Καὶ στήσω, φησὶ, τὸν ὅρκον μου, ὃν ὤμοσα Ἀβραὰμ τῷ πατρί σου. Εἶτα διδάσκει αὐτὸν καὶ τίνα ἐστὶν ἃ ὑπέσχετο, καὶ περὶ τίνων αὐτῷ διεβεβαιώσατο. Καὶ πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ. Τοῦτο γὰρ καὶ τῷ πατριάρχῃ ἔλεγεν, ὅτι Τοσοῦτον ἔσται τὸ σπέρμα σου, ὡς καὶ τοῖς ἄστροις καὶ τῇ ἄμμῳ παρισωθῆναι. Καὶ δώσω, φησὶν, τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς. Διὰ τοῦτο δὲ τὰς ὑποσχέσεις τὰς εἰς ἐκεῖνον γεγενημένας εἰς σὲ πληρώσω, Ἀνθ᾽ ὧν ὑπήκουσεν Ἀβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξε τὰ προστάγματά μου, καὶ τὰ δικαιώματά μου, καὶ τὰ νόμιμά μου. Ὅρα Θεοῦ σοφίαν, ὅπως διεγείρει τοῦ δικαίου τὴν διάνοιαν, καὶ προθυμότερον ἐργάζεται, καὶ παρασκευάζει μιμητὴν τοῦτον τοῦ οἰκείου πατρὸς καταστῆναι. Εἰ γὰρ ἐκεῖνος, ἐπειδὴ, φησὶν, ὑπήκουσε τῆς ἐμῆς φωνῆς, ταύτης ἠξιώθη τῆς ὑποσχέσεως, καὶ διὰ τὴν ἐκείνου ἀρετὴν εἰς σὲ τὸν ἐξ αὐτοῦ τεχθέντα ταῦτα πληροῦν μέλλω· εἰ καὶ σὺ αὐτὸς ἐκείνου ζηλωτὴς κατασταίης, καὶ τὴν ἐκείνου ὁδὸν ἔλθοις, ἐννόησον, ὅσης ἀπολαύσεις τῆς παρ᾽ ἐμοῦ εὐνοίας, καὶ πόσης προνοίας ἀξιωθήσῃ. Ὁ γὰρ διὰ τὴν ἑτέρου ἀρετὴν μέλλων εὖ πάσχειν, εἰ καὶ αὐτὸς ἐνάρετος γένοιτο, πολλῷ πλείονος ἀξιωθήσεται κηδεμονίας.