Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Γένεσιν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλίες ΝΑ΄-ΝΓ΄: Ο Ισαάκ στα Γέραρα, η πώληση των πρωτοτοκίων και οι πατρικές ευλογίες

Η πώληση των πρωτοτοκίων από τον Ησαύ, τα γεγονότα της ζωής του Ισαάκ στα Γέραρα και η προνοιακή χορήγηση των ευλογιών του πατριάρχη στον Ιακώβ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 12 από 17

ΟΜΙΛΙΑ ΝΑʹ. Ἐγένετο δὲ λιμὸς ἐπὶ τῆς γῆς, χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον, ὃς ἐγένετο ἐν τῷ χρόνῳ τοῦ Ἀβραάμ. αʹ. Πάλιν ἐκ τῆς ἀκολουθίας τῶν πρώην ἡμῖν εἰρημένων βούλομαι τῆς πρὸς ὑμᾶς ἅψασθαι διδασκαλίας· ὥστε δὲ εἰδέναι ὑμᾶς σαφῶς ποῦ τὸν λόγον πρώην κατελύσαμεν, καὶ ὅθεν αὐτὸν προσήκει σήμερον ἀναλαβεῖν, ἀναγκαῖον ὑπομνῆσαι τὴν ὑμετέραν ἀγάπην.

Εἰ γὰρ καὶ αὐτοὶ διὰ τὸ πολλαῖς φροντίσι περιέλκεσθαι ἴσως ἐπιλέλησθε, ἀλλ᾽ ἐμοὶ προσήκει εἰς ὑπόμνησιν ὑμᾶς ἀγαγεῖν, ἵνα διὰ τῆς μνήμης σαφέστερος ὑμῖν ὁ λόγος γένηται ὁ μέλλων σήμερον ῥηθήσεσθαι. Ἴστε ὅτι πρότερον τῆς Ῥεβέκκας τὸ φιλόθεον διηγούμενος, κἀκεῖθεν ἐπὶ τὸν Ἡσαῦ καὶ τὸν Ἰακὼβ ἐλθόντες, ἐκεῖ κατηντήσαμεν, ἔνθα τὰ πρωτοτόκια ἀπέδοτο τῷ Ἰακὼβ ὁ Ἡσαῦ, τοῦ ἑψήματος ἀπολαύσας, καὶ διὰ τὴν τῆς τροφῆς ἐπιθυμίαν τῆς προεδρίας ἑαυτὸν ἀπεστέρησε. Τοῦτο δὲ ἐγίνετο οὐχ ἁπλῶς, ἀλλ᾽ ἵνα ἡ τοῦ Θεοῦ πρόῤῥησις διὰ τῶν ἔργων πληρωθῇ ἡ λέγουσα, Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα. Ἐπειδὴ γὰρ ὡς Θεὸς τὰ μέλλοντα προῄδει, προανεφώνησε καὶ τούτου τὴν ἀρετὴν, κἀκείνου τῆς γνώμης τὴν μοχθηρίαν. Τί δέ ἐστι τοῦτο τὸ τῶν πρωτοτοκίων; Εἰ καὶ μὴ τότε ὁ καιρὸς ἐπέτρεπεν εἰπεῖν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἀλλ᾽ ἀναγκαῖον νῦν ὑμᾶς διδάξαι. Μεγίστη γὰρ εἶναι τιμὴ τὸ παλαιὸν ἐνομίζετο· ἔσχε δὲ τῆς τιμῆς τὴν ὑπόθεσιν ἐντεῦθεν.

Ἡνίκα τὸ τῶν Ἰσραηλιτῶν ἔθνος τῆς Αἰγύπτου ἀπαλλάξαι ἐβούλετο ὁ τῶν ὅλων Θεὸς, καὶ τῆς τυραννίδος ἐλευθερῶσαι τοῦ Φαραῶ διὰ τὴν πρὸς τὸν πατριάρχην ἐπαγγελίαν, ἀντιτείνοντος καὶ κατέχειν βουλομένου τότε τοῦ Αἰγυπτίου, μετὰ τὰς διαφόρους πληγὰς ταύτην ἐπαγαγὼν τὴν πληγὴν ὁ Δεσπότης τελευταίαν, μονονουχὶ ταῖς οἰκείαις χερσὶ παρεσκεύασε τοὺς Αἰγυπτίους ἐξῶσαι τὸ τῶν Ἰσραηλιτῶν ἔθνος. Ἀθρόον γὰρ πάντων τῶν Αἰγυπτίων τὰ πρωτότοκα ἀναιρεθῆναι προσέταξε, καὶ ἦν ἰδεῖν καθ᾽ ἑκάστην οἰκίαν οἰμωγὰς καὶ δάκρυα· καὶ οὐδὲ μέχρι τούτου στῆναι ἐνόμιζον τὴν ἀπειλὴν, ἀλλ᾽ ἐκ τούτου προσεδόκων καὶ ἐπὶ πάντας ὁδῷ βαδίζοντα ἐλεύσεσθαι τὸν θάνατον. Ἐπεὶ οὖν τῶν ἐν Αἰγύπτῳ πάντων τῶν γεννωμένων πρωτοτόκων ἀθρόον ὁ θάνατος γέγονεν, οἱ δὲ Ἰσραηλῖται τῆς ἄνωθεν ῥοπῆς ἀπολαύοντες ἀβλαβεῖς διέμενον, δεικνὺς καὶ διὰ τούτου τὴν περὶ αὐτοὺς εὔνοιαν ὁ τῶν ὅλων Θεὸς, ἀντὶ τῆς ἀναιρέσεως τῶν πρωτοτόκων ἐκείνων, τὰ πρωτότοκα τῶν Ἰουδαίων αὐτῷ ἀνατιθέναι λοιπὸν προσέταξεν.

Ἐντεῦθεν καὶ ἡ Λευῒ φυλὴ εἰς ἱερουργίαν ἀφωρίσθη, καὶ ἐξ ἐκείνου οὐ μόνον τῶν ἀνθρώπων τὰ πρωτότοκα ἀνετίθεντο τῷ Θεῷ, ἀλλὰ καὶ τῶν ἀλόγων, καὶ πάντων ἁπαξαπλῶς. Καὶ πρόσταγμα ἦν τὸ κελεῦον ὑπέρ τε τῶν ἀνθρώπων, ὑπέρ τε τῶν ἀκαθάρτων ζώων τὴν τιμὴν κατατιθέναι. Ἀλλ᾽ εἰ καὶ ὕστερον αὕτη ἡ νομοθεσία γέγονεν ἡ περὶ τῶν πρωτοτόκων, ἀλλ᾽ ὅμως ἤδη ἄνωθεν καὶ ἐκ προοιμίων ἐδόκουν πλέον τι ἔχειν προτέρημα οἱ τὴν νηδὺν τῆς μητρὸς διανοίξαντες. Ταύτην οὖν τὴν τιμὴν, ἣν καὶ ἐκ φύσεως ἔσχεν ὁ Ἡσαῦ, μετήγαγε διὰ τὴν οἰκείαν ἀκρασίαν ἐπὶ τὸν ἀδελφόν. Καὶ ὁ μὲν καὶ τὸ παρὰ τῆς φύσεως αὐτῷ δοθὲν ἀπώλεσεν· ὁ δὲ καὶ ὅπερ οὐκ εἶχεν ἐκ φύσεως, αὐτῷ προσέλαβε. Καὶ ἐπειδὴ ἄνωθεν αὐτῷ ταῦτα ἦν κεχρησμῳδημένα, διὰ τοῦτο καὶ ἡ Ῥεβέκκα τὴν προσηγορίαν αὐτῷ ἐπιτιθεῖσα, Ἰακὼβ αὐτὸν ἐκάλεσεν, ὅπερ πτερνισμὸς ἑρμηνεύεται, καθάπερ καὶ ὁ Ἡσαῦ μετὰ τὰς τοῦ πατρὸς εἰς αὐτὸν εὐλογίας γεγενημένας ἀποδυρόμενος ἔλεγε, Δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακώβ· ἐπτέρνικε γάρ με ἤδη δεύτερον τοῦτο, τά τε πρωτοτόκιά μου εἰλήφει καὶ νῦν εἴληφε τὴν εὐλογίαν μου.

Σκόπει πόση τῶν παλαιῶν ἦν ἡ σύνεσις, μᾶλλον δὲ πόση τοῦ Θεοῦ ἡ σοφία, ὡς καὶ τὰς γυναῖκας παρασκευάζειν μὴ ἁπλῶς μηδὲ ὡς ἔτυχε τὰς προσηγορίας τοῖς τεχθεῖσιν ἐπιτιθέναι, ἀλλ᾽ ἐναποτίθεσθαι τῇ τοῦ παιδίου προσηγορίᾳ τῶν μελλόντων ἔσεσθαι τὴν προαναφώνησιν. Καὶ σπανίως εὑρήσεις ὁμωνύμους τοῖς γεννησαμένοις τοὺς τεχθέντας καλουμένους, ἢ τάχα που οὐδαμοῦ· ἀλλὰ κἂν ὁ πατὴρ τὴν προσηγορίαν τῷ παιδὶ μέλλῃ ἐπιτιθέναι, ξένην τινὰ καὶ καινὴν ἐπιτίθησιν, ὥστε δι᾽ αὐτῆς προμηνῦσαί τινα τῶν μελλόντων ἔσεσθαι· καὶ ἡ μήτηρ πάλιν ὁμοίως. Οὕτω καὶ ὁ Λάμεχ τὸν υἱὸν προσαγορεύων, Νῶε ἐκάλεσε, καὶ ἐπήγαγε λέγων, Οὗτος διαναπαύσει ἡμᾶς. Οὕτω καὶ ἑκάστην προσηγορίαν διερευνώμενος μετὰ ἀκριβείας, εὑρήσεις πάντως τι αἰνιττομένην, οὐ καθάπερ νῦν ποιοῦσιν, ἁπλῶς καὶ ὡς ἔτυχεν ἀπὸ τῶν γεννησαμένων σπουδάζοντες τὰς προσηγορίας ὀνομάζειν, ἀλλὰ πᾶς ὁ σκοπὸς αὐτοῖς ἦν, ὥστε διηνεκῆ ὑπόμνησιν ἐναποτιθέναι διὰ τῆς προσηγορίας τῷ τεχθέντι. Ἀλλ᾽ ἴδωμεν λοιπὸν μετὰ τὴν τῶν πρωτοτοκίων ἐναλλαγὴν, τί πάλιν ἡμῖν διηγεῖται ὁ μακάριος Μωϋσῆς περὶ τοῦ πατρὸς τούτων, καὶ ὅπως καθάπερ ἐπὶ τοῦ πατριάρχου, καὶ οὗτος λιμοῦ καταλαβόντος πολλῆς ἀξιοῦται τῆς ἄνωθεν κηδεμονίας, διά τε τὴν οἰκείαν ἐρετὴν, διά τε τὴν εἰς τὸν πατριάρχην γεγενημένην ἐπαγγελίαν.

Ἐγένετο δὲ, φησὶ, λιμὸς ἐπὶ τῆς γῆς, χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον, ὃς ἐγένετο ἐν τῷ χρόνῳ τοῦ Ἀβραάμ. Ἵνα μὴ νομίσῃς περὶ ἐκείνου τοῦ λιμοῦ αὐτὸν διαλέγεσθαι. διὰ τοῦτο ἐπήγαγε, Χωρὶς τοῦ λιμοῦ τοῦ πατριάρχου, ἀντὶ τοῦ, Ἕτερος τοιοῦτος νῦν κατέβαλε λιμὸς τὴν γῆν ἐπὶ τοῦ Ἰσαὰκ οἷος καὶ ἐπὶ τοῦ πατρὸς αὐτοῦ. Καὶ ἡ τῶν ἀναγκαίων σπάνις πάντας ἐν θορύβῳ μεγίστῳ καθίστα, καὶ ἐκ τῶν οἰκείων μετανίστασθαι κατήπειγε, καὶ πρὸς ἐκείνους τοὺς τόπους χωρεῖν, ἔνθα τῶν ἐπιτηδείων τὴν εὐπορίαν ἦν εὑρεῖν. Ὅθεν καὶ ὁ δίκαιος οὗτος θεασάμενος τὸν λιμὸν, Ἐπορεύθη, φησὶ, πρὸς Ἀβιμέλεχ εἰς Γέραρα.

Ἐνταῦθα γὰρ καὶ ὁ Ἀβραὰμ μετὰ τὴν ἀπὸ τῆς Αἰγύπτου ἐπάνοδον πάλιν ἀπῆλθεν. Εἰκὸς δὲ καὶ τοῦτον διὰ τοῦτο ἐκεῖ ἀπεληλυθέναι, ὡς ἐκεῖθεν ὁρμῆσαι βουλόμενον ἐπὶ τὴν Αἴγυπτον· καὶ ὅτι τοῦτό ἐστιν, ἄκουσον τῆς Γραφῆς λεγούσης· Ὤφθη γὰρ αὐτῷ, φησὶν, ὁ Θεὸς, καὶ εἶπε· Μὴ καταβῇς εἰς Αἴγυπτον.

Οὐ βούλομαί σε, φησὶ, τὴν μακρὰν ἐκείνην στείλασθαι ὁδὸν, ἀλλ᾽ ἐνταῦθα μένειν. Ἀλλ᾽ οὐδὲ ἀφίημί σε πεῖραν τῆς στενοχωρίας λαβεῖν, ἀλλὰ τὴν ὑπόσχεσιν τὴν πρὸς τὸν πατέρα σου εἰς ἔργον ἄξω, καὶ τὰ ἐκείνῳ ἐπηγγελμένα εἰς σὲ ἐκβήσεται, καὶ σὺ τῶν πρὸς ἐκεῖνον ὑποσχέσεων τὸ πέρας δέξῃ. Μὴ καταβῇς εἰς Αἴγυπτον, κατοίκησον δὲ ἐν τῇ γῇ, ᾗ ἐάν σοι εἴπω, καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ.

βʹ. Ἵνα μὴ νομίσῃ ὁ δίκαιος ὅτι βουλόμενος αὐτὸν τῆς στενοχωρίας τῆς ἀπὸ τοῦ λιμοῦ πεῖραν λαβεῖν, τοῦτο ἐπιτάττει, καὶ οὐ συγχωρεῖ εἰς τὴν Αἴγυπτον ἀπελθεῖν, φησί· Μὴ ἀγωνία, μηδὲ φρόντιζε, ἀλλ᾽ ἐνταῦθα μένε· Ἐγὼ γὰρ ἔσομαι μετὰ σοῦ. Τὸν χορηγὸν ἁπάντων τῶν ἀγαθῶν ἔχων, μὴ φρόντιζε μηδενός.

Ἐγὼ γὰρ ὁ πάντων Δεσπότης ἔσομαι μετὰ σοῦ· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ Καὶ εὐλογήσω σε, ἀντὶ τοῦ, Ἐπίδοξόν σε ποιήσω, καὶ τὴν παρ᾽ ἐμοῦ σοι εὐλογίαν παρέξω. Τί ἂν εἴη τούτου μακαριώτερον τοῦ δικαίου τοῦ τοσαύτην ἐπαγγελίαν παρὰ τοῦ Θεοῦ δεξαμένου, ὅτι Ἔσομαι μετὰ σοῦ, καὶ εὐλογήσω σε; Τοῦτό σε πάντων εὐπορώτερον ἀποδείξει, τοῦτό σε ἐν πολλῇ περιουσίᾳ εἶναι παρασκευάσει, τοῦτό σοι ἡ μεγίστη δόξα, τοῦτο ἡ ἄφατος περιφάνεια, τοῦτο ἡ ἀσφάλεια, τοῦτο τῶν ἀγαθῶν τὸ κεφάλαιον, τὸ ἐμὲ εἶναι μετὰ σοῦ, καὶ εὐλογῆσαί σε. Πῶς δέ σε εὐλογήσω; Σοὶ καὶ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Ὡς ξένος καὶ ἀλήτης νομίζεις ἐπιχωριάζειν τοῖς μέρεσι τούτοις· ἴσθι ὅτι σοὶ καὶ τῷ σπέρματί σου πᾶσα αὕτη δοθήσεται ἡ γῆ. Καὶ ἵνα θαῤῥεῖν ἔχῃς, μάνθανε, ὅτι Τὸν ὅρκον, ὃν ὤμοσα Ἀβραὰμ τῷ πατρί σου, τοῦτον ἐπὶ σοὶ στήσω. Ὅρα συγκατάβασιν Θεοῦ. Οὐκ εἶπεν ἁπλῶς, Τὰς συνθήκας, ἃς ἐποιησάμην πρὸς τὸν πατέρα τὸν σὸν, οὔτε τὰς ἐπαγγελίας, ἃς ὑπεσχόμην· ἀλλὰ τί; Τὸν ὅρκον ὃν ὤμοσα. Ὅρκῳ αὐτὸν ἐπιστωσάμην, φησὶ, καὶ ὀφείλω εἰς ἔργον ἀγαγεῖν καὶ πληρῶσαι τὸν ὅρκον τὸν ἐμόν.

Ὁρᾷς Θεοῦ φιλανθρωπίαν; Οὐ πρὸς τὴν οἰκείαν ἀξίαν ὁρῶν φθέγγεται· ἀλλὰ πρὸς τὴν ἀσθένειαν συγκαταβαίνων τὴν ἡμετέραν. Ἐπειδὴ γὰρ οἱ ἄνθρωποι ὡς ἐπὶ τὸ πλεῖστον ἐκεῖνα εἰς ἔργον ἄγειν σπουδάζουσιν, οὐχ ἅπερ ἂν ἁπλῶς ὑπόσχωνταί τισιν, ἀλλ᾽ ὅσα ἂν μεθ᾽ ὅρκου ἐπαγγέλλωνται· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ τῶν ὅλων Θεὸς πληροφορῶν τὸν δίκαιον, ὅτι πάντως ἔσται τὰ παρ᾽ αὐτοῦ λεγόμενα, φησίν· Ἴσθι ὅτι τὰ παρ᾽ ἐμοῦ ὀμνυθέντα εἰς ἔργον ἀχθῆναι δεῖ. Τί οὖν, φησίν; ὁ Θεὸς ὤμοσε; καὶ κατὰ τίνος ὀμόσαι ἠδύνατο; Ὁρᾷς ὅτι συγκαταβάσεως ἦν τὸ εἰρημένον· τὴν γὰρ βεβαίωσιν τῆς ὑποσχέσεως ὅρκον ἐκάλεσε.

Καὶ στήσω, φησὶ, τὸν ὅρκον μου, ὃν ὤμοσα Ἀβραὰμ τῷ πατρί σου. Εἶτα διδάσκει αὐτὸν καὶ τίνα ἐστὶν ἃ ὑπέσχετο, καὶ περὶ τίνων αὐτῷ διεβεβαιώσατο. Καὶ πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ. Τοῦτο γὰρ καὶ τῷ πατριάρχῃ ἔλεγεν, ὅτι Τοσοῦτον ἔσται τὸ σπέρμα σου, ὡς καὶ τοῖς ἄστροις καὶ τῇ ἄμμῳ παρισωθῆναι. Καὶ δώσω, φησὶν, τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς. Διὰ τοῦτο δὲ τὰς ὑποσχέσεις τὰς εἰς ἐκεῖνον γεγενημένας εἰς σὲ πληρώσω, Ἀνθ᾽ ὧν ὑπήκουσεν Ἀβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξε τὰ προστάγματά μου, καὶ τὰ δικαιώματά μου, καὶ τὰ νόμιμά μου. Ὅρα Θεοῦ σοφίαν, ὅπως διεγείρει τοῦ δικαίου τὴν διάνοιαν, καὶ προθυμότερον ἐργάζεται, καὶ παρασκευάζει μιμητὴν τοῦτον τοῦ οἰκείου πατρὸς καταστῆναι. Εἰ γὰρ ἐκεῖνος, ἐπειδὴ, φησὶν, ὑπήκουσε τῆς ἐμῆς φωνῆς, ταύτης ἠξιώθη τῆς ὑποσχέσεως, καὶ διὰ τὴν ἐκείνου ἀρετὴν εἰς σὲ τὸν ἐξ αὐτοῦ τεχθέντα ταῦτα πληροῦν μέλλω· εἰ καὶ σὺ αὐτὸς ἐκείνου ζηλωτὴς κατασταίης, καὶ τὴν ἐκείνου ὁδὸν ἔλθοις, ἐννόησον, ὅσης ἀπολαύσεις τῆς παρ᾽ ἐμοῦ εὐνοίας, καὶ πόσης προνοίας ἀξιωθήσῃ. Ὁ γὰρ διὰ τὴν ἑτέρου ἀρετὴν μέλλων εὖ πάσχειν, εἰ καὶ αὐτὸς ἐνάρετος γένοιτο, πολλῷ πλείονος ἀξιωθήσεται κηδεμονίας.

Τί δέ ἐστιν, Ἀνθ᾽ ὧν ὑπήκουσε τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξε τὰ προστάγματά μου, καὶ τὰς ἐντολάς μου, καὶ τὰ δικαιώματά μου; Εἶπον αὐτῷ· Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω· καὶ κατέλειπε τὰ ἐν χερσὶ, καὶ τὰ ἄδηλα ἐδίωκε. Καὶ οὐκ ἐνεδοίασεν, οὐδὲ ἠμέλλησεν, ἀλλὰ μετὰ πάσης προθυμίας τὸ ἐπίταγμα πληρῶν ὑπήκουσε τῆς ἐμῆς φωνῆς. Πάλιν τὰ ὑπὲρ τὴν φύσιν αὐτῷ ἐπηγγειλάμην, καὶ μετὰ τὸ τὴν ἡλικίαν ἀπαγορεῦσαι, καὶ μηκέτι μήτε αὐτὸν, μήτε τὴν μητέρα τὴν σὴν πρὸς τεκνογονίαν ἔχειν τινὰ ἐπιτηδειότητα, ἀκούων παρ᾽ ἐμοῦ ὅτι τὸ ἐξ αὐτοῦ σπέρμα εἰς τοσοῦτον ἐκταθήσεται, ὡς πᾶσαν πληρῶσαι τὴν γῆν, οὐδὲ τότε διεταράχθη τὸν λογισμὸν, ἀλλ᾽ ἐπίστευσε· δι᾽ ὃ καὶ δικαιοσύνη αὐτῷ ἐλογίσθη, ὅτι τῇ δυνάμει τῇ ἐμῇ πιστεύσας, καὶ ταῖς ὑποσχέσεσι θαῤῥήσας ταῖς ἐμαῖς, ἀνώτερος γέγονε τῆς ἀσθενείας τῆς ἀνθρωπίνης.

Καὶ μετὰ τὸ σὲ τεχθῆναι, τῆς μητρὸς τῆς σῆς δυσχεραινούσης πρὸς τὸν Ἰσμαὴλ τὸν ἐκ τῆς παιδίσκης τεχθέντα, καὶ βουλομένης αὐτὸν ἀπελάσαι τῆς οἰκίας μετὰ τῆς Ἅγαρ, ὥστε μηδὲν κοινὸν ἔχειν πρὸς σὲ, τοῦ πατριάρχου διὰ τὴν πατρικὴν φιλοστοργίαν ἤδη σχέσιν τινὰ καὶ πρὸς ἐκεῖνον ἔχοντος, ἀκούσας παρ᾽ ἐμοῦ, ὅτι Τὸ δοκοῦν ποίει τῇ Σάῤῥᾳ, ἐπελάθετο τῆς φυσικῆς φιλοστοργίας, καὶ ἐξέβαλε τὸν Ἰσμαὴλ μετὰ τῆς παιδίσκης, καὶ πανταχοῦ ὑπήκουσε τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξε τὰ προστάγματά μου. Καὶ γὰρ τὸ τελευταῖον προσταχθεὶς ὑπ᾽ ἐμοῦ εἰς θυσίαν ἀνενεγκεῖν τὸν ἐν τῷ γήρει αὐτῷ δοθέντα, τὸν οὕτω περιπόθητον, οὐ περιειργάσατο τὸ πρόσταγμα, οὐ διεταράχθη τὸν λογισμὸν, οὐδὲ ἀνεκοινώσατο τῇ μητρὶ τῇ σῇ, οὐ τοῖς παισὶν, οὐ σοὶ αὐτῷ τὸ μέλλον ὑπ᾽ αὐτοῦ πραχθήσεσθαι κατάδηλον ἐποίησεν, ἀλλ᾽ ἐῤῥωμένῳ τῷ λογισμῷ καὶ συντεταμένῃ τῇ προθυμίᾳ εἰς ἔργον ἄγειν τὸ ἐπίταγμα ἠπείγετο τὸ ἐμόν· διὸ τὴν γνώμην αὐτοῦ στεφανώσας, τὸ ἔργον ἐκώλυσα γενέσθαι. Ἐπεὶ οὖν διὰ πάντων πολλὴν ἐπεδείξατο τὴν ὑπακοὴν καὶ φυλακὴν τῶν ἐμῶν προσταγμάτων, διὰ τοῦτο σὲ, τὸν ἐξ ἐκείνου τεχθέντα, τῶν ὑποσχέσεων τῶν εἰς αὐτὸν γεγενημένων ποιῶ κληρονόμον.

γʹ. Μίμησαι τοίνυν ἐκείνου τὴν ὑπακοὴν, καὶ τοῖς παρ᾽ ἐμοῦ λεγομένοις πίστευε, ἵνα πολυπλασίονος τῆς ἀμοιβῆς ἀξιωθῇς, ὑπέρ τε τῆς τοῦ πατρὸς ἀρετῆς, ὑπέρ τε τῆς οἰκείας ὑπακοῆς, καὶ μὴ καταβῇς εἰς Αἴγυπτον, ἀλλ᾽ ἐνταῦθα μένε. Εἶδες Θεοῦ φιλανθρωπίαν, ὅπως διὰ τῆς μνήμης τῆς ἀρετῆς τοῦ πατρὸς τούτου τὸν λογισμὸν ἐνεύρωσε; Κατῴκησε δὲ, φησὶν, Ἰσαὰκ ἐν Γεράροις. Ὅρα τοῖς αὐτοῖς καὶ τοῦτον περιπίπτοντα σχεδὸν, οἷς ὁ πατὴρ περιέπεσεν. Ἐπειδὴ γὰρ τὴν κατοίκησιν ἐποιήσατο ἐν Γεράροις, Ἐπηρώτησαν, φησὶν, οἱ ἄνδρες τοῦ τόπου περὶ τῆς Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, καὶ εἶπεν, Ἀδελφή μου ἐστίν· ἐφοβήθη γὰρ μήποτε ἀποκτείνωσιν αὐτὸν, ἡττώμενοι τοῦ κάλλους τῆς γυναικός. Μήποτε γὰρ, φησὶν, ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦ τόπου περὶ Ῥεβέκκας, ὅτι ὡραία τῇ ὄψει ἦν. Ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ. Παρακύψας δὲ Ἀβιμέλεχ εἶδε τὸν Ἰσαὰκ παίζοντα μετὰ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, καὶ ἐκάλεσεν αὐτὸν, καὶ εἶπεν αὐτῷ· Ἆρά γε γυνή σου ἐστίν; Τί ὅτι εἶπες, Ἀδελφή μου ἐστίν; Ἐπειδὴ ἐκ τῶν τεκμηρίων ἐφωράθη ὁ δίκαιος, οὐκέτι λοιπὸν ἀρνεῖται, ἀλλ᾽ ὁμολογεῖ, καὶ τὴν αἰτίαν φανερὰν καθίστησι, δι᾽ ἣν ἀδελφὴν καλέσαι κατεδέξατο.

Εἶπε γὰρ, φησὶ, Μήποτε ἀποθάνω δι᾽ αὐτήν· ὁ τοῦ θανάτου φόβος εἰς τοῦτό με ἐλθεῖν κατηνάγκασεν. Ἴσως δὲ μεμαθηκὼς ἦν, ὅτι καὶ ὁ πατὴρ τοῦτο τὸ δρᾶμα κατασκευάσας διέσωσεν ἑαυτὸν, καὶ διὰ τοῦτο καὶ αὐτὸς ταύτην ἦλθε τὴν ὁδόν. Ἀλλ᾽ ὁ βασιλεὺς ἔναυλον ἔχων τὴν μνήμην ὧν πέπονθεν ἐπὶ τοῦ πατριάρχου τὴν Σάῤῥαν ἀφελόμενος, παραχρῆμα ὑπὸ τῆς ἄνωθεν ἐπιτιμήσεως ἑαυτὸν ὑπεύθυνον καταστήσας, φησὶ πρὸς αὐτόν· Τί τοῦτο ἐποίησας; Μικροῦ ἐκοιμήθη τις τοῦ γένους μου μετὰ τῆς γυναικός σου, καὶ ἐπήγαγες ἂν ἐφ᾽ ἡμᾶς ἄγνοιαν. Ταύτην, φησὶ, τὴν ἀπάτην καὶ ἤδη ὑπέστημεν ὑπὸ τοῦ πατρὸς τοῦ σοῦ, καὶ νῦν εἰ μὴ ταχέως συνείδομεν, τὰ αὐτὰ ἂν ἐμέλλομεν ὑπομένειν, Καὶ ἐπήγαγες ἂν ἐφ᾽ ἡμᾶς ἄγνοιαν. Καὶ γὰρ καὶ τότε δι᾽ ἄγνοιαν ἁμαρτάνειν ἐμέλλομεν, καὶ νῦν ὑπὸ τῆς ἀγνοίας μικροῦ δεῖν ἡμᾶς ἁμαρτίᾳ περιπεσεῖν παρεσκεύασας. Συνέταξε δὲ, φησὶν, Ἀβιμέλεχ τῷ λαῷ αὐτοῦ λέγων· Πᾶς ὁ ἁπτόμενος τοῦ ἀνθρώπου τούτου, ἢ τῆς γυναικὸς αὐτοῦ, θανάτου ἔνοχος ἔσται Ὅρα Θεοῦ πρόνοιαν, ὅρα κηδεμονίαν ἄφατον. Ὁ γὰρ εἰπὼν αὐτῷ Μὴ καταβῇς εἰς Αἴγυπτον, καὶ κατοίκει ἐν τῇ γῇ ταύτῃ, καὶ ἔσομαι μετὰ σοῦ· οὗτος ἦν ὁ ταῦτα πάντα οἰκονομῶν, καὶ τὸν δίκαιον ἐν τοσαύτῃ ἀσφαλείᾳ καθιστάς.

Σκόπει γὰρ τὸν βασιλέα ἔργον τοῦτο ποιούμενον, ὥστε ἐν ἀδείᾳ διάγειν αὐτὸν, καὶ πάσης ἀπηλλάχθαι φροντίδος. Θάνατον γὰρ, φησὶν, ἠπείλησεν ἅπασιν, εἴ τις ἅψαιτο αὐτοῦ, ἢ τῆς γυναικὸς αὐτοῦ. Ἐπειδὴ γὰρ οὗτος ἦν ὁ φόβος, ὁ τοῦ θανάτου λέγω, κατασείων τοῦ δικαίου τὴν διάνοιαν, διὰ τοῦτο καὶ τοῦτον ἐκβληθῆναι πεποίηκεν ὁ φιλάνθρωπος Δεσπότης, καὶ ἐν πάσῃ ἀσφαλείᾳ αὐτὸν λοιπὸν διάγειν. Καὶ ὅρα τὸ θαυμαστὸν καὶ παράδοξον, πῶς εὐμήχανος ὢν καὶ σοφὸς καὶ πάντα κατὰ τὸ βούλημα τὸ οἰκεῖον μετασκευάζων, καὶ ἐν ἀπόροις πόρον εὑρίσκων, διὰ τῶν ἐναντίων αὐτῶν καὶ πολεμίων εἶναι νομίζεσθαι, διὰ τούτων τὴν ἀσφάλειαν τοῖς ἰδίοις θεράπουσι γενέσθαι προξενεῖ. Πόθεν γὰρ, εἰπέ μοι, ὁ βασιλεὺς οὗτος τοσαύτην τοῦ δικαίου ποιεῖται τὴν πρόνοιαν, μονονουχὶ ἀνακηρύττων αὐτὸν ἅπασι τοῖς τὴν πόλιν οἰκοῦσι, καὶ περιφανῆ δεικνὺς καὶ περισπούδαστον αὐτῷ; Οὕτω καὶ ὁ Ναβουχοδονόσορ μετὰ τὸ βαλεῖν εἰς τὴν κάμινον τοὺς παῖδας τοὺς τρεῖς, καὶ διὰ τῶν πραγμάτων μαθεῖν τῶν νέων τῶν αἰχμαλώτων τὴν ἀρετὴν, τότε ἀνακηρύττειν αὐτοὺς ἤρξατο, καὶ πανταχοῦ διὰ τῆς οἰκείας γλώττης περιφανεῖς καθιστᾷν. Τοῦτο γάρ ἐστι μάλιστα τῆς περιουσίας τῆς τοῦ Θεοῦ δυνάμεως, ὅταν διὰ τῶν ἐχθρῶν ἀνακηρύττεσθαι τοὺς αὐτοῦ δούλους παρασκευάζῃ.

Καὶ ὁ μετὰ θυμοῦ τὴν κάμινον ἐκείνην ἐξαφθῆναι ποιήσας, ἐπειδὴ εἶδεν, ὅτι διὰ τὴν ἄνωθεν συμμαχίαν, καὶ τῆς τοῦ πυρὸς ἐνεργείας περιεγένετο ἡ τῶν παίδων ἀρετὴ, ἀθρόον μεταβαλλόμενος ἐκραύγασε λέγων· Οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου. Ὅρα μὴ μόνον αὐτοὺς ἀνακηρύττοντα, ἀλλὰ καὶ τὸν Δεσπότην τῶν ὅλων· Οἱ δοῦλοι γὰρ τοῦ Θεοῦ, φησὶ, τοῦ ὑψίστου, ἐξέλθετε. Τί γέγονεν; οὐ σὺ τῇ τιμωρίᾳ παρέδωκας; οὐ σὺ ἐπὶ τοσοῦτον ἐκκαυθῆναι τὴν κάμινον προσέταξας; Ναὶ, φησίν· ἀλλὰ νῦν ὁρῶ ξένα καὶ παράδοξα πράγματα.

Τὸ γὰρ στοιχεῖον τοῦτο τῆς οἰκείας ἐνεργείας ἐπιλαθόμενον, ὥσπερ δεσμοῖς τισι πεδηθὲν, τοσαύτην ἐπεδείξατο τὴν ὑπακοὴν, ὡς μηδὲ τῶν τριχῶν ἐφάψασθαι αὐτῶν. Ὅθεν ἔστι συνιδεῖν, ὅτι ὑπὲρ ἀνθρωπίνην φύσιν ἐστὶ τὸ γεγονὸς, καὶ ἀπόῤῥητός τις καὶ θεία δύναμίς ἐστιν ἡ ταῦτα ἐργαζομένη, καὶ τῶν παίδων τούτων τοσαύτην ποιουμένη τὴν πρόνοιαν. Εἶδες Θεοῦ φιλανθρωπίαν, ὅπως οὐκ ἐγκαταλιμπάνων τοὺς ἰδίους θεράποντας συνεχώρησεν εἰς τὴν κάμινον εἰσενεχθῆναι, ἀλλὰ καὶ αὐτοὺς βουλόμενος λαμπροτέρους ἐργάσασθαι, καὶ τὴν οἰκείαν δύναμιν ἐνδεικνύμενος, καὶ τοῦ βαρβάρου κατεμάλαξε τὴν διάνοιαν, καὶ τὴν τοσαύτην μακροθυμίαν ἐπεδείξατο; Οὐδὲ γὰρ οὕτω θαυμαστὸν ἦν, εἰ παρὰ τὴν ἀρχὴν ἐκώλυσεν αὐτοὺς εἰς τὴν κάμινον ἐμβληθῆναι, ὡς νῦν θαυμαστότερον γέγονε, καὶ πολὺ τὸ παράδοξον, ὅτι καὶ ἐν μέσῳ τῷ πυρὶ τυγχάνοντας οὐδὲν ἀηδὲς παθεῖν συνεχώρησεν. Ὅταν γὰρ αὐτὸς βούληται, καὶ τοὺς ἐν μέσοις δεινοῖς γεγενημένους ἀνωτέρους καθίστησι, καὶ τοὺς πάσχοντας τῶν ποιούντων δυνατωτέρους ἀπεργάζεται. Τοῦτο καὶ ἐπὶ τῶν ἀποστόλων ἐγένετο. Οἱ ἔχοντες γὰρ αὐτοὺς ἀπειλημμένους ἐν τῷ μέσῳ, καὶ μονονουχὶ τοὺς ὀδόντας θήγοντες κατ᾽ αὐτῶν, πρὸς ἀλλήλους ἔλεγον· Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; ὑποχειρίους αὐτοὺς ἔχοντες, ἐν ἀπορίᾳ καθειστήκεισαν.

Τοσοῦτόν ἐστιν ἡ ἀρετὴ ἰσχυρὸν, καὶ οὕτως ἡ κακία ἀσθενὲς, ὡς ἐκείνην μὲν καὶ ἐν τῷ πάσχειν περιγίνεσθαι, ταύτην δὲ καὶ ἐν τῷ ποιεῖν τὴν οἰκείαν ἀσθένειαν ἐπιδείκνυσθαι.

Ὅπερ εἰδότες, ἀγαπητοὶ, πολὺν τῆς ἀρετῆς ποιώμεθα λόγον, καὶ φεύγωμεν τὴν κακίαν. Οὕτω γὰρ καὶ τὴν ἄνωθεν ἐπισπασόμεθα ῥοπὴν, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΝΒʹ. Ἔσπειρε δὲ Ἰσαὰκ ἐν τῇ γῇ ἐκείνῃ, καὶ εὗρεν ἑκατοστεύουσαν κριθὴν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ. αʹ. Τὰ λείψανα τῶν χθὲς εἰρημένων ἀναγκαῖον ἀποδοῦναι σήμερον τῇ ὑμετέρᾳ ἀγάπῃ, καὶ τοῦ λόγου τὴν ἀκολουθίαν ἀναλαβόντας ἰδεῖν πάλιν τὸν δίκαιον Ἰσαὰκ, ὅσης ἀπολαύει τῆς ἄνωθεν κηδεμονίας. Ὁ γὰρ τὴν εἰς Αἴγυπτον κάθοδον αὐτοῦ διακωλύσας, καὶ εἰπὼν, Παροίκει ἐν τῇ γῇ ταύτῃ, καὶ ἔσομαι μετὰ σοῦ, οὕτως αὐτὸν διὰ πάντων περιφανῆ καθίστησιν, ὡς μετ᾽ οὐ πολὺ ἐπίφθονον αὐτὸν γενέσθαι παρὰ τῷ βασιλεῖ Γεράρων. Ὁρῶντες γὰρ αὐτοῦ καθ᾽ ἑκάστην ἡμέραν αὐξανομένην τὴν εὐπορίαν, ἐδεδοίκεισαν λοιπὸν τοῦ ἀνδρὸς τὴν αὐτόθι κατοίκησιν, καὶ μεταναστῆναι ἐκεῖθεν καταναγκάζουσιν. Ἄξιον δὲ καὶ αὐτῶν ἀκοῦσαι τῶν ῥημάτων τῆς θείας Γραφῆς, ἵνα διὰ πάντων θεασώμεθα τοῦ Θεοῦ τὴν εὔνοιαν, ἣν περὶ τοὺς αὐτοῦ οἰκέτας ἐπιδείκνυται. Ἔσπειρε δὲ, φησὶν, Ἰσαὰκ ἐν τῇ γῇ ἐκείνῃ, καὶ εὗρεν ἑκατοστεύουσαν κριθὴν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ.

Σκόπει μοι τοῦ Θεοῦ τὴν σοφίαν· ἵνα δείξῃ τῷ δικαίῳ ὅτι δημιουργὸς ὢν τῆς φύσεως, καὶ ἐξ ἀπόρων πόρον παρασχεῖν δύναται, καὶ ὅτι καὶ ἐξ ἀρχῆς αὐτὸς τὴν γῆν τῷ οἰκείῳ προστάγματι διήγειρε πρὸς τὴν τῶν καρπῶν βλάστην, παρασκευάσας τὸν δίκαιον ἑκατονταπλασίονα τῶν ὑπ᾽ αὐτοῦ σπαρέντων ἐπὶ τῆς γῆς κομίσασθαι τὰ δράγματα, ὁμοῦ καὶ αὐτὸν ἐν πλείονι καθιστὰς εὐπορίᾳ, τῷ μηδενὸς ἐν χρείᾳ γενέσθαι, κἀκείνους διὰ τῶν ἔργων διδάσκων, ὅσης ὁ δίκαιος ἀπολαύει τῆς ἄνωθεν ῥοπῆς. Εὐμήχανος γὰρ ὢν καὶ σοφὸς, διὰ τῶν αὐτῶν πολλάκις πραγμάτων καὶ τοὺς οἰκείους εὐεργετεῖ, καὶ τοὺς ἔτι πεπλανημένους διδάσκεσθαι παρασκευάζει τῆς οἰκείας προνοίας τὴν δύναμιν. Τοῦτο καὶ μετὰ ταῦτα κατὰ τὴν Αἴγυπτον εἰργάσατο, ἐκείνοις μὲν τὰς τιμωρίας ἐπαγαγὼν, τὸν δὲ λαὸν τῶν Ἰσραηλιτῶν ἀπαθῆ διαφυλάττων. Ἐμάνθανον γὰρ οὐ μόνον διὰ τῆς κατ᾽ αὐτῶν ἀγανακτήσεως τοῦ τῶν ὅλων Θεοῦ καὶ δημιουργοῦ τὴν δύναμιν, ἀλλὰ καὶ διὰ τῆς προνοίας τῆς εἰς ἐκείνους. Καὶ οὗτοι πάλιν οὐκ ἐκ τῆς εἰς αὐτοὺς προνοίας καὶ κηδεμονίας μόνον ἐδιδάσκοντο τοῦ Θεοῦ τὴν ὑπερβάλλουσαν περὶ αὐτοὺς φιλανθρωπίαν, ἀλλὰ καὶ δι᾽ ὧν ἐκείνους ἑώρων καθ᾽ ἑκάστην ἡμέραν τὰς πληγὰς δεχομένους. Καὶ διὰ τῶν αὐτῶν πραγμάτων καὶ τοῖς οἰκείοις καὶ τοῖς ἐναντίοις ἐδείκνυ τῆς οἰκείας δυνάμεως τὴν ὑπερβολήν.

Καὶ γὰρ αὐτὰ τὰ στοιχεῖα τὴν παρ᾽ ἑαυτῶν διακονίαν καὶ τὴν ὑπακοὴν ἐπιδείκνυται τοῖς ὁμοδούλοις, ὅταν ὁ Δεσπότης εὐνοϊκῶς πρὸς αὐτοὺς διακέηται. Καὶ τοῦτο ἄν τις θεάσοιτο γεγονὸς ἐπὶ τοῦ δικαίου τούτου. Ὅπερ ἄλλοτε ἡ φύσις τῆς γῆς οὐκ ἐπεδείξατο, τοῦτο διὰ τὸ πρόσταγμα τοῦ τῶν ὅλων Θεοῦ νῦν ἐπιδείκνυται, καὶ τοσαύτην ἤνεγκε τὴν φορὰν, ὡς ἀθρόον ἐν περιουσίᾳ πολλῇ καταστῆναι τὸν Ἰσαάκ. Εὐλόγησε γὰρ αὐτὸν ὁ Θεὸς, καὶ ὑψώθη ὁ ἄνθρωπος, καὶ προβαίνων μείζων ἐγίνετο, ἕως οὗ μέγας ἐγένετο σφόδρα. Ἐπειδὴ γὰρ τότε ἐν τούτοις ἦν τὰ τῆς εὐπορίας τοῖς δικαίοις, ἐν τῇ τῆς γῆς εὐπορίᾳ καὶ ἐν τῷ τῶν θρεμμάτων πλήθει, διὰ τοῦτό φησιν, Εὐλόγησεν αὐτὸν ὁ Θεὸς, καὶ ὑψώθη ὁ ἄνθρωπος, ἀντὶ τοῦ, Εὔπορος ἐγένετο· καὶ οὐχ ἁπλῶς εὔπορος, ἀλλὰ καὶ, Μείζων, φησὶν, ἐγίνετο, ἕως οὗ μέγας ἐγένετο σφόδρα. Ἐννόησον γὰρ ὅσον ἦν, ἑκατονταπλασίονα τῶν παρ᾽ αὐτοῦ καταβαλλομένων ὑποδέχεσθαι. Εἰ δὲ τοῦτό σοι μέγα φαίνεται, σκόπει τὴν ἐπίτασιν τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἣν τοῦ χρόνου προϊόντος περὶ ἡμᾶς ἐπεδείξατο. Τοῖς γὰρ μετὰ τὴν αὐτοῦ παρουσίαν τὴν ἀρετὴν μετιοῦσιν οὐ μόνον ἑκατονταπλασίονα ἐνταῦθα παρέχειν ὑπισχνεῖται, ἀλλὰ καὶ τὴν αἰώνιον ζωὴν καὶ τὴν βασιλείαν τῶν οὐρανῶν εἰς ἀπόλαυσιν. Εἶδες φιλοτιμίαν Δεσπότου; εἶδες ἐπίτασιν εὐεργεσίας; εἶδες πόσον ἡμῖν κεχάρισται ἡ τοῦ Μονογενοῦς παρουσία;

ὅπως ἀφάτων τῶν πραγμάτων τὴν ἐναλλαγὴν εἰργάσατο; Ταῦτα τοίνυν ἕκαστος καθ᾽ ἑαυτὸν λογιζόμενος, καὶ ὁρῶν τὴν διαφορὰν, καὶ τίνα μὲν ἦν, ἃ τοῖς πρὸ τῆς χάριτος παρέχειν ὑπισχνεῖται, τίνα δὲ μετὰ τὴν χάριν, δοξαζέτω κἀν τούτῳ τὴν ἄπειρον αὐτοῦ φιλανθρωπίαν, καὶ μὴ τῇ τῶν καιρῶν ἐναλλαγῇ τὸ πᾶν ἐπιγραφέτω. Ἀλλ᾽ ἐπὶ τὴν ἀκολουθίαν τοῦ λόγου ἐπανελθεῖν δίκαιον, καὶ ἰδεῖν ὅπως οἱ ἐν Γεράροις ὁρῶντες τοῦ δικαίου τὴν πολλὴν εὐπορίαν, εἰς ζῆλον διηγέρθησαν, καὶ ἀπελαύνειν αὐτὸν ἐκεῖθεν ἐπεχείρουν. Ἐζήλωσαν γὰρ, φησὶν, αὐτὸν οἱ Φυλιστιείμ. Εἶτα δεῖξαι βουλομένη ἡ θεία Γραφὴ, ἐν τίνι τὸν ζῆλον ἐπεδείκνυντο, ἐπήγαγε· Καὶ πάντα ἃ ὤρυξαν φρέατα οἱ παῖδες ἐν τῷ χρόνῳ τοῦ πατρὸς αὐτοῦ, ἐνέφραξαν αὐτὰ, καὶ ἐνέπλησαν γῆς. Σκόπει πόση τῶν αὐτόθι ἡ κακία, ὡς καὶ τῶν ὑδάτων φθονῆσαι τῷ δικαίῳ, καὶ οὐδὲ ὁ βασιλεὺς ὁ ἐν τοσαύτῃ περιουσίᾳ καθεστὼς κατασχεῖν τὸν φθόνον ἴσχυσεν, ἀλλά φησιν· Ἄπελθε ἀφ᾽ ἡμῶν, ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα. Πολλὴ ἡ ἀγνωμοσύνη. Τίνος γὰρ ἕνεκεν ἀπελαύνεις τὸν δίκαιον; μὴ γὰρ ἐλυμήνατό τι τοῖς σοῖς; μὴ γὰρ ἠδίκησέ τι; Ἀλλὰ τοιοῦτον ὁ φθόνος· οὐδὲν μετὰ λογισμοῦ διαπράττεται.

Δέον γὰρ αὐτὸν θεασάμενον τοσαύτης εὐνοίας ἀπολαύοντα τὸν δίκαιον παρὰ τοῦ τῶν ὅλων Θεοῦ, μᾶλλον περιέπειν, μᾶλλον θεραπεύειν, ἵνα διὰ τῆς εἰς ἐκεῖνον τιμῆς ἐπισπάσηται καὶ αὐτὸς τὴν ἄνωθεν ῥοπήν· ὁ δὲ οὐ μόνον τοῦτο οὐ ποιεῖ, ἀλλὰ καὶ ἀπελαύνειν ἐπιχειρεῖ, καί φησι· Ἄπελθε ἀφ᾽ ἡμῶν, ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα.

Τοιοῦτον γὰρ ἡ βασκανία· οὐκ ἀνέχεται πράως τὴν ἑτέρων εὐπραγίαν, ἀλλὰ τὴν τοῦ πλησίον εὐημερίαν οἰκείαν δυσπραγίαν εἶναι νομίζει, καὶ τήκεται τοῖς τοῦ πλησίον ἀγαθοῖς· ὃ δὴ καὶ ἐνταῦθα γέγονεν. Ὁ γὰρ βασιλεὺς, ὁ τῆς πόλεως ἁπάσης τὴν ἐξουσίαν ἔχων, καὶ πάντας ὑπὸ τὴν ἀπειλὴν τὴν ἑαυτοῦ ἔχων, τῷ ξένῳ, τῷ ἀλήτῃ, καὶ ἐντεῦθεν ἐκεῖ, κἀκεῖθεν ὧδε μετανισταμένῳ φησίν· Ἄπελθε ἀπ᾽ ἐμοῦ, ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα. Καὶ ἀληθῶς δυνατώτερος ἦν, τὴν ἄνωθεν συμμαχίαν ἔχων ἐν ἅπασι, καὶ ὑπὸ τῆς τοῦ Θεοῦ δεξιᾶς φρουρούμενος. Ποῦ τοίνυν ἀπελαύνεις τὸν δίκαιον; οὐκ οἶσθα ὅτι, ὅπου ἂν αὐτὸν ἀπελθεῖν συμβαίνῃ, ἐν τοῖς τοῦ Δεσπότου τοῦ ἑαυτοῦ εἶναι αὐτὸν ἀνάγκη; οὐκ ἐπαίδευσέ σε τῶν πραγμάτων ἡ πεῖρα, ὅτι ἡ τοῦ Θεοῦ χείρ ἐστιν ἡ περιφανῆ τὸν δίκαιον καθιστῶσα; Τίνος οὖν ἕνεκεν δι᾽ ὧν τὸν δίκαιον ἀπελαύνεις, τὴν πρὸς τὸν αὐτοῦ Δεσπότην ἀγνωμοσύνην ἐπιδείκνυσαι, καὶ οὐδὲ ἡ πολλὴ τοῦ ἀνδρὸς ἐπιείκεια περιγενέσθαι ἠδυνήθη τῆς βασκανίας τῆς σῆς, ἀλλ᾽ ἡττηθεὶς ὑπὸ τοῦ πάθους εἰς ἔργον ἀγαγεῖν σπεύδεις τὸν φθόνον, καὶ πάλιν μετανάστην γενέσθαι παρασκευάζεις τὸν οὐδέν σε ἠδικηκότα; Οὐκ οἶδας ὅτι κἂν εἰς αὐτὴν τὴν ἔρημον ἀπελθεῖν καταναγκάσῃς, οὕτως εὐμήχανον ἔχει Δεσπότην, ὡς κἀκεῖ γενόμενον, πολλῷ πλέον περιφανέστερον αὐτὸν ἀποδεῖξαι;

Οὐδὲν γὰρ ἰσχυρότερον τοῦ τῆς ἄνωθεν συμμαχίας ἀπολαύοντος, ὥσπερ οὐδὲν ἀσθενέστερον τοῦ τῆς ἐκεῖθεν βοηθείας ἠρημωμένου. βʹ. Εἶδες, ἀγαπητὲ, καὶ τοῦ βασιλέως Γεράρων καὶ πάντων τῶν αὐτόθι οἰκούντων τῆς γνώμης τὴν μοχθηρίαν;

Ὅρα καὶ τοῦ δικαίου τὴν πολλὴν ἐπιείκειαν, πῶς οὐκ ἐφρόνησε μέγα, οὐδὲ ὁρῶν διὰ τῶν πραγμάτων πολλὴν τοῦ Θεοῦ τὴν ῥοπὴν περὶ αὐτὸν γινομένην, κατεξανέστη τοῦ βασιλέως, τῇ τοῦ συμμαχοῦντος αὐτῷ δυνάμει πεποιθώς· ἀλλὰ καθάπερ τις ἀνὴρ, καὶ ἀπροστάτευτος, καὶ οὐδαμόθεν οὐδεμιᾶς ἀπολαύων βοηθείας, οὕτω μετὰ πολλῆς τῆς ἐπιεικείας, οὐδὲ μέχρι λόγων ἀντιτείνας τῷ βασιλεῖ, ἐποίει τὸ παρ᾽ αὐτοῦ κελευόμενον, καὶ εὐθέως ἐκεῖθεν ἀπανίστατο, καὶ ποῤῥωτέρω γενόμενος, κατέστελλε τοῦ πάθους τὴν φλόγα, ὁμοῦ καὶ τὴν ὑπερβάλλουσαν αὐτοῦ ἐπιείκειαν ἐνδεικνύμενος, κἀκείνου τὸ πάθος παραμυθούμενος.

Καὶ ἀπῆλθεν ἐκεῖθεν, καὶ κατῴκησεν ἐν τῇ φάραγγι Γεράρων. Καὶ ὅπερ ὁ Χριστὸς παραγενόμενος τοῖς μαθηταῖς ἐνετέλλετο λέγων, Ὅταν διώκωσιν ὑμᾶς, φεύγετε ἑτέρωθι, τοῦτο καὶ οὗτος ἤδη διὰ τῶν ἔργων ἐπλήρου. Καὶ καθάπερ Δαυῒδ τοῦ Σαοὺλ τὸν πολὺν φθόνον καταστέλλων, διὰ τῆς ἀναχωρήσεως ἑαυτὸν ὑπεξάγων, ἐκείνου τὴν πολλὴν παρεμυθεῖτο φλεγμονήν· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ δίκαιος οὗτος ἐπλήρου τὸ ἀποστολικὸν ἐκεῖνο λόγιον, Δότε τόπον τῇ ὀργῇ· καὶ καταλιπὼν τὴν πόλιν ἐξῆλθε, φησὶν, ἐν τῇ φάραγγι. Ἀλλ᾽ ὅρα αὐτὸν κἀκεῖ μετὰ πολλῆς τῆς ἐπιεικείας τὴν ἔνστασιν ἐνδεικνύμενον.

Οὐδὲ γὰρ μέχρι τούτου ἔστη τὰ δεινὰ, ἀλλὰ κἀκεῖ γενομένῳ καὶ τὰ φρέατα ἀνορύξαι βουλομένῳ μάχεσθαι ἐπεχείρουν. Ὤρυξε γὰρ, φησὶ, τὰ φρέατα, ἅπερ ἦσαν οἱ παῖδες τοῦ πατρὸς αὐτοῦ πεποιηκότες, καὶ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιεὶμ, καὶ ἐπέθηκεν αὐτοῖς τὰ ὀνόματα, ἅπερ ἦν ὁ πατὴρ ἐπιθείς. Καὶ ὤρυξαν, φησὶν, οἱ παῖδες Ἰσαὰκ, καὶ εὗρον φρέαρ ὕδατος ζῶντος, ἀντὶ τοῦ, κάτωθεν ἀναβλύζοντος. Καὶ ἐμαχέσαντο οἱ ποιμένες Γεράρων, φάσκοντες αὐτῶν εἶναι τὸ ὕδωρ.

Καὶ οὐδὲ ἐνταῦθα φιλονεικεῖ ὁ δίκαιος, οὐδὲ ἀντιτείνει, ἀλλὰ καὶ τοῖς ποιμέσι παραχωρεῖ. Τοῦτο γὰρ ἀληθῶς ἐπιείκεια, οὐχ ὅταν τις παρὰ τῶν ἐν δυναστείᾳ ἀδικούμενος φέρῃ πράως, ἀλλ᾽ ὅταν καὶ ὑπὸ τῶν νομιζομένων ὑποδεεστέρων εἶναι ἐπηρεαζόμενος παραχωρῇ· ἐνταῦθα μὲν γὰρ τῇ ἐπιεικείᾳ ἄν τις τὸ πᾶν λογίσαιτο τοῦ ἐπηρεαζομένου· ἐκεῖ δὲ ἴσως τις εἴποι, διὰ τὸ μὴ δύνασθαι ἀντιτείνειν τῇ δυναστείᾳ τοῦ ἠδικηκότος, τὴν ἐπιείκειαν ἐπιδείκνυσθαι. Ἀλλ᾽ ἵνα μάθῃς ὅτι καὶ ἐπὶ τοῦ βασιλέως, οὐ διὰ τὴν ἐκείνου δυναστείαν, ἐπεδείξατο τὴν ἐπιείκειαν, ἀλλὰ διὰ τὸν οἰκεῖον τρόπον, ὅρα αὐτὸν καὶ ἐπὶ τῶν ποιμένων τὸ αὐτὸ ποιοῦντα. Καὶ καθάπερ ἐκεῖνος ἔλεγεν, Ἄπελθε ἀφ᾽ ἡμῶν, καὶ εὐθέως, καθάπερ ἐπίταγμα δεχόμενος, ὑπανεχώρει· οὕτω καὶ νῦν, τῶν ποιμένων ἐπηρεάζειν ἐπιχειρούντων, καὶ τὸ φρέαρ οἰκειουμένων, παραχωρεῖ. Καὶ ἵνα διηνεκὴς ᾖ τοῖς μετὰ ταῦτα ἡ γνῶσις τῆς ἀδικίας, ὄνομα ἐπιτίθησι τῷ φρέατι ἐκ τοῦ συμβεβηκότος. Ἐπειδὴ γὰρ φανερὰν ἐπεδείξαντο τὴν ἀδικίαν, Ἐκάλεσε, φησὶ, τὸ ὄνομα τοῦ φρέατος, Τόπου ἀδικία. Καὶ ἦν λοιπὸν καθάπερ ἐν στήλῃ χαλκῇ τὸ ὄνομα τοῦ τόπου διδασκαλία τοῖς ἑξῆς καὶ τῆς τοῦ δικαίου ἐπιεικείας, καὶ τῆς ἐκείνων ἀγνωμοσύνης. Τὸ γὰρ ὄνομα τοῦ τόπου ἕκαστον παρεσκεύαζε τὴν αἰτίαν τῆς προσηγορίας μανθάνοντα γινώσκειν τοῦ μὲν τὴν ἀρετὴν, τῶν δὲ τῆς κακίας τὴν ὑπερβολήν.

Καὶ σκόπει πῶς καὶ οὗτος ἐπιτείνει τὴν οἰκείαν ἀρετὴν, διὰ πάντων ἐπιδεικνὺς ἑαυτοῦ τὴν ἐπιείκειαν, κἀκεῖνοι τῇ ὑπερβολῇ τῆς κακίας λαμπρὸν καὶ ἄκοντες πειρῶνται τὸν δίκαιον ἀποφαίνειν. Οὐδὲ γὰρ ἀρκεσθέντες, πάλιν ἕτερον ὀρύξαντι φρέαρ ἐπιτίθενται. Ἀπάρας γὰρ, φησὶν, ἐκεῖθεν, ὤρυξε φρέαρ ἕτερον· ἐκρίνοντο δὲ καὶ περὶ ἐκείνου, καὶ ἐπωνόμασεν αὐτὸ, Ἐχθρία. Σκόπει πάλιν τοῦ δικαίου τὴν σύνεσιν. Ἐνταῦθα οὐ πάντη, ὡς ἔοικε, τὸ φρέαρ ἀφείλοντο, ἀλλὰ διαμαχεσάμενοι, καὶ πρὸς τὸ προφανὲς τῆς ἀδικίας ὁρῶντες ἀπέστησαν. Διὰ τοῦτο Ἐχθρίαν αὐτὸ προσηγόρευσεν, ἐπειδὴ ἔχθρας ὑπόθεσις κατέστη. Καὶ καθ᾽ ἑκάστην, ὡς εἰπεῖν, ὑπὸ τῶν ἐγχωρίων τοιαῦτα ὑπομένων, οὐκ ἐδυσχέρανεν, οὐδὲ μικρόψυχόν τι ἐπεδείξατο, οὐδὲ ἐνενόησε πρὸς ἑαυτὸν, οὐδὲ εἶπεν, ὅτι Οὐδὲ μέχρι φρεάτων ἀπολαύειν εἰμὶ κύριος· ἆρα μὴ ἔρημος γέγονα τῆς ἄνωθεν ῥοπῆς; ἆρα μὴ τῆς προνοίας ἐστέρημαι τῆς παρὰ τοῦ Δεσπότου; Οὐδὲν τούτων οὐκ ἐνενόησεν, οὐκ ἐλογίσατο, ἀλλὰ μετ᾽ ἐπιεικείας ἁπάσης ἅπαντα ἔφερε.

Διὰ τοῦτο καὶ πλείονος ἀπήλαυε τῆς ἄνωθεν συμμαχίας. Ταῦτα γὰρ, ὡς εἰπεῖν, τὰ συμβαίνοντα γυμνασία τις ἦν τῆς τοῦ δικαίου ἀρετῆς. Ἀπάρας γὰρ, φησὶν, ἐκεῖθεν, ὤρυξε φρέαρ ἕτερον, καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτοῦ· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ, Εὐρυχωρία, λέγων, Διότι νῦν ἐπλάτυνε Κύριος ἡμῖν, καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς.

γʹ. Ὅρα εὐγνωμοσύνην τοῦ δικαίου. Ἡνίκα μὲν τὰ πρότερα φρέατα ἐκεῖνοι παρασπάσασθαι ἐπεχείρησαν, οὐκ ἐδυσχέρανεν, οὐκ ἀντέτεινεν, ἀλλὰ μόνον τῇ προσηγορίᾳ τῶν φρεάτων ἀνεξάλειπτον τὴν μνήμην τῆς ἐκείνων κακίας ἐναπετίθει. Ἐνταῦθα δὲ πάλιν, ἐπειδὴ οὐδεὶς ἐμποδὼν γέγονεν, ἀλλὰ μετὰ ἀδείας πάσης τῶν οἰκείων πόνων ἀπήλαυε, τὸ πᾶν ἀνατίθησι τῷ Θεῷ.

Ἐκάλεσε γὰρ αὐτὸ, Εὐρυχωρίαν. Εἶτα ἑρμηνεύει αὐτὴν τὴν προσηγορίαν· διὰ τοῦτο, φησὶν, Εὐρυχωρίαν, τοῦτο καλῶ, Ὅτι ἐπλάτυνε Κύριος ἡμῖν, καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς. Εἶδες γνώμην φιλόθεον, πῶς τῶν ἐν μέσῳ δυσχερῶν οὐδεμίαν μνήμην ποιησάμενος, τῶν χρηστῶν μόνον μεμνημένος, ὑπὲρ ἐκείνου τὴν εὐχαριστίαν ἀναφέρει, καί φησιν, Ὅτι ἐπλάτυνε Κύριος ἡμῖν, καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς;

Οὐδὲν γὰρ οὕτως ὁ Θεὸς ἀποδέχεται, ὡς ψυχὴν εὐγνώμονα καὶ εὐχάριστον· καὶ μυρία καθ᾽ ἑκάστην ἡμέραν ἅπαντας ἡμᾶς εὐεργετῶν καὶ ἑκόντας καὶ ἄκοντας, καὶ εἰδότας καὶ ἀγνοοῦντας, οὐδὲν ἕτερον παρ᾽ ἡμῶν ἐπιζητεῖ, ἢ τὸ χάριτας εἰδέναι αὐτῷ ὑπὲρ τῶν εἰς ἡμᾶς γεγενημένων, ἵνα καὶ ὑπὲρ τούτου αὐτοῦ πάλιν πλείονα τὴν ἀμοιβὴν ἡμῖν παράσχῃ Καὶ ἵνα μάθῃς, ὅρα τὸν δίκαιον τοῦτον διὰ τὴν πολλὴν αὐτοῦ εὐγνωμοσύνην πάλιν τῆς ἄνωθεν ἐπιφανείας ἀξιούμενον.

Ἐπειδὴ γὰρ ἀρκοῦσαν βάσανον τῆς οἰκείας ἀρετῆς ἐπεδείξατο ἐπί τε τῶν ἐν Γεράροις, ἐπί τε τοῦ βασιλέως ἀπωθουμένου αὐτὸν, ἐπί τε τῶν ποιμένων παρασπώντων τὰ φρέατα, ὥσπερ νευρῶσαι βουλόμενος αὐτοῦ τὴν προθυμίαν ὁ φιλάνθρωπος Δεσπότης, καὶ τῆς ἐπιεικείας αὐτὸν ἀποδεχόμενος τῆς πολλῆς, ἐπειδὴ Ἀνέβη ἐκεῖθεν ἐπὶ τὸ Φρέαρ τοῦ ὅρκου, ὤφθη αὐτῷ Κύριος ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ εἶπε· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου· μὴ φοβοῦ· μετὰ σοῦ γάρ εἰμι, καὶ εὐλογήσω σε, καὶ πληθυνῶ τὸ σπέρμα σου διὰ Ἀβραὰμ τὸν πατέρα σου. Ὤφθη αὐτῷ, φησὶν, ἐν τῇ νυκτὶ ἐκείνῃ. Σκόπει Θεοῦ κηδεμονίαν. Ἵνα γὰρ αὐτὸν ἀνακτήσηται, καὶ θαῤῥεῖν παρασκευάσῃ, ἐπιφαίνεται αὐτῷ, καί φησιν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, ὁ τὸν πατέρα τὸν σὸν ἐπίδοξον πεποιηκὼς, καὶ ἐν τοσαύτῃ περιφανείᾳ καταστήσας, καὶ ξένον ὄντα περιφανέστερον τῶν ἐγχωρίων ἀπεργασάμενος. Ἐγώ εἰμι ἐκεῖνος ὁ ἐκεῖνον οὕτως αὐξηθῆναι παρασκευάσας, καὶ μεγάλην διὰ πάντων τὴν περὶ αὐτὸν πρόνοιαν ἐπιδειξάμενος. Ἐγώ εἰμι· Μὴ τοίνυν φοβοῦ.

Τί ἐστι, Μὴ φοβοῦ; Μή σε ταῦτα ξενιζέτω, τὸ παρὰ τοῦ Ἀβιμέλεχ ἐλαθῆναι, τὸ παρὰ τῶν ποιμένων ἀδικηθῆναι. Πολλὰ τοιαῦτα καὶ ὁ πατὴρ ὁ σὸς πέπονθε, καὶ διὰ τούτων λαμπρότερος ἀνεδείχθη. Μὴ τοίνυν ταῦτά σε φοβείτω· Μετὰ σοῦ γάρ εἰμι. Διὰ τοῦτο ταῦτα γίνεσθαι συγχωρῶ, ὁμοῦ καὶ σὲ βουλόμενος διὰ τῆς ἐπιεικείας ἐνδείξασθαι τὴν οἰκείαν ἀρετὴν, κἀκείνων τῆς γνώμης τὴν μοχθηρίαν κατάδηλον ἅπασι γενέσθαι, ἵνα σὲ καὶ ὑπὲρ τούτων στεφανώσω· Μετὰ σοῦ γάρ εἰμι. Δι᾽ ὃ καὶ ἀχείρωτος ἔσῃ, καὶ τῶν πολεμούντων δυνατώτερος, καὶ τῶν ἐπηρεαζόντων· ἰσχυρότερος. Καὶ ἡ μὲν παρ᾽ ἐμοῦ πρόνοια καὶ ἐπίφθονόν σε ἐργάσεται· Μετὰ σοῦ γάρ εἰμι, καὶ εὐλογήσω σε, καὶ πληθυνῶ τὸ σπέρμα σου διὰ Ἀβραὰμ τὸν πατέρα σου.

Σκόπει Θεοῦ φιλανθρωπίαν. Εἰπὼν, Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ δείξας ὅπως ᾠκειώσατο τὸν πατριάρχην, ὡς καταξιῶσαι Θεὸν ἑαυτὸν καλεῖν Ἀβραὰμ, καὶ ὁ τῆς οἰκουμένης Δεσπότης καὶ δημιουργὸς ἑνὸς ἀνθρώπου φάσκειν εἶναι Θεὸς, οὐ συγκλείων μέχρι τοῦ πατριάρχου τὴν οἰκείαν δεσποτείαν, ἀλλὰ τὴν πολλὴν περὶ αὐτὸν εὔνοιαν δεικνὺς, Οὕτω, φησὶν, αὐτὸν ᾠκειωσάμην, ὡς πάντων τῶν ἄλλων ἀντάξιον ἐκεῖνον ἐμοὶ νομισθῆναι. Δι᾽ ὃ Καὶ πληθυνῶ τὸ σπέρμα σου διὰ Ἀβραὰμ τὸν πατέρα σου. Πολλὰς ὀφείλω τὰς ἀμοιβὰς ἐκείνῳ τῆς εἰς ἐμὲ ὑπακοῆς· δι᾽ ἐκεῖνον οὖν Πληθυνῶ τὸ σπέρμα σου· ὁμοῦ καὶ παρεθάῤῥυνε τὸν δίκαιον, καὶ διὰ τῆς μνήμης τοῦ πατρὸς εἰς ζῆλον αὐτὸν διήγειρε τοῦ τὴν ὁμοίαν ἐκείνῳ ἀρετὴν ἐπιδείξασθαι.

Εἶτα ἐπειδὴ τοσαῦτα αὐτῷ ἀγαθὰ ὑπέσχετο, ᾨκοδόμησεν ἐκεῖ, φησὶ, θυσιαστήριον, καὶ ἐπεκαλέσατο τὸ ὄνομα Κυρίου, καὶ ἔπηξεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ. Τί ἐστιν, ᾨκοδόμησεν ἐκεῖ θυσιαστήριον; Τὰς εὐχαριστίας, φησὶν, ἐκεῖ ἀνήνεγκε τῷ Δεσπότῃ, ὑπὲρ ὧν τοσαύτην περὶ αὐτὸν κηδεμονίαν ἐπεδείξατο. Καὶ ὤρυξαν ἐκεῖ οἱ παῖδες Ἰσαὰκ φρέαρ. Ἐν ἀδείᾳ λοιπὸν ὁ δίκαιος γίνεται· ὁ γὰρ εἰπὼν, Μετὰ σοῦ εἰμι, καὶ εὐλογήσω σε, καὶ πληθυνῶ τὸ σπέρμα σου, οὗτος ἀθρόον αὐτῷ καὶ τὴν περιφάνειαν ἐχαρίσατο, καὶ πᾶσιν αὐτὸν περίβλεπτον γίνεσθαι πεποίηκεν. Ὅρα γοῦν τὸν Ἀβιμέλεχ ἐκεῖνον, τὸν ἐλάσαι ἐπιχειρήσαντα καὶ εἰπόντα, Ἄπελθε ἀφ᾽ ἡμῶν, νῦν πρὸς αὐτὸν ἐρχόμενον. Ἐπορεύθη γὰρ, φησὶν, Ἀβιμέλεχ, καὶ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ ὁ ἀρχιστράτηγος· καὶ εἶπεν αὐτοῖς Ἰσαάκ· Ἵνα τί ἤλθετε πρός με; ὑμεῖς δὲ ἐμισήσατέ με, καὶ ἀπεστείλατε ἀφ᾽ ὑμῶν. Θέα μοι πόση τοῦ δικαίου ἡ πραότης Ὁρῶν τοὺς ἀπελάσαντας καὶ τοσοῦτον περὶ αὐτὸν τὸ μῖσος ἐπιδειξαμένους, νῦν ἐν τάξει ἱκετῶν πρὸς αὐτὸν παραγινομένους, οὐκ ἐφρόνησε μέγα κατ᾽ αὐτῶν, οὐδὲ ἐπήρθη τὴν διάνοιαν, ἔναυλον ἔχων τὴν μνήμην τῶν παρὰ τοῦ Θεοῦ πρὸς αὐτὸν ῥηθέντων, οὐδὲ τῇ δυνάμει τοῦ Δεσπότου πεποιθὼς κατεξανίσταται τοῦ βασιλέως, ἀλλὰ πάλιν τὴν συνήθη ἐπιείκειαν ἐπιδεικνύμενος μετὰ πολλῆς πραΰτητός φησι πρὸς αὐτούς· Ἵνα τί ἤλθετε πρός με;

ὑμεῖς δὲ ἐμισήσατέ με, καὶ ἀπεστείλατε ἀφ᾽ ὑμῶν.

Τίνος ἕνεκεν, φησὶ, παραγενέσθαι πρός με κατεδέξασθε, τὸν ἐλαθέντα, τὸν μισηθέντα; Καὶ εἶπαν· Ἰδόντες ἑωράκαμεν ὅτι Κύριος μετὰ σοῦ, καὶ εἴπαμεν· Γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σοῦ, καὶ διαθησόμεθα διαθήκην μετὰ σοῦ, μὴ ποιήσειν μεθ᾽ ἡμῶν κακὸν, καθότι ἡμεῖς οὐκ ἐβδελυξάμεθά σε, καὶ ὃν τρόπον ἐχρησάμεθά σοι καλῶς, καὶ ἐξαπεστείλαμέν σε μετ᾽ εἰρήνης, καὶ νῦν εὐλογημένος σὺ ὑπὸ Κυρίου.

δʹ. Ὅρα πόση τῆς ἐπιεικείας ἡ ἰσχὺς, καὶ ὅση τῆς ἀρετῆς ἡ δύναμις. Οἱ γὰρ πρώην ἐλάσαντες, νῦν παραγενόμενοι πρὸς τὸν ξένον, πρὸς τὸν ἀπόλιδα, πρὸς τὸν ἀλήτην, οὐ μόνον ἀπολογοῦνται ὑπὲρ τῶν ἤδη γεγενημένων, καὶ συγγνώμην αἰτοῦσιν ὑπὲρ τῶν ἡμαρτημένων, ἀλλὰ καὶ ἀνακηρύττουσι τὸν δίκαιον, καὶ δεικνύουσι τὸν ἐπιτεθέντα αὐτοῖς φόβον, καὶ ὁμολογοῦσι καὶ τὴν οἰκείαν ἀσθένειαν, καὶ τῷ δικαίῳ μεγάλην μαρτυροῦσι τὴν δύναμιν. Τί γὰρ ἂν εἴη τούτου ἰσχυρότερον τοῦ μεθ᾽ ἑαυτοῦ τὸν Θεὸν ἔχοντος;

Ἰδόντες, φησὶν, ὅτι Κύριος μετὰ σοῦ. Πόθεν ὑμῖν ἡ τοιαύτη γνῶσις; Ναὶ, φησὶν, αὐτὰ ἡμῖν τὰ πράγματα ἀντὶ διδασκαλίας γέγονεν. Εἴδομεν γὰρ ὅτι ἐλαυνόμενος τῶν ἐλαυνόντων ἰσχυρότερος γέγονας, καὶ ἐπηρεαζόμενος τῶν ἐπηρεαζόντων περιγέγονας, καὶ ἐκ τῆς τῶν πραγμάτων ἀκολουθίας συνείδομεν, ὅτι πολλῆς ἀπολαύεις τῆς ἄνωθεν ῥοπῆς. Τοῦτο δὲ καὶ τῆς τοῦ Θεοῦ οἰκονομίας ἔργον, τὸ τὴν διάνοιαν αὐτῶν ποιῆσαι καταπλαγῆναι τὸν δίκαιον, καὶ γνῶσιν αὐτοῖς ἐνθεῖναι τοιαύτην. Ἐπεὶ οὖν, φησὶν, ἔγνωμεν ὅτι Κύριος μετὰ σοῦ, Γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν.

Ὅρα πῶς ὑπὸ τοῦ συνειδότος ὠθούμενοι, καὶ οὐδενὸς ἑτέρου καταναγκάζοντος, οὐδὲ τὰ γεγενημένα ἐξαγγέλλοντος, αὐτοὶ ἑαυτοὺς ἐλέγχειν ἐπείγονται. Εἰ γὰρ μὴ ἠδικήσατε, φησὶ, τίνος ἕνεκεν καὶ συνθήκας ἀπαιτεῖτε παρὰ τοῦ δικαίου; Ἀλλὰ τοιοῦτόν ἐστιν ἡ ἀδικία· καθ᾽ ἑκάστην ἡμέραν καταξαίνει τὸ συνειδὸς, καὶ σιγῶντος τοῦ ἠδικημένου, οἱ τὴν ἀδικίαν ἐργασάμενοι τὴν δίκην ἐφεστάναι νομίζοντες, ἐφ᾽ ἑκάστης ἡμέρας ἐναγώνιοι γίνονται, καὶ μονονουχὶ ὑπογράφουσιν ἑαυτοῖς τὴν ἐκδίκησιν τῶν ἡμαρτημένων. Ὃ δὴ καὶ οὗτοι μαθόντες, Γενέσθω, φησὶν, ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σοῦ. Εἶτα λέγουσιν, ὁποίαν βούλονται γενέσθαι τὴν ἀράν. Καὶ διαθησόμεθα διαθήκην μετὰ σοῦ, μὴ ποιήσειν μεθ᾽ ἡμῶν κακὸν, διότι ἡμεῖς οὐκ ἐβδελυξάμεθά σε. Ὅρα πῶς ἐναντία ἑαυτοῖς ὑπὸ τοῦ θορύβου καὶ τῆς ἀγωνίας φθέγγονται· Μὴ ποιήσειν μεθ᾽ ἡμῶν κακόν.

Τίνος ἕνεκεν οὕτω φοβεῖσθε τὸν δίκαιον, ὁρῶντες καὶ πρὸς τοὺς ἐπηρεάζοντας τοσαύτην τὴν ἐπιείκειαν ἐπιδεικνύμενον; Ἀλλ᾽ ὁ ἀδέκαστος δικαστὴς, τὸ συνειδὸς, αὐτοὺς διήγειρε, καὶ εἰς ἔννοιαν ἤρχοντο, ὅσην περὶ τὸν δίκαιον τὴν ἀγνωμοσύνην ἐπεδείξαντο, καὶ διὰ τοῦτο ὑπὸ τοῦ φόβου καὶ τῆς δειλίας οὐ συνορῶσιν, ὅπως ἐναντία λέγουσι. Μὴ ποιήσειν, φησὶ, κακὸν μεθ᾽ ἡμῶν, καθότι ἡμεῖς σε οὐκ ἐβδελυξάμεθα.

Τίνος οὖν ἕνεκεν ἀπηλάσατε; Ἀλλ᾽ ὁ δίκαιος οὐκ ἀπαιτεῖ εὐθύνας, οὐδὲ ἐλέγχει τὰ παρ᾽ αὐτῶν εἰρημένα. Καὶ ὃν τρόπον, φησὶν, ἐχρησάμεθά σοι καλῶς, καὶ ἐξαπεστείλαμέν σε μετ᾽ εἰρήνης, καὶ νῦν σὺ εὐλογημένος ὑπὸ Κυρίου. Ὁρᾷς ὅτι τὴν ἄνωθεν δίκην ἐδεδίεσαν. ᾜδεισαν γὰρ ὅτι κἂν αὐτὸς δι᾽ ἐπιείκειαν μὴ ἀμύνηται τὰ εἰς αὐτὸν γεγενημένα, ἀλλὰ ὁ τοσαύτην περὶ αὐτὸν πρόνοιαν ἐπιδεικνύμενος, εὐθύνας αὐτοὺς ἀπαιτήσει τῶν εἰς τὸν δίκαιον γεγενημένων.

Διὰ τοῦτο ἐξευμενίζοντες τὸν δίκαιον, καὶ συνθήκας ἀπαιτεῖν ἐπείγονται, ὁμοῦ καὶ ὑπὲρ τῶν ἤδη γεγενημένων ἀπολογούμενοι, καὶ ὑπὲρ τῶν ἑξῆς τὴν ἀσφάλειαν ἑαυτοῖς περιποιούμενοι. Καὶ ἐποίησεν αὐτοῖς, φησὶ, δοχὴν, καὶ ἔφαγον καὶ ἔπιον· καὶ ἀναστάντες τῷ πρωῒ, ὤμοσεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, καὶ ἐξαπέστειλεν αὐτοὺς Ἰσαὰκ, καὶ ἀπῴχοντο ἀπ᾽ αὐτοῦ μετὰ σωτηρίας. Ὅρα τοῦ δικαίου τὴν φιλοφροσύνην, πῶς ἀμνησικάκως αὐτοῖς διελέχθη, καὶ οὐ μόνον λήθην ἐποιήσατο τῶν εἰς αὐτὸν γεγενημένων, ἀλλὰ καὶ πολλὴν περὶ αὐτοὺς τὴν φιλοξενίαν ἐπιδείκνυται.

Ἐποίησε γὰρ, φησὶν, αὐτοῖς δοχὴν, καὶ ἔφαγον καὶ ἔπιον. Διὰ τῆς ἑστιάσεως πληροφορῆσαι αὐτοὺς βούλεται, ὡς οὐδεμίαν μνήμην ποιεῖται τῶν εἰς αὐτὸν εἰργασμένων παρὰ αὐτῶν. Καὶ ἐξαπέστειλεν αὐτοὺς, φησὶ, καὶ ἀπῴχοντο μετὰ σωτηρίας. ᾘνίξατο διὰ τούτου ἡ θεία Γραφὴ, ὅτι μετὰ πολλοῦ τοῦ φόβου τὸν κίνδυνον προσδοκῶντες παρεγένοντο, καὶ περὶ τοῦ παντὸς, ὡς εἰπεῖν, ἀγωνιῶντες τὴν πρὸς τὸν δίκαιον ἀπολογίαν ἔσπευσαν ποιήσασθαι. Εἶδες πῶς οὐδὲν ἰσχυρότερον ἀρετῆς, οὐδὲ δυνατώτερον; πῶς οὐδὲν ἀσφαλέστερον τοῦ τῆς ἄνωθεν συμμαχίας ἀπολαύοντος;

Εἶτα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, φησὶν, ἀπελθόντες οἱ παῖδες τοῦ Ἰσαὰκ ὤρυξαν φρέαρ, καὶ εἶπαν, Οὐχ εὕρομεν ὕδωρ. Καὶ ἐκάλεσεν αὐτὸ, Ὅρκον. Διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τῇ πόλει, Φρέαρ ὅρκου, ἕως τῆς σήμερον ἡμέρας. Ὅρα καὶ ἐνταῦθα ἐκ τῶν γεγενημένων τὴν προσηγορίαν αὐτὸν ἐπιτιθέντα τῷ τόπῳ. Ἐπειδὴ γὰρ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὸ φρέαρ ὀρύξαντες οὐδὲν εὗρον, ἐν ᾗ τοὺς ὅρκους ἐποιήσαντο πρὸς ἀλλήλους, Φρέαρ ὅρκου ἐπέθηκεν ὄνομα τῷ τόπῳ, ἵνα ὑπόμνησις ᾖ τῶν γεγενημένων.

Εἶδες πῶς οὔτε τὴν ἀπὸ τοῦ νόμου διδασκαλίαν ἔχων ὁ δίκαιος οὗτος, οὔτε πρὸς ἕτερόν τινα ἰδεῖν ἔχων, ἀλλὰ τῷ πατρὶ κατακολουθήσας, καὶ ἀπὸ τοῦ τῇ φύσει τῇ ἀνθρωπίνῃ ἐγκειμένου τῷ συνειδότι διδασκάλου ὁδηγούμενος, τοσαύτην φιλοσοφίαν ἐπεδείκνυτο;

Τὰ γὰρ γεγενημένα οὐ μόνον τὴν ἐπιείκειαν ἐδείκνυ τοῦ δικαίου τούτου· ἀλλὰ καὶ τὰ τοῦ Χριστοῦ παραγγέλματα δι᾽ αὐτῶν τῶν ἔργων αὐτὸν πληροῦν ἀπέφηνε. Καὶ ὅπερ ὁ Χριστὸς ἔλεγε διαταττόμενος τοῖς μαθηταῖς καὶ παραινῶν, οὐ μόνον τοὺς ἀγαπῶντας ἀγαπᾷν, ἀλλὰ καὶ πρὸς τοὺς ἐχθροὺς τὴν ἀγάπην ἐπιδείκνυσθαι, τοῦτο οὗτος ἄνωθεν ἐπλήρου, καὶ πρὸς τοὺς τοσοῦτον μῖσος περὶ αὐτὸν ἐσχηκότας τοσαύτην ἐπεδείκνυτο τὴν φιλοξενίαν, καὶ τὸ τῆς μνησικακίας πάθος ἐξώριζε τῆς ἑαυτοῦ ψυχῆς.

εʹ. Τίνος οὖν ἂν εἴημεν ἡμεῖς συγγνώμης ἄξιοι, ἡμεῖς οἱ μετὰ τὴν χάριν, καὶ τὴν τοσαύτην διδασκαλίαν, καὶ τὰ τοῦ Σωτῆρος παραγγέλματα, οὐδὲ τὸ αὐτὸ μέτρον τῷ δικαίῳ τούτῳ φθάσαι δυνάμενοι; Καὶ τί λέγω τὸ αὐτὸ μέτρον; Ἀλλὰ μηδὲ ἐγγὺς στῆναι ἰσχύοντες.

Τοσαύτη γὰρ νῦν ἐπεπόλασε τῆς κακίας ἡ ὑπερβολὴ, ὡς σπάνιον εἶναι καὶ τοὺς ἀγαπῶντας ἀγαπᾷν. Πόθεν οὖν ἡμῖν ἔσται σωτηρίας ἐλπὶς, εἰ μέλλοιμεν καὶ τῶν τελωνῶν χείρους γίνεσθαι; καθώς φησιν ὁ Χριστὸς λέγων, Ἐὰν ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσι; Καὶ ὁ μὲν Χριστὸς βουλόμενος ἡμᾶς εἰς τὴν ἄκραν κορυφὴν τῆς ἀρετῆς ἀνελθεῖν, ἐκείνων ἀνωτέρους εἶναι βούλεται· ἡμεῖς δὲ κἀκείνων ἐλάττους εἶναι σπεύδομεν. Καὶ τί λέγω τελωνῶν; χείρους καὶ τῶν λῃστῶν, καὶ τῶν τυμβωρύχων, καὶ τῶν ἀνδροφόνων.

Καὶ γὰρ τούτων ἕκαστος τὸν πρὸς αὐτὸν ἀγαπητικῶς διακείμενον ἀγαπᾷ, καὶ πολλάκις καὶ κινδυνεύειν ὑπὲρ τοῦ ἀγαπητοῦ καταδέχεται. Τί οὖν ἂν εἴη ἡμῶν ἐλεεινότερον, ὅταν οἱ τοσαύτης ἀξιωθέντες παρὰ τοῦ Θεοῦ φιλανθρωπίας τῶν μυρία ἐργασαμένων κακὰ εὑρισκώμεθα χείρους; Ἐννοοῦντες τοίνυν, παρακαλῶ, καὶ τῆς τιμωρίας τῆς ἐκεῖ γινομένης τὸ μέγεθος, καὶ τῆς αἰσχύνης τῆς ἐνταῦθα τὴν ὑπερβολὴν, ὀψὲ γοῦν ποτε τὴν οἰκείαν ἐπιγνῶμεν εὐγένειαν, καὶ πειθώμεθα τῇ τοῦ Χριστοῦ διδασκαλίᾳ, καὶ μὴ μόνον τοὺς ἀγαπῶντας ἀγαπῶμεν γνησίως, πᾶσαν βασκανίαν καὶ φθόνον ἐξορίζοντες τῆς ἑαυτῶν ψυχῆς, ἀλλὰ κἂν ἐχθρωδῶς τινες ὦσι πρὸς ἡμᾶς διακείμενοι, καὶ τούτους ἀγαπᾷν σπουδάζωμεν· καὶ γὰρ οὐδὲ ἑτέρως σωθῆναι δυνατὸν ἡμᾶς, μὴ ταύτην ἐλθόντας τὴν ὁδόν· καὶ μᾶλλον τῶν ἀγαπώντων ἡμᾶς τούτους ἀγαπᾷν σπουδάζωμεν, ἅτε δὴ μυρίων ἡμῖν τῶν ἀγαθῶν προξένους γινομένους. Οὕτω γὰρ καὶ τῶν ἡμαρτημένων ἡμῖν τὴν συγχώρησιν εὕρασθαι δυνησόμεθα, καὶ μετὰ κατεσταλμένης διανοίας καὶ συντετριμμένης ψυχῆς τὰς πρὸς τὸν Θεὸν ἱκεσίας ποιεῖσθαι.

Ὅταν γὰρ ψυχὴ ἐκτὸς γένηται πάσης ἀπεχθείας, καὶ τὸν λογισμὸν ἐν γαλήνῃ ἱδρυμένον ἔχῃ, μετὰ πολλῆς τῆς νήψεως τὸν Δεσπότην καλοῦσα, πολλὴν ἐπισπᾶται τὴν ἄνωθεν ῥοπήν· ἧς γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΝΓʹ. Ἦν δὲ Ἡσαῦ ἐτῶν τεσσαράκοντα, καὶ ἔλαβε τὴν Ἰουδὶθ θυγατέρα Βεὴλ τοῦ Χετταίου, καὶ τὴν Βασεμὰθ θυγατέρα Ἐλὼμ τοῦ Εὐαίου, καὶ ἦσαν ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῇ Ῥεβέκκᾳ. αʹ. Φέρε καὶ σήμερον, εἰ δοκεῖ, τὰ ἑξῆς τῶν χθὲς εἰρημένων ἐπελθόντες, κατὰ τὸ ἡμῖν ἐγχωροῦν ἀναπτύξωμεν ἕκαστον τῶν γεγραμμένων, ἵνα τὴν ἐντεῦθεν ὠφέλειαν καρπωσάμενοι, οὕτως οἴκαδε ἀναχωρήσωμεν.

Ἴδωμεν τοίνυν τὴν ἀρχὴν τῶν ἀνεγνωσμένων. Ἦν δὲ Ἡσαῦ, φησὶν, ἐτῶν τεσσαράκοντα, καὶ ἔλαβε τὴν Ἰουδὶθ θυγατέρα Βεὴλ τοῦ Χετταίου, καὶ τὴν Βασεμὰθ θυγατέρα Ἐλὼμ τοῦ Εὐαίου, καὶ ἦσαν ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῇ Ῥεβέκκᾳ. Ὅρα πόσα ἐκ τῶν ὀλίγων τούτων ῥημάτων ἔστι καταμαθεῖν.

Τίνος γὰρ ἕνεκεν ἡμῖν τὸν ἀριθμὸν τῶν ἐτῶν τοῦ Ἡσαῦ ἐσήμανεν; Οὐχ ἁπλῶς, ἀλλ᾽ ἵνα ἐντεῦθεν καταμάθωμεν τοῦ Ἰσαὰκ τὸ γῆρας, καὶ ὅτι λοιπὸν προβεβηκὼς ἦν. Ἐὰν γὰρ μνημονεύσωμεν τῶν ἔμπροσθεν εἰρημένων, καὶ ὅτι, ἡνίκα μὲν ἔλαβε τὴν Ῥεβέκκαν, καὶ αὐτὸς τεσσαράκοντα ἐτῶν ἐτύγχανεν, ὅτε δὲ ἐτέχθησαν οἱ παῖδες, ἑξήκοντα ἐτῶν ἦν, εἰσόμεθα ὅτι νῦν ἑκατοστοῦ λοιπὸν ἔτους ἐπιβὰς ἐν βαθυτάτῳ γήρᾳ ἐτύγχανεν. Ἐπειδὴ γὰρ μέλλει μετὰ ταῦτα διηγεῖσθαι ἡμῖν, ὡς ὑπὸ τοῦ γήρως ἀμβλυτέρας ἔσχε τὰς ὄψεις, διὰ τοῦτο τῶν ἐτῶν τοῦ Ἡσαῦ τὸν ἀριθμὸν ἐσήμανεν, ἵνα ἐντεῦθεν εἰδέναι ἔχωμεν ἀκριβῶς τοῦ Ἰσαὰκ τὸν χρόνον. Διὰ τοῦτο ἔλεγεν, Ἦν δὲ Ἡσαῦ ἐτῶν τεσσαράκοντα. Εἶτα ἵνα μάθωμεν τοῦ παιδὸς τὴν προπέτειαν, καὶ ὅτι παρὰ τῶν ἐθνῶν, ὧν οὐκ ἐχρῆν, τὰς γαμετὰς ἠγάγετο, ἐδήλωσεν ἡμῖν, ὅτι ἡ μὲν ἐκ τοῦ γένους τῶν Χετταίων ἦν, ἡ δὲ ἐκ τῶν Εὐαίων· καίτοι γε ἐχρῆν αὐτὸν μαθόντα, ὅσην σπουδὴν ὁ πατριάρχης ἐποιήσατο διαστελλόμενος τῷ παιδὶ τῷ ἑαυτοῦ, ὥστε ἐκ τῆς φυλῆς αὐτοῦ γαμετὴν τῶν Ἰσαὰκ ἐνέγκαι, καὶ ὅτι ἡ μήτηρ αὐτῶν ἡ Ῥεβέκκα ἐκ τῆς Χαῤῥὰν ὡρμᾶτο, μηδὲν τοιοῦτον βουλεύσασθαι.

Ἀλλ᾽ ἵνα ἐκ προοιμίων δείξῃ τῶν οἰκείων τρόπων τὸ ἄτακτον, προλαβὼν ἐκείνας ἠγάγετο. Καὶ ἵνα μάθωμεν τῶν γυναικῶν τὸ δύστροπον, φησὶν ἡ Γραφὴ, Καὶ ἦσαν ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῇ Ῥεβέκκᾳ. Καὶ τί ἂν εἴη ταύτης τῆς μοχθηρίας χαλεπώτερον, ὅταν αἱ πᾶσαν τιμὴν ἀπονέμειν ὀφείλουσαι, μὴ μόνον τοῦτο μὴ ποιῶσιν, ἀλλὰ καὶ πρὸς φιλονεικίαν παρασκευάζωνται;

Ταῦτα δὲ πάντα οὐχ ἁπλῶς ἡμῖν ἡ ἱστορία σημαίνει, ἀλλ᾽ ἵνα μετὰ ταῦτα, ἐπειδὰν ἴδῃς τὴν Ῥεβέκκαν πρὸς τὸν Ἰακὼβ πολλὴν τὴν εὔνοιαν ἐπιδεικνυμένην, μάθῃς ὡς οὐκ ἀπεικὸς πρᾶγμα διεπράττετο. Τέως δὲ ἵνα μὴ τὴν ἀκολουθίαν προφθάσωμεν, αὐτοῖς ἑπώμεθα τοῖς γεγραμμένοις. Ἐγένετο δὲ μετὰ τὸ γηρᾶσαι τὸν Ἰσαὰκ, καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾷν· οὐκ ἔτι γὰρ, φησὶν, ὑπὸ τοῦ γήρως ὁρᾷν ἠδύνατο· Καὶ ἐκάλεσεν Ἡσαῦ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον, καὶ εἶπεν αὐτῷ· Υἱέ μου, ἰδοὺ ἐγὼ γεγήρακα, καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελευτῆς μου. Νῦν οὖν λάβε τὸ σκεῦός σου, τήν τε φαρέτραν καὶ τὸ τόξον, καὶ ἔξελθε εἰς τὸ πεδίον, καὶ θήρευσόν μοι θήραν, καὶ ποίησόν μοι ἐδέσματα, ὡς φιλῶ ἐγὼ, καὶ ἔνεγκέ μοι, ἵνα φάγω, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου, πρὶν ἢ ἀποθανεῖν με. Ἐνταῦθά μοι σκόπει, ἀγαπητὲ, τὴν ἄφατον τοῦ Θεοῦ σοφίαν, καὶ ὅπως ὁ μὲν πατὴρ τὴν φυσικὴν φιλοστοργίαν ἐπιδεικνύμενος ταῦτα διετάξατο τῷ Ἡσαῦ· ὁ δὲ σοφὸς καὶ εὐμήχανος Δεσπότης διὰ τῆς Ῥεβέκκας τὴν οἰκείαν πρόῤῥησιν εἰς ἔργον ἐξενεχθῆναι παρασκευάζει, διδάσκων ἡμᾶς ὅση τῆς ἀρετῆς ἡ ἰσχὺς καὶ τῆς τῶν τρόπων ἐπιεικείας.

Καὶ γὰρ ἐκεῖνος μὲν καὶ ἀπὸ τῶν πρωτοτοκίων, καὶ ἀπὸ τῆς τοῦ πατρὸς περὶ αὐτὸν διαθέσεως τὰ πρωτεῖα ἔχειν νομίζων, ἀθρόον ἁπάντων ἔρημος ηὑρίσκετο, ἐπειδὴ τὰ παρ᾽ ἑαυτοῦ εἰσενεγκεῖν οὐκ ἠβουλήθη· οὗτος δὲ, ἐπειδὴ οἴκοθεν ἦν ἐνάρετος, καὶ τὴν ἄνωθεν εἶχε ῥοπὴν συμμαχοῦσαν αὐτῷ, καὶ ἄκοντος τοῦ πατρὸς τὴν παρ᾽ αὐτοῦ εὐλογίαν ἐπισπᾶται. Οὐδὲν γὰρ ἰσχυρότερον τοῦ παρὰ τῆς δεξιᾶς ἐκείνης βοηθουμένου.

Ὅρα γοῦν ἀκριβῶς ἅπαντα, ἵνα μάθῃς τῆς οἰκονομίας τὴν ὑπερβολὴν, καὶ πῶς ὁ μὲν τῆς ἐκεῖθεν ἀπολαύων ῥοπῆς, πολλῆς ἐν ἅπασιν ἀξιοῦται τῆς συνεργίας, ὥστε τὴν τοῦ πατρὸς εὐλογίαν εἰς αὐτὸν μετενεχθῆναι· ὁ δὲ πάντων διαμαρτάνει, προδεδομένος οἴκοθεν διὰ τὴν τῶν τρόπων μοχθηρίαν. Ῥεβέκκα δὲ, φησὶν, ἤκουσε λαλοῦντος Ἰσαὰκ πρὸς Ἡσαῦ τὸν υἱὸν αὐτοῦ. Ἐπορεύθη δὲ Ἡσαῦ εἰς τὸ πεδίον θηρᾶσαι θήραν τῷ πατρὶ αὐτοῦ. Εἶπε δὲ Ῥεβέκκα πρὸς τὸν υἱὸν αὐτῆς τὸν ἐλάσσω. Διὰ τί προσέθηκε, Τὸν ἐλάσσω; Ἐπειδὴ ἀνωτέρω εἶπεν, ὅτι Ἐκάλεσεν Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον, ἵνα μάθωμεν τίνι νῦν διαλέγεται ἡ Ῥεβέκκα, φησὶ, Πρὸς τὸν ἐλάσσω, τοῦτ᾽ ἔστι, τὸν Ἰακώβ· Ἴδε ἐγὼ ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς Ἡσαῦ τὸν ἀδελφόν σου, καὶ λέγοντος· Ἔνεγκέ μοι θήραν, καὶ ποίησόν μοι ἐδέσματα, ἵνα φαγὼν εὐλογήσω σε ἐναντίον Κυρίου, πρὸ τοῦ ἀποθανεῖν με. Ταῦτα μὲν ἤκουσα τοῦ πατρός σου πρὸς τὸν ἀδελφόν σου τὸν Ἡσαῦ διαλεγομένου. Νῦν οὖν, υἱὲ, ἄκουέ μου καθά σοι ἐγὼ ἐντέλλομαι, καὶ πορευθεὶς εἰς τὰ πρόβατα, λάβε μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλοὺς, καὶ ποιήσω αὐτοὺς ἐδέσματα τῷ πατρί σου, ὡς φιλεῖ, καὶ εἰσοίσεις τῷ πατρί σου, καὶ φάγεται, ὅπως εὐλογήσῃ σε ὁ πατήρ σου πρὸ τοῦ ἀποθανεῖν αὐτόν.

βʹ. Ὅρα μητρὸς φιλοστοργίαν, μᾶλλον δὲ Θεοῦ οἰκονομίαν. Αὐτὸς γὰρ ἦν ὁ καὶ ταύτην πρὸς τὴν συμβουλὴν διεγείρων, καὶ τὸ πᾶν κατορθωθῆναι ποιῶν. Εἶδες τῆς μητρὸς τὴν ἀρίστην συμβουλήν; Ὅρα καὶ τοῦ Ἰακὼβ τὸ περιεσκεμμένον, καὶ ὅπως διὰ τῆς ἀποκρίσεως τῶν οἰκείων τρόπων δείκνυσι τὴν ἐπιείκειαν.

Εἶπε γὰρ, φησὶ, πρὸς τὴν μητέρα αὐτοῦ· Ἔστιν ὁ ἀδελφός μου Ἡσαῦ ἀνὴρ δασὺς, ἐγὼ δὲ ἀνὴρ λεῖος· μήποτε ψηλαφήσῃ με ὁ πατὴρ, καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν, καὶ ἐπάξω ἐμαυτῷ κατάραν, καὶ οὐκ εὐλογίαν. Πολλὴ τοῦ παιδὸς ἡ εὐγνωμοσύνη, καὶ ἡ πρὸς τὸν πατέρα αἰδώς.

Δέδοικα, φησὶ, μὴ εἰς τὸ ἐναντίον μοι τὰ τῆς σπουδῆς ἐπέλθῃ, μὴ δόξω ἐναντιοῦσθαι τῇ τοῦ πατρὸς γνώμῃ, καὶ ἀντὶ τῆς εὐλογίας κατάραν ἐπισπάσωμαι. Τί οὖν ἡ Ῥεβέκκα, ἡ θαυμασία καὶ φιλόστοργος; Ἐπειδὴ οὐκ ἐξ οἰκείας γνώμης μόνον τοῦτο διεπράττετο, ἀλλὰ καὶ τῇ ἄνωθεν ὑπηρετεῖτο προῤῥήσει, πᾶσαν σπουδὴν ποιεῖται τὸν φόβον ἐξελεῖν τοῦ παιδὸς, καὶ θάρσος ἐνθεῖναι, ὥστε τὴν συμβουλὴν εἰς ἔργον ἀγαγεῖν· καὶ οὐχ ὑπισχνεῖται αὐτῷ ὅτι δυνήσεται παρακρούσασθαι τὸν πατέρα καὶ λαθεῖν· ἀλλὰ τί; Ἐπ᾽ ἐμὲ ἡ κατάρα σου, τέκνον· μόνον ὑπάκουσον τῆς φωνῆς μου, καὶ πορευθεὶς ἔνεγκέ μοι. Κἂν γένηται τοιοῦτόν τι, φησὶν, οὐδὲν αὐτὸς παραβλαβήσῃ. Μὴ τοίνυν δείσῃς, ἀλλὰ θαῤῥῶν Ὑπάκουσόν μου τῆς φωνῆς, καὶ ποίει τὰ παρ᾽ ἐμοῦ σοι συμβουλευθέντα. Τοῦτο ἀληθῶς φιλοστοργία μητρὸς, τὸ ὑπὲρ τοῦ παιδὸς ἑτοίμως ἅπαντα καταδέχεσθαι. Ταῦτα εἰποῦσα ἴσχυσε ἐξελεῖν τοῦ παιδὸς τὸν φόβον. Καὶ πορευθεὶς ἔλαβε καὶ ἤνεγκε τῇ μητρὶ αὐτοῦ· καὶ ἐποίησεν ἐδέσματα καθὰ ἐφίλει ὁ πατὴρ αὐτοῦ.

Καὶ λαβοῦσα, φησὶν, ἡ Ῥεβέκκα τὴν στολὴν τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου τὴν καλὴν, ἣ ἦν παρ᾽ αὐτῇ ἐν τῷ οἴκῳ, ἐνέδυσεν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον, καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκε περὶ τοὺς βραχίονας αὐτοῦ, καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ, καὶ ἔδωκε τὰ ἐδέσματα καὶ τοὺς ἄρτους, οὓς ἐποίησεν, εἰς τὰς χεῖρας Ἰακὼβ τοῦ υἱοῦ αὐτῆς, καὶ εἰσήνεγκε τῷ πατρὶ αὐτοῦ. Θέα μοι ἐνταῦθα τῆς Ῥεβέκκας μετὰ τῆς φιλοστοργίας καὶ τὴν πολλὴν σοφίαν. Ἐπειδὴ γὰρ εἶπεν ἀνωτέρω, ὅτι ὁ μὲν ἦν δασὺς, ὁ δὲ λεῖος, τὴν στολὴν, φησὶν, ἐνέδυσεν αὐτὸν τοῦ Ἡσαῦ, καὶ τὰ δέρματα περιέθηκεν αὐτῷ, καὶ πανταχόθεν σχηματίσασα αὐτὸν, ὡς τὴν ἀπάτην εἰς ἔργον ἐλθεῖν, δοῦσα τὰ ἐδέσματα καὶ τοὺς ἄρτους εἰς τὰς χεῖρας, παρεσκεύασε προσαγαγεῖν τῷ πατρί.

Σκόπει μοι πάλιν ἐνταῦθα, πῶς τῆς ἄνωθεν χάριτος ἦν τὸ πᾶν. Ὅταν γὰρ ἡμεῖς τὰ παρ᾽ ἑαυτῶν εἰσενέγκωμεν, δαψιλῶς ἀπολαύσομεν καὶ τῆς παρὰ τοῦ Θεοῦ συνεργίας. Ἵνα γὰρ μὴ ῥᾳθυμῶμεν, μηδὲ ἀναπεπτωκότες ὦμεν, βούλεται καὶ ἡμᾶς τι συνεισφέρειν, ἵν᾽ οὕτω καὶ τὰ παρ᾽ ἑαυτοῦ ἐπιδείξηται· καὶ οὔτε τὸ πᾶν τῆς ἄνωθεν γίνεται βοηθείας, ἀλλὰ δεῖ καὶ ἡμᾶς τι συνεισενεγκεῖν· οὔτε παρ᾽ ἡμῶν πάλιν ἀπαιτεῖ τὸ πᾶν, εἰδὼς τῆς ἡμετέρας ἀσθενείας τὴν ὑπερβολὴν, ἀλλὰ τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος, καὶ βουλόμενος ἀφορμήν τινα λαβεῖν, ὥστε τὴν οἰκείαν φιλοτιμίαν ἐπιδείξασθαι, ἀναμένει τὰ παρ᾽ ἡμῶν εἰσενεχθῆναι· ὅπερ καὶ νῦν γεγένηται. Ἐπειδὴ γὰρ καὶ ὁ Ἰακὼβ καὶ ἡ Ῥεβέκκα, ἅπερ ἐχρῆν ἀφ᾽ ἑαυτῶν γενέσθαι, πεποιήκασι, καὶ ὁ μὲν ὑπήκουσε τῆς συμβουλῆς τῆς μητρὸς, ἡ δὲ τὰ παρ᾽ ἑαυτῆς πάντα ἐπλήρωσε, τότε λοιπὸν καὶ ὁ ἀγαθὸς Δεσπότης τὸ πάντων δυσχερέστερον τοῦτο μετ᾽ εὐκολίας ἀνυσθῆναι πεποίηκε, τὸ μὴ γενέσθαι κατάδηλον τῆς ἀπάτης τὸ δρᾶμα τῷ Ἰσαάκ. Ἐπειδὴ γὰρ προσήνεγκε τὰ ἐδέσματα τῷ πατρὶ, Εἶπε· Τίς εἶ σὺ, τέκνον; Καὶ εἶπεν Ἰακὼβ τῷ πατρὶ αὐτοῦ· Ἐγώ εἰμι Ἡσαῦ ὁ υἱός σου ὁ πρωτότοκος· πεποίηκά σοι, καθὰ λελάληκάς μοι. Ἀναστὰς κάθισον, καὶ φάγε ἐκ τῆς θήρας μου, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. Ἐννόει μοι μεθ᾽ ὅσης ἀγωνίας ταῦτα ἐφθέγγετο ὁ Ἰακώβ.

Ὁ γὰρ ἐν προοιμίοις εἰπὼν τῇ μητρὶ, Φοβοῦμαι μὴ ἐπάξω ἐμαυτῷ κατάραν, καὶ οὐκ εὐλογίαν, νῦν ἐν ὅσῳ φόβῳ καθειστήκει τοσοῦτον δρᾶμα ὑποκρινόμενος; Ἀλλ᾽ ἐπειδὴ Θεὸς ἦν ὁ συνεργῶν τοῖς γινομένοις, ἅπαντα εἰς ἔργον ἐξῄει. Τί οὖν, ἂν εἴποι τις, καὶ τῷ ψεύδει τῷ τοιούτῳ Θεὸς συνήργησε; Μὴ ἁπλῶς ἐξέταζε τὸ γινόμενον, ἀγαπητὲ, ἀλλὰ τὸν σκοπὸν καταμάνθανε, καὶ ὅτι οὐ βιωτικῆς ἕνεκέν τινος πλεονεξίας τοῦτο ἐγίνετο, ἀλλὰ τοῦ πατρὸς τὴν εὐλογίαν ἐπισπάσασθαι ἐσπούδαζεν· ἄλλως δὲ εἰ μέλλοις ἁπλῶς τὰ γινόμενα ἐξετάζειν, καὶ μὴ τὸν σκοπὸν πανταχοῦ ἐπιζητεῖν, ὅρα σοι τὸν πατριάρχην παιδοκτόνον ὀνομάζειν, καὶ τὸν Φινεὲς ἀνδροφόνον. Ἀλλ᾽ οὔτε ἐκεῖνος παιδοκτόνος, ἀλλὰ καὶ λίαν φιλόστοργος, εἰ καί τις ἄλλος· οὔτε οὗτος ἀνδροφόνος, ἀλλὰ τὸ μᾶλλον καὶ ἄγαν ζηλωτής. Ἑκάτερος γὰρ αὐτῶν τὸ δοκοῦν τῷ Θεῷ διεπράττετο. Διόπερ ὁ μὲν διὰ τὴν ὑπακοὴν πολλῆς ἀξιοῦται τῆς ἄνωθεν ἀμοιβῆς· ὁ δὲ διὰ τὸν ζῆλον ἀνακηρύττεται. Ἔστη γὰρ, φησὶ, Φινεὲς, καὶ ἐξιλάσατο.

Εἰ τοίνυν φόνος εὐδοκίμησε καὶ παιδοκτονία ἐν ἐκείνοις, ἐπειδὴ κατὰ Θεοῦ γνώμην ἐγένετο, καὶ οὐ τοῖς γεγονόσι προσέχομεν, ἀλλὰ τῷ σκοπῷ τῶν γινομένων, καὶ τῇ τῶν πεποιηκότων γνώμῃ, πολλῷ μᾶλλον καὶ ἐνταῦθα τοῦτο λογίζεσθαι χρή.

γʹ. Μὴ τοίνυν τοῦτο σκόπει, ὅτι ψεῦδος ἦν τὰ λεγόμενα παρὰ τοῦ Ἰακὼβ, ἀλλ᾽ ἐκεῖνο ἐννόει, ὅτι βουλόμενος ὁ Θεὸς εἰς ἔργον τὴν πρόῤῥησιν αὐτοῦ ἀγαγεῖν, ἅπαντα οὕτως ᾠκονόμησε γενέσθαι. Καὶ ἵνα μάθῃς ὅτι ὁ Θεὸς ἦν ὁ πάντα ἐξευμαρίζων, καὶ τὰ δύσκολα εὔκολα ποιῶν, ὅρα πῶς ὁ δίκαιος οὐκ ἠδυνήθη συνιδεῖν τὴν ἀπάτην, ἀλλὰ καὶ πείθεται τοῖς παρὰ τοῦ Ἰακὼβ ῥηθεῖσι, καὶ ἀπολαύσας τῶν ἐδεσμάτων ἀμείβεται αὐτὸν ταῖς εὐλογίαις. Καὶ οὐ πρότερον παραγίνεται ἀπὸ τῆς θήρας ὁ Ἡσαῦ, μέχρις ὅτε πάντα τέλος ἔλαβεν, ἵνα διὰ πάντων γνῶμεν ὅτι κατὰ Θεοῦ γνώμην τὸ γινόμενον ἦν. Εἶπε δὲ, φησὶν, Ἰσαάκ· Τί τοῦτο, ὅτι ταχὺ εὗρες, ὦ τέκνον; Ὁ δὲ εἶπεν· Ὃ παρέδωκε Κύριος ὁ Θεός σου ἐναντίον ἐμοῦ. Ἔτι ἐναγώνιος εἱστήκει ὁ Ἰακὼβ, καὶ ηὔξετο αὐτῷ τὰ τοῦ φόβου, καὶ πάντα ἐγίνετο, ἵνα μάθωμεν δι᾽ αὐτῶν ὅτι ὁ φιλάνθρωπος Δεσπότης οὐχ ἁπλῶς τὴν οἰκείαν ἐπιδείκνυται πρόνοιαν, ἂν μὴ πολλὴν ἴδῃ καὶ τὴν παρ᾽ ἡμῶν θερμότητα γινομένην. Μὴ γάρ μοι παραδράμῃς, ἀγαπητὲ, τοῦτον νῦν τὸν ἀγῶνα, ἀλλὰ σκόπει ὅτι περὶ τοῦ παντὸς ἦν αὐτῷ ὁ κίνδυνος, καὶ ἐδεδοίκει καὶ ἔτρεμε μὴ δι᾽ εὐλογίαν κατάρας ὑπεύθυνος γένηται.

Εἶτά φησιν, Εἶπε δὲ Ἰσαάκ· Ἔγγισόν μοι, καὶ ψηλαφήσω σε, τέκνον, εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ, ἢ οὔ. Ἀπὸ γὰρ τῆς φωνῆς ἠρέμα πως ἐνεδοίαζεν ὁ δίκαιος· ἀλλ᾽ ἐπειδὴ ἐχρῆν τὴν οἰκονομίαν εἰς ἔργον ἐξελθεῖν, οὐ συνεχωρήθη συνιδεῖν τὴν ἀπάτην. Ἤγγισε δὲ, φησὶν, Ἰακὼβ, καὶ ἐψηλάφησεν αὐτὸν καὶ εἶπεν· Ἡ μὲν φωνὴ, φωνὴ Ἰακώβ· αἱ δὲ χεῖρες, χεῖρες Ἡσαῦ· καὶ οὐκ ἐπέγνω αὐτόν. Ὅρα πῶς δείκνυται ὅτι τῆς τοῦ Θεοῦ χάριτος ἦν τὸ πᾶν, τῆς παρασκευαζούσης καὶ αὐτὸν μηδὲν τῶν γινομένων συνιδεῖν, καὶ τὸν Ἰακὼβ ἀπολαῦσαι τῆς πατρικῆς εὐλογίας.

Καὶ οὐκ ἐπέγνω αὐτὸν, φησίν· ἦσαν γὰρ αἱ χεῖρες αὐτοῦ ὡς αἱ χεῖρες Ἡσαῦ. Καὶ εἶπεν· Εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ; Ὅρα πάλιν πῶς δείκνυσιν ἡ θεία Γραφὴ ὅτι ἐδίσταζεν ὁ δίκαιος. Εἶπε γὰρ, Εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ; ἵνα καὶ ἐκ τούτου πάλιν γνῶμεν, ὅτι ὁ πατὴρ μὲν ἡττηθεὶς τῇ φυσικῇ φιλοστοργίᾳ ἅπαντα διεπράττετο· ὁ δὲ Θεὸς ὁ τὰ μέλλοντα προορῶν, καὶ ἀπὸ τῆς τῶν τρόπων ἀρετῆς χαρακτηρίζων καὶ δεικνὺς τοὺς ἑαυτοῦ θεράποντας, οὕτως ἅπαντα οἰκονομεῖ. Καὶ εἶπε, φησίν· Ἐγώ.

Ἐπειδὴ γὰρ εἶπεν, Εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ; καὶ εἶπεν, Ἐγώ· εἶπε, Προσάγαγέ μοι, καὶ φάγομαι ἀπὸ τῆς θήρας σου, τέκνον, ἵνα εὐλογήσῃ σε ἡ ψυχή μου· μόλις ποτὲ τῆς ἀγωνίας λοιπὸν ἀπηλλάγη ὁ Ἰακὼβ, Καὶ προσήνεγκε τῷ πατρὶ τὰ ἐδέσματα, καὶ εἰσήνεγκεν οἶνον, καὶ ἔπιε. Καὶ εἶπεν αὐτῷ· Ἔγγισόν μοι, καὶ φίλησόν με, τέκνον. Καὶ ἐγγίσας ἐφίλησεν αὐτόν· καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ, καὶ εὐλόγησεν αὐτὸν, καὶ εἶπεν.

Ὅρα τῆς θείας Γραφῆς τὴν παρατήρησιν. Ἐπειδὴ ἠρώτησεν, Εἰ σὺ εἶ Ἡσαῦ; καὶ εἶπεν, Ἐγὼ, καὶ πάλιν ἐψηλάφησεν αὐτὸν, καὶ ἠρέμα πως ἐνεδοίαζεν ὑπὸ τῆς φωνῆς εἰς ὑπόνοιάν τινα καὶ ὑπόκρισιν ἐμπεσὼν, καὶ πάλιν ἠρώτησεν, Εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ; καὶ εἶπεν, Ἐγὼ, εἶτα προσήνεγκεν αὐτῷ, καὶ ἔφαγε· τότε, φησὶν, Ἐφίλησεν αὐτὸν, καὶ εὐλόγησεν αὐτόν.

Ἵνα μὴ νομίσῃ τις ὅτι εἰς τὸ τοῦ Ἡσαῦ πρόσωπον τὴν εὐλογίαν ἐποιήσατο, ἀλλ᾽ εἰς ἐκεῖνον τὸν ὑπ᾽ αὐτοῦ φιληθέντα· διὰ τοῦτο ἐμνημόνευσεν ἡ θεία Γραφὴ, ὅτι καὶ ἐφίλησε, καὶ ηὐλόγησεν ἐκεῖνον τὸν ὑπ᾽ αὐτοῦ φιληθέντα. Ὠσφράνθη δὲ, φησὶν, τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ, καὶ εὐλόγησεν αὐτὸν, καὶ εἶπεν· Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου, ὡς ὀσμὴ ἀγροῦ πλήρους, ὃν ηὐλόγησε Κύριος. Καὶ δώσει σοι Κύριος ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ, καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς, καὶ πλῆθος σίτου καὶ οἴνου. Δώσει, φησὶ, σοὶ τῷ τὰ ἐδέσματα προσενεγκόντι, τῷ παρ᾽ ἐμοῦ φιληθέντι, Καὶ δουλευσάτωσάν σοι ἔθνη. Ὅρα πῶς τὴν τῶν ἀναγκαίων ἀφθονίαν αὐτῷ ἐπηύξατο, εἶτα τὴν ἀρχὴν τῶν ἐθνῶν, προμηνύων ἤδη τὴν μέλλουσαν αὐτῷ ἔσεσθαι εὐημερίαν, καὶ τῶν ἐξ αὐτοῦ τικτομένων τὴν ἐπίδοσιν. Καὶ προσκυνησάτωσάν σοι ἄρχοντες.

Οὐ μόνον τὴν τῶν ἐθνῶν ὑποταγὴν αὐτῷ ἐπεύχεται, ἀλλὰ καὶ τῶν ἀρχόντων. Καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου. Ὅρα πῶς ὑπηρετεῖται καὶ ἀγνοῶν ὁ δίκαιος τῇ τοῦ Θεοῦ γνώμῃ. Καὶ ἅπαντα ταῦτα διὰ τοῦτο ᾠκονομεῖτο, ἵνα οὗτος ὁ διὰ τὴν ἀρετὴν ἄξιος, αὐτὸς καρπώσηται τὴν εὐλογίαν. Καὶ προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. Υἱοὺς εἴωθεν ἡ Γραφὴ καλεῖν πᾶσαν τὴν συγγένειαν· ὡς καὶ ἐνταῦθα, τοὺς υἱοὺς τοῦ πατρός σου, ὡς ἂν εἴποι τις, τοὺς ἐκ τοῦ σπέρματος τοῦ Ἡσαῦ ἔσεσθαι μέλλοντας. Οὐδὲ γὰρ ἕτερον παῖδα ἔσχεν ὁ Ἰσαὰκ, ἀλλ᾽ ἢ τούτους μόνους. Ὁ καταρώμενός σε, ἐπικατάρατος· ὁ δὲ εὐλογῶν σε, εὐλογημένος. Ἰδοὺ ἡ κορωνὶς τῆς εὐλογίας, ἰδοὺ τὸ κεφάλαιον τῶν ἀγαθῶν ἁπάντων, τὸ εὐλογημένον εἶναι.

Εἶδες Θεοῦ φιλανθρωπίαν; Ὁ δεδοικὼς μὴ κατάραν ἐπισπάσηται ἀντὶ εὐλογίας, οὐ μόνον μετὰ τοσαύτης δαψιλείας τὰς εὐλογίας κομίζεται παρὰ τοῦ πατρὸς, ἀλλὰ καὶ ἐκείνοις ἀρᾶται τοῖς ἐπιχειροῦσιν αὐτὸν καταρᾶσθαι. Ἐντεῦθεν μανθάνωμεν ὅτι ἐπειδάν τις κατὰ τὰ τῷ Θεῷ δοκοῦντα τὰ καθ᾽ ἑαυτὸν οἰκονομεῖν βούληται, τοσαύτης ἀπολαύει τῆς ἄνωθεν συνεργείας, ὡς αὐτῆς τῶν πραγμάτων τῆς πείρας αἴσθησιν λαβεῖν Τίς γὰρ οὐκ ἂν ἐκπλαγείη καὶ θαυμάσειε τοῦ Θεοῦ τὴν ἄφατον οἰκονομίαν, ὅτι οὐ πρότερον ὁ Ἡσαῦ ἀπὸ τῆς θήρας παραγέγονε, μέχρις ὅτε πέρας ἔλαβεν ἡ τοῦ δράματος ὑπόθεσις, κἀκεῖνος δεξάμενος τὰς εὐλογίας παρὰ τοῦ πατρὸς ἀνεχώρησε; Τοῦτο γὰρ ἡμᾶς διδάξαι βουλόμενος ὁ μακάριος Μωϋσῆς ἐπήγαγε· Καὶ ἐγένετο μετὰ τὸ παύσασθαι τὸν Ἰσαὰκ εὐλογοῦντα Ἰακὼβ τὸν υἱὸν αὐτοῦ, καὶ ἐγένετο ὡς ἐξῆλθεν ἀπὸ προσώπου Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, καὶ ἰδοὺ Ἡσαῦ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας.

δʹ. Ὅρα πῶς μετὰ τὴν τούτου ἔξοδον ἐκεῖνος εὐθέως παρεγένετο, οὐχ ἁπλῶς οὐδὲ εἰκῆ, ἀλλ᾽ ἵνα ἀγνοῶν προσαγάγῃ καὶ αὐτὸς τὰ ἐδέσματα, καὶ παρὰ τοῦ πατρὸς μάθῃ ἅπασαν τοῦ πράγματος τὴν ὑπόθεσιν. Εἰ γὰρ ἔφθη καταλαβεῖν τὸν ἀδελφὸν, ἴσως ἂν αὐτὸν καὶ διεχειρίσατο ἡττώμενος ὑπὸ τοῦ θυμοῦ· ὁ γὰρ μετὰ ταῦτα τοῦτο βουλευσάμενος, πολλῷ μᾶλλον ἐν ἀκμῇ τοῦ πράγματος τοῦτο ἂν εἰργάσατο. Ἀλλ᾽ ἡ τοῦ Θεοῦ χεὶρ ἦν ἡ τὸν παῖδα διασώζουσα, καὶ τοῦτον μὲν ἄξιον τῆς εὐλογίας ἀπεργασαμένη, ἐκεῖνον δὲ ἀποστερήσασα καὶ τῆς εὐλογίας καὶ τῶν πρωτοτοκίων.

Παραγενόμενος δὲ, φησὶν, ἐποίησε καὶ αὐτὸς ἐδέσματα, καὶ προσήνεγκε τῷ πατρὶ αὐτοῦ, καὶ εἶπεν· Ἀναστήτω ὁ πατήρ μου, καὶ φαγέτω τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. Ὅρα μοι πάλιν τὸν δίκαιον ἐν θορύβῳ γενόμενον καὶ διαταραττόμενον τὸν λογισμόν. Ἀκούσας γὰρ, φησὶν, Εἶπε· Τίς εἶ σύ; Ὁ δὲ εἶπεν· Ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος Ἡσαῦ. Ὅρα πῶς μεγαλοφρονῶν ἐπὶ τῷ πράγματι, οὐκ ἠρκέσθη τῷ εἰπεῖν, Ἐγώ εἰμι Ἡσαῦ, ἀλλὰ προσέθηκεν, Ὁ πρωτότοκος.

Ἐξέστη δὲ Ἰσαὰκ ἔκστασιν μεγάλην σφόδρα, καὶ εἶπε· Τίς οὖν ὁ θηρεύσας μοι θήραν, καὶ εἰσενέγκας μοι, καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ σὲ ἐλθεῖν, καὶ εὐλόγησα αὐτὸν, καὶ εὐλογημένος ἔστω; Ὅρα πῶς καὶ εἰς ἀπορίαν γεγονὼς ὁ δίκαιος, καὶ διηγούμενος αὐτῷ τὸ συμβὰν, ὅμως προσέθηκε, καιρίαν ἐκείνῳ διδοὺς τὴν πληγὴν, τὸ, Καὶ εὐλόγηκα αὐτὸν, καὶ εὐλογημένος ἔστω. Τοῦτο δὲ ἐποίει ὁ δίκαιος τῆς τοῦ Θεοῦ σοφίας ὁδηγούσης αὐτοῦ τὴν γλῶτταν, ἵνα πάντα μετὰ ἀκριβείας ἐκεῖνος μαθὼν εἰδέναι ἔχῃ, ὡς οὐδὲν αὐτῷ πλέον ἔσται οὔτε ἀπὸ τῶν πρωτοτοκίων, οὔτε ἀπὸ τῆς θήρας. Ἀκούσας δὲ, φησὶν, Ἡσαῦ ἀνεβόησε φωνὴν μεγάλην σφόδρα καὶ πικράν. Τί ἐστι, Φωνὴν μεγάλην σφόδρα καὶ πικράν; Τὸν θυμὸν ᾐνίξατο διὰ τοῦ ῥήματος, καὶ τῆς ὀργῆς, ἧς ἐπλήσθη ταῦτα μαθὼν, τὴν ὑπερβολήν.

Καὶ εἶπεν, Εὐλόγησον δὴ κἀμὲ, πάτερ. Εἶπε δὲ αὐτῷ· Ἐλθὼν ὁ ἀδελφός σου μετὰ δόλου, ἔλαβε τὴν εὐλογίαν σου. Προλαβὼν, φησὶν, ὁ ἀδελφός σου τὴν εὐλογίαν πᾶσαν ἐπεσπάσατο μετὰ πολλῆς τῆς δαψιλείας. Καὶ ἵνα γνῷς, ὅτι ἡ ἄνωθεν χάρις ἦν ἡ τὸν δίκαιον ἀπατηθῆναι συνεργήσασα, ὅρα πῶς αὐτὸς τοῦτο ὁμολογεῖ λέγων, Ἐλθὼν ὁ ἀδελφός σου μετὰ δόλου, μονονουχὶ ἀπολογούμενος τῷ παιδὶ, καὶ διδάσκων αὐτὸν, ὅτι Ἀγνοῶν ἐπ᾽ ἐκεῖνον τὰς εὐλογίας ἐποιησάμην, καὶ ὅτι Εἰς σὲ ταύτας ἕτοιμος ἤμην ποιήσασθαι· ἀλλ᾽ ἐκεῖνος, Ἐλθὼν μετὰ δόλου, ἔλαβε τὴν εὐλογίαν σου· τὰ σοὶ παρασκευασθέντα ἐκεῖνος ἐδέξατο· οὐ παρὰ τὴν ἐμὴν δὲ αἰτίαν γέγονε. Καὶ εἶπε, φησὶν, Ἡσαῦ· Δικαίως ἐπεκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακώβ· ἐπτέρνικε γάρ με ἤδη δεύτερον τοῦτο· τά τε πρωτοτόκιά μου εἰλήφει, καὶ νῦν εἴληφε τὴν εὐλογίαν μου. Οὐ μάτην, φησὶ, τῆς προσηγορίας ταύτης ἠξιώθη· πτερνισμὸς γὰρ ἑρμηνεύεται τὸ ὄνομα αὐτοῦ, ὅπερ οὗτος εἰς ἐμὲ ἐπεδείξατο, καὶ τῶν πρωτοτοκίων ἀποστερήσας καὶ τῆς εὐλογίας.

Τί οὖν ὁ Ἡσαῦ πρὸς Ἰσαάκ; Οὐχ ὑπελίπου μοι εὐλογίαν, πάτερ; Ἀποκριθεὶς δὲ Ἰσαὰκ εἶπεν αὐτῷ· Μάνθανε, φησὶν, ὅτι πάσας εἰς αὐτὸν ἐξέχεα τὰς εὐλογίας, Εἰ κύριον αὐτὸν ἐποίησά σου. Ὅρα πῶς εὐθέως ἀπὸ τούτου ἄρχεται, καὶ οὐδὲν ἕτερον λέγει, ἀλλὰ τὴν δουλείαν αὐτῷ σημαίνει καὶ τὴν ὑποταγήν· καί φησιν, Εἰ κύριον αὐτὸν ἐποίησά σου, καὶ πάντας τοὺς ἀδελφοὺς αὐτοῦ οἰκέτας, σίτῳ καὶ οἴνῳ ἐστήριξα αὐτόν· σοὶ δὲ τί ποιήσω, τέκνον;

Οὐδὲν ἕτερον λοιπὸν ὑπολέλειπται· εἰ δεσπότην αὐτὸν ἐποίησά σου, καὶ πάντας αὐτοῦ οἰκέτας τοὺς ἀδελφοὺς, καὶ τῶν ἀναγκαίων αὐτῷ τὴν ἀφθονίαν ἐπηυξάμην, τί λοιπὸν ἕτερον λείπεται; Εἶπε δὲ Ἡσαῦ πρὸς τὸν πατέρα αὐτοῦ· Μὴ εὐλογία μία σοί ἐστι, πάτερ; Εὐλόγησον δὴ κἀμέ. Ἐπειδὴ ἤκουσε τοῦ πατρὸς εἰπόντος, Καὶ εὐλόγησα αὐτὸν, καὶ εὐλογημένος ἔσται, εἶτα καὶ τὴν εὐλογίαν αὐτῷ πᾶσαν δήλην ἐποίησε, τότε φησὶν, Εὐλόγησον δὴ κἀμὲ, πάτερ· μὴ γὰρ μία σοί ἐστιν εὐλογία; Μὴ γὰρ οὐχ ἱκανὸς σὺ κἀμὲ ἀξιῶσαι τῆς παρὰ σοῦ εὐλογίας, τὸν οὕτω παρὰ σοῦ ἀγαπώμενον, τὸν πρωτότοκον, τὸν διὰ τὴν θήραν παρὰ σοῦ ἀποσταλέντα; Συνέχεε διὰ τῶν ῥημάτων τὸν πατέρα. Κατανυχθέντος γὰρ, φησὶν, Ἰσαὰκ ἀνεβόησε φωνῇ Ἡσαῦ, καὶ ἔκλαυσεν. Εἶδε τὸν πατέρα ἐν ἀμηχανίᾳ ὑπάρχοντα, καὶ οὐ δυνάμενον, οὐδὲ ἀνεχόμενον ἀνατρέψαι τὰ ἤδη γεγονότα· καὶ ὁ μὲν τῇ βοῇ καὶ κλαυθμὸν προσέθηκεν, εἰς πλείονα συμπάθειαν ἀγαγεῖν τὸν πατέρα βουλόμενος. Οἰκτείρας δὲ αὐτὸν ὁ Ἰσαὰκ, εἶπεν αὐτῷ· Ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοίκησίς σου, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν, καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ, καὶ τῷ ἀδελφῷ σου δουλεύσεις· ἔσται δὲ ἡνίκα ἂν καθέλῃς καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου.

Ἐπειδὴ, φησὶ, καὶ αὐτὸς τῆς παρ᾽ ἐμοῦ εὐλογίας ἀπολαῦσαι ἐπιθυμεῖς, μάνθανε ὅτι οὐχ οἷόν τέ με ἐναντία τῇ τοῦ Θεοῦ γνώμῃ διαπράξασθαι· ἀλλὰ καὶ σοὶ μὲν ἐπεύχομαι τὴν ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἀπόλαυσιν· ἴσθι δὲ μέλλων πολεμικὸν ἀναδέξασθαι βίον· Ἐπὶ τῇ μαχαίρᾳ γάρ σου ζήσῃ, καὶ τῷ ἀδελφῷ σου δουλεύσεις.

εʹ. Ἀλλὰ μηδεὶς ἀκούων ταῦτα ξενιζέσθω, ὁρῶν μετὰ ταῦτα τὸν ἀδελφὸν ἀλήτην γενόμενον διὰ τὸν παρὰ τούτου φόβον, καὶ εἰς τὴν ἀλλοτρίαν ἐπειγόμενον, μηδὲ τοῖς προοιμίοις προσέχων, νομιζέτω διαπίπτειν τὴν πρόῤῥησιν. Ὅταν γὰρ ὁ Δεσπότης τι ὑπόσχηται, κἂν ἐναντία τῶν ὑποσχέσεων ἴδωμεν ἐν τοῖς προοιμίοις ἐκβαίνοντα, μὴ θορυβώμεθα· οὐ γὰρ οἷόν τέ ποτε μέχρι τέλους διαμαρτεῖν. Τοῦτο δὲ γίνεται, ἵνα λαμπρότεροι διὰ πάντων οἱ δίκαιοι δεικνύμενοι, τὴν περιουσίαν τῆς τοῦ Θεοῦ δυνάμεως κατάδηλον ἡμῖν ἅπασι γενέσθαι παρασκευάσωσι. Καὶ ἐφ᾽ ἑκάστου τῶν δικαίων τοῦτο εὑρήσεις, εἰ βουληθείης ἁπάσας μετὰ ἀκριβείας κατιδεῖν τὰς ἱστορίας, ὃ δὴ καὶ νῦν γεγένηται.

Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι νῦν εὐθέως φυγὰς ἐγίνετο, ἀλλὰ τὴν μετὰ ταῦτα περιφάνειαν λογίζου, καὶ ὅτι τοῦ χρόνου παραδραμόντος αὐτὸς οὗτος ὁ φοβερὸς αὐτῷ γεγονὼς τοσαύτην περὶ αὐτὸν ἐπιδείκνυται τὴν αἰδὼ, καὶ ὅτι εἰς τοσαύτην ἦλθε δόξαν μετὰ τὴν ἐπὶ τῆς ξένης ταλαιπωρίαν, ὡς καὶ τοὺς ἐξ αὐτοῦ τεχθέντας εἰς ἄπειρον πλῆθος ἐκταθῆναι, καὶ διὰ τῆς τούτου προσηγορίας ἅπαν τὸ ἔθνος χαρακτηρίζεσθαι.

Νυνὶ δὲ διδάσκουσα ἡμᾶς ἡ θεία Γραφὴ τοῦ ἀδελφοῦ τὸν θυμὸν, καὶ ὅτι πρὸς φόνον ἀπέβλεπε, φησί· Καὶ ἐνεκότει Ἡσαῦ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας, ἧς ηὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ. Καὶ ἵνα μάθωμεν, ὅτι οὐχ ἁπλῶς ὀργὴ ἦν πρόσκαιρος τοῦτο, διὰ τῆς λέξεως ἐσήμανεν ἡμῖν τῆς κακίας αὐτοῦ τὴν ὑπερβολήν. Ἐνεκότει γὰρ, φησὶν, ἀντὶ τοῦ, ἐνέκειτο, ἐπέμενεν, ὡς καὶ διὰ τῶν ῥημάτων τὴν ἐν τῷ βάθει κρυπτομένην γνώμην φανερὰν καταστῆσαι. Εἶπε γὰρ, φησὶν, ἐν τῇ διανοίᾳ· Ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου. Ὄντως ἄρα καὶ τῶν μαινομένων αὐτῶν οὐκ ἔλαττον ὁ θυμούμενος παραπαίει.

Σκόπει γὰρ, ὅπως καθάπερ τοὺς μαινομένους ὁ δαίμων ἐκεῖνος ἐπεισελθὼν ἔκφρονας ἐργάζεται, καὶ ἐναντία τοῖς ὁρωμένοις διαπράττεσθαι ἀναπείθει. Οὐ γὰρ ὁρῶσιν ὑγιῶς, οὔτε ἕτερόν τι διαπράττονται τῶν χρησίμων, ἀλλὰ καθάπερ τὰς αἰσθήσεις πεπηρωμένοι, καὶ τὸ διακριτικὸν διαφθείραντες, οὕτως ἅπαντα ἐργάζονται. Οὕτω καὶ οἱ θυμούμενοι, οὐ τοὺς παρόντας ἐπιγινώσκουσιν, οὐ συγγενείας μέμνηνται, οὐ φιλίας, οὐ συνηθείας, οὐκ ἀξιώματος, οὐκ ἄλλου τινὸς ἔννοιαν λαμβάνουσιν, ἀλλ᾽ ὅλοι ὑπὸ τοῦ θυμοῦ τυραννούμενοι κατὰ κρημνῶν φέρονται. Τί οὖν ἂν εἴη τῶν τοιούτων ἐλεεινότερον, ὅταν ἁλόντες ὑπὸ τοῦ πάθους, καὶ αἰχμάλωτοι γενόμενοι, καὶ πρὸς φόνον ἐπείγονται;

Διὰ τοῦτο ὁ μακάριος Παῦλος τὴν ῥίζαν ἀποσπάσαι βουλόμενος τοῦ κακοῦ, γράφων παρῄνει, οὕτω λέγων, Πᾶσα ὀργὴ καὶ θυμὸς καὶ κραυγὴ ἀρθήτω ἀφ᾽ ὑμῶν σὺν πάσῃ κακίᾳ. Οὐ μόνον, φησὶ, θυμοῦσθαι ὑμᾶς οὐ βούλομαι, οὐδὲ μὴ ὀργίζεσθαι, ἀλλὰ μηδὲ μετὰ κραυγῆς τοῖς πλησίον διαλέγεσθαι, κραυγὴν ἐνταῦθα λέγων, τὴν ὑπὸ τοῦ θυμοῦ γινομένην.

Ὅταν γὰρ τὸ πάθος ἔνδοθεν διεγείρηται, καὶ ἡ καρδία οἰδαίνῃ, οὐκ ἔτι λοιπὸν ἡ γλῶσσα ἠρέμα φθέγγεσθαι ἀνέχεται, ἀλλὰ τὴν διάθεσιν τῆς καρδίας ἐμφαίνουσα, μετὰ κραυγῆς τῷ πλησίον διαλέγεσθαι παρασκευάζει. Βουλόμενος οὖν ἐν γαλήνῃ διάγειν διηνεκεῖ τοὺς αὐτῷ πειθομένους ὁ μακάριος οὗτος, εἰπὼν, Πᾶσα ὀργὴ, ἔδειξε τί ἐστι Πᾶσα ὀργὴ, ἡ ἀφ᾽ οἵου δή ποτε πράγματος κινουμένη καὶ πᾶς θυμὸς καὶ πᾶσα κραυγὴ ἀρθήτω ἀφ᾽ ὑμῶν· εἶτα αὐτὴν τὴν ῥίζαν τῆς κακίας ξηρᾶναι βουλόμενος καὶ ἄκαρπον ἐργάσασθαι, φησὶ, Σὺν πάσῃ κακίᾳ. Ὁ γὰρ οὕτω διακείμενος διηνεκῶς ἐν λιμένι κάθηται, τῶν ἀπὸ τῆς γῆς κυμάτων ἀπηλλαγμένος, καὶ οὔτε χειμῶνα δέδοικεν, οὔτε ναυάγιον, ἀλλὰ καθάπερ ἐν γαλήνῃ πλέων ἢ ἐν εὐδίῳ λιμένι καθήμενος, οὕτως ἕλκει τὸν παρόντα βίον πάσης ταραχῆς ἐκτὸς ὢν, καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ τῶν ἀθανάτων καὶ ἀποῤῥήτων ἀγαθῶν τὴν ἀπόλαυσιν ἑαυτῷ διὰ πάντων προξενεῖ· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.