καὶ τῆς πλεονεξίας οὐ γέγονας ἐργάτης, διόρθωσαι τὸ γεγονὸς, παραμύθησαι τὸν ἠδικημένον, ἀπόδος τὰ ἀφαιρεθέντα. Οὕτω γὰρ καὶ σαυτὸν ἐλευθερώσεις ἐγκλημάτων, καὶ τὸν ἠδικηκότα διορθώσῃ, δείξας ὡς οὐ κατὰ γνώμην σου τὰ παρ᾽ αὐτοῦ πέπρακται, καὶ τὸν πένητα παρακαλέσας οὐκ ἀφήσεις ὑπὸ τῆς ἀθυμίας καταποθῆναι, ἣν διὰ τὴν ἀφαίρεσιν ὑφίστασθαι ἔμελλε. Μὴ ἔστω, φησὶ, μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ τῶν ποιμένων μου καὶ τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοὶ ἡμεῖς ἐσμεν. Εἶδες πραΰτητα· εἶδες ἐπιείκειαν; Ἄκουε καὶ τῶν ἑξῆς, ἵνα μάθῃς αὐτοῦ τῆς φιλοσοφίας τὴν ὑπερβολήν. Πῶς οὖν τὰ τῆς μάχης λύσιν λάβῃ, καὶ σβεσθῇ τὰ τῆς φιλονεικίας; Ἰδοὺ πᾶσα ἡ γῆ, φησὶν, ἐναντίον σου ἐστί. Διαχωρίσθητι ἀπ᾽ ἐμοῦ· εἰ σὺ εἰς ἀριστερὰ, ἐγὼ εἰς δεξιά· εἰ δὲ σὺ εἰς δεξιὰ, ἐγὼ εἰς ἀριστερά. Σκόπει τοῦ δικαίου τὴν φιλοσοφίαν καὶ τῆς ταπεινοφροσύνης τὴν ἐπίτασιν. Πρὸ δὲ τούτων ἐννόει μοι, ἀγαπητὲ, ὅση τοῦ πλούτου ἡ λύμη, καὶ τῆς περιουσίας τῆς πολλῆς ἡ διαφορά. Ηὐξήθη τὰ ποίμνια, προσεγένετο πλοῦτος πολὺς, καὶ εὐθέως διακόπτεται ἡ ὁμόνοια· καὶ ἔνθα ἦν ἡ εἰρήνη καὶ ὁ σύνδεσμος τῆς ἀγάπης, ἐκεῖ μάχη καὶ φιλονεικία.

Ὅπου γὰρ τὸ ἐμὸν καὶ τὸ σὸν, ἐκεῖ πᾶσα μάχης ἰδέα, καὶ φιλονεικίας ὑπόθεσις· ἔνθα δὲ τοῦτο μὴ ᾖ, τὰ τῆς ὁμονοίας καὶ τὰ τῆς εἰρήνης μετὰ πάσης ἀκριβείας πολιτεύεται. Καὶ ἵνα μάθῃς, ἄκουε τί φησιν ὁ μακάριος Λουκᾶς περὶ τῶν ἐξ ἀρχῆς τῇ πίστει προσιόντων. Ἦν, φησὶ, πάντων ἡ καρδία καὶ ἡ ψυχὴ μία· οὐκ ἐπειδὴ ψυχὴν μίαν εἶχον πάντες (πῶς γὰρ ἐν διαφόροις σώμασιν ὄντες;), ἀλλὰ τὴν ἐπιτεταμένην ὁμόνοιαν ἡμῖν δείκνυσι. Καὶ εἰ μὴ σφόδρα μακρόθυμός τις ἦν ὁ δίκαιος, καὶ φιλοσοφεῖν εἰδὼς, καὶ ἐχαλέπηνεν ἂν, καὶ εἶπε πρὸς αὐτόν· Τίς ἡ τοσαύτη παροινία; Ὅλως γὰρ ἐτόλμησαν οἱ προσήκοντές σοι διᾶραι στόμα πρὸς τοὺς ἐμοὶ διαφέροντας; καὶ οὐκ ἐνενόησαν, ὅσον τὸ μέσον ἐστὶ μεταξὺ ἡμῶν; Πόθεν γάρ σοι τὰ τῆς εὐπορίας ταύτης γεγένηται;

Οὐκ ἐκ τῆς ἐμῆς κηδεμονίας; Τίς δέ σε εἰς ἀνθρώπους ὀφθῆναι πεποίηκεν; οὐκ ἐγὼ ἀντὶ πάντων σοι γεγονὼς, καὶ τὴν πατρός σοι χρείαν διὰ πάντων ἐπιδειξάμενος; Ταύτας μοι τὰς ἀμοιβὰς ἀποδίδως τῆς πολλῆς περὶ σὲ θεραπείας; Ταῦτα ἐλπίζων πανταχοῦ σε μετ᾽ ἐμοῦ περιῆγον; Ἔστω, οὐδὲν τῶν ὑπηργμένων σοι παρ᾽ ἐμοῦ εἰς ἔννοιαν ἔλαβες· κἄν μου γοῦν τὸ γῆρας αἰδεσθῆναί σε οὐκ ἐχρῆν, καὶ τιμῆσαι τὰς πολιὰς τὰς ἐμάς; Ἀλλὰ περιεῖδες τοὺς ποιμένας τοὺς σοὺς ἐμπαροινοῦντας τοῖς ἐμοῖς ποιμέσιν, οὐκ εἰδὼς ὅτι ὥσπερ ἡ εἰς ἐκείνους ὕβρις εἰς ἐμὲ διαβαίνει, οὕτω καὶ ἡ ἐκείνων προπέτεια εἰς σὲ τὴν ἀναφορὰν ἔχει.

δʹ. Ἀλλ᾽ οὐδὲν τούτων ὁ δίκαιος οὔτε εἰς διάνοιαν λαβεῖν κατεδέξατο, ἀλλὰ πάντα τοιοῦτον λογισμὸν ἀπωσάμενος, ἑνὸς γίνεται μόνου, ὅπως καὶ τὴν μέλλουσαν ἐξάπτεσθαι φιλονεικίαν κατασβέσῃ, καὶ τὸν χωρισμὸν ἀλύπως ἐπινοήσας πάσης ταραχῆς ἐκτὸς ποιήσῃ τὴν οἰκίαν. Οὐκ ἰδοὺ, φησὶ, πᾶσα ἡ γῆ ἐναντίον σου ἐστί; Διαχωρίσθητι ἀπ᾽ ἐμοῦ· εἰ σὺ εἰς δεξιὰ, ἐγὼ εἰς ἀριστερά· εἰ δὲ σὺ εἰς ἀριστερὰ, ἐγὼ εἰς δεξιά. Ὅρα τὴν ἐπιείκειαν τοῦ δικαίου. Δεικνὺς γὰρ αὐτῷ διὰ τῶν πραγμάτων, ὅτι οὐχ ἑκὼν τοῦτο ποιεῖ, οὐδὲ βουλόμενος αὐτὸν χωρισθῆναι, ἀλλὰ διὰ τὴν τῆς φιλονεικίας ἀνάγκην, καὶ ὥστε μὴ διηνεκῆ τὸν πόλεμον εἶναι ἐν τῇ οἰκίᾳ, σκόπει πῶς διὰ τῶν λόγων καταπραΰνει αὐτοῦ τὴν φλεγμονὴν, καὶ αὐτῷ πᾶσαν τὴν ἐξουσίαν δίδωσι τῆς ἐκλογῆς, καὶ προτίθησιν αὐτῷ τὴν γῆν ἅπασαν, καί φησιν· Οὐκ ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σου; Ἣν ἂν βούλῃ, ἑλοῦ, κἀγὼ ἐκείνην καταδέξομαι μετὰ πολλῆς τῆς ἡδονῆς, ἣν ἂν αὐτὸς καταλίπῃς. Μεγάλη τοῦ δικαίου ἡ φιλοσοφία. Διὰ πάντων ἀνεπαχθὴς βούλεται γενέσθαι τῷ ἀδελφιδῷ. Ἐπειδὴ γὰρ, φησὶν, ὅπερ οὐκ ἐβουλόμην, τοῦτο γίνεται, καὶ ἵνα τὰ τῆς φιλονεικίας παυθῇ, τὸν χωρισμὸν ἀνάγκη συμβῆναι· διὰ τοῦτό σε κύριον καθίστημι τῆς αἱρέσεως, καὶ τὴν ἐξουσίαν σοι πᾶσαν δίδωμι, ἵνα ἣν ἂν νομίσῃς εἶναι τιμιωτέραν γῆν, ἐκείνην ἑλόμενος, τὴν λοιπὴν ἐμοὶ καταλίπῃς.

Ἆρα ἂν τοῦτο ποιῆσαί ποτέ τις κατεδέξατο πρὸς ὁμήλικα ἀδελφὸν, ὅπερ ὁ πατριάρχης πρὸς τὸν ἀδελφιδοῦν ἐπεδείξατο; Εἰ γὰρ καὶ αὐτὸς προλαβὼν τὴν ἐκλογὴν ποιησάμενος, καὶ τὰ πρωτεῖα λαβὼν παρεχώρησεν ἐκείνῳ τὰ ὑπολειφθέντα, οὐχὶ καὶ οὕτω μέγα ἦν τὸ παρ᾽ αὐτοῦ γινόμενον; Ἀλλ᾽ ὅμως βουλόμενος καὶ τῆς ἀρετῆς δεῖξαι τὴν ὑπερβολὴν, καὶ τοῦ νέου τὴν ἐπιθυμίαν ἐμπλῆσαι, ὥστε μηδεμίαν ἀπὸ τοῦ χωρισμοῦ γενέσθαι λύπης ἀφορμὴν, αὐτῷ προθεὶς ἅπασαν τὴν ἐξουσίαν, φησίν· Ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σου· διαχωρίσθητι ἀπ᾽ ἐμοῦ, καὶ οἵαν ἂν βούλῃ ἑλοῦ. Δέον τοίνυν τὸν ἀδελφιδοῦν τοσαύτης ἐπιεικείας πειραθέντα ἀντιτιμῆσαι τὸν πατριάρχην, καὶ μᾶλλον αὐτὸν αὐτῷ παραχωρῆσαι τῆς αἱρέσεως τὴν ἐκλογήν. Εἰώθαμεν γάρ πως ἅπαντες οἱ ἄνθρωποι, ἐπειδὰν ἀντιτείνοντας μὲν ἴδωμεν τοὺς μέλλοντας πρὸς ἡμᾶς τι διερευνᾶσθαι καὶ φιλονεικοῦντας τοῖς πρωτείοις ἐπιπηδᾷν, μὴ ἀνέχεσθαι ἐλαττοῦσθαι, μηδὲ ἐνδιδόναι αὐτοῖς· ὅταν δὲ παραχωροῦντας θεασώμεθα, καὶ καθυφειμένοις ῥήμασι τὴν ἐξουσίαν ἅπασαν ἡμῖν ἐπιτρέποντας, ὥσπερ αἰδούμενοι τὴν πολλὴν ἐπιείκειαν, καὶ τῆς φιλονεικίας ἀφιστάμεθα, καὶ πάλιν ἀντιστρέφοντες πᾶσαν τὴν ἐξουσίαν παραχωροῦμεν, κἂν ἐλάττων εἶναι δοκῇ ὁ πρὸς ἡμᾶς διερευνώμενος.

Ὀφείλων τοίνυν καὶ ὁ Λὼτ ἐπὶ τοῦ πατριάρχου τοῦτο διαπράξασθαι, καθάπερ νεοττὸς, καὶ ὑπὸ τῆς τοῦ πλείονος ἐπιθυμίας ἐξελκόμενος, τοῖς πρωτείοις ἐπιπηδᾷ, ὡς ἐνόμιζε, καὶ τὴν ἐκλογὴν ποιεῖται.

Καὶ ἐπάρας, φησὶ, Λὼτ τοὺς ὀφθαλμοὺς αὐτοῦ, εἶδε πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, ὅτι πᾶσα ἦν ποτιζομένη, πρὸ τοῦ καταστρέψαι τὸν Θεὸν Σόδομα καὶ Γόμοῤῥα, ὡς ὁ παράδεισος τοῦ Θεοῦ, καὶ ὡς ἡ γῆ Αἰγύπτου, ἕως ἐλθεῖν εἰς Ζόγορα. Καὶ ἐξελέξατο ἑαυτῷ Λὼτ πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, καὶ ἀπῆρε Λὼτ ἀπὸ ἀνατολῶν, καὶ διεχωρίσθησαν ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ. Εἶδες τῆς ἀρετῆς τοῦ δικαίου τὴν ὑπερβολὴν, ὅπως οὐ συνεχώρησεν οὐδὲ βλαστῆσαι τὴν ῥίζαν τῆς κακίας, ἀλλ᾽ εὐθέως καὶ τὰ μέλλοντα φύεσθαι κάτωθεν ἐξέτεμε καὶ ἠφάνισε· πολλῇ τῇ ἐπιεικείᾳ χρησάμενος, καὶ δι᾽ ἀρετὴν τῶν ἄλλων ὑπεροψίαν ἄφατον ἐπιδειξάμενος, καὶ δεικνὺς ἅπασιν ὅπως πάσης αὐτῷ περιουσίας προτιμοτέρα τυγχάνει ἡ εἰρήνη, καὶ τὸ φιλονεικίας ἀπηλλάχθαι; Ἵνα γὰρ μή τις καταγνῷ τοῦ δικαίου ὡς ἀγνώμονος γενομένου περὶ τὸν Λὼτ, καὶ ὅτι οἴκοθεν αὐτὸν ἀναστήσας, καὶ ἀγαγὼν ἐπὶ τῆς ἀλλοτρίας, ἐκβάλλει τῆς οἰκίας, μηδὲ νομίσῃ τις ἀπεχθείας αὐτὸν ἕνεκεν ταῦτα ἐργάζεσθαι, ἀλλὰ μάθωμεν ἅπαντες, ὅτι εἰρήνης ἀντεχόμενος ταῦτα ποιεῖ, διὰ τοῦτο καὶ τὴν ἐκλογὴν αὐτῷ παρεχώρησε, καὶ τὰ πρωτεῖα ἐκείνου ἑλομένου οὐκ ἐδυσχέρανεν, ἵνα πάντες εἰδέναι ἔχωμεν τῆς τοῦ δικαίου γνώμης τὸ φιλάγαθον, καὶ τῆς εἰρηνικῆς αὐτοῦ ψυχῆς τὸν σκοπόν.

Ἄλλως δὲ καὶ ἕτερόν τι μυστήριον ἦν προοικονομούμενον ὥστε πολλὰ κατ᾽ αὐτὸν γενέσθαι, καὶ τὸν Λὼτ διὰ τῶν πραγμάτων παιδευθῆναι, ὡς οὐ δεόντως τὴν ἐκλογὴν ἐποιήσατο, καὶ τοὺς ἐν Σοδόμοις μαθεῖν τοῦ Λὼτ τὴν ἀρετὴν, καὶ τοῦ χωρισμοῦ γενομένου, τὴν ἐπαγγελίαν τὴν εἰς τὸν πατριάρχην γεγενημένην εἰς ἔργον ἐκβῆναι, τὴν λέγουσαν· Σοὶ καὶ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην· καὶ ταῦτα κατὰ μικρὸν προϊόντες ὀψόμεθα, τῆς θείας Γραφῆς ἡμῖν ἅπαντα κατάδηλα ποιούσης. Καὶ Ἄβραμ, φησὶ, παρῴκησεν ἐν γῇ Χαναάν· Λὼτ δὲ κατῴκησεν ἐν πόλει τῶν περιχώρων, καὶ ἐσκήνωσεν ἐν Σοδόμοις. Οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδόμοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ Θεοῦ σφόδρα. Ὁρᾷς τὸν Λὼτ πρὸς τὴν τῆς γῆς φύσιν μόνον ἀπιδόντα, καὶ οὐ σκοπούμενον τῶν ἐνοικούντων τὴν πονηρίαν; Τί γὰρ ὄφελος, εἰπέ μοι, γῆς ἐπιτηδειότης καὶ καρπῶν εὐφορία, ὅταν οἱ ἐνοικοῦντες ὦσι μοχθηροὶ τὸν τρόπον; Τί δὲ βλάβος ἀπ᾽ ἐρημίας ἂν γένοιτο καὶ γῆς φαυλοτάτης, ὅταν οἱ ἐνοικοῦντες ὦσιν ἐπιεικέστεροι; Τὸ γὰρ κεφάλαιον τῶν ἀγαθῶν ἡ τῶν ἐνοικούντων ἐστὶν εὐγνωμοσύνη. Ἀλλ᾽ ὁ Λὼτ πρὸς ἓν μόνον εἶδε, τῆς γῆς τὴν εὐφορίαν. Διὰ τοῦτο ἡ Γραφὴ σημᾶναι ἡμῖν βουλομένη τῶν αὐτόθι οἰκούντων τὴν πονηρίαν, φησίν· Οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδόμοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ Θεοῦ σφόδρα.

Οὐ μόνον, φησὶ, Πονηροὶ, ἀλλὰ Καὶ ἁμαρτωλοὶ, καὶ οὐχ ἁπλῶς Ἁμαρτωλοὶ, ἀλλὰ καὶ Ἐναντίον τοῦ Θεοῦ, τοῦτ᾽ ἔστι, πολλὴ τῶν ἁμαρτημάτων αὐτῶν ἡ ἐπίτασις, καὶ ὑπερβάλλουσα αὐτῶν ἡ πονηρία· δι᾽ ὃ καὶ ἐπήγαγεν· Ἐναντίον τοῦ Θεοῦ σφόδρα. Εἶδες κακίας μέγεθος; εἶδες ὅσον ἐστὶ κακὸν τὸ τοῖς πρωτείοις ἐπιπηδᾷν, καὶ μὴ τὸ συμφέρον σκοπεῖν; εἶδες ὅσον ἐστὶν ἐπιείκεια, καὶ τὸ τῶν πρωτείων παραχωρεῖν, καὶ ἐλαττοῦσθαι; Ἰδοὺ γὰρ προϊούσης τῆς διδασκαλίας ὀψόμεθα τὸν μὲν τὰ πρῶτα ἐκλεξάμενον, οὐδεμίαν ἐκεῖθεν ὄνησιν προσλαμβάνοντα, τὸν δὲ ἐλάττονα ἑλόμενον, περιφανέστερον καθ᾽ ἑκάστην γινόμενον, καὶ διὰ πάντων αὐξανομένην αὐτοῦ τὴν εὐπορίαν, καὶ πᾶσι περίβλεπτον καθιστάμενον.

εʹ. Ἀλλ᾽ ἵνα μὴ εἰς πολὺ μῆκος ἐκτείνωμεν. τὴν διδασκαλίαν, μέχρι τούτου στήσαντες τὸν λόγον, εἰς τὴν ἑξῆς ταμιευσώμεθα τὰ λειπόμενα, ἐκεῖνο παρακαλέσαντες ὑμᾶς, ὥστε ζηλῶσαι τὸν πατριάρχην, καὶ μηδέποτε τῶν πρωτείων ἐφίεσθαι, ἀλλὰ πείθεσθαι τῷ μακαρίῳ Παύλῳ λέγοντι· Τῇ τιμῇ ἀλλήλους προηγούμενοι ὑπερέχοντας ἑαυτῶν, καὶ σπουδάζειν ἐν ἅπασιν ἐλαττοῦσθαι. Τοῦτο γάρ ἐστι τὸ τὰ πρωτεῖα ἔχειν, καθάπερ καὶ ὁ Χριστός φησιν· Ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται. Τί οὖν ἂν εἴη τούτου ἴσον, ὅταν δι᾽ ὧν ἑτέροις τῶν πρωτείων παραχωροῦμεν, αὐτοὶ μείζονος ἀπολαύωμεν τῆς τιμῆς, καὶ δι᾽ ὧν ἑτέρους προτιμῶμεν, ἑαυτοὺς εἰς τὴν ἀνωτάτω τιμὴν ἀνάγωμεν; Τοῦτο τοίνυν, παρακαλῶ, σπουδάζωμεν, ὥστε μιμεῖσθαι τοῦ πατριάρχου τὴν ταπεινοφροσύνην, καὶ κατ᾽ ἴχνος τούτου τοῦ πρὸ τοῦ νόμου τὴν τοιαύτην ἐπιδειξαμένου φιλοσοφίαν ἡμεῖς οἱ ἐν τῇ χάριτι πορευώμεθα.

Ταπεινοφροσύνη γὰρ ἀληθῶς αὕτη ἐστὶν, ἥνπερ ὁ θαυμάσιος οὗτος ἀνὴρ ἐπεδείξατο περὶ τὸν πολὺ αὐτοῦ λειπόμενον, οὐ κατὰ τὸν τῆς ἀρετῆς λόγον μόνον, ἀλλὰ καὶ κατὰ τὴν ἡλικίαν καὶ τὰ ἄλλα πάντα. Ἐννόησον γὰρ ὅτι ὁ πρεσβύτης τῷ νέῳ παρεχώρησε, καὶ ὁ θεῖος τῷ ἀδελφιδῷ, καὶ ὁ τοσαύτης ἀπολαύων παρὰ τοῦ Θεοῦ εὐνοίας τῷ μηδὲν μηδέπω μέγα τι ἐπιδειξαμένῳ· καὶ ἅπερ ἐχρῆν ἐκεῖνον εἰπεῖν, ὡς νέον πρὸς τὸν πρεσβύτην καὶ θεῖον ἑαυτοῦ, ταῦτα ὁ πατριάρχης πρὸς τὸν νέον ἔλεγε. Καὶ ἡμεῖς τοίνυν μὴ περὶ τοὺς ὑπερβεβηκότας ἡμᾶς, ἢ εἰς τοὺς ἴσους ἡμῖν τυγχάνοντας μόνον τὰ τῆς τιμῆς ἐπιδειξώμεθα.

Τοῦτο γὰρ οὐκ ἂν εἴη ταπεινοφροσύνη· ὅταν γάρ τις τὸ ἐξ ἀνάγκης ὀφειλόμενον ποιῇ, οὐ ταπεινοφροσύνη τοῦτό ἐστιν, ἀλλ᾽ ὀφειλή. Ἡ δὲ ἀληθὴς ταπεινοφροσύνη, ὅταν τοῖς ἐλάττοσιν εἶναι δοκοῦσι παραχωρῶμεν, καὶ ἐκείνους προτιμῶμεν τοὺς πολὺ καταδεεστέρους εἶναι νομιζομένους.

Ἂν δὲ νήφωμεν, οὐδὲ ἐλάττους ἡμῶν εἶναί τινας νομίσομεν, ἀλλὰ πάντας ἀνθρώπους ὑπερβαίνειν ἡμᾶς. Καὶ τοῦτο λέγω, οὐ περὶ ἡμῶν τῶν μυρίοις ἁμαρτήμασι βεβαπτισμένων, ἀλλὰ κἂν μυρία τις ᾖ κατορθώματα ἑαυτῷ συνειδὼς, μὴ τοῦτο δὲ λογίζοιτο καθ᾽ ἑαυτὸν, ὅτι πάντων ἐστὶν ἔσχατος, οὐδὲν αὐτῷ ὄφελος ἂν γένοιτο τῶν τοσούτων κατορθωμάτων. Τοῦτο γάρ ἐστι ταπεινοφροσύνη, ὅταν τις ἀφορμὰς ἔχων τοῦ ἐπαίρεσθαι, καταστέλλῃ ἑαυτὸν καὶ ταπεινοῖ, καὶ μετριάζῃ. Τότε γὰρ καὶ εἰς τὸ ἀληθὲς ὕψος ἀναχθήσεται, κατὰ τὴν τοῦ Κυρίου ὑπόσχεσιν τὴν λέγουσαν, ὅτι Ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Σπουδάσωμεν τοίνυν, παρακαλῶ, πάντες τοῦ ὕψους ἐπιτυχεῖν τοῦ διὰ τῆς ταπεινοφροσύνης, ἵνα τῆς αὐτῆς τῷ δικαίῳ εὐνοίας ἀπολαύσωμεν παρὰ τοῦ Δεσπότου, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΛΔʹ. Εἶπε δὲ Κύριος τῷ Ἄβραμ μετὰ τὸ χωρισθῆναι τὸν Λὼτ ἀπ᾽ αὐτοῦ· Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου ἴδε ἀπὸ τοῦ τόπου, οὗ σὺ νῦν εἶ, πρὸς βοῤῥᾶν καὶ λίβα, καὶ ἀνατολὰς καὶ θάλασσαν, ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτήν. αʹ. Κατεμάθετε χθὲς, ἀγαπητοὶ, τοῦ πατριάρχου τὴν ὑπερβάλλουσαν ταπεινοφροσύνην, εἴδετε ἐπιεικείας ὑπερβολήν.

Οὐδὲ γὰρ ἦν τὸ τυχὸν τὸ τὸν πρεσβύτην, τὸν τοσαῦτα εὐεργετηκότα, τὸν τοσαύτης ἀπολαύοντα τῆς εὐνοίας παρὰ τοῦ πάντων Δεσπότου, τοσαύτην ἐπιδείξασθαι περὶ τὸν νέον, τὸν ἀδελφιδοῦν, τὴν ἰσοτιμίαν, ὥστε καὶ τῶν πρωτείων αὐτῷ παραχωρῆσαι, καὶ τὰ ἐλάττονα ἑλέσθαι, καὶ πάντα καταδέξασθαι ὑπὲρ τοῦ τὸν πόλεμον ἀναστεῖλαι, καὶ τὴν τῆς φιλονεικίας ὑπόθεσιν ἐκποδὼν ποιῆσαι. Τοῦτον ἅπαντες ζηλοῦν σπουδάζωμεν, καὶ μηδέποτε κατὰ τῶν πλησίον ἐπαιρώμεθα, μηδὲ μέγα φρονῶμεν· ἀλλὰ πολλὴν τὴν ταπεινοφροσύνην ἐπιδεικνύμενοι παραχωρῶμεν, καὶ ἐλαττοῦσθαι μᾶλλον σπεύδωμεν ἐν πράγμασι καὶ ἐν ῥήμασι, καὶ μήτε πρὸς τοὺς ἀδικοῦντας ἀπεχθανώμεθα, κἂν εὐηργετημένοι τύχωσι παρ᾽ ἡμῶν ὄντες (τοῦτο γὰρ ἀρίστη φιλοσοφία), μήτε πρὸς τὰς ὕβρεις ἀγριαίνωμεν, κἂν ὑποδεέστεροι εἶεν οἱ πρὸς ἡμᾶς διαπληκτιζόμενοι, ἀλλὰ τῇ ἐπιεικείᾳ καὶ τῇ πραΰτητι τὸν θυμὸν καταστέλλωμεν.

Οὐδὲν γὰρ ταύτης ἰσχυρότερον, οὐδὲν ταύτης δυνατώτερον. Αὕτη τὴν ἡμετέραν ψυχὴν ἐν διηνεκεῖ καθίστησι τῇ γαλήνῃ, καθάπερ ἐν λιμένι αὐτὴν ὁρμίζεσθαι παρασκευάζουσα, καὶ πάσης ἀναπαύσεως ὑπόθεσις ἡμῖν γινομένη. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τὴν θείαν ἐκείνην διδασκαλίαν ποιούμενος ἔλεγε· Μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Οὐδὲν γὰρ οὕτω τὴν ψυχὴν ἐν ἀναπαύσει καθίστησι καὶ πολλῇ τῇ ἡσυχίᾳ, ὡς πραότης καὶ ταπεινοφροσύνη. Τοῦτο παντὸς διαδήματος τιμιώτερον ἂν γένοιτο τῷ ταύτην κεκτημένῳ, τοῦτο πάσης περιφανείας καὶ δόξης λυσιτελέστερον. Τί γὰρ ἂν γένοιτο μακαριώτερον τοῦ ἀπηλλαγμένου τοῦ ἔνδοθεν τικτομένου πολέμου; Κἂν γὰρ μυριάκις εἰρήνης ἔξωθεν ἀπολαύωμεν καὶ θεραπείας, ἔνδοθεν δὲ τίκτηται ἡμῖν ἐκ τῆς τῶν λογισμῶν ταραχῆς θόρυβος καὶ ζάλη, οὐδὲν ὄφελος τῆς ἔξωθεν εἰρήνης· ὥσπερ οὐδὲ πόλεώς τι ἐλεεινότερον, κἂν μυρία τις τείχη καὶ χαρακώματα αὐτὴν περιβάλλῃ, ἐκ δὲ τῶν ἔνδοθεν ἐνοικούντων τὴν προδοσίαν ὑπομένῃ. Τοῦτο τοίνυν, παρακαλῶ, πρὸ πάντων σπουδάζωμεν, ἀτάραχον ἔχειν τὴν ψυχὴν, ἐν ἡσυχίᾳ αὐτὴν καθιστάναι, πάσης ἀηδίας ἀπηλλάχθαι, ἵνα καὶ αὐτοὶ πολλῆς τῆς ἀναπαύσεως ἀπολαύωμεν, καὶ τοῖς συγγινομένοις ἡμῖν προσηνεῖς γινώμεθα.

Τοῦτο γὰρ μάλιστα γνώρισμα ἀνθρώπου τοῦ λόγῳ τετιμημένου, τὸ ἥμερον, τὸ ἐπιεικὲς, τὸ πρᾶον, τὸ ταπεινὸν, τὸ ἥσυχον, τὸ μὴ καθάπερ ἀνδράποδον οὕτως ἕλκεσθαι καὶ σύρεσθαι, ἢ ὑπὸ ὀργῆς, ἣ ὑπὸ τῶν ἄλλων παθῶν, ἀλλὰ τῷ λογισμῷ περιγίνεσθαι τῶν ἔνδοθεν σκιρτημάτων, καὶ τὴν οἰκείαν διασώζειν εὐγένειαν, καὶ μὴ διὰ ῥᾳθυμίας εἰς τὴν τῶν ἀλόγων ἐκπίπτειν θηριωδίαν. Καὶ ἵνα μάθῃς ὅση τῆς πραΰτητος καὶ τῆς ἐπιεικείας ἡ ἰσχὺς, καὶ ὡς ἤρκεσεν αὕτη μόνη ἡ ἀρετὴ τὸν αὐτὴν μετὰ ἀκριβείας κατωρθωκότα τῶν ἀποῤῥήτων ἐκείνων ἐπαίνων ἀξιῶσαι, ἄκουε τοῦ μακαρίου Μωϋσέως τὴν ἀνακήρυξιν ἐντεῦθεν γινομένην, καὶ στέφανον αὐτῷ ἐκ ταύτης οὕτω πλεκόμενον. Καὶ Μωϋσῆς ἦν, φησὶ, πραότατος πάντων ἀνθρώπων τῶν ἐπὶ τῆς γῆς. Εἶδες ἐγκωμίου μέγεθος, ὃ πάσης αὐτὸν τῆς ἀνθρωπίνης φύσεως ἰσοστάσιον ἀπέφηνε, μᾶλλον δὲ παντὸς τοῦ τῶν ἀνθρώπων γένους προέκρινε; Καὶ πάλιν περὶ τοῦ Δαυΐδ φησιν ἡ Γραφή· Μνήσθητι, Κύριε, τοῦ Δαυῒδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ. Ἐντεῦθεν καὶ ὁ πατριάρχης πολλῷ πλείονα τὴν ἄνωθεν εὔνοιαν ἐπεσπάσατο, καὶ τὰ παρ᾽ ἑαυτοῦ εἰσενεγκὼν, τῶν μειζόνων ἠξιώθη παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Καὶ τοῦτο εἴσεσθε, ἐπειδὰν εἰς μέσον προθῶμεν ὑμῖν τὰ ἀκόλουθα τῶν χθὲς εἰρημένων, καὶ τὰ πρῶτον ἀναγνωσθέντα ἀναπτύξωμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης.

Ἐπειδὴ γὰρ πολλὴν ἐπιδειξάμενος τὴν ἐπιείκειαν παρεχώρησε τῷ Λὼτ τῶν πρωτείων, καὶ τῆς ἐκλογῆς αὐτῷ τὴν ἐξουσίαν δεδωκὼς, εἵλετο προθύμως τὴν ἐλάττονα μερίδα ὑπὲρ τοῦ πᾶσαν ἐκποδὼν γενέσθαι φιλονεικίαν· ὅρα ὅσης ἀπολαύει παραχρῆμα παρὰ τοῦ Θεοῦ τῆς ἀμοιβῆς, καὶ ὅπως ἐκ πολλῆς τῆς περιουσίας μείζονος ἀξιοῖ τῆς ἀντιδόσεως τὸν πατριάρχην. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος· ἐπειδὰν ἴδῃ μικρόν τι εἰσενεγκόντας ἡμᾶς, δαψιλεῖς ἡμῖν παρέχει τὰς παρ᾽ ἑαυτοῦ ἀμοιβὰς, καὶ τοσαύτην ἐπιδείκνυται τὴν φιλοτιμίαν, ὡς πολλῷ τῷ μέτρῳ ὑπερακοντίσαι τὰ παρ᾽ ἡμῶν γεγονότα.

βʹ. Καὶ τοῦτο ἐφ᾽ ἑκάστῳ τῶν παρ᾽ ἡμῶν ἐπιτελουμένων εὑρήσει τις παρ᾽ αὐτοῦ γινόμενον. Τί γὰρ, εἰπέ μοι, δύο ὀβολῶν ἂν γένοιτο εὐτελέστερον; Ἀλλ᾽ ὅμως τὴν χήραν ἐκείνην, τὴν τοὺς δύο ὀβολοὺς καταβαλοῦσαν, ἐξ ἐκείνου μέχρι τοῦ παρόντος εἰς πᾶσαν τὴν οἰκουμένην ἀνακηρύττεσθαι πεποίηκε. Καὶ τί λέγω δύο ὀβολούς;

Κἂν ποτήριον ψυχροῦ τις δῷ, καὶ ὑπὲρ τούτου μεγάλας ὁρίζει τὰς ἀμοιβὰς, ἀπὸ τῆς γνώμης ἀεὶ στεφανῶν τοὺς τὴν ἀρετὴν κατορθοῦντας. Καὶ ἐπὶ τῆς προσεδρίας δὲ τῶν εὐχῶν τοῦτο ἴδοι τις ἂν παρ᾽ αὐτοῦ γινόμενον. Ἐὰν γὰρ ἴδῃ μετὰ θερμότητός τινα προσιόντα, εὐθέως ἐρεῖ πρὸς αὐτόν· Ἔτι λαλοῦντός σου ἰδοὺ πάρειμι. Εἰ δὲ πλείονα τὴν προσεδρίαν ἐπιδείξηται, καὶ μετὰ πολλοῦ τοῦ πόθου καὶ ζεούσης τῆς προθυμίας τὰ τῆς αἰτήσεως φιλοτιμεῖται, καὶ πρὸ τῆς αἰτήσεως ἀνακηρύττει καὶ στεφανοῖ· ὅπερ καὶ ἐπὶ τῆς Χαναναίας πεποίηκεν.

Ἐπειδὴ γὰρ εἶδεν αὐτῆς τὸν τόνον καὶ τὴν πολλὴν ἔνστασιν, πρότερον ἀνακηρύξας καὶ στεφανώσας, ὡς εἰπεῖν διὰ τῶν ἐγκωμίων, καὶ πάσῃ τῇ οἰκουμένῃ κατάδηλον αὐτὴν ποιήσας, τότε καὶ τὰ τῆς αἰτήσεως ἐφιλοτιμήσατο μετὰ πολλῆς τῆς δαψιλείας. Εἰπὼν γὰρ, Ὦ γύναι, μεγάλη σου ἡ πίστις, τότε ἐπήγαγε, Γενηθήτω σοι ὡς θέλεις. Καὶ εἰ βουλοίμεθα ἕκαστον τῶν ἐν ταῖς θείαις Γραφαῖς ἐκλέγειν, πανταχοῦ πολλὴν ὀψόμεθα τὴν φιλοτιμίαν τοῦ Δεσπότου. Ὅπερ ἀκριβῶς ὁ πατριάρχης ἐπιστάμενος, καὶ εἰδὼς ὅτι ὁ τῶν ἐλαττόνων παραχωρήσας μειζόνων ἐπιτεύξεται, καθάπερ χθὲς ἠκούσατε, παρεχώρησε τῷ Λὼτ, καὶ εἵλετο τὴν εὐτελεστέραν χώραν, ἵνα καὶ τῆς φιλονεικίας τὰς ἀφορμὰς περιέλῃ, καὶ τὴν οἰκείαν ἀρετὴν ἐπιδείξηται, καὶ ἐν εἰρήνῃ καταστήσῃ τὴν οἰκίαν ἅπασαν. Ἀλλ᾽ ἴδωμεν ἐκ τῶν προσφάτως ἀνεγνωσμένων, τίνας λαμβάνει τὰς ἀμοιβὰς παρὰ τοῦ Δεσπότου ὑπὲρ τῆς τοσαύτης ἐπιεικείας. Καὶ εἶπε, φησὶν, ὁ Θεὸς τῷ Ἄβραμ μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ᾽ αὐτοῦ· Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου, ἴδε ἀπὸ τοῦ τόπου, οὗ νῦν σὺ εἶ, πρὸς βοῤῥᾶν καὶ λίβα, καὶ ἀνατολὰς καὶ θάλασσαν· ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν, καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος. Ὅρα τὸ τάχος τῆς τοῦ Θεοῦ προνοίας καὶ τῆς ἀμοιβῆς, ἧς περὶ τὸν δίκαιον ἐπιδείκνυται.

Βουλομένη γὰρ ἡμᾶς διδάξαι ἡ θεία Γραφὴ, ὅσης ἀποδοχῆς ἠξιώθη παρὰ τοῦ φιλανθρώπου Θεοῦ ὁ πατριάρχης ἐπὶ τῇ τοσαύτῃ ταπεινοφροσύνῃ, εἰποῦσα ὅτι διεχωρίσθη ὁ Λὼτ, καὶ ἀπῆλθεν εἰς τὴν γῆν, ἣν εἵλετο ὡς καλλιστεύουσαν, εὐθέως ἐπήγαγε· Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Ἄβραμ. Εἶτα ἵνα μάθωμεν μετὰ ἀκριβείας ὅτι ὑπὲρ τῶν εἰς τὸν Λὼτ γεγενημένων ἀμειβόμενος αὐτὸν ταῦτά φησι, προσέθηκε· Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἄβραμ μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ᾽ αὐτοῦ· μονονουχὶ ταυτὶ πρὸς αὐτὸν φανερῶς λέγων τὰ ῥήματα· παρεχώρησας διὰ πολλὴν ἐπιείκειαν τῆς καλλιστευομένης χώρας τῷ ἀδελφιδῷ, καὶ τὴν ἄκραν ἐπεδείξω ταπεινοφροσύνην, καὶ τοσαύτην ἐποιήσω τῆς εἰρήνης τὴν πρόνοιαν, ὡς πάντα καταδέξασθαι ὑπὲρ τοῦ μηδεμίαν εἶναι ὑμῶν μεταξὺ φιλονεικίαν· διὰ τοῦτο λάμβανε παρ᾽ ἐμοῦ δαψιλεῖς τὰς ἀμοιβάς. Ἀναβλέψας, φησὶ, τοῖς ὀφθαλμοῖς σου, ἴδε ἀπὸ τοῦ τόπου, οὗ νῦν σὺ εἶ, πρὸς βοῤῥᾶν καὶ λίβα, καὶ ἀνατολὰς καὶ θάλασσαν· ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος. Εἶδες ἀντίδοσιν πολλῷ τῷ μέτρῳ ὑπερβαίνουσαν τὰ παρ᾽ αὐτοῦ γινόμενα; Δι᾽ αὐτῶν τῶν ῥημάτων ἔρχεται ὁ φιλάνθρωπος Δεσπότης, δι᾽ ὧν καὶ ὁ πατριάρχης τὴν παραχώρησιν ἐποιήσατο. Καθάπερ γὰρ ἐκεῖνος ἔλεγεν, Οὐκ ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σου;

διαχωρίσθητι ἀπ᾽ ἐμοῦ· εἰ σὺ εἰς δεξιὰ, ἐγὼ εἰς ἀριστερά· εἰ δὲ σὺ εἰς ἀριστερὰ, ἐγὼ εἰς δεξιά· οὕτω καὶ ὁ Δεσπότης φησίν· Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου, ἴδε ἀπὸ τοῦ τόπου, οὗ σὺ εἶ νῦν· ὅτι πᾶσαν τὴν γῆν, ἣν ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος. Ἐνταῦθά μοι σκόπει τῆς φιλοτιμίας τὴν ὑπερβολήν. Σὺ μὲν γὰρ, φησὶν, αἵρεσιν δοὺς τὴν τῆς ἐκλογῆς, τὴν μὲν παρεχώρησας, ἥνπερ ἑλέσθαι ἐβουλήθη, τὴν δὲ ὑπολειφθεῖσαν αὐτὸς κατεδέξω· ἐγὼ δὲ τοσαύτην ποιοῦμαι τὴν φιλοτιμίαν, ὡς πᾶσαν τὴν γῆν τὴν ὑποπίπτουσαν τῇ τῶν σῶν ὀφθαλμῶν θέᾳ ἐξ ἑκατέρων τῶν μερῶν, ἀπὸ ἄρκτου καὶ ἀπὸ μεσημβρίας, καὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, πᾶσαν τὴν γῆν, ἣν ὁρᾷς, σοὶ παραχωρήσειν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ Καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος. Εἶδες ἀξίαν τῆς τοῦ Θεοῦ ἀγαθότητος τὴν φιλοτιμίαν; εἶδες ὅσων παραχωρήσας, ὅσων ἠξιώθη; Ἐντεῦθεν παιδευώμεθα πολλὴν ἐπιδείκνυσθαι δαψίλειαν περὶ τὴν ἐλεημοσύνην, ἵνα μικρὰ δόντες μεγάλων ἀξιωθῶμεν. Ποῦ γὰρ ἴσον, εἰπέ μοι, ἀργύριον βραχὺ δοῦναι, καὶ συγχώρησιν ἁμαρτημάτων κομίσασθαι; θρέψαι πεινῶντα, καὶ παῤῥησίας ἀξιωθῆναι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῇ φοβερᾷ, καὶ ἀκοῦσαι τὰ τῆς βασιλείας ἀντάξια ῥήματα, Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν; Μὴ γὰρ ὁ σοὶ παρασχὼν τὴν τοσαύτην δαψίλειαν οὐκ ἠδύνατο κἀκείνου τὴν ἔνδειαν παραμυθήσασθαι;

Ἀλλὰ διὰ τοῦτο ἀφίησιν αὐτὸν τῇ πενίᾳ τρύχεσθαι, ἵνα κἀκεῖνος τῆς ὑπομονῆς πολὺν κομίζηται τὸν μισθὸν, καὶ σὺ τὴν ἀπὸ τῆς ἐλεημοσύνης σαυτῷ προαποθῇ τὴν παῤῥησίαν. γʹ. Εἶδες φιλανθρωπίαν Δεσπότου, πῶς ἅπαντα διὰ τὴν ἡμετέραν σωτηρίαν οἰκονομεῖ; Ὅταν οὖν ἐννοήσῃς, ὅτι διὰ σὲ καὶ τὴν σὴν ὠφέλειαν ἐκεῖνος τῇ πενίᾳ προσπαλαίων λιμῷ διαφθείρεται, μὴ παρέλθῃς ἀνηλεῶς, ἀλλὰ γενοῦ πιστὸς οἰκονόμος τῶν παρὰ τοῦ Δεσπότου σοι παρασχεθέντων, ἵνα τὴν ἐκείνου ἔνδειαν παραμυθησάμενος πολλὴν ἐπισπάσῃ τὴν ἄνωθεν εὔνοιαν. Καὶ δόξασόν σου τὸν Δεσπότην, ὅτι διὰ σὲ καὶ τὴν σὴν σωτηρίαν συνεχώρησεν ἐκεῖνον ἐν πενίᾳ διάγειν, ἵνα σὺ δυνηθῇς ὁδὸν εὑρεῖν, δι᾽ ἧς δυνήσῃ καὶ τὰ ἡμαρτημένα ἀπονίψασθαι, καὶ τὰ παρὰ τοῦ Δεσπότου σοι παρασχεθέντα καλῶς οἰκονομήσας, τῶν ἐπαίνων ἐκείνων ἀξιωθῆναι τῶν πάντα λόγον καὶ διάνοιαν ὑπερβαινόντων. Ἀκούσῃ γὰρ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπ᾽ ὀλίγων ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Ταῦτα ἐννοοῦντες, καθάπερ εὐεργέτας, καὶ τῆς σωτηρίας ἡμῖν τὰς ἀφορμὰς παρέχειν δυναμένους, οὕτως ὁρῶμεν τοὺς πένητας, καὶ μετὰ δαψιλείας καὶ ἱλαρᾶς τῆς προθυμίας παρέχωμεν, μηδέποτε ἀνανεύοντες περὶ τὴν δόσιν, ἀλλὰ μετὰ πολλῆς τῆς ἐπιεικείας διαλεγόμενοι, καὶ πραότητα πολλὴν δεικνύμενοι.

Κλῖνον γὰρ πτωχῷ τὸ οὖς σου, καὶ ἀποκρίθητι αὐτῷ εἰρηνικὰ ἐν πραΰτητι, ἵνα καὶ πρὸ τῆς δόσεως τῇ προσηνείᾳ τῶν ῥημάτων τὴν καταβεβλημένην αὐτοῦ ψυχὴν ὑπὸ τῆς πολλῆς ἐνδείας ἀναστήσῃς. Κρεῖσσον γὰρ, φησὶ, λόγος ἢ δόσις. Οὕτως οἶδε καὶ ῥῆμα νευρῶσαι ψυχὴν, καὶ πολλὴν εἰσαγαγεῖν τὴν παραμυθίαν.

Μὴ τοίνυν πρὸς τὸν λαμβάνοντα μόνον ὁρῶντες τὴν περὶ τὴν ἐλεημοσύνην φιλοτιμίαν ποιώμεθα, ἀλλὰ λογιζόμενοι τίς ἐστιν ὁ οἰκειούμενος τὰ εἰς τὸν πένητα γινόμενα, καὶ τὴν ὑπὲρ τῶν διδομένων ἔκτισιν ὑποσχόμενος, οὕτω πρὸς ἐκεῖνον τείνοντες τὴν διάνοιαν μετὰ πάσης προθυμίας παρέχειν σπουδάζωμεν, καὶ σπείρωμεν, ὡς ἔτι καιρὸς, μετὰ δαψιλείας, ἵνα καὶ μετὰ δαψιλείας θερίσωμεν.

Ὁ σπείρων γὰρ, φησὶ, φειδομένως, φειδομένως καὶ θερίσει. Ἀφειδεῖ τοίνυν τῇ χειρὶ καταβάλλωμεν τὰ καλὰ ταῦτα σπέρματα, ἵνα ἐν καιρῷ μετὰ δαψιλείας θερίσωμεν. Νῦν μὲν γάρ ἐστιν ὁ τοῦ σπόρου καιρὸς, ὃν μὴ παραδράμωμεν, παρακαλῶ, ἵνα ἐν τῇ τῆς ἀνταποδόσεως τῶν ἐνταῦθα σπαρέντων ἡμέρᾳ, τοὺς καρποὺς ἀποδρεψώμεθα, καὶ τῆς παρὰ τοῦ Δεσπότου φιλανθρωπίας ἀξιωθῶμεν. Οὐδὲν γὰρ, οὐδὲν ἕτερον τῶν κατορθωμάτων οὕτω δυνήσεται σβέσαι τῶν ἁμαρτημάτων ἡμῶν τὴν πυρὰν, ὡς ἡ τῆς ἐλεημοσύνης δαψίλεια. Αὕτη καὶ τῶν ἡμαρτημένων ἡμῖν τὸν ἀφανισμὸν ἐργάζεται, καὶ παῤῥησίας ἡμῖν πρόξενος γίνεται, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν τὴν ἀπόλαυσιν προευτρεπίζει. Ἀλλὰ ταῦτα μὲν ἱκανῶς εἴρηται πρὸς τὴν ὑμετέραν προτροπὴν, καὶ πρὸς τὸ δεῖξαι, ὅτι μικρὰ διδόντες μεγάλων ἀξιούμεθα παρὰ τοῦ Δεσπότου. Ἐντεῦθεν γὰρ ἡμῖν καὶ ὁ λόγος πρὸς τὴν τῆς ἐλεημοσύνης παραίνεσιν ἐξεκυλίσθη· ἐπειδὴ γὰρ ἐλέγομεν, ὅτι μέρους γῆς παραχωρήσας ὁ πατριάρχης, καὶ τὸ κάλλιστον τῆς χώρας προέμενος τῷ Λὼτ, καὶ τὴν φαυλοτάτην γῆν ἑλόμενος ἑαυτῷ τοσαύτης ἠξιώθη τῆς παρὰ τοῦ Θεοῦ φιλοτιμίας, ὡς ὑπερβαίνειν πάντα νοῦν καὶ διάνοιαν τὴν ὑπόσχεσιν τὴν παρὰ τοῦ Θεοῦ εἰς αὐτὸν γεγενημένην.

Ἀναβλέψας γὰρ, φησὶ, τοῖς ὀφθαλμοῖς σου, ἴδε ἀπὸ τοῦ τόπου, οὗ σὺ εἶ νῦν, πρὸς βοῤῥᾶν καὶ λίβα· ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος. Μέρος γῆς. φησὶ, παρεχώρησας τῷ ἀδελφιδῷ· ἰδοὺ ἐγὼ ὁλόκληρόν σοι τὴν γῆν ὑπισχνοῦμαι· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τῷ σπέρματί σου παρέξειν ἐπαγγέλλομαι αὐτὴν, καὶ ἕως αἰῶνος, τοῦτ᾽ ἔστι διηνεκῶς. Εἶδες πῶς φιλοτιμεῖται ἐν ταῖς εὐεργεσίαις; Ἐπειδὴ γὰρ ᾔδει ὅτι τούτου μάλιστα ἐπεθύμει ὁ πατριάρχης, καὶ οὐδὲν αὐτοῦ τὴν προθυμίαν οὕτω νευρώσει, φησί· καὶ τοῦτό σοι παρέξω, ὥστε καὶ τοὺς ἀπὸ σοῦ τικτομένους διαδέξασθαι τῆς γῆς τὴν ἀπόλαυσιν, καὶ διηνεκῆ ταύτης ἔχειν τὴν ἐξουσίαν. Εἶτα ἵνα μὴ πρὸς τὴν οἰκείαν μόνον φύσιν, καὶ πρὸς τὸ γῆρας τὸ ἑαυτοῦ, καὶ τὴν τῆς Σάρας στείρωσιν ἀπιδὼν, ναρκήσῃ πρὸς τὴν ὑπόσχεσιν, ἀλλὰ θαῤῥήσῃ τῇ τοῦ ὑποσχομένου δυνάμει, φησί· Καὶ ποιήσω τὸ σπέρμα σου, ὡς τὴν ἄμμον τῆς γῆς. Εἰ δυνήσεταί τις τὴν ἄμμον τῆς γῆς ἐξαριθμῆσαι, καὶ τὸ σπέρμα σου ἀριθμηθήσεται.

Ἀληθῶς ὑπὲρ φύσιν ἀνθρωπίνην ἦν ἡ ὑπόσχεσις· οὐ μόνον γὰρ πατέρα αὐτὸν ποιήσειν ὑπέσχετο, τοσούτων ὄντων τῶν κωλυμάτων, ἀλλὰ καὶ εἰς πλῆθος τοσοῦτον ἐπιδώσειν, ὡς τῇ ἄμμῳ τῆς γῆς παρισωθῆναι, καὶ ἀνώτερον ἀριθμοῦ τὸ πλῆθος γενέσθαι, τὴν ἐπίτασιν τῆς ὑπερβολῆς διὰ τοῦ παραδείγματος ἐμφῆναι βουλόμενος.

Σκόπει πῶς ὁ φιλάνθρωπος Δεσπότης κατὰ μικρὸν γυμνάζει τοῦ δικαίου τὴν ἀρετήν. Εἰπὼν γὰρ ἀνωτέρω, ὅτι Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην· νῦν πάλιν φησὶν, Καὶ τῷ σπέρματί σου δώσω ἕως αἰῶνος, καὶ ποιήσω αὐτὸ ὡς τὴν ἄμμον τῆς γῆς. Καὶ τέως μέχρι λόγων τὰ τῆς ὑποσχέσεως, καὶ πολὺς ἐν μέσῳ παραγίνεται χρόνος, ἵνα καὶ τῆς γνώμης τοῦ πατριάρχου μάθωμεν τὸ φιλόθεον, καὶ τοῦ Θεοῦ τὴν ὑπερβάλλουσαν δύναμιν. Ἐπίτηδες γὰρ μέλλει καὶ ἀναβάλλεται, ἵνα εἰς βαθὺ γῆρας ἐλάσαντες οἱ τὴν ὑπόσχεσιν δεξάμενοι, καὶ ἀπογνόντες, ὡς εἰπεῖν, τέως κατὰ ἀνθρωπίνην ἀκολουθίαν, τότε καὶ τῆς οἰκείας ἀσθενείας τὴν πεῖραν, καὶ τῆς ἀφάτου δυνάμεως τοῦ Θεοῦ τὴν ὑπερβολὴν ἴδωσιν.

δʹ. Ἐννόει δέ μοι ἐκ τῆς παρατάσεως τοῦ ἐν μέσῳ χρόνου τὸ στεῤῥὸν τῆς τοῦ πατριάρχου γνώμης, πῶς πάντα τὰ ἀνθρώπινα παρατρέχων, πρὸς τὸ δυνατὸν τοῦ ὑποσχομένου τείνας τὴν διάνοιαν, οὐκ ἐθορυβεῖτο, οὐδὲ ἐταράττετο.

Ἴστε γὰρ πολλάκις, ὅτι ἐπειδάν τις ἅπαξ καὶ δεύτερον ὑποσχόμενος μηδέπω εἰς ἔργον ἀγάγῃ τὰ ἐπαγγελθέντα, πῶς ὀκνηρότεροι γινόμεθα πρὸς τὸ πάλιν αὐτῷ πιστεῦσαι ὑπισχνουμένῳ. Ἀλλ᾽ ἐπὶ μὲν ἀνθρώπου εἰκότως ἂν τοῦτο γένοιτο· ἐπὶ δὲ τοῦ Θεοῦ τοῦ μετὰ πολλῆς σοφίας τὰ ἡμέτερα οἰκονομοῦντος, ἐπειδὰν ἅπαξ ἐπαγγείληται, κἂν μυρία ἐν τῷ μέσῳ κωλύματα παρεμπίπτοι, πρὸς τὸ μέγεθος τῆς τοῦ Θεοῦ δυνάμεως ὁρῶντας θαῤῥεῖν χρὴ, καὶ ἐστηριγμένον ἔχειν τὸν λογισμὸν, καὶ εἰδέναι ὡς πάντως εἰς ἔργον ἐκβῆναι δεῖ τὰ παρ᾽ αὐτοῦ εἰρημένα· Οὐδὲν γάρ ἐστιν ὃ δυνήσεταί ποτε διακόψαι τὰ παρ᾽ αὐτοῦ ἐπηγγελμένα· Θεὸς γάρ ἐστιν, ᾧ πάντα δυνατά· καὶ διὰ τοῦτο πρὸς ὃ βούλεται, μεθίστησι τὰ πράγματα, καὶ πόρους ἐξ ἀπόρων εὑρεῖν δυνάμενος, καὶ μετὰ τὴν ἀπόγνωσιν τὴν ἡμετέραν εἰς χρηστὰς ἐλπίδας ἄγων, ἵν᾽ οὕτω σαφέστερον αὐτοῦ μανθάνωμεν τῆς εὐμηχάνου σοφίας τὴν ὑπερβολήν. Ἀναστὰς γὰρ, φησὶ, διόδευσον τὴν γῆν, εἴς τε τὸ μῆκος αὐτῆς καὶ εἰς τὸ πλάτος, ὅτι σοι δώσω αὐτήν. Ὅρα πῶς διὰ πάντων τῶν πραγμάτων πολλὴν βούλεται πληροφορίαν ἐνθεῖναι τῷ δικαίῳ. Ἀναστὰς, φησὶ, περίελθε, καὶ κατάμαθε καὶ τὸ μῆκος καὶ τὸ πλάτος, ἵνα εἰδέναι ἔχῃς καὶ τὸ μέγεθος τῆς γῆς, ἧς ἀπολαύειν μέλλεις, καὶ πρὸ τῆς ἀπολαύσεως τῇ ἐλπίδι τρεφόμενος, πολλὴν ἔχῃς τὴν εὐθυμίαν.

Ὅσην γὰρ ἂν περιέλθῃς γῆν, σοὶ δώσω αὐτὴν, ἵνα μάθῃς ὅτι οὐ τοσαῦτα παρεχώρησας, ὅσα νῦν λαμβάνειν μέλλεις. Μὴ τοίνυν νομίσῃς τὴν ἐλάττονα εἰληφέναι, ἐπειδὴ ἐκεῖνος τοῖς πρωτείοις φαινομένοις ἐπεπήδησεν.

Εἴσῃ δὲ μετ᾽ οὐ πολὺ δι᾽ αὐτῶν τῶν πραγμάτων, ὅτι οὐ λυσιτελὴς ἦν αὐτῷ τῶν πρωτείων ἡ ἐκλογή· καὶ αὐτὸς δὲ ἐκεῖνος μαθήσεται, ὅσον ἐστὶ κακὸν τὸ τῶν πρωτείων ἐρᾷν. Τέως δὲ αὐτὸς κομίζου τῆς ταπεινοφροσύνης καὶ τῆς ἐπιεικείας, ἣν περὶ τὸν ἀδελφιδοῦν ἐπεδείξω, τὰς ἀμοιβὰς, καὶ δέχου τὴν ὑπόσχεσιν, καὶ ἤδη καταμάνθανε τὴν γῆν ἅπασαν, ἧς κύριος εἶ, καὶ μετ᾽ οὐ πολὺ καὶ αὐτὸς καὶ τὸ σπέρμα τὸ σὸν εἰς τὸ διηνεκὲς καθέξετε.

Καὶ τῷ σπέρματί σου γὰρ, φησὶν, ἕως τοῦ αἰῶνος. Πολὺ τῆς ἐπαγγελίας τοῦ Θεοῦ τὸ μέγεθος, πολλὴ τῆς φιλοτιμίας τοῦ πάντων ἡμῶν Δεσπότου ἡ δαψίλεια, πολλὴ τῆς ἀμοιβῆς τοῦ φιλανθρώπου καὶ πανοικτίρμονος ἡ ὑπερβολὴ, ἣν περὶ τὸν μακάριον τοῦτον ἐποιήσατο, καὶ τῷ ἐξ αὐτοῦ μέλλοντι τίκτεσθαι σπέρματι. Ταῦτα ἀκούσας ὁ πατριάρχης, καὶ ἐκπλαγεὶς τὴν ἄφατον τοῦ Θεοῦ ἀγαθότητα, Ἀποσκηνώσας, φησὶν, ἐλθὼν κατῴκησε παρὰ τὴν δρῦν τὴν Μαμβρὴ, τὴν ἐν Χεβρών.

Μετὰ τὸ δέξασθαι, φησὶ, τὴν ἐπαγγελίαν, καὶ τὸν χωρισμὸν γενέσθαι τοῦ Λὼτ, τὴν σκηνὴν αὐτοῦ μετῴκισε παρὰ τὴν δρῦν τὴν Μαμβρή. Ὅρα φιλόσοφον γνώμην, ὅρα φρονήματος ὕψος, πῶς μετ᾽ εὐκολίας μετανίσταται, καὶ οὐ δυσχεραίνει πρὸς τὸ τόπους ἐκ τόπων ἀμείβειν.

Καὶ γὰρ εὑρήσεις αὐτὸν οὐ συνηθείᾳ τινὶ προκατειλημμένον καὶ προστετηκότα, ὃ πολλοὶ πολλάκις ὑπομένουσι καὶ τῶν δοκούντων φιλοσοφεῖν, καὶ τῶν ἐν μέσῳ θορύβων ἀπηλλάχθαι· καὶ εἴ ποτε καιρὸς καλοίη μεταναστῆναι, καὶ εἰς τὴν ἀλλοτρίαν ἀπελθεῖν, πολλάκις καὶ πνευματικοῦ πράγματος ἕνεκα, δυσχεραίνοντας, ἀλύοντας, βαρέως φέροντας τὴν μετάστασιν εὕροις ἂν αὐτοὺς, διὰ τὸ τῇ συνηθείᾳ προειλῆφθαι. Ἀλλ᾽ οὐχ ὁ δίκαιος οὕτως, ἀλλ᾽ ἄνωθεν καὶ ἐκ προοιμίων ἐφιλοσόφει· καὶ καθάπερ ξένος καὶ παρεπίδημος, οὕτως ἐντεῦθεν ἐκεῖ, κἀκεῖθεν ὧδε μετανιστάμενος, καὶ πανταχοῦ τὴν φιλόθεον αὐτοῦ γνώμην διὰ τῶν ἔργων ἐσπούδαζεν ἐπιδείκνυσθαι. Ἐπειδὴ γὰρ κατεσκήνωσε παρὰ τὴν δρῦν τὴν Μαμβρὴ, εὐθέως ἐκεῖ θυσιαστήριον ᾠκοδόμησε τῷ Κυρίῳ. Εἶδες εὐχάριστον γνώμην; Ἐπειδὴ γὰρ τὴν σκηνὴν ἐπήξατο, εὐθέως ὑπὲρ τῆς γεγενημένης αὐτῷ ἐπαγγελίας τὰς εὐχαριστίας ἀνέφερε τῷ Δεσπότῃ. Καὶ καθ᾽ ἕκαστον τόπον, ἔνθα κατεσκήνου, εὑρήσεις αὐτὸν τούτου πρὸ πάντων ἐπιμελούμενον, καὶ θυσιαστήριον οἰκοδομοῦντα, καὶ τὰς εὐχὰς ἀναφέροντα, καὶ ἀποστολικὸν νόμον πληροῦντα, τὸν κελεύοντα ἐν παντὶ τόπῳ εὔχεσθαι ἐπαίροντας ὁσίους χεῖρας. Εἶδες ψυχὴν ἐπτερωμένην πρὸς τὸν τοῦ Θεοῦ πόθον, καὶ ὑπὲρ ἁπάντων εὐχάριστον γινομένην;

Οὐδὲ γὰρ ἀνέμενεν εἰς ἔργον ἐλθεῖν τὰ ἐπαγγελθέντα, ἀλλὰ καὶ ὑπὲρ τῆς ὑποσχέσεως εὐχαριστεῖ, καὶ τὰ παρ᾽ ἑαυτοῦ ἐπιδείκνυται, ἵνα τὴν ἐπὶ τοῖς προλαβοῦσιν εὐγνωμοσύνην ἐπιδειξάμενος, καὶ περὶ τὴν ἐκπλήρωσιν τῶν ἐπαγγελιῶν ἐκκαλέσηται τὸν ἑαυτοῦ Δεσπότην.

εʹ. Τοῦτον δὴ καὶ ἡμεῖς μιμώμεθα, καὶ θαῤῥῶμεν ταῖς τοῦ Θεοῦ ὑποσχέσεσι, καὶ μήτε ὁ χρόνος ἀμαυρούτω τὴν προθυμίαν, μήτε τὰ ἐν μέσῳ κωλύματα, ἂν συμβαίη, χαυνούτω ἡμῶν τὸν λογισμόν· ἀλλὰ τῇ τοῦ Θεοῦ δυνάμει θαῤῥοῦντες, ὡς ἤδη πρὸ τῶν ὀφθαλμῶν ὁρῶντες τὰς ὑποσχέσεις ἐκβεβηκυίας, οὕτω τὴν πίστιν εἰλικρινῆ ἐπιδειξώμεθα.

Καὶ γὰρ καὶ ἡμῖν μεγάλα καὶ ὑπέρογκα ἐπηγγείλατο ὁ Δεσπότης, καὶ ὑπερβαίνοντα τὸν ἡμέτερον λογισμὸν, τῆς βασιλείας λέγω τὴν ἀπόλαυσιν, τῶν ἀποῤῥήτων ἀγαθῶν τὴν μετουσίαν, τὴν μετὰ ἀγγέλων διαγωγὴν, τὴν τῆς γεέννης ἀπαλλαγήν. Ἀλλὰ ὅμως μηδὲν ἀπιστῶμεν, ἐπειδὴ μὴ ὁρᾶται τοῖς σωματικοῖς ὀφθαλμοῖς· ἀλλὰ τὸ ἀψευδὲς ἐννοοῦντες τοῦ ἐπαγγειλαμένου, καὶ τῆς δυνάμεως αὐτοῦ τὸ μέγεθος, τοῖς τῆς πίστεως ὀφθαλμοῖς αὐτὰ κατοπτεύωμεν, καὶ ἐκ τῶν ἤδη παρασχεθέντων καὶ περὶ τῶν μελλόντων χρηστὰς ἔχωμεν τὰς ἐλπίδας· διὰ γὰρ τοῦτο καὶ ἐνταῦθα πολλὰ ἡμῖν ἐδωρήσατο, ἵνα ἐκ τούτων ὁδηγούμενοι καὶ περὶ ἐκείνων θαῤῥεῖν ἔχωμεν. Ὁ γὰρ τὸν ἑαυτοῦ υἱὸν ἐκδοὺς διὰ τὴν περὶ ἡμᾶς ἀγάπην, πῶς οὐχὶ πάντα ἡμῖν τὰ λοιπὰ χαριεῖται;

Καθάπερ καὶ Παῦλός φησιν· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾽ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Εἰ τὸν Υἱὸν αὐτοῦ ἐξέδωκεν ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, εἰ τοῦ βαπτίσματος τὴν δωρεὰν ἐχαρίσατο, εἰ τῶν προλαβόντων ἁμαρτημάτων τὴν ἄφεσιν ἐδωρήσατο, εἰ μετανοίας ὁδὸν ἡμῖν ἔτεμεν, εἰ μυρία ἕτερα πρὸς τὴν σωτηρίαν ἡμετέραν ἐπραγματεύσατο, δηλονότι καὶ τὰ ἐν τῷ μέλλοντι ἡμῖν τεταμιευμένα ἀγαθὰ παρέξει. Ὁ γὰρ πρὸ τῆς εἰς τὸ εἶναι ἡμᾶς παρόδου ταῦτα προευτρεπίσας διὰ τὴν οἰκείαν ἀγαθότητα, πῶς οὐχὶ καὶ τὴν ἀπόλαυσιν χαριεῖται; Ὅτι γὰρ προλαβὼν ταῦτα ἡμῖν ἡτοίμασε τὰ ἀγαθὰ, ἄκουε αὐτοῦ λέγοντος πρὸς τοὺς ἐκ δεξιῶν ἑστῶτας· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου. Εἶδες ἀγαθότητος ὑπερβολὴν, πόσῃ περὶ τὸ ἡμέτερον γένος κέχρηται τῇ φιλανθρωπίᾳ, ὡς καὶ πρὸ τῆς τοῦ κόσμου καταβολῆς ἡμῖν τῆς βασιλείας προευτρεπίσαι τὴν ἀπόλαυσιν;

Μὴ τοίνυν ἀγνώμονες γενώμεθα, παρακαλῶ, μηδὲ ἀναξίους ἑαυτοὺς καταστήσωμεν τῶν τοσούτων δωρεῶν, ἀλλὰ ἀγαπήσωμεν, ὡς δεῖ, τὸν ἡμέτερον Δεσπότην, καὶ μηδὲν διαπραττώμεθα τῶν διακοπτόντων τὴν πρὸς ἡμᾶς αὐτοῦ εὔνοιαν. Μὴ γὰρ αὐτοὶ προκατάρχομεν τοῦ πράγματος; Αὐτὸς προλαβὼν πολλὴν καὶ ἄφατον τὴν περὶ ἡμᾶς ἀγάπην ἐπεδείξατο.

Πῶς οὖν οὐκ ἄτοπον τὸν οὕτως ἀγαπήσαντα μὴ καὶ ἡμᾶς, ὅσον ἔχομεν δυνάμεως, ἀγαπᾷν; Αὐτὸς γὰρ διὰ τὴν περὶ ἡμᾶς ἀγάπην πάντα μεθ᾽ ἡδονῆς ὑπέμεινε, καὶ ἐξ αὐτῶν τῶν κόλπων τῶν πατρικῶν ἁλλόμενος, ὡς εἰπεῖν, δούλου μορφὴν ἀναλαβεῖν κατεδέξατο, καὶ διὰ πάντων τῶν ἀνθρωπίνων ἐλθεῖν, καὶ τὰς παρὰ Ἰουδαίων ὕβρεις καὶ ἀτιμίας ὑπομεῖναι, καὶ τὸ τελευταῖον σταυρὸν κατεδέξατο, καὶ θάνατον τὸν ἐπονείδιστον, ἵνα ἡμᾶς τοὺς χαμαὶ συρομένους. καὶ μυρίοις φορτίοις ἁμαρτημάτων βαρουμένους διὰ τῆς εἰς αὐτὸν πίστεως ἐλευθερώσῃ. Ταῦτα γὰρ ἅπαντα ἐννοῶν ὁ μακάριος Παῦλος, ὁ θερμὸς ἐραστὴς τοῦ Χριστοῦ, ὁ καθάπερ ὑπόπτερος τὴν οἰκουμένην περιτρέχων ἅπασαν, ὁ ἐν σώματι τὰ τῶν ἀσωμάτων ἐπιδείκνυσθαι σπουδάζων, ἐβόα λέγων· Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς. Ὅρα εὐγνωμοσύνην, ὅρα ἀρετῆς ὑπερβολὴν, ὅρα πόθον ζέοντα. Ἡ ἀγάπη, φησὶ, τοῦ Χριστοῦ συνέχει ἡμᾶς· τοῦτ᾽ ἔστιν, ὠθεῖ, καταναγκάζει, κατεπείγει. Εἶτα ἑρμηνεῦσαι βουλόμενος τὸ παρ᾽ ἑαυτοῦ ῥηθὲν, φησί· Κρίναντας τοῦτο, ὅτι εἰ εἷς ὑπὲρ ἁπάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον.

Καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. Εἶδες πῶς εἰκότως ἔλεγεν, ὅτι Συνέχει ἡμᾶς ἡ ἀγάπη τοῦ Χριστοῦ; Εἰ γὰρ ὑπὲρ ἡμῶν, φησὶ, πάντων ἀπέθανε, διὰ τοῦτο ἀπέθανεν, ἵνα ἡμεῖς οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶμεν, ἀλλ᾽ ἐκείνῳ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι. Δεχώμεθα τοίνυν τὴν παραίνεσιν τὴν ἀποστολικὴν, καὶ μὴ ἑαυτοῖς ζῶμεν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι.

Καὶ πῶς, φησὶ, δυνησόμεθα μὴ ἑαυτοῖς ζῇν; Ἄκουε τοῦ μακαρίου τούτου πάλιν λέγοντος· Ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὅρα πῶς ἐπὶ γῆς βαδίζων καὶ σαρκὶ συμπεπλεγμένος, καθάπερ τὸν οὐρανὸν οἰκῶν, καὶ ταῖς ἀσωμάτοις συναναστρεφόμενος δυνάμεσιν, οὕτω διέκειτο. Διὰ τοῦτο ἀλλαχοῦ πάλιν ἔλεγεν· Οἱ δὲ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Τοῦτο τοίνυν ἐστὶ τὸ μὴ ἑαυτοῖς ζῇν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι, ὅταν καθάπερ νεκροὶ ὦμεν τοῦ παρόντος βίου, καὶ πρὸς μηδὲν τῶν ὁρωμένων ὦμεν ἐπτοημένοι. Διὰ γὰρ τοῦτο ὁ Δεσπότης ἡμῶν ἐσταυρώθη, ἵνα ἀντὶ ταύτης τῆς ζωῆς ἐκείνην ἀνταλλαξώμεθα· μᾶλλον δὲ, ἵνα διὰ ταύτης ἐκείνην ἑαυτοῖς πραγματευσώμεθα.

Ἡ γὰρ παροῦσα ζωὴ, ἐὰν βουλώμεθα νήφειν καὶ ἐγρηγορέναι, πρὸς τὴν ἀπόλαυσιν τῆς αἰωνίου ζωῆς ἡμᾶς ὁδηγεῖ· καὶ δυνησόμεθα, εἰ βουληθείημεν μικρὸν διεγερθῆναι καὶ διανοῖξαι τὸ τῆς διανοίας ὄμμα, τῆς ἐκεῖ λήξεως τὴν ἔννοιαν διὰ παντὸς τρέφειν παρ᾽ ἑαυτοῖς, καὶ οὕτω τὰ μὲν ὁρώμενα παρατρέχειν καὶ ὑπερίπτασθαι, πρὸς δὲ τὰ μέλλοντα καὶ διαιωνίζοντα τείνειν τὸν λογισμόν· καθάπερ καὶ ὁ μακάριος οὗτος παιδεύων ἡμᾶς ἔλεγεν· Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.

ϛʹ. Ὅρα ψυχὴν πεπυρωμένην, ὅρα λογισμὸν ἐπτερωμένον, ὅρα διάνοιαν ἐκκαιομένην τῷ πρὸς τὸν Θεὸν πόθῳ. Ὃ νῦν ζῶ, φησὶν, ἐν πίστει ζῶ. Μὴ γὰρ νομίσητέ με, φησὶ, συντελεῖν τι εἰς τὰ τοῦ παρόντος βίου πράγματα. Εἰ γὰρ καὶ σάρκα περίκειμαι, καὶ ταῖς ἀνάγκαις τῆς φύσεως προσδέδεμαι, ἀλλ᾽ ἐν πίστει ζῶ, τῇ εἰς Χριστὸν, πάντων ὑπερορῶν τῶν παρόντων, τῇ ἐλπίδι τῇ εἰς αὐτὸν πάντα παρατρέχων, ἐκτεταμένην ἔχω τὴν διάνοιαν πρὸς αὐτόν. Εἶτα ἵνα μάθῃς αὐτοῦ τοῦ φίλτρου τὴν ὑπερβολὴν, φησίν. Ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. Σκόπει πόσης τῆς εὐγνωμοσύνης ἡ ὑπερβολή. Τί λέγεις, ὦ μακάριε Παῦλε; Πρὸ μικροῦ ἔλεγες, Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾽ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν· καὶ νῦν λέγεις, Τοῦ ἀγαπήσαντός με, καὶ ἰδιοποιῇ τὴν κοινὴν εὐεργεσίαν; Ναὶ, φησίν· εἰ γὰρ καὶ ὑπὲρ παντὸς τοῦ τῶν ἀνθρώπων γένους ἡ θυσία προσενήνεκται παρ᾽ αὐτοῦ, ἀλλὰ διὰ τὸ περὶ αὐτὸν φίλτρον μου ἐγὼ ἰδιοποιοῦμαι τὸ γεγονός. Οὕτω καὶ τοῖς προφήταις ἔθος ποιεῖν, καὶ λέγειν· Ὁ Θεὸς ὁ Θεός μου· καίτοι τῆς οἰκουμένης ἐστὶ Θεός· ἀλλ᾽ ἴδιον τοῦ πόθου, τὰ κοινὰ ἰδιοποιεῖσθαι. Τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, φησὶ, τοῦ ἀγαπήσαντός με. Τί λέγεις; Σὲ μόνον ἠγάπησε;

Πᾶσαν μὲν, φησὶ, τὴν τῶν ἀνθρώπων φύσιν, ἀλλ᾽ ἐγὼ ὡς μόνος ἀγαπηθεὶς, οὕτως αὐτῷ χάριτας ὀφείλω. Καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. Τί οὖν, ὑπὲρ σοῦ μόνον ἐσταυρώθη; Οὐκ αὐτὸς λέγει, Ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν; οὐ σὺ αὐτὸς εἶπας, ὅτι Ὑπὲρ ἡμῶν πάντων παρέδωκεν ἑαυτόν;

Ναὶ, φησίν· οὐκ ἐναντιούμενος ἑαυτῷ ταῦτά φημι, ἀλλὰ τὸν ἐμαυτοῦ πόθον παραμυθούμενος. Καὶ ὅρα πάλιν καὶ ἕτερόν τι διὰ τῶν εἰρημένων ἡμᾶς διδάσκοντα. Ἀνωτέρω γὰρ εἰπὼν περὶ τοῦ Πατρὸς, ὅτι Ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, ἐνταῦθα λέγει, Ἑαυτὸν παρέδωκεν· ἐκεῖ μὲν, ἵνα τὴν ὁμόνοιαν δείξῃ καὶ τὴν ὁμοτιμίαν Πατρὸς καὶ Υἱοῦ, καὶ τὴν οἰκονομίαν αἰνίξηται· ἐπεὶ καὶ ἀλλαχοῦ φησι, Γενόμενος ὑπήκοος μέχρι θανάτου, πανταχοῦ τὴν οἰκονομίαν πιστούμενος. Ἐνταῦθα δὲ τὸ, Παρέδωκεν ἑαυτὸν, τέθεικεν, ἵνα δείξῃ ὅτι ἑκὼν τὸ πάθος κατεδέξατο, καὶ οὐκ ἀνάγκῃ οὐδὲ βίᾳ, ἀλλὰ βουλόμενος καὶ θέλων παντὶ τῷ τῶν ἀνθρώπων γένει τὴν σωτηρίαν πραγματεύσασθαι, τὸν σταυρὸν ὑπέμεινε. Ποίαν οὖν κατ᾽ ἀξίαν ἀγάπην ἐπιδείξασθαι δυνησόμεθα, πρὸς τὸν οὕτω πλουσίαν τὴν περὶ ἡμᾶς ἀγάπην ἐπιδειξάμενον;

Κἂν γὰρ αὐτὴν τὴν ψυχὴν προέσθαι καταδεξώμεθα ὑπέρ τε τῶν αὐτοῦ νόμων, καὶ τῆς φυλακῆς τῶν ἐντολῶν τῶν παρ᾽ αὐτοῦ δοθεισῶν, οὐδὲ οὕτω πρὸς τὸ μέτρον φθάσαι δυνησόμεθα τῆς ἀγάπης, ἣν περὶ τὴν ἡμετέραν ἐπεδείξατο φύσιν. Αὐτὸς μὲν γὰρ Θεὸς ὢν ὑπὲρ ἀνθρώπων τοῦτο κατεδέξατο, καὶ Δεσπότης τυγχάνων ὑπὲρ δούλων, καὶ οὐχ ὑπὲρ δούλων ἁπλῶς, ἀλλὰ καὶ ἀγνωμόνων καὶ πολλὴν καὶ ἄσπονδον τὴν ἔχθραν ἐπιδεικνυμένων. Καὶ αὐτὸς μὲν προλαβὼν εἰς ἀναξίους καὶ μυρία ἐπταικότας τὴν τοσαύτην εὐεργεσίαν ἐπεδείξατο· ἡμεῖς δὲ, ὅπερ ἂν ἐπιδείξασθαι δυνηθῶμεν, οὐδὲν μέγα ποιοῦμεν τὸν προφθάσαντα ταῖς τοσαύταις εὐεργεσίαις ἡμᾶς ἀμείβεσθαι σπουδάζοντες.

Τὰ γὰρ παρ᾽ ἡμῶν, ἂν ἄρα ἀκολουθῶσιν, ἀμοιβή τίς ἐστι καὶ ὀφειλή· τὰ δὲ παρ᾽ αὐτοῦ, χάρις καὶ εὐεργεσίαι, καὶ δωρεᾶς μέγεθος. Ταῦτα τοίνυν ἅπαντα λογιζόμενοι, ἀγαπήσωμεν τὸν Χριστὸν, καθάπερ Παῦλος αὐτὸν ἠγάπησε, καὶ μηδεὶς ἡμῖν τῶν παρόντων ἔστω λόγος, ἀλλὰ διηνεκῶς τὸν αὐτοῦ πόθον ἔχωμεν ἱδρυμένον ἡμῶν τῇ ψυχῇ. Οὕτω γὰρ καὶ πάντων καταγελασόμεθα τῶν τοῦ παρόντος βίου, καὶ οὕτω τὴν γῆν καθάπερ τὸν οὐρανὸν οἰκήσομεν, οὔτε ὑπὸ τῶν χρηστῶν ἐνταῦθα χαυνούμενοι, οὔτε ὑπὸ τῶν λυπηρῶν συστελλόμενοι· ἀλλὰ πάντα παρατρέχοντες πρὸς τὸν ποθούμενον ἡμῶν Δεσπότην ἐντεῦθεν ἐπειχθησόμεθα, καὶ μήτε πρὸς αὐτὴν τὴν μέλλησιν δυσχερανοῦμεν, ἀλλ᾽ ἐροῦμεν κατὰ τὸν μακάριον τοῦτον καὶ ἡμεῖς, ὅτι Ὃ νῦν ζῶμεν ἐν σαρκὶ, ἐν πίστει ζῶμεν τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἀγαπήσαντος ἡμᾶς, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἡμῶν· ἵνα καὶ τὸν παρόντα βίον ἀλύπως διανύσωμεν, καὶ τῶν μελλόντων ἀγαθῶν ἀπολαῦσαι καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.