Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Γένεσιν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλίες ΝΔ΄-ΝΖ΄: Η φυγή του Ιακώβ, το όραμα της κλίμακας και η υπηρεσία στον Λάβαν

Η φυγή του Ιακώβ προς τη Μεσοποταμία, το θείο όραμα στη Βαιθήλ, οι γάμοι του με τη Λεία και τη Ραχήλ και η εικοσαετής παραμονή του στον οίκο του Λάβαν.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 13 από 17

ΟΜΙΛΙΑ ΝΔʹ. Καλέσασα δὲ Ῥεβέκκα τὸν υἱὸν αὐτῆς τὸν νεώτερον, εἶπεν αὐτῷ. αʹ. Εἴδετε χθὲς καὶ τοῦ τελώνου τὴν πολλὴν εὐγνωμοσύνην, καὶ τοῦ Δεσπότου τὴν ἄφατον φιλανθρωπίαν, καὶ τῶν Ἰουδαίων τὴν ὑπερβάλλουσαν ἀναισθησίαν;

Εἴδετε πῶς ἅπαντας ἡμᾶς ἐπαίδευσεν ὁ μακάριος Ματθαῖος, δι᾽ ὧν οὕτω ταχέως ὑπήκουσε, δι᾽ ὧν τοσαύτην ἐπεδείξατο τὴν μεταβολὴν, ὅτι ἐν τῇ προαιρέσει κεῖται τῇ ἡμετέρᾳ, μετὰ τὴν ἄνωθεν χάριν, τὰ τῆς ἀρετῆς καὶ τῆς κακίας· καὶ ὅτι καὶ σπουδάσαντες δυνάμεθα γενέσθαι ἐνάρετοι, καὶ ῥᾳθυμήσαντες πάλιν εἰς τὸν τῆς ἁμαρτίας κρημνὸν καταφερόμεθα;

Τοῦτο γάρ ἐστιν ᾧ τῶν ἀλόγων διεστήκαμεν, τὸ λόγῳ τετιμῆσθαι ἡμᾶς παρὰ τοῦ φιλανθρώπου Θεοῦ, καὶ ἐν τῇ φύσει τῇ ἡμετέρᾳ ἐναποκεῖσθαι τὴν γνῶσιν τοῦ καλοῦ καὶ τοῦ πονηροῦ. Μηδεὶς τοίνυν προφασιζέσθω ὡς δι᾽ ἄγνοιαν ἀρετῆς ἀμελῶν, ἢ διὰ τὸ μὴ ἔχειν τὸν ὑποδεικνύντα τὴν ταύτης ὁδόν. Ἀρκοῦντα γὰρ ἔχομεν διδάσκαλον τὸ συνειδὸς, καὶ οὐχ οἷόν τέ τινα ἀπεστερῆσθαι τῆς ἐκεῖθεν βοηθείας. Καὶ γὰρ ἅμα τῇ πλάσει τοῦ ἀνθρώπου καὶ ἡ γνῶσις τῶν πρακτέων αὐτῷ ἐναπετέθη, ἵνα τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδειξάμενος, καθάπερ ἐν παλαίστρᾳ τινὶ, τῷ παρόντι βίῳ ἐγγυμνασάμενος πρὸς τοὺς τῆς ἀρετῆς πόνους, τὰ ὑπὲρ τῆς ἀρετῆς βραβεῖα κομίσηται, καὶ ἐν βραχεῖ χρόνῳ πονήσας, ἐν διηνεκεῖ τῷ αἰῶνι τῶν στεφάνων ἀξιωθείη, καὶ ἐν τῷ ἐπικήρῳ τούτῳ αἰῶνι τὴν ἀρετὴν ἑλόμενος, ἐν τοῖς ἀπείροις καὶ ἀϊδίοις αἰῶσι τῶν ἀθανάτων ἀγαθῶν ἀπολαύῃ.

Ὅπερ εἰδότες, ἀγαπητοὶ, μὴ προδῶμεν ἡμῶν τὴν εὐγένειαν, μὴ ἀγνώμονες περὶ τὴν τοσαύτην εὐεργεσίαν γενώμεθα, μηδὲ τὸ πρόσκαιρον τῆς δοκούσης ἡδονῆς μεταδιώξαντες, διηνεκῆ τὴν ὀδύνην ἑαυτοῖς κατασκευάσωμεν· ἀλλὰ τὸν ἀκοίμητον ὀφθαλμὸν τὸν τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενον διηνεκῶς προορώμενοι, οὕτως ἅπαντα τὰ καθ᾽ ἑαυτοὺς οἰκονομῶμεν, καὶ τοῖς ὅπλοις τοῦ Πνεύματος φραξάμενοι, καὶ τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδειξάμενοι, ἐπισπασώμεθα τὴν ἄνωθεν ῥοπὴν, ἵνα τῆς ἐκεῖθεν ἀπολαύοντες συμμαχίας, καὶ τοῦ ἐχθροῦ καὶ πολεμίου περιγενόμενοι, καὶ ἄκυρα αὐτοῦ καταστήσαντες τὰ μηχανήματα, τῶν ἀγαθῶν ἐκείνων ἀπολαῦσαι δυνηθῶμεν, ὧν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτὸν ὁ Κύριος. Μὴ τοίνυν πρὸς τὸν πόνον τις ὁράτω τῆς ἀρετῆς, ἀλλὰ τὸ ἐντεῦθεν κέρδος λογιζόμενος ἑτοίμως τοὺς ὑπὲρ ταύτης πόνους καταδεχέσθω.

Εἰ γὰρ οἱ περὶ τὰ βιωτικὰ στρεφόμενοι, καὶ περὶ τὴν τῶν χρημάτων συλλογὴν μεμηνότες, ἅπαντα προθύμως καταδέχονται, καὶ τοὺς κατὰ θάλατταν κινδύνους, καὶ τὰ ναυάγια, καὶ τὰς τῶν πειρατῶν ἐφόδους προορῶντες, οὐδὲ οὕτως ὀκνηρότεροι γίνονται, καὶ ταῦτα οὐδὲ θαῤῥεῖν περὶ τοῦ τέλους δυνάμενοι· ποίαν ἡμεῖς ἕξομεν ἀπολογίαν, τῶν ἀθανάτων ἐκείνων ἕνεκεν πρὸς τοὺς τῆς ἀρετῆς ἀγῶνας μὴ πάσῃ σπουδῇ καὶ προθυμίᾳ ἀποδυόμενοι; Τίνος ἕνεκεν οὕτως ἀγνώμονες περὶ τὸν εὐεργέτην γινόμεθα, καὶ οὔτε τὰ ἤδη δωρηθέντα λογιζόμεθα, οὔτε τὰ ἐπαγγελθέντα ἐννοοῦμεν, ἀλλὰ πάντων, ὡς εἰπεῖν, λήθην ποιησάμενοι, ἁπλῶς καὶ εἰκῆ βοσκημάτων δίκην βίον ἅπαντα παρατρέχομεν, τῆς μὲν ψυχῆς οὐδεμίαν ἐπιμέλειαν ποιούμενοι, τὴν δὲ γαστέρα μόνην διαῤῥηγνύντες, καὶ πολλὴν διὰ ταύτης τῷ ταλαιπώρῳ τούτῳ σώματι τὴν λύμην κατασκευάζοντες, καὶ τοῦτο μὲν διὰ τῆς ἀμετρίας, καὶ τῆς πολλῆς ἀδηφαγίας μυρία πράγματα κατασκευάζειν ἡμῖν παρασκευάζομεν, τὴν δὲ ψυχὴν λιμῷ τήκεσθαι συγχωροῦμεν; καίτοι ψυχὴ σώματος κυριώτερον, καὶ ἐκείνης ἀπειρηκυίας νεκρὸν τοῦτο καταλείπεται. Δέον οὖν κἀκείνῃ τὴν κατάλληλον καὶ ἁρμόττουσαν παρέχειν τροφὴν ἡμᾶς, ἑκατέροις λυμαινόμεθα, ἀμετρίαν καὶ ἐνταῦθα κἀκεῖ πολλὴν ἐπιδεικνύμενοι, καὶ τὸ μὲν ὑπὲρ τὴν χρείαν πιαίνοντες, τὴν δὲ ὑπὸ λιμοῦ διαφθείρεσθαι καταναγκάζοντες.

Καὶ ὅπερ ὁ τῶν ὅλων Δεσπότης ἐν τάξει μεγίστης ἀγανακτήσεως ἠπείλησέ ποτε τῷ τῶν Ἰουδαίων δήμῳ, λέγων, Δώσω ὑμῖν οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου, διδάσκων ἡμᾶς ὅτι ἐκεῖνος μὲν ὁ λιμὸς τὸ σῶμα κατατείνειν δύναται, οὗτος δὲ ὁ λιμὸς αὐτῆς καθικνεῖται τῆς ψυχῆς· τοῦτ᾽ αὐτὸ νῦν, ὅπερ ἀντὶ τιμωρίας ἐκείνοις ἐπάγειν τότε ἠπείλησεν ὁ Δεσπότης, ἡμεῖς ἑκόντες ἐπισπώμεθα, καὶ ταῦτα τοῦ Θεοῦ τοσαύτην περὶ ἡμᾶς κηδεμονίαν ἐπιδειξαμένου, καὶ οἰκονομήσαντος μετὰ τῆς ἀπὸ τῶν Γραφῶν ἀναγνώσεως, ἔχειν ἡμᾶς καὶ τὴν ἀπὸ τῶν διδασκάλων νουθεσίαν.

Δι᾽ ὃ παρακαλῶ τὴν ὑμετέραν ἀγάπην, πᾶσαν ῥᾳθυμίαν ἀποτινάξασθαι καὶ διεγερθῆναι μικρὸν, καὶ πᾶσαν τὴν σπουδὴν μεταθεῖναι ἐπὶ τὴν τῆς ψυχῆς σωτηρίαν. Οὕτω γὰρ ἂν καὶ τὴν παρὰ τοῦ Θεοῦ εὔνοιαν μετὰ δαψιλείας ἐπισπάσησθε, καὶ ἡμεῖς προθυμότερον τὴν πρὸς ὑμᾶς διδασκαλίαν ποιησώμεθα, ὁρῶντες εἰς ἔργον ἡμῶν ἐκβαίνουσαν τὴν συμβουλήν.

Ἐπεὶ καὶ γεωργὸς, ἐπειδὰν ἴδῃ τῆς γῆς τὴν ἐπιτηδειότητα πολλὴν παρέχουσαν αὐτῷ τῶν καρπῶν τὴν φορὰν, καὶ αὐτὸς μετὰ πλείονος τῆς σπουδῆς πρὸς τοὺς τῆς γεωργίας πόνους ἐπαποδύεται· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς ἂν θεασοίμεθα τὴν κατὰ Θεὸν ὑμῶν προκοπὴν, καὶ ὅτι τὰ παρ᾽ ἡμῶν λεγόμενα διὰ τῶν ἔργων ἐνδείκνυσθαι σπουδάζετε, πλείονα καὶ αὐτοὶ τὸν πόνον τὸν διδασκαλικὸν ἐπιδειξόμεθα· ἅτε εἰδότες ὅτι οὐ κατὰ πετρῶν σπείρομεν, ἀλλ᾽ εἰς λιπαρὰν καὶ βαθύγεων καταβάλλομεν τὰ σπέρματα.

βʹ. Διὰ γὰρ τοῦτο καθ᾽ ἑκάστην ἡμέραν τὴν πρὸς ὑμᾶς διδασκαλίαν ποιούμεθα, ἵνα καὶ ὑμεῖς κερδάναντές τι χρήσιμον ἐντεῦθεν ἀπέλθητε, καὶ τὰ τῆς ἀρετῆς ὑμῖν αὐξάνηται, καὶ ἡμεῖς ὁρῶντες ὑμῶν τὴν προκοπὴν εὐφραινώμεθα. Μὴ γὰρ ἁπλῶς καὶ εἰκῆ λέγειν βουλόμεθα, ὥστε τὸν παρ᾽ ὑμῶν ἔπαινον καρπώσασθαι, καὶ ἵνα κροτήσαντες ὑμεῖς ἀναχωρήσητε; Οὐ διὰ τοῦτο, μὴ γένοιτο, ἀλλὰ διὰ τὴν ὠφέλειαν τὴν ὑμετέραν.

Ἐμοὶ μέγιστος ἔπαινος καὶ ἀρκετὸς, εἴ τις ἀπὸ τῆς κακίας ἐπὶ τὴν ἀρετὴν μεταβάλλοιτο, εἴ τις πρὸ τούτου ῥᾴθυμος ὢν, σπουδαῖος ἐκ τῆς παρ᾽ ἡμῶν ὑπομνήσεως γένηται· τοῦτο καὶ ἐμοὶ μέγιστον φέρει τὸν ἔπαινον καὶ τὴν παραμυθίαν, καὶ ὑμῖν πολὺ τὸ κέρδος καὶ τὸν πλοῦτον τὸν πνευματικόν. Ἀλλὰ καὶ ὅτι μὲν πολλὴν ἐπιδείξεσθε τὴν σπουδὴν, οὐκ ἀμφιβάλλω· οἶδα γὰρ ὅτι θεοδίδακτοί ἐστε, δυνάμενοι καὶ ἄλλους νουθετεῖν. Διὰ τοῦτο ἐνταῦθα στήσας τὴν περὶ τούτου συμβουλὴν, τῆς συνήθους ἅψομαι διδασκαλίας ἐκ τῶν τοῦ μακαρίου Μωϋσέως ῥημάτων, μᾶλλον δὲ τῶν παρὰ τοῦ ἁγίου Πνεύματος δι᾽ αὐτοῦ ἡμῖν εἰρημένων, μικρά τινα εἰς τὸ μέσον προσθεὶς, ἐκεῖθεν ὑμῖν σήμερον τὴν ἑστίασιν παραθήσομαι. Ἠκούσατε πρώην ὅπως κατὰ τὴν συμβουλὴν τῆς Ῥεβέκκας ἅπαντα διαπραξάμενος ὁ Ἰακὼβ, τὴν παρὰ τοῦ πατρὸς εὐλογίαν ἐπεσπάσατο, τὴν ἐπαινετὴν ἐκείνην κλοπὴν ἐπιδειξάμενος, δι᾽ ὃ καὶ τῆς παρὰ τοῦ Θεοῦ συνεργίας ἀπήλαυσε, καὶ εἰς ἔργον ἐξῆλθεν αὐτῷ τὸ σπουδαζόμενον· ἀλλ᾽ ἐπειδὴ ἐντεῦθεν αὐτῷ πολὺς ὁ φθόνος ἐτίκτετο παρὰ τοῦ Ἡσαῦ, καὶ πρὸς φόνον λοιπὸν παρεσκευάζετο· τοιοῦτον γὰρ τουτὶ τὸ ὀλέθριον πάθος· οὐ πρότερον ἵσταται, μέχρις ἂν τὸν ὑπὸ τοῦ πάθους ἁλόντα κατὰ κρημνῶν ἐνεχθῆναι παρασκευάσῃ, καὶ πρὸς τὴν τοῦ φόνου παρανομίαν δραμεῖν. Ῥίζα γὰρ τοῦ φόνου ὁ φθόνος. Οὕτω καὶ ἐξ ἀρχῆς ἐπὶ τοῦ Κάϊν καὶ ἐπὶ τοῦ Ἄβελ γέγονεν.

Οὐδὲν γὰρ ἔχων οὐδὲ ἐκεῖνος, οὐ μικρὸν, οὐ μέγα ἐγκαλέσαι τῷ ἀδελφῷ, ἐπειδὴ εἶδεν εὐδοκιμοῦντα παρὰ τῷ Δεσπότῃ τῶν ὅλων ἀπὸ τῆς προσκομιδῆς τῶν δώρων, καὶ ἑαυτὸν ἀπόβλητον γεγενημένον διὰ τὴν οἰκείαν ῥᾳθυμίαν, εἰς φθόνον εὐθὺς διηγείρετο, καὶ τὴν ῥίζαν τοῦ φόνου τεκὼν ἐν τῇ διανοίᾳ, παραχρῆμα καὶ τὸν καρπὸν ἐκεῖνον τὸν ὀλέθριον ἐπεδείξατο, καὶ τὸν φόνον εἰς ἔργον ἤγαγεν.

Οὕτω δὴ καὶ νῦν ὁ Ἡσαῦ ἰδὼν τὸν ἀδελφὸν τὰς εὐλογίας παρὰ τοῦ πατρὸς δεξάμενον, καὶ ὑπὸ τοῦ θυμοῦ καὶ τῆς βασκανίας εἰς φόνον ἐξενεχθεὶς, ἐμελέτα τοῦ ἀδελφοῦ τὴν ἀναίρεσιν. Ἀλλ᾽ ἡ θαυμασία μήτηρ τοῦτο αἰσθομένη, πάλιν τὴν μητρικὴν φιλοστοργίαν περὶ τὸν παῖδα ἐπιδείκνυται καὶ συμβουλὴν εἰσάγει τὴν δυναμένην αὐτὸν ἐξαρπάσαι τῶν τοῦ ἀδελφοῦ χειρῶν. Καλέσασα γὰρ, φησὶ, τὸν υἱὸν αὐτῆς τὸν νεώτερον, εἶπεν αὐτῷ· Ἰδοὺ Ἡσαῦ ὁ ἀδελφός σου ἀπειλεῖ σοι ἀποκτεῖναί σε. Νῦν οὖν ἄκουσόν μου τῆς φωνῆς. Ἡ πεῖρά σε διδασκέτω, φησὶν, ὅτι τὰ λυσιτελῆ σοι συμβουλεύω, καὶ καθάπερ ἤδη τῆς ἐμῆς φωνῆς ἀκούσας, τὰς μεγάλας ἐκείνας εὐλογίας ἐπεσπάσω παρὰ τοῦ πατρὸς, οὕτω δὴ καὶ νῦν ἄκουσόν μου τῆς φωνῆς, ἵνα διαφυγεῖν δυνηθῇς τοῦ ἀδελφοῦ τὰς χεῖρας. Οὕτω γὰρ ἑαυτὸν ἐλευθερώσεις τῶν κινδύνων, κἀμὲ τοῦ πένθους. Εἰκὸς γὰρ ἐκεῖνον, εἰ τοῦτο τολμήσειε, δίκην ἀπαιτηθῆναι, καὶ πανταχόθεν ἐμοὶ τῆς ὀδύνης τὴν ἐπίτασιν αὔξεσθαι. Ἄκουσον οὖν μου τῆς φωνῆς, καὶ ἀναστὰς ἀπόδραθι πρὸς τὸν ἀδελφόν μου Λάβαν εἰς Χαῤῥὰν, καὶ οἴκησον μετ᾽ αὐτοῦ ἡμέρας τινὰς, ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου ἀπὸ σοῦ, καὶ ἐπιλάθηται ἃ πεποίηκας αὐτῷ· καὶ ἀποστείλασα μεταπέμψομαί σε ἐκεῖθεν, μήποτε ἀτεκνωθῶ ἐκ τῶν δύο ὑμῶν ἐν ἡμέρᾳ μιᾷ. Ἄπιθι, φησὶ, πρὸς τὸν ἀδελφόν μου Λάβαν, καὶ οἴκει ἐκεῖ μετ᾽ αὐτοῦ.

Εἰκὸς γὰρ καὶ τὸν χωρισμὸν καὶ τὸν ἐν μέσῳ χρόνον ἰσχῦσαί τι πλέον, καὶ παραμυθήσασθαι τὸ πάθος, καὶ τὴν βασκανίαν λωφῆσαι, καὶ λήθην αὐτῷ γενέσθαι τῶν ὑπὸ σοῦ γεγενημένων περὶ τὴν τῆς εὐλογίας κλοπήν. Καὶ ἐπιλάθηται, φησὶν, ἃ πεποίηκας αὐτῷ. Εἰκότως, φησὶν, ὀργίζεται· δι᾽ ὃ προσήκει ἐκκλῖναι αὐτοῦ τὴν ὁρμὴν, ὅπως ἀπὸ τοῦ χρόνου λήθης ἐγγενομένης αὐτῷ, μετὰ ἀσφαλείας λοιπὸν δυνηθῇς τὴν ἐνταῦθα οἴκησιν ποιήσασθαι. Καὶ ἵνα μὴ δυσχεράνῃ ὁ παῖς ἐπὶ τὴν ἀλλοτρίαν ἀπιέναι καταναγκαζόμενος, ὅρα πῶς παραμυθεῖται τοῦ νέου τὴν ψυχὴν, πρῶτον μὲν εἰποῦσα· Ἄπιθι πρὸς Λάβαν τὸν ἀδελφόν μου. Μὴ γὰρ πρὸς ξένον τινὰ, φησὶ, κατεπείγω σε ἀπελθεῖν; Πρὸς τὸν ἀδελφὸν τὸν ἐμὸν, καὶ οἴκει μετ᾽ αὐτοῦ ἡμέρας τινάς.

Βραχὺν, φησὶ, χρόνον, ὀλίγας ἡμέρας, ἕως τοῦ παύσασθαι τὴν ὀργήν. Νῦν γὰρ καὶ ἀκμάζει αὐτῷ, φησὶν, ὁ θυμὸς, καὶ οὔτε τοῦ πατρὸς αἰδώ τινα ποιεῖται, καθάπαξ τυραννούμενος ὑπὸ τοῦ πάθους, οὔτε τὴν ἀδελφικὴν στοργὴν ἐν διανοίᾳ λαμβάνει, ἀλλ᾽ ἑνὸς μόνου γίνεται, τοῦ τὸν θυμὸν ἀποπληρῶσαι. Καὶ ἀποστείλασα μεταπέμψομαί σε ταχέως, φησὶν, ἐκεῖθεν. Σὲ ἐπανάξω. Ἄπιθι τοίνυν θαῤῥῶν, ὅτι Ἀποστείλασα μεταπέμψομαί σε· περὶ γὰρ τοῦ παντός ἐστί μοι ὁ ἀγὼν, καὶ περὶ ἀμφοτέρων δέδοικα, μήποτε ἀποστερηθῶ ἀμφοτέρων. Ὅρα σύνεσιν μητρός· πῶς οἴκοθεν κινουμένη, μᾶλλον δὲ τῇ τοῦ Θεοῦ προῤῥήσει καὶ νῦν ὑπηρετουμένη, ἐκεῖνα συμβουλεύει τῷ παιδὶ, ἅπερ ὁ Χριστὸς παρῄνει τοῖς μαθηταῖς, συμβουλεύων μὴ ὁμόσε χωρεῖν τοῖς κινδύνοις, ἀλλὰ διὰ τῆς ἀναχωρήσεως παραμυθεῖσθαι τοῦ πάθους τὴν μανίαν. Τοῦτο τοίνυν καὶ αὕτη εἰσηγουμένη τῷ παιδὶ, πρότερον αὐτῷ συμβουλεύσασα καὶ παραθαῤῥύνασα αὐτοῦ τὸν λογισμὸν, ὥστε μὴ δυσχερᾶναι πρὸς τὸν χωρισμὸν, τότε λοιπὸν καὶ ἀφορμὴν εὔλογον τῇ ἀποδημίᾳ περιθεῖναι βούλεται, ὥστε μὴ προφανῶς δόξαι διὰ τὴν τοῦ ἀδελφοῦ βασκανίαν ἀναχωρεῖν, μηδὲ τὸν πατέρα γνῶναι τὴν ἀληθῆ τῆς ἀποδημίας αἰτίαν, μήτε τοῦ Ἡσαῦ τὴν κατὰ αὐτοῦ ἀγανάκτησιν.

Καὶ εἰσελθοῦσα, φησὶ, πρὸς τὸν Ἰσαὰκ ἡ Ῥεβέκκα εἶπε· Προσώχθισα τῇ ζωῇ μου διὰ τὰς θυγατέρας τῶν υἱῶν Χέτ. Εἰ λήψεται Ἰακὼβ γυναῖκα ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης, ἵνα τί μοι τὸ ζῇν; γʹ. Σκόπει πῶς εὐπρόσωπον εὗρε πρόφασιν. Ὅταν γὰρ ἡμῖν ἡ ἄνωθεν συμπράττῃ δεξιὰ, καὶ τὰ δυσχερῆ εὔκολα γίνεται, καὶ τὰ δύσκολα ῥᾴδια. Ἐπεὶ οὖν καὶ αὕτη εἶχε τὸν τῶν ὅλων Θεὸν συναινοῦντα αὐτῆς τῇ γνώμῃ, πάντα τὰ δυνάμενα συντελεῖν τῇ οἰκονομίᾳ τῇ μελλούσῃ, καὶ τοῦ παιδὸς τῇ σωτηρίᾳ, ὑπέβαλεν αὐτῆς τῇ διανοίᾳ. Προσώχθισα, φησὶν, τῇ ζωῇ διὰ τὰς θυγατέρας τῶν υἱῶν Χέτ. Εἰ λήψεται Ἰακὼβ γυναῖκα ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης, ἵνα τί μοι τὸ ζῇν; Ἐνταῦθα αἰνίττεσθαί μοι δοκεῖ τῶν γυναικῶν τοῦ Ἡσαῦ τὸ δύστροπον, καὶ ὅτι πολλῆς ἀηδίας αὐτοῖς ὑπόθεσις γεγόνασι. Καὶ γὰρ ἀνωτέρω διηγήσατο ἡμῖν ἡ θεία Γραφὴ, ὅτι ἔλαβεν ἀπὸ τῶν Χετταίων καὶ ἀπὸ τῶν Εὐαίων γυναῖκας ὁ Ἡσαῦ, Καὶ ἦσαν ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῇ Ῥεβέκκᾳ.

Τοῦτο οὖν αὐτὸ ὑπομνῆσαι αὐτὸν βουλομένη, μονονουχὶ ταῦτά φησι πρὸς αὐτόν· Οἶδας ὅπως μοι τὴν ζωὴν πικρὰν πεποιήκασιν αἱ γαμεταὶ τοῦ Ἡσαῦ, καὶ ὅπως διὰ τὴν τούτων μοχθηρίαν λοιπὸν πρὸς πάσας ἀπεχθῶς ἔχω τὰς θυγατέρας τῶν υἱῶν Χὲτ, καὶ ἅπαν τὸ ἔθνος δι᾽ ἐκείνας μεμίσηκα. Εἰ τοίνυν συμβαίη καὶ τὸν Ἰακὼβ ἐκ τούτων ἀγαγέσθαι γυναῖκα, ποία μοι λοιπὸν ἔσται σωτηρίας ἐλπίς; Ἵνα τί γάρ μοι τὸ ζῇν; Εἰ γὰρ ἐκείνας ἐνεγκεῖν οὐκ ἰσχύομεν, εἰ καὶ οὗτος φθάσει ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης λαβεῖν γυναῖκα, τὰ τῆς ζωῆς ἡμῖν οἴχεται. Ἀκούσας δὲ ταῦτα ὁ Ἰσαὰκ, καὶ εἰς ὑπόμνησιν ἐλθὼν τῆς ἐκείνων κακίας, Προσκαλεσάμενος τὸν Ἰακὼβ, εὐλόγησε, φησὶν, αὐτὸν, καὶ ἐνετείλατο αὐτῷ λέγων· Οὐ λήψῃ γυναῖκα ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων· ἀλλ᾽ ἀναστὰς πορεύου εἰς τὴν Μεσοποταμίαν, εἰς τὸν οἶκον τοῦ πατρὸς τῆς μητρός σου, καὶ λάβε σεαυτῷ ἐκεῖθεν γυναῖκα ἐκ τῶν θυγατέρων τοῦ ἀδελφοῦ τῆς μητρός σου. Καὶ οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ βουλόμενος προθυμότερον αὐτὸν ἐργάσασθαι περὶ τὴν ἀποδημίαν, καὶ τὰς παρ᾽ αὐτοῦ εὐλογίας πάλιν προτίθησι, καί φησιν· Ὁ Θεός μου εὐλογήσει σε, καὶ αὐξήσει σε, καὶ πληθυνεῖ σε, καὶ ἔσῃ εἰς συναγωγὰς ἐθνῶν, καὶ δώσει σοι τὴν εὐλογίαν Ἀβραὰμ τοῦ πατρός μου, σοὶ καὶ τῷ σπέρματί σου μετὰ σὲ, κληρονομῆσαι τὴν γῆν τῆς παροικήσεώς σου, ἣν ἔδωκεν ὁ Θεὸς τῷ Ἀβραάμ.

Ὅρα τὸν δίκαιον τοῦτον, ὅπως προαναφωνεῖ αὐτῷ ἅπαντα, καὶ ἱκανὰ αὐτῷ ἐφόδια πρὸς παραμυθίαν δίδωσι, προμηνύων αὐτῷ καὶ τὴν ἐπάνοδον καὶ τῆς γῆς τὴν κληρονομίαν, καὶ ὅτι οὐ μόνον εἰς πλῆθος ἐπιδώσει, ἀλλὰ καὶ συναγωγὰς ἐθνῶν ἐκ τοῦ σπέρματος αὐτοῦ ἐξελεύσεσθαι. Ταῦτα ἀκούσας ὁ παῖς ἐπλήρου τὰ δόξαντα τῷ πατρὶ, καὶ ἐπορεύετο εἰς τὴν Μεσοποταμίαν πρὸς Λάβαν τὸν τῆς μητρὸς ἀδελφόν.

Ἀλλὰ πάλιν ὁ Ἡσαῦ τοῦτο μαθὼν, καὶ ὅτι εὐλογηθεὶς παρὰ τοῦ πατρὸς ὁ Ἰακὼβ ἐντολὰς ἔλαβε, μὴ λαβεῖν γυναῖκα ἐκ τῶν θυγατέρων τῶν Χαναναίων, ἀλλ᾽ ὥρμησεν εἰς τὴν Μεσοποταμίαν, ὥσπερ διορθῶσαι βουλόμενος τὸ οἰκεῖον πταῖσμα, καὶ ἐξευμενίσασθαι τὸν πατέρα, Προσθεὶς, φησὶν, ἔλαβε γυναῖκα πρὸς ταῖς γυναιξὶν αὐτοῦ, θυγατέρα Ἰσμαὴλ τοῦ υἱοῦ Ἀβραάμ. Εἶδες, ἀγαπητὲ, μεθ᾽ ὅσης συνέσεως ἡ φιλόστοργος αὕτη μήτηρ ἐξήρπασε τῶν κινδύνων τὸν Ἰακὼβ πρέπον σχῆμα ἐπιθεῖσα τῇ ἀποδημίᾳ, καὶ οὔτε τοῦ Ἡσαῦ τὴν κακίαν ἐξέφηνεν, οὔτε τῷ πατρὶ τὴν αἰτίαν δήλην ἐποίησεν, ἀλλὰ καὶ πρὸς τὸν παῖδα κατάλληλον ἐποιήσατο τὴν συμβουλὴν, ἵνα προτρέψασθαι δυνηθῇ διὰ τοῦ φόβου καταδέξασθαι τὰ παρ᾽ αὐτῆς λεγόμενα, καὶ τῷ πατρὶ ἁρμόζουσαν γνώμην εἰσηγήσατο; Ὅθεν καὶ ἐπιδραμὼν ὁ δίκαιος τοῖς ῥηθεῖσι παρ᾽ αὐτῆς, ἐφοδιάσας ταῖς παρ᾽ ἑαυτοῦ εὐλογίαις τὸν Ἰακὼβ ἐξέπεμψεν.

Ἀλλ᾽ εἰ δοκεῖ, καὶ μὴ ἀπεκάμετε ἴδωμεν ὅπως τὴν ἀποδημίαν ποιεῖται ὁ Ἰακώβ. Οὐ μικρὰ γὰρ καὶ ἐντεῦθεν καρπώσασθαι δυνησόμεθα, ἐὰν προσέχωμεν. Καὶ γὰρ φιλοσοφίας ἁπάσης διδασκαλίαν περιέχει τῶν δικαίων ἡ διαγωγή. Ὅρα γοῦν ἐνταῦθα τὸν νέον τοῦτον, τὸν ἐπὶ τῆς οἰκίας τραφέντα, τὸν οὐχ ὁδοιπορίας πεῖραν εἰληφότα ποτὲ, οὐ τῆς ἐν ξένῃ διατριβῆς, οὐχ ἑτέρας τινὸς κακουχίας, ὅπως ἅπτεται τῆς ὁδοιπορίας, καὶ μάνθανε τῆς φιλοσοφίας τὴν ὑπερβολήν.

Ἐξῆλθε, φησὶν, Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥὰν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλὴν αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ. Εἶδες ἄφατον φιλοσοφίαν; εἶδες πῶς οἱ παλαιοὶ τὰς ὁδοιπορίας ἐποιοῦντο; Ἀνὴρ ἐν οἰκίᾳ τραφεὶς (πάλιν γὰρ τὰ αὐτὰ ἐρῶ), τοσαύτης ἀπολαύσας θεραπείας (Ἄπλαστος γὰρ, φησὶν, οἰκῶν οἰκίαν), ἀποδημεῖν μέλλων οὐχ ὑποζυγίων ἐδεήθη, οὐκ ἀκολούθων, οὐκ ἐφοδίων· ἀλλ᾽ ἀποστολικὸν ἤδη μιμούμενος τρόπον, οὕτως ἥπτετο τῆς ὁδοῦ. Καὶ ἐπειδὴ ὁ ἥλιος, φησὶν, ἦν πρὸς δυσμὰς, ἔνθα κατελήφθη, ἐκεῖ ἐκάθευδε. Λαβὼν, φησὶ, λίθον ἔθηκε πρὸς κεφαλὴν αὐτοῦ. Ὅρα τοῦ παιδὸς τὴν ἀνδρείαν· τῷ λίθῳ ἀντὶ προσκεφαλαίου ἐχρήσατο, καὶ ἐπὶ τοῦ ἐδάφους ἐκάθευδε. Διὰ τοῦτο, ἐπειδὴ φιλόσοφον εἶχε ψυχὴν, καὶ φρόνημα ἀνδρεῖον, καὶ πάσης φαντασίας βιωτικῆς ἀπήλλακτο, καὶ τῆς ὄψεως ἐκείνης ἠξιώθη τῆς θαυμαστῆς. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος· ἐπειδὰν ἴδῃ ψυχὴν εὐγνώμονα, καὶ τῶν παρόντων οὐ πολὺν ποιουμένην λόγον, πολλὴν περὶ αὐτὴν τὴν οἰκείαν ἐπιδείκνυται πρόνοιαν.

δʹ. Ὅρα τοίνυν τὸν δίκαιον τοῦτον ἐπὶ τοῦ ἐδάφους κείμενον, καὶ ὀπτασίαν ὁρῶντα, μᾶλλον δὲ τῆς τοῦ Θεοῦ ὀπτασίας ἀξιούμενον. Ἐνυπνιάσθη γὰρ, φησὶ, καὶ ἰδοὺ κλῖμαξ ἦν ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανὸν, καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾽ αὐτῆς.

Ὁ δὲ Κύριος ἐστήρικτο ἐπ᾽ αὐτῆς, καὶ εἶπεν· Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ· μὴ φοβοῦ. Θέα μοι ἐνταῦθα τοῦ φιλανθρώπου Θεοῦ τὴν ὑπερβάλλουσαν κηδεμονίαν. Ἐπειδὴ γὰρ ἑώρα κατὰ τὴν συμβουλὴν τῆς μητρὸς διὰ τὸν τοῦ ἀδελφοῦ φόβον τὴν ἀποδημίαν καταδεξάμενον, καὶ καθάπερ ἀλήτην τινὰ οὕτω τὴν ὁδὸν ποιούμενον, καὶ οὐδαμόθεν οὐδεμίαν ἔχοντα παραμυθίαν, ἀλλὰ τὸ πᾶν ἐπὶ τὴν ἄνωθεν συμμαχίαν ἐπιῤῥίψαντα, εὐθὺς ἐν προοιμίοις τῆς ὁδοῦ νευρῶσαι αὐτοῦ τὴν προθυμίαν βουλόμενος ἐπιφαίνεται αὐτῷ, καί φησιν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ τοῦ πατρός σου. Καὶ τὸν πατριάρχην καὶ τὸν πατέρα τὸν σὸν εἰς τοσαύτην αὐξηθῆναι περιφάνειαν πεποίηκα· μὴ τοίνυν φοβοῦ, ἀλλὰ πίστευε ὅτι ἐγὼ, ὁ ἐκείνοις τὰς ὑποσχέσεις πληρώσας, καὶ σὲ τῆς ἐμῆς ἀξιώσω προνοίας.

Μὴ οὖν φοβοῦ, ἀλλὰ θάρσει, καὶ πᾶσαν δειλίαν ἀπωσάμενος πίστευε τοῖς παρ᾽ ἐμοῦ σοι λεγομένοις. Καὶ γὰρ τὴν γῆν, ἐφ᾽ ᾗ σὺ καθεύδεις, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου, καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς θαλάσσης. Μὴ νομίσῃς, φησὶν, ἐπειδὴ ἐπὶ τῆς ἀλλοτρίας νῦν πορεύῃ, ἀπεστερῆσθαι τῆς γῆς ταύτης, ἔνθα ἐτέχθης, ἔνθα ἐτράφης, ἔνθα ηὐξήθης. Καὶ γὰρ σοὶ αὐτὴν παρέξω, καὶ τῷ σπέρματί σου, ὅπερ ὡς τὴν ἄμμον τῆς θαλάσσης αὐξηθῆναι παρασκευάσω, Καὶ πλατυνθήσεται πρὸς θάλασσαν, καὶ λίβα, καὶ βοῤῥᾶν, καὶ ἀνατολάς· ἀντὶ τοῦ, πανταχοῦ ἐκταθήσεται· Καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου.

Ὅρα πῶς ἤδη πάντα αὐτῷ τὰ μετὰ πολὺν ἐσόμενα χρόνον μηνύει. Οὕτω γὰρ ἔθος τῷ τῶν ὅλων Δεσπότῃ ἐφ᾽ ἑκάστου τῶν δικαίων τοῦτο ποιεῖν· ὑπισχνεῖσθαι μὲν, μὴ παραχρῆμα δὲ τὰς ὑποσχέσεις εἰς ἔργον ἄγειν, ἀλλὰ γυμνάζειν τῶν δικαίων τὴν ὑπακοὴν καὶ τὴν πολλὴν ὑπομονὴν, καὶ οὕτω μετὰ πολλῆς τῆς δαψιλείας πληροῦν τὰ ἐπαγγελθέντα. Εἶτα ἐπειδὴ ὑπέσχετο αὐτῷ τὰ μέλλοντα μετὰ ταῦτα γενήσεσθαι, ἐδεῖτο δὲ ὁ δίκαιος οὐ τῆς τυχούσης παρακλήσεως καὶ ἐν τοῖς αὐτῷ μάλιστα προκειμένοις· ὅρα τὸν ἀγαθὸν Δεσπότην, πῶς καὶ τὰ μέλλοντα ὑπισχνεῖται, καὶ δι᾽ ὧν νῦν πρὸς αὐτὸν ἐπιδείκνυται, περὶ ἐκείνων θαῤῥεῖν παρασκευάζει. Μὴ γὰρ δὴ νομίσῃς, φησὶν, ὅτι ταῦτα μόνα σοι ὑπισχνοῦμαι, ἀλλὰ καὶ νῦν Μετὰ σοῦ εἰμι διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς. Μὴ τοίνυν νομίσῃς μόνος τὴν ὁδοιπορίαν ποιεῖσθαι· ἐμὲ ἕξεις συνοδοιπόρον, ἐμὲ ἕξεις φύλακα ἐν πάσῃ ὁδῷ, πάντα σοι τὰ δυσχερῆ ἐξευμαρίζοντα, καὶ τὰ δύσκολα εὔκολα κατασκευάζοντα. Εἶτα ἐπιτείνων αὐτῷ τὴν παραμυθίαν, ἤδη προμηνύει αὐτῷ καὶ τὴν εἰς τὰ οἰκεῖα ἐπάνοδον.

Καὶ ἀποστρέψω σε, φησὶν, εἰς τὴν γῆν ταύτην. Μὴ δείσῃς ὡς ἐπὶ τῆς ἀλλοτρίας λοιπὸν διάξων. Καὶ γὰρ ἐπανάξω σε εἰς ταύτην τὴν γῆν, καὶ οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι. Οὐ περιόψομαί σε, φησὶν, ἀλλὰ ταῦτα πάντα, ἅπερ ὑπεσχόμην, εἰς ἔργον ἐλθεῖν παρασκευάσω. Πῶς ἄν τις κατ᾽ ἀξίαν ἐκπλαγείη τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ τὴν ὑπερβάλλουσαν συγκατάβασιν; Ὅρα πόσον ὄγκον ὑποσχέσεων ἐποιήσατο πρὸς τὸν δίκαιον, καὶ ὅπως αὐτοῦ τὸ φρόνημα διανέστησε. Καὶ ἐπειδὰν θαυμάσῃς τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ἐννόει καὶ τοῦ δικαίου τούτου τὴν εὐγνωμοσύνην, καὶ ὅτι μετὰ τοσαύτας ὑποσχέσεις εἴκοσιν ἐτῶν ἀριθμὸν ταλαιπωρηθεὶς παρὰ τῷ Λάβαν, οὐκ ἐδυσχέρανεν, οὐκ ἐνάρκησε πρὸς τὸ μῆκος τοῦ χρόνου· ἀλλὰ πάντα γενναίως ἔφερεν, ἀναμένων τῶν ὑποσχέσεων τὸ τέλος, καὶ εἰδὼς ὡς οὐχ οἷόν τε τὰ παρὰ τοῦ Θεοῦ ῥηθέντα διαπεσεῖν, καὶ μάλιστα ἐπειδὰν ἡμεῖς τὰ παρ᾽ ἑαυτῶν εἰσενεγκεῖν σπουδάζωμεν, τὴν πίστιν, τὴν ὑπομονὴν, τὸ τοῖς μήπω γεγονόσιν, ἐπειδὰν ὁ Δεσπότης ὑπόσχηται, ὡς ἤδη εἰς ἔργον ἐξελθοῦσι θαῤῥεῖν. Τοῦτο γὰρ ἀληθῶς πίστις, τὸ μὴ τοῖς ὁρωμένοις προσέχειν, κἂν ἐναντία ᾖ τὰ γινόμενα τῇ ὑποσχέσει, ἀλλὰ θαῤῥεῖν τῇ δυνάμει τοῦ ἐπαγγειλαμένου. Τέως δὲ ἴδωμεν τοῦ δικαίου τούτου τὴν εὐγνωμοσύνην.

Καὶ ἐξηγέρθη, φησὶν, Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν, ὅτι Ἐστὶ Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη, καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος. Οὐκ ἔστι τοῦτο, ἀλλ᾽ ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ. Καταπλαγεὶς, φησὶν, ὁ δίκαιος, τὴν πολλὴν τοῦ Θεοῦ φιλανθρωπίαν ἐφοβήθη, καὶ εἶπεν· Οὐκ ἔστι τοῦτο ἀλλ᾽ ἢ οἶκος τοῦ Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ. Οὗτος ὁ τόπος λοιπὸν ἐμοὶ οἶκος τοῦ Θεοῦ νενόμισται. Τοσαύτης οὖν ἐπιφανείας ἀξιωθεὶς, καὶ αὐτὴν, ὡς εἰπεῖν, τὴν πύλην τοῦ οὐρανοῦ θεασάμενος, δίκαιος ἂν εἴην τὴν ὀφειλομένην εὐχαριστίαν ἀνενεγκεῖν ἐνταῦθα τῷ Δεσπότῃ.

Καὶ ἀνέστη Ἰακὼβ, καὶ ἔλαβε τὸν λίθον, ὃν εἶχε πρὸς κεφαλὴν αὐτοῦ, καὶ ἔστησεν αὐτὸν στήλην, καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς. Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Οἶκος Θεοῦ. Ἕτερον γὰρ ἦν ὄνομα τῷ τόπῳ τὸ πρότερον. Ἐπειδὴ μεγάλων ἠξιώθη διὰ τῆς ὀπτασίας, τῇ προσηγορίᾳ τὴν μνήμην ἐναποτίθεσθαι βούλεται τῷ τόπῳ, καὶ ἐπίσημον εἰς τὸ ἑξῆς ἐργάσασθαι.

Καὶ τὸν λίθον ἀντὶ τῆς στήλης στήσας, καὶ τὸ ἔλαιον ἐπιχέας (τοῦτο γὰρ αὐτὸν μόνον εἰκὸς ἐπιφέρεσθαι, ἅτε οὕτως ὁδοιποροῦντα), εὐχὴν προσάγει τῷ φιλανθρώπῳ Θεῷ πάσης γέμουσαν φιλοσοφίας. εʹ. Καὶ εἰ βούλεσθε, καὶ αὐτῶν ἐπακούσωμεν τῶν ῥημάτων. Ηὔξατο γὰρ, φησὶν, εὐχὴν, λέγων· Ἐὰν ᾖ Κύριος ὁ Θεὸς μετ᾽ ἐμοῦ, καὶ φυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ, ᾗ ἐγὼ πορεύομαι. Ἐπειδὴ εἶπεν, ὅτι Ἐγώ εἰμι μετὰ σοῦ, καὶ διαφυλάξω σε ἐν τῇ ὁδῷ, ᾗ ἐὰν πορεύῃ· διὰ τοῦτο καὶ αὐτός φησιν· Εἰ ἐκεῖνά μοι ὑπάρξει, ἅπερ μοι ὑπέσχου. Εἶτα καὶ αἴτησιν οἴκοθεν προσφέρει, λέγων, Ἐὰν δῷ μοι Κύριος ἄρτον καὶ ἱμάτιον περιβαλέσθαι. Οὐ πλοῦτον, οὐ περιουσίαν τινὰ ᾔτησεν, ἀλλ᾽ ἄρτον καὶ ἱμάτιον, τὸ μὲν εἰς τὴν τοῦ σώματος περιβολὴν, τὸ δὲ εἰς τροφὴν τῆς χρείας. Σκόπει πῶς ἀποστολικὸν χαρακτῆρα διὰ τῆς αἰτήσεως ἡμῖν ᾐνίξατο· οὕτω πολλῆς ἔγεμε τῆς φιλοσοφίας τοῦ δικαίου τὸ φρόνημα. Ὅπερ γὰρ ὁ Χριστὸς ἔλεγε, Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἀργύριον, μηδὲ δύο χιτῶνας, τοῦτο οὗτος οὐδέπω παρ᾽ οὐδενὸς διδαχθεὶς, ἀλλ᾽ οἴκοθεν καὶ ἐκ τοῦ ἐγκειμένου τῇ φύσει τῇ ἡμετέρᾳ διδασκάλου ταῦτα μαθὼν, ἐπεζήτει παρὰ τοῦ Δεσπότου αὐτῷ παρασχεθῆναι, ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι.

Ἐὰν ταῦτά μοι, φησὶν, ὑπάρξῃ ἐπὶ τῆς ἀλλοτρίας, Καὶ ἀποστρέψῃ με μετὰ σωτηρίας εἰς τὸν οἶκον τοῦ πατρός μου, καθάπερ ὑπέσχετο· Καὶ ἔσται Κύριος ἐμοὶ εἰς Θεὸν, καὶ ὁ λίθος οὗτος, ὃν ἔστησα στήλην, ἔσται μοι οἶκος Θεοῦ· καὶ πάντων ὧν ἄν μοι δῷς, δεκάτην ἀποδεκατώσω αὐτά σοι. Ὅρα τοῦ δικαίου τὴν εὐγνωμοσύνην. Τὴν αἴτησιν μὲν αἰτούμενος, οὐδὲν πολυτελὲς αἰτῆσαι κατεδέξατο, ἀλλ᾽ ἄρτον καὶ ἱμάτιον· ὑπισχνούμενος δὲ τὰ παρ᾽ ἑαυτοῦ τῷ Δεσπότῃ, εἰδὼς αὐτοῦ τὸ φιλότιμον ἐν ταῖς δωρεαῖς, καὶ ὅτι ὑπερβαίνει ταῖς ἀντιδόσεσι τὰς ἐννοίας τὰς ἡμετέρας, φησί· Καὶ τὴν στήλην ταύτην εἰς οἶκον Θεοῦ ἕξω, καὶ πάντων τῶν παρὰ σοῦ μοι χορηγουμένων τὰς δεκάτας ἀποδεκατώσω. Εἶδες γνώμην φιλόθεον;

Οὔπω οὐδὲν ἔλαβε, καὶ ὑπισχνεῖται τῶν μελλόντων αὐτῷ δίδοσθαι τὰς δεκάτας τῷ Θεῷ προσοίσειν. Μὴ ἁπλῶς, ἀγαπητοὶ, παρατρέχωμεν τὰ εἰρημένα, ἀλλὰ ζηλώσωμεν ἅπαντες τοῦτον τὸν δίκαιον, οἱ ἐν τῇ χάριτι τὸν πρὸ τοῦ νόμου, καὶ μηδὲν βιωτικὸν αἰτῶμεν παρὰ τοῦ Δεσπότου. Οὐδὲ γὰρ περιμένει τὴν παρ᾽ ἡμῶν ὑπόμνησιν, ἀλλὰ κἂν μὴ αἰτῶμεν, ἡμῖν τὰ πρὸς τὴν χρείαν δωρεῖται. Ἀνατέλλει γὰρ τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Καὶ πειθώμεθα αὐτῷ παραινοῦντι καὶ λέγοντι· Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.

Ὁρᾷς ὅτι αὐτὸς ἐκεῖνα ἡμῖν ἡτοίμασε παρασχεῖν, καὶ ταῦτα ἐν προσθήκης μέρει δοῦναι ἐπαγγέλλεται; Μὴ τοίνυν ἅπερ ἐν προσθήκης μέρει λαμβάνειν μέλλεις, ταῦτα ὡς προηγούμενα αἴτει, μηδὲ ἀντιστρέψωμεν τὴν τάξιν, ἀλλὰ ζητῶμεν ἐκεῖνα, καθὼς ἐπέταξεν, ἵνα κἀκείνων καὶ τούτων ἐν ἀπολαύσει γενώμεθα.

Διὰ γὰρ τοῦτο καὶ ἐν τοῖς τῆς εὐχῆς ῥήμασιν ὅρους ἡμῖν καὶ κανόνας τιθεὶς, μέχρι τίνος δεῖ τὴν περὶ τῶν βιωτικῶν αἴτησιν ποιεῖσθαι, τὰ ῥήματα ἐκεῖνα λέγειν ἡμᾶς ἐκέλευσε, τὰ πάσης φιλοσοφίας γέμοντα, Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, ἀντὶ τοῦ, τὴν τῆς ἡμέρας τροφήν· ὅπερ ὁ δίκαιος οὗτος, οὐδὲν τούτων ἀκηκοὼς, ηὔχετο λέγων· Ἐὰν δῷ μοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέσθαι.

Μὴ τοίνυν ἕτερόν τι τῶν βιωτικῶν αἰτῶμεν παρ᾽ αὐτοῦ. Ἀνάξιον γὰρ σφόδρα παρὰ τοῦ οὕτω φιλοτίμου καὶ τοσαύτην δυνάμεως περιουσίαν κεκτημένου ταῦτα αἰτεῖν, ἃ τῷ παρόντι συγκαταλύεται βίῳ, καὶ πολλὴν ἔχει τὴν μεταβολὴν καὶ τὴν μετάπτωσιν· τοιαῦτα γὰρ ἅπαντα τὰ ἀνθρώπινα, κἂν πλοῦτον εἴπῃς, κἂν δυναστείαν, κἂν δόξαν ἀνθρωπίνην· ἀλλ᾽ αἰτῶμεν τὰ ἀεὶ μένοντα, τὰ διαρκῆ, καὶ μεταβολὴν οὐκ ἐπιστάμενα. Καὶ εἰδότες τοῦ ἡμετέρου Δεσπότου τὴν ἀγαθότητα, μηδένα ποιώμεθα λόγον τῶν παρόντων, ἀλλὰ πᾶσαν ἡμῶν τὴν σπουδὴν εἰς τὸν τῶν ἐπουρανίων πόθον μεταστήσωμεν. Εἰ γὰρ Τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, πολλῷ μᾶλλον τοὺς ἀπεχομένους τῆς πονηρίας καὶ τὴν ἀδικίαν φεύγοντας οὐ περιόψεται, ἀλλὰ πολλῆς ἀξιώσει τῆς προνοίας, καὶ τὴν ἑαυτοῦ κηδεμονίαν ἐν ἅπασι παρέξει. Ὅπερ εἰδότες, ἀγαπητοὶ, μὴ ἀπιστῶμεν ταῖς τοῦ Θεοῦ ὑποσχέσεσι, μηδὲ ἐναντία ὧν ἐκέλευσε διαπραττώμεθα. Τὰ γὰρ νῦν παρ᾽ ἡμῶν γινόμενα οὐδὲν ἀπιστούντων διενήνοχεν.

Ὅταν γὰρ αὐτὸς μὲν ἐπαγγέλληται τὰ μέλλοντα, ἡμεῖς δὲ μὴ βουλώμεθα θαῤῥεῖν ἐκείνοις, ἀλλὰ τοῖς παροῦσιν ὦμεν προσηλωμένοι, ποῖον ἕτερον δεῖγμα ἀπιστίας λοιπόν τις ἐπιζητήσειε, τῶν πραγμάτων αὐτῶν λαμπρὰν ἀφιέντων φωνήν; Καὶ πάλιν, αὐτοῦ κελεύοντος μηδὲν ζητεῖν παρ᾽ αὐτοῦ τῶν ἐπικήρων τούτων καὶ βιωτικῶν, ἀλλ᾽ ἐκείνων μᾶλλον, ἡμεῖς ἀπ᾽ ἐναντίας αὐτῷ ἐρχόμενοι, ἅπερ εἶπε μὴ ζητεῖν, ἐκεῖνα ζητοῦμεν, καὶ ἅπερ εἶπε ζητεῖν, ἐκεῖνα οὐ ζητοῦμεν. Καὶ ταῦτα διαπραττόμενοι, καὶ οὕτω ῥᾳθύμως τὰ καθ᾽ ἑαυτοὺς διοικοῦντες, καὶ παροργίζοντες τὸν ἥμερον καὶ προσηνῆ Δεσπότην, ὥσπερ ἐπιλαθόμενοι τῶν παρ᾽ ἡμῶν γινομένων, τὴν αἰτίαν ζητοῦμεν τῆς καθ᾽ ἡμῶν ἀγανακτήσεως, καὶ τίνος ἕνεκεν ἡμᾶς πολλάκις περιορᾷ ποικίλοις πειρασμοῖς περιπίπτοντας, καὶ οὐκ ἐννοοῦμεν τὸ μέγεθος τῶν ἡμῖν ἡμαρτημένων, ἀλλ᾽ ἑκόντες ἑαυτοὺς παραλογιζόμεθα.

Διὸ, παρακαλῶ, ταῦτα πάντα ἀποσεισάμενοι, μηδὲν ἕτερον τῆς οἰκείας σωτηρίας προτιμῶμεν. Τί γὰρ ὠφελεῖται ἄνθρωπος, ἐὰν μὲν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Καὶ τὰ περιττὰ τῶν χρημάτων ἤδη κενώσωμεν εἰς τοὺς δεομένους, καὶ πολλὴν ἐν ἅπασι τὴν φιλοσοφίαν ἐπιδειξώμεθα τῆς ματαίας δόξης καταφρονοῦντες, τὸν ἀνθρώπινον τῦφον καταπατοῦντες, καὶ πολλὴν τὴν ἀγάπην πρὸς ἀλλήλους ἐπιδεικνύμενοι· ἵνα καὶ τῶν ἐνταῦθα καὶ τῶν μελλόντων ἀγαθῶν ἀπολαῦσαι δυνηθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΝΕʹ. Καὶ εἶπε Λάβαν τῷ Ἰακώβ· Ὅτι γὰρ ἀδελφός μου εἶ σὺ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγειλόν μοι, τίς ὁ μισθός σου. αʹ. Ἱκανῶς ἡμᾶς χθὲς τὰ προοίμια τῆς ἀποδημίας τοῦ δικαίου τῆς φιλοσοφίας αὐτοῦ τὸ μέγεθος ἐπαίδευσε, δι᾽ ἣν αἰτίαν τοσαύτης τῆς ὑποσχέσεως ἠξιώθη παρὰ τοῦ Θεοῦ. Θαρσήσας πάλιν, διὰ τῆς αἰτήσεως καὶ τῆς εὐχῆς, ἣν ἐποιήσατο πρὸς τὸν τῶν ὅλων Θεὸν, ἀρκοῦσαν ἡμῖν ἅπασι διδασκαλίαν παρεῖχεν, εἰ βουληθείημεν πρὸς μίμησιν διεγερθῆναι τῆς ἀρετῆς τοῦ δικαίου. Καὶ γὰρ θαυμάσαι ἄξιον, ὅπως καὶ τὴν δύναμιν εἰδὼς τοῦ ὑποσχομένου, καὶ τῶν ἐπαγγελθέντων αὐτῷ τὸ μέγεθος ἀκηκοὼς, οὐδὲ οὕτω μέγα τι καὶ ὑπέρογκον αἰτῆσαι κατεδέξατο· ἀλλ᾽ ἐκεῖνα μόνον αἰτήσας, ἅπερ χθὲς ἠκούσατε, ὅσα πρὸς τὴν ἐφήμερον αὐτῷ τροφὴν ἀρκεῖν ἠδύνατο, καὶ τὴν τοῦ σώματος περιβολὴν παρασχεῖν, ὑπισχνεῖται, εἰ τὴν ἐπάνοδον αὐτῷ τὴν εἰς τὰ οἰκεῖα χαρίσαιτο, καθάπερ ὑπέσχετο, πάντων αὐτῷ δεκάτας δώσειν, ὧν ἂν λάβοι παρ᾽ αὐτοῦ· διὰ πάντων δεικνὺς αὐτοῦ τὸ φιλόθεον, καὶ αὐτὸν ἐπιγραφόμενος τῶν ἁπάντων χορηγὸν, καὶ διδάσκων ἡμᾶς μόνῳ αὐτῷ πάντων εἰδέναι χάριν.

ᾜδει γὰρ ὁ δίκαιος, εἰδὼς τῆς ἀφάτου αὐτοῦ φιλανθρωπίας τὴν ὑπερβολὴν, καὶ ἐννοῶν τοῦτο ἐξ ὧν εἰς τὸν αὐτοῦ πατέρα ἐπεδείξατο, ὅτι καὶ αὐτὸν ἐν πολλῇ καταστήσει τῇ περιουσίᾳ· καὶ τούτων μὲν αὐτὸς οὐδὲν αἰτεῖ παρὰ τοῦ Δεσπότου, οὐδὲ ἀνέχεται περὶ τούτων ἱκεσίαν προσαγαγεῖν, ἀλλὰ δι᾽ ὧν ὑπέσχετο τὰς δεκάτας δώσειν, ἔδειξεν ὅπως ἐν ἅπασι θαῤῥεῖ τῇ τοῦ ὑποσχομένου δυνάμει. Διὰ γὰρ τοῦτο καὶ αὐτὸς, ἡνίκα αὐτῷ διελέγετο, ἔλεγεν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ τοῦ πατρός σου· μὴ φοβοῦ.

Ἐννόησον, φησὶν, ὅτι καὶ ὁ πατριάρχης, καθάπερ ξένος καὶ ἄγνωστος εἰς τὴν γῆν ταύτην παραγεγονὼς, εἰς τοσαύτην ἦλθε περιφάνειαν, ὡς ἐν τοῖς ἁπάντων εἶναι στόμασι. Καὶ τὸν πατέρα δὲ τὸν σὸν λογίζου, ὅτι ἐν ἐσχάτῳ γήρᾳ τῷ πατρὶ τεχθεὶς, οὕτως ηὐξήθη, ὡς ἐπίφθονον γενέσθαι τοῖς ἐγχωρίοις αὐτόν. Ταῦτα οὖν καὶ αὐτὸς προσδοκῶν, πάντα φόβον καὶ ἀγωνίαν ἀποσεισάμενος, ἔχου τῆς ἀποδημίας. Ταῦτα ὁ δίκαιος λογισάμενος, καὶ οὐ πρὸς τὴν ἐν τῷ παρόντι κατάστασιν ἀπιδὼν (οὐδὲν γὰρ ὅλως ἐπεφέρετο· πῶς γὰρ, μόνος ὢν καὶ ὁδοιπορεῖν ἀναγκαζόμενος;), ἀλλ᾽ ἤδη τοῖς τῆς πίστεως ὀφθαλμοῖς τὴν μετ᾽ οὐ πολὺ μέλλουσαν αὐτῷ ἔσεσθαι εὐπορίαν προορῶν, τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείκνυται, καὶ μηδέπω λαβὼν ὑπισχνεῖται, ἀξιοπιστοτέραν αὐτῆς τῆς πείρας τῶν πραγμάτων εἶναι νομίζων τὴν ἐπαγγελίαν τοῦ Δεσπότου.

Οὐδὲ γὰρ οὕτω τοῖς ὁρωμένοις καὶ ἐν χερσὶ κρατουμένοις θαῤῥεῖν ὀφείλομεν, ὡς ταῖς παρὰ τοῦ Θεοῦ ὑποσχέσεσι, κἂν μὴ παρ᾽ αὐτὸν τὸν καιρὸν εἰς ἔργον ἐκβῶσι. Θάρσος τοίνυν μέγιστον λαβὼν ἐκ τῶν παρὰ τοῦ Θεοῦ πρὸς αὐτὸν ῥηθέντων ὁ δίκαιος, εἴχετο τῆς ἀποδημίας. Πῶς γὰρ οὐκ ἔμελλε θαῤῥεῖν, ἀκούσας, ὅτι Ἰδοὺ ἐγὼ μετὰ σοῦ εἰμι, διαφυλάττων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορεύσῃ, καὶ πληθυνῶ τὸ σπέρμα σου, καὶ ἀποστρέψω σε πάλιν εἰς τὴν γῆν ταύτην, καὶ οὐ μή σε ἐγκαταλίπω, ἕως οὗ πάντα εὐδοκήσω εἰς ἔργον ἀγαγεῖν τὰ ἐπαγγελθέντα; Ἀλλ᾽, ὅπερ χθὲς ἔλεγον, ἐννόει καὶ τοῦ Θεοῦ τὴν εὐμήχανον σοφίαν, καὶ τοῦ δικαίου τούτου τὴν πολλὴν ὑπομονὴν καὶ εὐγνωμοσύνην. Μετὰ γὰρ ταύτας τὰς ὑποσχέσεις ἀναστὰς, ὥρμησεν ἐπὶ τὴν Χαῤῥὰν, καὶ πάλιν ἀλήτου καὶ ξένου τρόπον ποιεῖται τὴν ἀποδημίαν, καὶ διὰ πάντων ἀπολαύει τῆς ἄνωθεν εὐνοίας, τοῦ φιλανθρώπου Θεοῦ ἅπαντα αὐτῷ προοδοποιοῦντος, καὶ τὴν οἰκείαν ὑπόσχεσιν διὰ τῶν ἔργων ἐπιδεικνυμένου.

Ὁ γὰρ εἰπὼν, ὅτι Μετὰ σοῦ εἰμι, διαφυλάττων σε ἐν τῇ ὁδῷ, οὗ ἐὰν πορεύσῃ, οὗτος ὡδήγησε καὶ ἤγαγε τὸν δίκαιον ἐπὶ τὸ φρέαρ τοῦ ὕδατος, ἔνθα ἐπότιζον τὰ ποίμνια οἱ ἐγχώριοι· παρ᾽ ὧν πυθόμενος τὰ περὶ τοῦ Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ μαθὼν τὰ κατ᾽ αὐτὸν ἅπαντα, εἶτα καὶ τὴν τούτου θυγατέρα καὶ τὰ ποίμνια θεασάμενος, ὁρῶν τε τοὺς ἐγχωρίους οὐ δυναμένους αὐτοῖς ἀρκέσαι πρὸς τὸ μετακινῆσαι τὸν λίθον τοῦ φρέατος, καὶ ποτίσαι τὰ πρόβατα, ἐπιδραμὼν οὗτος, ὅπερ ἐκεῖνοι ποιῆσαι οὐκ ἴσχυον, αὐτὸς ὑπὸ τῆς ἄνωθεν συμμαχίας δυναμούμενος, προφθάνει ταῖς εὐεργεσίαις τὸν Λάβαν, καὶ μετακινήσας τὸν λίθον, ποτίζει τὰ πρόβατα, ἅπερ ἔνεμεν ἡ Ῥαχήλ.

Εἶτα ἀσπασάμενος τὴν κόρην, καὶ γνωρίσας τίς τε εἴη, καὶ πόθεν παραγέγονεν, ἔμενεν ἐφ᾽ ἑαυτοῦ. Ἀλλ᾽ ἐπειδὴ Θεὸς ἦν ὁ ἅπαντα τῷ δικαίῳ προοδοποιῶν, οὗτος καὶ τὴν κόρην διήγειρε μετὰ πολλοῦ τοῦ τάχους δραμεῖν καὶ ἀναγγεῖλαι ταῦτα τῷ πατρὶ, ὃς ἀδελφὸς ἐτύγχανε τῆς τούτου μητρὸς, καὶ διηγήσασθαι τήν τε εὐεργεσίαν τὴν παρ᾽ αὐτοῦ γενομένην εἴς τε αὐτὴν καὶ τὰ ποίμνια, καὶ ὅτι οὐ ξένος τίς ἐστιν οὐδὲ ἄγνωστος, ἀλλὰ τῆς ἀδελφῆς υἱός.

Σκόπει μοι, ἀγαπητὲ, τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν, ὅπως ἡμῖν ἅπαντα σαφῶς διηγεῖται, παιδεύουσα ἡμᾶς τῶν παλαιῶν τοὺς τρόπους, καὶ ὅσην ἐπεδείκνυντο τὴν προθυμίαν περὶ τὴν φιλοξενίαν. Ἵνα γὰρ δείξῃ καὶ τῆς κόρης τὸ πρόθυμον, οὐχ ἁπλῶς εἶπεν, ὅτι Ἀπῆλθε, καὶ ἀπήγγειλε τὰ γεγενημένα, ἀλλὰ Δραμοῦσα, ἀντὶ τοῦ, μετὰ πολλῆς τῆς περιχαρείας.

Εἶτα καὶ περὶ τοῦ Λάβαν, ὃς πατὴρ αὐτῆς ἐτύγχανε, φησὶν, ὅτι ταῦτα ἀκούσας παρὰ τῆς κόρης, ἔδραμε καὶ αὐτὸς εἰς συνάντησιν τοῦ Ἰακὼβ, καὶ ἀσπασάμενος αὐτὸν εἰσήγαγεν εἰς τὸν οἶκον αὐτοῦ. βʹ. Καὶ μαθὼν ὁ Λάβαν ἅπαντα παρ᾽ αὐτοῦ μετ᾽ ἀκριβείας, Εἶπε, φησὶν, αὐτῷ· Ἐκ τῶν ὀστέων μου καὶ ἐκ τῶν σαρκῶν μου εἶ σύ. Τῆς ἀδελφῆς, φησὶ, τῆς ἐμῆς τυγχάνων υἱὸς, οὐδὲν ἕτερον, ἢ σὰρξ ἡμῶν τυγχάνεις, καὶ ἀδελφὸς ἡμέτερος. Καὶ ἦν μετ᾽ αὐτοῦ, φησὶ, μῆνα ἡμερῶν. Λοιπὸν ὡς ἐν οἰκίᾳ ἰδίᾳ, οὕτω διῆγεν ὁ δίκαιος, ἐν ἀδείᾳ τυγχάνων καὶ πάσης ἀπηλλαγμένος φροντίδος. Ἀλλ᾽ ἐπειδὴ Θεὸς ἦν ὁ τὰ πάντα πρὸς τὸ συμφέρον οἰκονομῶν τῷ δικαίῳ τούτῳ, καὶ ἐν ἅπασιν αὐτῷ τὴν παρ᾽ ἑαυτοῦ συνεργίαν χαριζόμενος, οὗτος καὶ τοῦ Λάβαν τὴν προθυμίαν διήγειρε, καὶ ὁρῶν τοῦ ἀνδρὸς τὴν ἐπιείκειαν, φησὶ πρὸς αὐτόν· Ὅτι γὰρ ἀδελφός μου εἶ σὺ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγειλόν μοι, τίς ὁ μισθός σου ἐστίν. Ὅρα πῶς μὲν αὐτὸς ἐπεζήτησεν οὐδὲν, ὁ δὲ Λάβαν μόνον ἀφ᾽ ἑαυτοῦ τοῦτο προτίθησι τῷ δικαίῳ.

Καὶ σκόπει μοι πῶς, ἐπειδὰν ὑπὸ τῆς ἄνωθεν χειρός τις βοηθῆται, πάντα αὐτῷ κατὰ ῥοῦν πρόεισιν. Οὐ δουλεύσεις μοι, φησὶ, δωρεάν· ἀπάγγειλόν μοι, τίς ὁ μισθός σου ἐστί. Καίτοι ἀγαπητῶς εἶχεν ὁ μακάριος οὗτος, καὶ τὸ ἁπλῶς τῆς ἐφημέρου τροφῆς ἀπολαύειν, καὶ πολλὴν καὶ ὑπὲρ τούτου ἤθελεν αὐτῷ χάριν ἔχειν· ἀλλ᾽ ἐπειδὴ αὐτὸς πολλὴν τὴν ἐπιείκειαν ἐπεδείξατο, προλαβὼν ὁ Λάβαν μισθὸν αὐτῷ τελέσειν ὑπισχνεῖται, ὃν ἂν αὐτὸς προθῇ. Τί οὖν ὁ δίκαιος;

Ὅρα μοι καὶ ἐνταῦθα τῆς συνέσεως αὐτοῦ τὴν ὑπερβολὴν, καὶ πῶς οὐδεμίαν ἔχει περὶ χρημάτων συλλογὴν ἐπιθυμίαν, οὐδὲ καθάπερ μισθωτός τις ἀκριβολογεῖται πρὸς τὸν Λάβαν, καὶ ἕτερόν τι ἀπαιτεῖ, ἀλλὰ μεμνημένος τῆς μητρὸς καὶ τῶν ἐντολῶν τοῦ πατρὸς, καὶ τῆς οἰκείας σωφροσύνης δεικνὺς τὴν ὑπερβολὴν, φησὶ πρὸς τὸν Λάβαν· Δουλεύσω σοι ἑπτὰ ἔτη περὶ Ῥαχὴλ τῆς θυγατρός σου τῆς νεωτέρας. Ταύτην γὰρ ἐξ ἀρχῆς θεασάμενος ἐπὶ τοῦ φρέατος, ἠγάπησα.

Καὶ ὅρα εὐγνωμοσύνην ἀνδρός. Ἑαυτῷ καὶ τὸν χρόνον ὁρίζει, καὶ διὰ τοῦ χρόνου τῶν ἐτῶν ἱκανὴν βάσανον τῆς οἰκείας σωφροσύνης παρέχει. Καὶ τί θαυμάζεις, ἀγαπητὲ, ἀκούων ὅτι ἑπτὰ ἔτη δουλεύειν ὑπέσχετο ὑπὲρ τῆς ἀγαπωμένης κόρης; Ἵνα γὰρ δείξῃ ἡ θεία Γραφὴ, ὅπως ὁ πόθος ὁ πολὺς ἐπετέμετο καὶ τὸν κάματον αὐτῷ καὶ τοῦ χρόνου τὸ μῆκος, φησί· Καὶ ἐδούλευσεν Ἰακὼβ περὶ Ῥαχὴλ ἑπτὰ ἔτη, καὶ ἦσαν ἐναντίον αὐτοῦ ὡς ἡμέραι ὀλίγαι, παρὰ τὸ ἀγαπᾷν αὐτὸν αὐτήν. Ὁ τῶν ἑπτὰ, φησὶν, ἐτῶν ἀριθμὸς ὀλίγαι ἡμέραι ἐνομίζοντο διὰ τὴν ἀγάπην τὴν ὑπερβάλλουσαν τὴν περὶ τὴν κόρην. Ὅταν γὰρ τρωθῇ τις τῷ πόθῳ τῆς ἀγάπης, οὐδὲν ὁρᾷ τῶν δυσχερῶν, ἀλλ᾽ ἅπερ ἂν ᾖ κινδύνων μεστὰ, καὶ πολλῆς ἑτέρας ταλαιπωρίας, πάντα κούφως φέρει, πρὸς ἓν ὁρῶν μόνον, ὥστε τὸν οἰκεῖον ἀποπληρῶσαι πόθον.

Ἀκούωμεν οἱ ῥᾴθυμοι καὶ ἀναπεπτωκότες, οἱ πολλὴν περὶ τὸν Δεσπότην ἀγνωμοσύνην ἐπιδεικνύμενοι. Εἰ γὰρ ὁ δίκαιος οὗτος διὰ τὸν τῆς κόρης πόθον ἑπτὰ ἐτῶν ἀριθμὸν δουλεῦσαι κατεδέξατο, καὶ τὴν ἀπὸ τῆς ποιμενικῆς ταλαιπωρίαν ὑπομεῖναι, καὶ οὐδὲ αἴσθησιν ἐλάμβανεν οὐ τῶν πόνων, οὐ τοῦ μήκους τοῦ χρόνου, ἀλλὰ πάντα αὐτῷ κοῦφα καὶ ῥᾴδια ἐφαίνετο, καὶ τῇ προσδοκίᾳ τῆς ἀπολαύσεως τρεφόμενος, ὡς ἡμέρας ὀλίγας τὸν πολὺν ἐκεῖνον εἶναι χρόνον ἐνόμιζε· ποίαν ἡμεῖς ἕξομεν ἀπολογίαν μηδὲ τὸν ὅμοιον πόθον περὶ τὸν Δεσπότην τὸν ἡμέτερον, τὸν εὐεργέτην, τὸν κηδεμόνα, τὸν πάντα ἡμῖν γινόμενον ἐπιδεικνύμενοι;

Ἀλλ᾽ ἂν μὲν βιωτικὸν κέρδος πρόκειται, πάντα προθύμως ὑπομένειν αἱρούμεθα, κἂν κάματον ἔχῃ, κἂν ἄλλην τινὰ ταλαιπωρίαν, κἂν αἰσχύνην, κἂν κόλασιν τὴν ἐν τῷ παρόντι, τὴν ἐν τῷ μέλλοντι· διὰ δὲ τὴν ἡμετέραν σωτηρίαν, καὶ ὑπὲρ τοῦ τὴν ἄνωθεν ἐπισπάσασθαι ῥοπὴν, χαῦνοι καὶ ἀναπεπτωκότες καὶ διαλελυμένοι φαινόμεθα. Καὶ ποία ἡμῖν ἔσται συγγνώμη, τίς δὲ ἀπολογία οὕτω ῥᾳθύμως διακειμένοις, καὶ οὐδὲ ὅσον ὁ μακάριος οὗτος περὶ κόρην τὸν πόθον ἐπεδείξατο, τοσαύτην ἀγάπην περὶ τὸν Θεὸν ἐπιδείξασθαι βουλομένοις, καὶ ταῦτα τοσαύτας ἔχοντες ἀριθμεῖν εὐεργεσίας εἰς ἡμᾶς γεγενημένας, καὶ καθ᾽ ἑκάστην ἡμέραν γινομένας; Ἀλλ᾽ εἰ καὶ ἡμεῖς οὕτως ἀγνώμονες, ἀλλ᾽ οὐχ ὁ Παῦλος οὕτως, ὁ τοσοῦτον ζέων τῷ πνεύματι, καὶ πεπυρωμένος εἰς τὸν περὶ τὸν Θεὸν πόθον, ὡς ἐκεῖνα τὰ τῆς ψυχῆς αὐτοῦ ἄξια φθέγξασθαι ῥήματα καὶ ἀναβοῆσαι, καὶ εἰπεῖν· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Ὅρα λέξεως ἔμφασιν· ὅρα πόθου τυραννικοῦ μανίαν· ὅρα ἀγάπην πεπυρωμένην. Τίς ἡμᾶς χωρίσει; Τί, φησὶν, ἐστὶν, ὃ δύναται τῆς ἀγάπης ἡμᾶς ἀποστερῆσαι τῆς πρὸς τὸν Θεόν; τί τῶν ὁρωμένων, τί τῶν μὴ ὁρωμένων;

γʹ. Εἶτα βουλόμενος καὶ κατ᾽ εἶδος ἅπαντα ἀπαριθμήσασθαι, καὶ πᾶσιν ἡμῖν κατάδηλον ποιήσασθαι τὸν πόθον τὸν ἀκάθεκτον, ὃν περὶ τὸν Δεσπότην ἐκέκτητο, ἐπήγαγε λέγων· Θλίψις, ἢ στενοχωρία, ἢ λιμὸς, ἢ διωγμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα;

Ὢ ψυχῆς μαινομένης μανίαν σωφροσύνης μητέρα! Τί, φησὶ, τῶν ἐπαγομένων ἡμῖν δυνήσεται ἡμᾶς ἀποστῆσαι τῆς πρὸς τὸν Θεὸν ἀγάπης; Αἱ θλίψεις αἱ καθημεριναί; Οὐδαμῶς. Ἀλλ᾽ αἱ στενοχωρίαι; Οὐδὲ αὗται. Ἀλλ᾽ οἱ διωγμοί; Οὐδ᾽ ὅλως. Ἀλλὰ τί; λιμός;

Οὐδὲ τοῦτο. Ἀλλὰ κίνδυνοι; Καὶ τί λέγω λιμὸν καὶ γυμνότητα καὶ κινδύνους; ἀλλὰ μάχαιρα; Αὐτὸς, φησὶν, ὁ θάνατος ἐπαγόμενος τοῦτο ἰσχῦσαι οὐ δυνήσεται· ἀμήχανον γὰρ καὶ πάντα ἀδύνατον. Οὐδεὶς ἕτερος οὕτως ἀγαπῆσαι κατηξιώθη τὸν Δεσπότην, ὡς ἡ μακαρία αὕτη ψυχή. Καθάπερ γὰρ ἀπαλλαγεὶς τοῦ σώματος, καὶ μετάρσιος, ὡς εἰπεῖν, γεγονὼς, καὶ οὐδὲ ἐπὶ τῆς γῆς βαδίζειν νομίζων, οὕτως ἅπαντα φθέγγεται.

Ὁ γὰρ περὶ τὸν Θεὸν πόθος, καὶ ἡ πεπυρωμένη ἀγάπη μετέστησεν αὐτοῦ τὸν λογισμὸν ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ, καὶ ἀπὸ τῶν παρόντων ἐπὶ τὰ μέλλοντα, καὶ ἀπὸ τῶν βλεπομένων ἐπὶ τὰ μὴ ὁρώμενα. Τοιοῦτον γὰρ ἡ πίστις, καὶ ἡ περὶ τὸν Θεὸν ἀγάπη. Καὶ ἵνα μάθῃς αὐτοῦ τὴν πολλὴν εὐγνωμοσύνην, ὅρα τὸν οὕτως ἀγαπῶντα τὸν Δεσπότην, καὶ ἐκκαιόμενον εἰς τὸν περὶ αὐτὸν πόθον, ἐλαυνόμενον, διωκόμενον, μαστιζόμενον, μυρία δεινὰ ὑπομένοντα, καὶ λέγοντα· Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις· ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον· τρὶς ἐῤῥαβδίσθην· ἅπαξ ἐλιθάσθην· νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα, ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις ἐν ψευδαδέλφοις, ἐν κόπῳ καὶ μόχθῳ· καὶ τοσαῦτα πάσχων ἔχαιρε καὶ ἠγαλλιᾶτο. ᾜδει γὰρ καὶ ἐπεπληροφόρητο, ὅτι οἱ πρὸς τὸ παρὸν πόνοι τῶν μεγίστων αὐτῷ βραβείων πρόξενοι γίνονται, καὶ οἱ κίνδυνοι στεφάνους ἔτικτον.

Εἰ γὰρ ὁ Ἰακὼβ διὰ τὸν περὶ τὴν Ῥαχὴλ πόθον ὡς ἡμέρας ὀλίγας τῶν ἑπτὰ ἐτῶν τὸν ἀριθμὸν ἐνόμιζε, πολλῷ μᾶλλον ὁ μακάριος οὗτος οὐδὲν ἅπαντα ἡγεῖτο, πυρωθεὶς ἅπαξ τῷ περὶ τὸν Θεὸν πόθῳ, καὶ διὰ τὸν ἀγαπώμενον Χριστὸν ἅπαντα ὑπομένων. Σπουδάσωμεν τοίνυν, παρακαλῶ, καὶ ἡμεῖς ἀγαπῆσαι τὸν Χριστόν.

Οὐδὲν γὰρ ἕτερον, φησὶν, ὁ Χριστὸς ζητεῖ παρὰ σοῦ, ἢ τὸ ἀγαπᾷν αὐτὸν ἐξ ὅλης τῆς καρδίας, καὶ ποιεῖν τὰς ἐντολὰς αὐτοῦ. Ὁ γὰρ ἀγαπῶν αὐτὸν καθ᾽ ὃν δεῖ τρόπον ἀγαπᾷν, δηλονότι καὶ τὰς αὐτοῦ ἐπείγεται ἐντολὰς ποιεῖν. Ὅταν γάρ τις περί τινα γνησίως διάκειται, πάντα πράττειν σπουδάζει, ἃ τὸν ἀγαπώμενον ἐφέλκεσθαι δύναται εἰς τὸν περὶ αὐτὸν πόθον. Καὶ ἡμεῖς τοίνυν, ἐὰν ἀγαπήσωμεν γνησίως τὸν Δεσπότην, καὶ τὰς ἐντολὰς αὐτοῦ πληρῶσαι δυνησόμεθα, καὶ μηδὲν πράττειν ἐκείνων τῶν παροξῦναι δυναμένων τὸν ἀγαπώμενον. Τοῦτο ἡ βασιλεία τῶν οὐρανῶν, τοῦτο ἡ ἀπόλαυσις τῶν ἀγαθῶν, τοῦτο τὰ μυρία ἀγαθὰ, τὸ καταξιωθῆναι γνησίως καὶ καθ᾽ ὃν χρὴ δὴ τρόπον ἀγαπᾷν· ἀγαπήσομεν δὲ αὐτὸν γνησίως, ἐὰν διὰ τὴν περὶ αὐτὸν ἀγάπην, καὶ περὶ τοὺς ὁμοδούλους πολλὴν ἐπιδειξώμεθα τὴν ἀγάπην. Ἐν ταύταις γὰρ, φησὶ, ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται, ἐν τῷ ἀγαπῆσαι Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν. Τοῦτο τῶν ἀρετῶν τὸ κεφάλαιον, τοῦτο πασῶν τῶν τοῦ Θεοῦ ἐντολῶν ὁ θεμέλιος. Τῇ γὰρ ἀγάπῃ τῇ περὶ τὸν Θεὸν συνεισέρχεται καὶ ἡ περὶ τὸν πλησίον ἀγάπη.

Ὁ γὰρ ἀγαπῶν τὸν Θεὸν οὐ περιόψεται τὸν ἀδελφὸν, οὐδὲ τὰ χρήματα τοῦ οἰκείου μέλους προτιμήσει, ἀλλὰ πολλὴν περὶ αὐτὸν ἐπιδείξεται τὴν φιλοτιμίαν, μεμνημένος τοῦ εἰρηκότος, ὅτι Ὁ ποιήσας ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποίησε. Καὶ ἐννοῶν, ὅτι διὰ τῆς εἰς τὸν ὁμόδουλον θεραπείας αὐτός ἐστιν ὁ τὰ γινόμενα οἰκειούμενος ὁ τῶν ἁπάντων Δεσπότης, μετὰ πολλῆς τῆς προθυμίας ἅπαντα ἐργάσεται, καὶ πολλὴν τὴν δαψίλειαν περὶ τὴν ἐλεημοσύνην ἐπιδείξεται, οὐ πρὸς τὴν εὐτέλειαν ὁρῶν τοῦ φαινομένου, ἀλλὰ πρὸς τὸ μέγεθος τοῦ οἰκειοῦσθαι ἐπαγγειλαμένου τὰ εἰς τοὺς πένητας γινόμενα. Μὴ δὴ παρατρέχωμεν ἁπλῶς, παρακαλῶ, τὸ κέρδος τῶν ἡμετέρων ψυχῶν, τὸ φάρμακον τῶν ἡμετέρων τραυμάτων.

Τοῦτο γὰρ, τοῦτο μάλιστα τὸ φάρμακον τοσαύτην ἡμῖν παρέξει τὴν θεραπείαν, καὶ οὕτως ἀφανίσει τὰ ἕλκη τῶν ἡμετέρων ψυχῶν, ὡς μηδὲ ἴχνος μηδὲ οὐλὴν καταλειφθῆναι· ὅπερ ἐπὶ τῶν σωματικῶν τραυμάτων οὐχ οἷόν τε γενέσθαι. Κἂν γὰρ μυριάκις τις τὰ φάρμακα τῷ οἰκείῳ τραύματι ἐπιθῇ τὰ παρὰ τῶν ἰατρῶν κατασκευαζόμενα, ἀνάγκη τὴν οὐλὴν ἐν τῷ σώματι ἐναπομένειν· καὶ εἰκότως· σῶμα γάρ ἐστι τὸ θεραπευόμενον. Ἐνταῦθα δὲ ἐπειδὴ ψυχή ἐστιν ἡ θεραπευομένη, ἐπειδὰν τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείξηται, πολλὴν δέχεται τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν, καὶ οὕτως ἅπαντα φυγαδεύεται τὰ ἕλκη, ὡς ἂν κονιορτὸς, ἀνέμου σφοδροῦ διεγερθέντος. Καὶ τούτων ἁπάντων τῶν ὑποδειγμάτων ὑπερπλήρεις ἡμῖν αἱ Γραφαί. Οὕτως ὁ μακάριος Παῦλος ἀπόστολος γέγονεν ἀπὸ διώκτου, καὶ ὁ πρότερον πορθῶν τὴν Ἐκκλησίαν, ὕστερον αὐτὸς αὐτῆς γέγονε νυμφαγωγός.

δʹ. Εἶδες ἄκραν τὴν μεταβολήν; εἶδες ἄφατον τὴν μετάστασιν; Οὕτω καὶ ὁ λῃστὴς μυρίους ἐργασάμενος φόνους, ἐν μιᾷ καιροῦ ῥοπῇ διὰ τῶν ὀλίγων ἐκείνων ῥημάτων οὕτως ἅπαντα ἀπενίψατο τὰ ἁμαρτήματα, ὡς ἀκοῦσαι παρὰ τοῦ Δεσπότου, ὅτι Σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Οὕτω καὶ ὁ τελώνης, στῆθος πλήξας, καὶ τὰ οἰκεῖα ἁμαρτήματα ὁμολογήσας, κατῆλθε δεδικαιωμένος ὑπὲρ τὸν Φαρισαῖον.

Ἀλλὰ τούτων μὲν ἕκαστος ψυχῆς εὐγνωμοσύνην ἐπιδειξάμενος, καὶ τὰ πρότερα ὁμολογήσας πταίσματα. οὕτω τῆς συγχωρήσεως ἀπήλαυσεν. Ἴδωμεν δὲ ταύτης τῆς ἐντολῆς τὴν ἰσχὺν, καὶ ὅσην περιουσίας δύναμιν κέκτηται ἡ δαψιλὴς ἐλεημοσύνη, ἵνα μαθόντες τὸ ἐξ αὐτῆς ἡμῖν ἐγγινόμενον κέρδος, προθύμως αὐτὴν μετέλθωμεν. Τάχα γὰρ τοσαύτη αὐτῆς ἡ περιουσία, ὡς μὴ μόνον ἁμαρτήματα ἐκκαθαίρειν, ἀλλὰ καὶ αὐτὸν τὸν θάνατον φυγαδεύειν. Καὶ λέγω τὸν τρόπον.

Καὶ τίς, φησὶν, ἐλεημοσύνην ἐπιδειξάμενος, τοῦ θανάτου κρείττων γέγονε; Καὶ μὴν ἅπαντας ὁρῶμεν ὑπὸ τὴν τυραννίδα τοῦ θανάτου γινομένους. Μὴ θορυβηθῇς, ἀγαπητὲ, ἀλλὰ μάθε δι᾽ αὐτῶν τῶν πραγμάτων, ὅπως ἡ τῆς ἐλεημοσύνης δύναμις ἐνίκησε καὶ τούτου τὴν τυραννίδα. Ταβιθά τις ἐγένετο γυνὴ, ἥτις διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἔργον ἐποιεῖτο καθ᾽ ἑκάστην ἡμέραν τὴν ἀπὸ τῆς ἐλεημοσύνης εὐπορίαν συλλέγειν ἑαυτῇ· καὶ ἐνεδίδυσκε, φησὶ, τὰς χήρας, καὶ τὴν ἄλλην ἅπασαν εὐπορίαν αὐταῖς παρεῖχεν.

Ἐγένετο δὲ ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν. Ἀλλὰ βλέπε μοι ἐνταῦθα, ἀγαπητὲ, πῶς αἱ τῆς θεραπείας ἀπολαύουσαι, καὶ τὰ σώματα σκεπόμεναι ἀπ᾽ αὐτῆς, ἐν καιρῷ τὴν εὐεργέτιν ἀμειβόμεναι, περιεστῶσαι τὸν ἀπόστολον, ἐπεδείκνυον, φησὶ, τὰ ἱμάτια, καὶ ὅσα ἐποίει μετ᾽ αὐτῶν οὖσα ἡ Δορκὰς, καὶ τὴν τροφὸν ἐπεζήτουν, καὶ δάκρυα ἴσως προσέχεον, καὶ εἰς πολὺν οἶκτον τὸν Ἀπόστολον ἐφείλκοντο. Τί οὖν ὁ μακάριος Πέτρος; Τὰ γόνατα θεὶς, φησὶ, προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα, εἶπε· Ταβιθὰ, ἀνάστηθι.

Ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον, ἀνεκάθισε. Δοὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν αὐτὴν, καὶ φωνήσας τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν αὐτὴν ζῶσαν. Εἶδες δύναμιν τοῦ ἀποστόλου, μᾶλλον δὲ τοῦ ἐνεργοῦντος ἐν αὐτῷ Δεσπότου; εἶδες ὅση τῆς εἰς τὰς χήρας εὐποιίας ἀμοιβὴ καὶ ἐν τῷ παρόντι καιρῷ γέγονε; Τί γὰρ τοσοῦτον, εἰπέ μοι, παρέσχεν αὕτη ταῖς χήραις, ὅσον αὗται αὐτὴν ἠμείψαντο; Ἱμάτια παρέσχε καὶ τροφὰς αὐταῖς, ἀλλ᾽ αὗται πρὸς ζωὴν αὐτὴν ἐπανήγαγον, καὶ τὸν θάνατον ἐξ αὐτῆς δραπετεῦσαι ἐποίησαν· μᾶλλον δὲ οὐχ αὗται, ἀλλὰ διὰ τὴν εἰς ταύτας θεραπείαν ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης. Εἴδετε φαρμάκου δύναμιν, ἀγαπητοί; Τοῦτο πάντες ἑαυτοῖς κατασκευάσωμεν· οὐδὲ γὰρ πολυτελές ἐστι, καίτοι γε τοσαύτην ἔχον τὴν δύναμιν, ἀλλὰ καὶ σφόδρα εὔωνον, καὶ οὔτε δαπάνης δεῖται πολλῆς. Τὸ γὰρ τῆς ἐλεημοσύνης μέγεθος οὐκ ἐν τῷ πλήθει τῶν χρημάτων κρίνεται, ἀλλ᾽ ἐν τῇ προθυμίᾳ τῶν διδόντων. Διὰ τοῦτο καὶ ὁ ποτήριον ψυχροῦ δοὺς ἀπόδεκτος γέγονε, καὶ ἡ τὰ δύο λεπτὰ καταβαλοῦσα, ἵνα μάθωμεν ὅτι πανταχοῦ γνώμην ὀρθὴν ἐπιζητεῖ ὁ τῶν ἁπάντων Δεσπότης.

Ἔστι πολλάκις καὶ ὀλίγα ἔχοντα πολλὴν τὴν δαψίλειαν τῆς ἐλεημοσύνης ἐπιδείξασθαι, ὅταν ᾖ ἡ προθυμία ἐῤῥωμένη· καὶ πάλιν τὸ ἐναντίον, ἔστι καὶ πολλὰ κεκτημένον ἐλάττονα ὀφθῆναι τῶν ὀλίγα ἐχόντων διὰ τὴν τῆς ἰδίας γνώμης μικρολογίαν.

Ἐκχέωμεν οὖν, παρακαλῶ, τὰ ὄντα εἰς τοὺς ἐν χρείᾳ ὄντας μετὰ δαψιλοῦς γνώμης, ἐξ ὧν ὁ Δεσπότης ἡμῖν κεχάρισται, καὶ αὐτὰ τὰ παρ᾽ αὐτοῦ ἡμῖν δοθέντα αὐτῷ πάλιν ἡμεῖς δῶμεν, ἵνα οὕτω πάλιν μετὰ πολλῆς προσθήκης ἡμέτερα γένηται. Τοσαύτη γὰρ αὐτοῦ ἡ φιλοτιμία, ὅτι καὶ ἀφ᾽ ὧν ἔδωκε λαμβάνων, οὐχ ἡγεῖται τὰ ἴδια λαμβάνειν, ἀλλὰ μετὰ πολλῆς ἡμῖν αὐτὰ τῆς φιλοτιμίας ἀποδιδόναι ὑπισχνεῖται· μόνον ἐὰν ἡμεῖς τὰ παρ᾽ ἑαυτῶν ἐπιδείξασθαι βουληθῶμεν, καὶ καθάπερ τῇ τοῦ Θεοῦ χειρὶ ταῦτα παρακατατιθέμενοι, οὕτως αὐτὰ τοῖς πένησι χορηγῶμεν, εἰδότες ὅτι ἅπερ ἂν ἡ χεὶρ ἐκείνη δέξηται, οὐκ ἐκεῖνα μόνον ἀποδίδωσιν, ἀλλὰ καὶ πολυπλασίονα τὰ δοθέντα οὗτος ἡμῖν αὐτὰ πάλιν χαρίζεται, τὴν οἰκείαν φιλοτιμίαν διὰ πάντων ἐπιδεικνύμενος. Καὶ τί λέγω, ὅτι αὐτὰ πάλιν πολυπλασιάζει; Ἡ χεὶρ ἐκείνη δίδωσιν οὐκ αὐτὰ μόνον, ἀλλὰ μετὰ τούτων καὶ τὴν βασιλείαν τῶν οὐρανῶν δωρεῖται, καὶ ἀνακηρύττει καὶ στεφανοῖ, καὶ τὰ μυρία ἀγαθὰ χαρίζεται, ἐὰν ἐκ τῶν παρ᾽ αὐτοῦ δοθέντων μικρόν τι εἰσενεγκεῖν βουληθῶμεν.

Μὴ γὰρ βαρύ τι καὶ ἐπαχθὲς παρ᾽ ἡμῶν αἰτεῖ; Τὰ περιττὰ τῆς χρείας βούλεται ἀναγκαῖα ἡμᾶς ποιήσασθαι, καὶ ἅπερ εἰκῆ καὶ μάτην ἐν τοῖς ταμιείοις ἐναπόκειται, ταῦτα βούλεται ὑφ᾽ ἡμῶν αὐτῶν καλῶς διανεμηθῆναι, ἵνα ἀφορμὴν λαβὼν ἐντεῦθεν, λαμπρῶς ἡμᾶς στεφανώσῃ. Σπεύδει γὰρ καὶ ἐπείγεται, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε ἀξιῶσαι ἡμᾶς ὧν καὶ ἐπηγγείλατο.

εʹ. Μὴ τοίνυν ἑαυτοὺς ἀποστερήσωμεν, παρακαλῶ, τῶν τοσούτων ἀγαθῶν. Εἰ γὰρ οἱ περὶ τὴν γῆν πονούμενοι καὶ ταλαιπωροῦντες, τὰς ἑαυτῶν ἀποθήκας κενοῦντες, εἰς τὴν γῆν καταβάλλουσι τὰ σπέρματα, καὶ τὰ πάλαι συνηγμένα σκορπίζουσι, καὶ μεθ᾽ ἡδονῆς τοῦτο ποιοῦσι, τῇ ἐλπίδι τοῦ πλείονος ἑαυτοὺς παραμυθούμενοι, καὶ ταῦτα εἰδότες ὡς καὶ ἀέρων ἀνωμαλίαι πολλάκις, καὶ γῆς ἀκαρπία, καὶ ἕτεραι πολλαὶ περιστάσεις, ἢ ἀκρίδων στρατόπεδον, ἢ ἐρυσίβης ἡ ἔφοδος τῆς προσδοκίας διαμαρτεῖν ἐποίησε, καὶ ὅμως ταῖς χρησταῖς ἐλπίσιν ἑαυτοὺς τρέφοντες, τὰ ἐν τοῖς ταμιείοις συνηγμένα τῇ γῇ παρακατατίθενται· πολλῷ μᾶλλον ἡμᾶς τὰ ἁπλῶς ἀποκείμενα σκορπίζειν εἰς τὴν τῶν πενήτων διατροφὴν προσῆκεν, ἔνθα οὐκ ἔνι ποτὲ διαμαρτεῖν τοῦ τέλους, οὐδὲ δεῖσαι τὴν ἀποτυχίαν τὴν ἐπὶ τῆς γῆς γινομένην. Ἐσκόρπισε γὰρ, φησὶν, ἔδωκε τοῖς πένησιν. Ἀλλ᾽ ἄκουε καὶ τῶν ἑξῆς· Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὢ θαυμασίου σκορπισμοῦ! Ἐν βραχεῖ τῷ χρόνῳ τὴν διανομὴν ἐποιήσατο, καὶ ἐν διηνεκεῖ τῷ αἰῶνι ἡ δικαιοσύνη αὐτοῦ διαμένει. Τί τούτου μακαριστότερον γένοιτ᾽ ἄν ποτε; Διὰ τοῦτο, παρακαλῶ, τὴν διὰ τῆς ἐλεημοσύνης δικαιοσύνην ἑαυτοῖς ἐπισπασώμεθα, ἵν᾽ ᾖ καὶ περὶ ἡμῶν τοῦτο λέγεσθαι ἄξιον, ὅτι Ἐσκόρπισαν, ἔδωκαν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτῶν μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Ἐπειδὴ γὰρ εἶπεν, Ἐσκόρπισεν, ἔδωκεν, ἵνα μὴ νομίσῃς ὅτι τὰ σκορπισθέντα ἀπώλετο, διὰ τοῦτο ταχέως ἐπήγαγεν, Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἐκείνων, φησὶ, τῶν σκορπισθέντων ἡ δικαιοσύνη ἀνάλωτος μένῃ, παντὶ τῷ αἰῶνι παρεκτεινομένη καὶ μηδέποτε πέρας λαμβάνουσα.

Καὶ μετὰ τῆς ἐλεημοσύνης καὶ τῆς ἄλλης ἀρετῆς πολλὴν τὴν ἐπιμέλειαν ποιησώμεθα, καὶ τὰ πάθη τῆς σαρκὸς καταστέλλωμεν, καὶ ἐξορίσωμεν ἐκ τῆς ἑαυτῶν ψυχῆς πᾶσαν ἐπιθυμίαν ἄτοπον, πάντα πονηρὸν λογισμὸν, ὀργὴν, θυμὸν, βασκανίαν, καὶ τὴν εὐμορφίαν τῆς ψυχῆς διὰ πάντων καλλωπίζωμεν, ἵνα φαιδρὸν αὐτῆς καὶ λαμπρὸν τὸ κάλλος κατασκευάσαντες ἐπισπασώμεθα ἑαυτοῖς τὸν τῶν οὐρανῶν Δεσπότην, καὶ μονὴν παρ᾽ ἡμῖν καταξιώσῃ ποιῆσαι.

Ἔνθα γὰρ ἂν ἴδῃ ψυχῆς εὐμορφίαν, εὐθέως ἐκεῖ ἐφίπταται. Αὐτὸς γὰρ εἴρηκεν, ὅτι Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ᾽ ἢ ἐπὶ τὸν πρᾶον, καὶ ἡσύχιον, καὶ ταπεινὸν, καὶ τρέμοντά μου τοὺς λόγους; Εἶδες πῶς ἡμᾶς ἐδίδαξεν ἅπαντα τὰ πνευματικὰ χρώματα τὰ δυνάμενα τῆς ψυχῆς τὴν εὐμορφίαν φαιδρὰν ἀπεργάσασθαι;

Ἐπὶ τὸν πρᾶον, φησὶ, καὶ ἡσύχιον, καὶ ταπεινόν. Εἶτα τὸ πάντων κατασκευαστικὸν ἐπήγαγε, Καὶ τρέμοντά μου τοὺς λόγους. Τί ἐστι τὸ, Καὶ τρέμοντά μου τοὺς λόγους; Τὴν ὑπακοὴν τῶν τοῦ Θεοῦ προσταγμάτων δι᾽ αὐτῶν τῶν ἔργων πληροῦντα, καθάπερ καὶ ἀλλαχοῦ φησι· Μακάριος ὃς καταπτήσσει πάντα δι᾽ εὐλάβειαν. Εἰ γὰρ ἡμεῖς, ἐπειδὰν ἴδωμεν οἰκέτην ἡμέτερον μετ᾽ ἐπιμελείας πολλῆς τὰ ἐπιτάγματα πληροῦντα τὰ ἡμέτερα, καὶ πολλοῦ τοῦ φόβου καὶ τοῦ τρόμου, πλείονα τὴν παρ᾽ ἑαυτῶν εὔνοιαν καὶ συμπάθειαν εἰς αὐτὸν ἐπιδεικνύμεθα· πολλῷ μᾶλλον ἂν ὁ ἀγαθὸς Δεσπότης εἰς ἡμᾶς τοῦτο ἐπιδείξηται. Διὰ τοῦτο τοίνυν ἔλεγεν· Ἐπ᾽ ἐκεῖνον ἐπιβλέψω τὸν πρᾶον, καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους. Τρέμωμεν τοίνυν, παρακαλῶ, καὶ μετὰ πολλοῦ φόβου πληρῶμεν αὐτοῦ τοὺς λόγους· αὐτοῦ γάρ εἰσι λόγοι τὰ παρ᾽ αὐτοῦ ἡμῖν δοθέντα προστάγματα· καὶ μαθόντες τίσιν ἀρέσκεται, καὶ τίνα προσίεται, ἐκεῖνα μετίωμεν, καὶ τοιοῦτοι γενέσθαι σπουδάζωμεν, ἡσυχίαν, πραότητα, ταπείνωσιν πολλὴν ἐπιδεικνύμενοι, καὶ πάντα τὰ παρ᾽ αὐτοῦ ἐπιτάγματα μετ᾽ εὐλαβείας πολλῆς μετερχόμενοι καὶ φόβου πολλοῦ, ἵνα τὴν διάθεσιν τῆς γνώμης τῆς ἡμετέρας ἀποδεξάμενος ὁ τῶν ἁπάντων Δεσπότης, καὶ ἀρκεσθεὶς ἡμῶν τῇ ὑπακοῇ, ἐπιβλέψαι ἐφ᾽ ἡμᾶς καταξιώσῃ.

Ἐὰν γὰρ τοῦτο ποιῆσαι καταδέξηται, ἐν πάσῃ ἀσφαλείᾳ ἡμᾶς καταστήσει· Ἐπιβλέψω γὰρ, φησὶν, ἀντὶ τοῦ, προνοίας ἀξιώσω, χεῖρα ὀρέξω, ἐν ἅπασιν ἀντιλήψομαι, τὰς παρ᾽ ἐμαυτοῦ φιλοτιμίας μετὰ δαψιλείας παρέξω. Ταῦτα οὖν ἅπαντα μετίωμεν, παρακαλῶ, ἵνα ἐπιβλέψῃ καὶ ἐφ᾽ ἡμᾶς ὁ Δεσπότης, καὶ δυνηθείημεν καὶ τὸν παρόντα βίον ἀλύπως διανύσαι, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Νϛʹ. Εἶπε δὲ Ἰακὼβ πρὸς Λάβαν· Ἀπόδος μοι τὴν γυναῖκά μου· πεπλήρωνται γὰρ αἱ ἡμέραι, ὅπως εἰσέλθω πρὸς αὐτήν. αʹ. Ἀπὸ τῆς ἀγάπης τοῦ Ἰακὼβ, ἣν περὶ τὴν Ῥαχὴλ ἐπεδείξατο, εἰς τὴν Παύλου ἀγάπην μεταστάντες χθὲς, καὶ τὸ μέγεθος τοῦ περὶ τὸν Χριστὸν πόθου αὐτοῦ καταμαθόντες, καθάπερ ὑπὸ ῥύμης τινὸς σφοδροτέρας ἐξελκυσθέντες, οὐκ ἔτι ἰσχύσαμεν ἐπὶ τὴν ἀκολουθίαν ἐπανελθεῖν τοῦ λόγου. Διόπερ, εἰ δοκεῖ, σήμερον τοῖς ἑξῆς ἐπεξελθόντες, τὰ λειφθέντα ἀναπληρώσωμεν, ἵνα καὶ ἐκ τῶν σήμερον λεγομένων ἀρκοῦσαν ὠφέλειαν καρπωσάμενοι, οὕτως οἴκαδε ἐπανέλθωμεν.

Ἐπειδὴ γὰρ ἐπληρώθη ὁ τῶν ἑπτὰ ἐτῶν ἀριθμὸς, Καὶ ἦσαν, φησὶν, ἐνώπιον Ἰακὼβ ὡς ἡμέραι ὀλίγαι ὁ τοσοῦτος χρόνος διὰ τὸ ἀγαπᾷν αὐτὸν αὐτὴν, εἶπε τῷ Λάβαν· Ἀπόδος μοι τὴν γυναῖκά μου· πεπλήρωνται γὰρ αἱ ἡμέραι μου, ὅπως εἰσέλθω πρὸς αὐτήν. Συνήγαγε δὲ Λάβαν πάντας τοὺς ἄνδρας τοῦ τόπου, καὶ ἐποίησε τὸν γάμον. Καὶ ἐγένετο ἑσπέρα, καὶ λαβὼν Λάβαν Λείαν τὴν θυγατέρα αὐτοῦ, εἰσήγαγεν αὐτὴν πρὸς Ἰακώβ.

Εἶδες τὸ παλαιὸν μεθ᾽ ὅσης σεμνότητος τοὺς γάμους ἐπετέλουν; Ἀκούσατε, οἱ περὶ τὰς σατανικὰς πομπὰς ἐπτοημένοι, καὶ ἐξ αὐτῶν τῶν προοιμίων τὰ σεμνὰ τοῦ γάμου καταισχύνοντες. Μή που αὐλοί; μή που κύμβαλα; μή που χορεῖαι σατανικαί; Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, τοσαύτην λύμην εὐθέως ἐπεισάγεις εἰς τὴν οἰκίαν, καὶ τοὺς ἀπὸ τῆς σκηνῆς καὶ τῆς ὀρχήστρας καλεῖς, ἵνα μετὰ τῆς ἀκαίρου δαπάνης καὶ τὴν τῆς κόρης λυμήνῃ σωφροσύνην, καὶ τὸν νέον ἀναισχυντότερον ἐργάσῃ; Ἀγαπητὸν γὰρ, καὶ ἄνευ τούτων τῶν ὑπεκκαυμάτων, ἐκείνην τὴν ἡλικίαν δυνηθῆναι πράως ἐνεγκεῖν τὸν χειμῶνα τῶν παθῶν ὅταν δὲ καὶ τοσαῦτα ᾖ τὰ διὰ τῆς ὄψεως καὶ διὰ τῆς ἀκοῆς δαψιλεστέραν ἀνάπτοντα τὴν πυρὰν, καὶ τὴν κάμινον τῶν παθῶν φλογωδεστέραν ἐργαζόμενα, πῶς οὐχὶ ὑποβρύχιος ἡ τοῦ νέου ψυχὴ γενήσεται; Ἐντεῦθεν γὰρ ἅπαντα ἀπόλωλε καὶ διέφθαρται, ἀπὸ τοῦ τὴν σωφροσύνην ἐξ ἀρχῆς διορύττεσθαι τῶν μελλόντων ἀλλήλοις συνιέναι· καὶ πολλάκις ἐκ πρώτης ἡμέρας καὶ ὁ νέος ἐδέξατο βέλος σατανικὸν ἐν τῇ ψυχῇ, ἀκολάστοις ἰδὼν ὀφθαλμοῖς, καὶ ἡ κόρη καὶ διὰ τῆς ἀκοῆς καὶ διὰ τῆς ὄψεως αἰχμάλωτος γέγονε, καὶ ταῦτα ἐξ ἐκείνης λοιπὸν τῆς ἡμέρας τὰ τραύματα αὐξανόμενα μεῖζον ἐργάζεται τὸ κακόν. Καὶ γὰρ πρῶτον μὲν τὴν πρὸς ἀλλήλους αὐτῶν ὁμόνοιαν διορύττει, καὶ τὸν πόθον καταμαραίνει.

Ὅταν γὰρ πρὸς ἑτέραν ἐκεῖνος προσχῇ τῇ διανοίᾳ, ὧδε κἀκεῖσε μεριζόμενος τὸν λογισμὸν, καὶ ὑπὸ τοῦ διαβόλου αὐτοῦ στρατηγούμενος, πολλῆς ἀηδίας πληρώσει τὴν οἰκίαν.

Εἰ δὲ κἀκείνη εὑρεθείη τοιοῦτόν τι παθοῦσα, ἐξ αὐτῶν, ὡς εἰπεῖν, τῶν βάθρων ἅπαντα ἀνατρέπεται, καὶ λοιπὸν ἀλλήλους κρύπτοντες, ὁ μὲν δι᾽ ὑποψίας ἔχει τὴν γαμετὴν, ἡ δὲ τὸν ἄνδρα. Καὶ ἔνθα ἐχρῆν ὁμόνοιαν εἶναι καὶ σύνδεσμον, καὶ οἱ ὀφείλοντες σὰρξ εἶναι μία (Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν), οὗτοι ἐν τοσαύτῃ διαιρέσει τυγχάνουσιν, ὡς εἰ καὶ κατατετμημένοι ἦσαν. Ἐπεισελθὼν γὰρ ὁ διάβολος τοσαύτην ἐν αὐτοῖς ἐργάζεται τὴν λύμην, ὡς πολέμους καὶ μάχας καθημερινὰς τίκτεσθαι, καὶ μηδέποτε ἀνάπαυλαν ἔχειν τῶν κακῶν. Τί γὰρ ἄν τις εἴποι λοιπὸν τῶν οἰκετῶν τὰς καταφρονήσεις, τῶν πλησίον οἰκούντων τὸν γέλωτα, τὰς ἀσχημοσύνας;

Καθάπερ γὰρ τῶν κυβερνητῶν στασιαζόντων, καὶ οἱ ἐμπλέοντες τῶν κινδύνων συναπολαύουσι, καὶ αὔτανδρον ἀνάγκη τὴν ναῦν καταποντισθῆναι· οὕτω δὴ καὶ ἐνταῦθα, τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς πρὸς ἀλλήλους διαστασιαζόντων, καὶ τοὺς ἄλλους ἅπαντας συναπολαύειν τῶν κακῶν εἰκός. Διὰ τοῦτο παρακαλῶ, ταῦτα ἅπαντα προορωμένους, μὴ τῇ συνηθείᾳ κατακολουθεῖν.

Οἶδα γὰρ ὅτι πολλοὶ ταύτην ἡμῖν προβαλλόμενοι οὐδὲ ἀνέχονται τῶν παρ᾽ ἡμῶν λεγομένων· ἀλλ᾽ ὅμως ἡμᾶς ἀνάγκη τὰ λυσιτελῆ καὶ τὰ τῆς μελλούσης κολάσεως ἐξαρπάζοντα λέγειν. Ὅπου γὰρ λύμη τοσαύτη ψυχῆς, τίνος ἕνεκέν μοι συνήθειαν βούλει προβάλλεσθαι;

Ἰδοὺ κἀγὼ συνήθειάν σοι προβάλλομαι βελτίονα, ᾗ οἱ ἐξ ἀρχῆς ἐκέχρηντο, ὅτε οὐδέπω τοσαύτη γνῶσις ἦν τῆς εὐσεβείας. Καὶ μή μοι τὸν δίκαιον ἐνταῦθα λογίζου, τὸν Ἰακὼβ λέγω, ἀλλὰ τὸν Λάβαν ἐννόει, ἄνδρα ἔτι τοῖς εἰδώλοις προσανέχοντα, καὶ οὐδεμίαν γνῶσιν ἔχοντα τῆς εὐσεβείας, καὶ τοσαύτην φιλοσοφίαν ἐπιδεικνύμενον. Τοῦτο γὰρ οὐ τοῦ μέλλοντος ἦν ἄγεσθαι τὴν κόρην τὸ κατόρθωμα, ἀλλὰ τοῦ πατρὸς τοῦ τὴν κόρην ἐκδιδόντος. Δι᾽ ὃ καὶ τοῦτον ἐκίνησα τὸν λόγον, οὐχὶ πρὸς τοὺς νυμφίους τοσοῦτον ἀποτεινόμενος, ὅσον πρὸς τοὺς γεγεννηκότας, πρὸς τὸν πατέρα τοῦ νυμφίου, καὶ πρὸς τὸν τὴν κόρην ἐκδιδόντα φημί. Πῶς γὰρ οὐκ ἄτοπον ἡμᾶς τοὺς τοσαύτης ἀπολαύσαντας φιλανθρωπίας, καὶ τῶν φρικτῶν καὶ ἀποῤῥήτων μυστηρίων ἀξιωθέντας, ἐλάττους κατὰ τοῦτο γίνεσθαι τοῦ Λάβαν, τοῦ ἔτι εἴδωλα θεραπεύοντος; Ἢ οὐκ ἀκούεις Παύλου λέγοντος, ὅτι μυστήριόν ἐστιν ὁ γάμος, καὶ εἰκών ἐστι τῆς ἀγάπης τοῦ Χριστοῦ, ἣν περὶ τὴν Ἐκκλησίαν ἐπεδείξατο;

Μὴ τοίνυν καταισχύνωμεν ἑαυτοὺς, καὶ τὰ σεμνὰ τοῦ γάμου διαφθείρωμεν. Εἰ μὲν γὰρ καλόν ἐστι τὸ τῆς συμβουλῆς καὶ ἐπωφελὲς, κἂν μὴ συνήθεια ᾖ, γινέσθω· εἰ δὲ βλάβην ἔχον καὶ πολὺν τὸν ὄλεθρον τὸ νῦν παρ᾽ ὑμῶν ἐπιτελούμενον, κἂν συνήθεια ᾖ, ἐγκοπτέσθω, Ἐπεὶ εἰ τοῦτο συγχωρήσαιμεν, καὶ ὁ κλέπτων, καὶ ὁ πορνεύων, καὶ ὁ τὴν ἄλλην ἅπασαν κακίαν ἐπιδεικνύμενος, τὴν συνήθειαν ἡμῖν προβαλεῖται· ἀλλ᾽ οὐδὲν ἀπὸ τούτου κέρδος αὐτῷ ἔσται, οὐδὲ συγγνώμη, ἀλλὰ καὶ πολλὴ ἡ κατηγορία, ὅτι οὐκ ἴσχυσε συνηθείας περιγενέσθαι πονηρᾶς.

βʹ. Ἐὰν γὰρ βουλώμεθα νήφειν, καὶ πολλὴν τῆς ἑαυτῶν σωτηρίας ποιεῖσθαι τὴν φροντίδα, δυνησόμεθα καὶ τῆς κακῆς συνηθείας ἀποστῆναι, καὶ εἰς καλὴν συνήθειαν ἑαυτοὺς ἀγαγεῖν· καὶ οὕτω καὶ τοῖς μεθ᾽ ἡμᾶς οὐ μικρὰν παρέξομεν ἀφορμὴν τοῦ τὰ αὐτὰ ζηλοῦν, καὶ τῶν ὑπ᾽ ἐκείνων κατορθουμένων ἡμεῖς ληψόμεθα τὸν μισθόν. Ὁ γὰρ τὴν ἀρχὴν παρασχὼν τῆς καλῆς ὁδοῦ, οὗτος καὶ τῶν ὑφ᾽ ἑτέρων γινομένων αἴτιος ἔσται, καὶ διπλοῦν κομιεῖται τὸν μισθὸν, ὑπὲρ ὧν τε αὐτὸς κατορθοῖ, ὑπὲρ ὧν τε ἑτέρους ἐπάγει εἰς τὴν ἀρίστην ταύτην φιλοσοφίαν. Μή μοι τὰ ψυχρὰ ἐκεῖνα ῥήματα καὶ γέλωτος γέμοντα προβάλλεσθε, λέγοντες νόμιμά τινα εἶναι ταῦτα, καὶ διὰ τοῦτο πληροῦσθαι χρή. Οὐ ταῦτα γὰρ νόμιμον ποιεῖ συνοικέσιον, ἀλλὰ τὸ κατὰ τοὺς τοῦ Θεοῦ νόμους μετὰ σωφροσύνης καὶ σεμνότητος τὴν συνέλευσιν γίνεσθαι, καὶ τῇ ὁμονοίᾳ συμπεπλέχθαι τοὺς ἀλλήλοις συνιόντας.

Τοῦτο καὶ οἱ ἔξωθεν ἴσασι νόμοι, καὶ ἀκούσῃ τῶν περὶ ταῦτα ἐσχολακότων λεγόντων, ὅτι συνοικέσιον οὐδὲν ἕτερον συνίστησιν ἢ συνήθεια. Μὴ τοίνυν καὶ τοὺς τοῦ Θεοῦ νόμους παραβῶμεν μετὰ τῶν ἀνθρωπίνων, καὶ προτιμῶμεν τοὺς διαβολικοὺς νόμους καὶ τὴν ὀλεθρίαν ταύτην συνήθειαν· ἐκείνου γάρ ἐστι νόμος ταῦτα, τοῦ χαίροντος ἀεὶ τῇ ἀπωλείᾳ τῇ ἡμετέρᾳ.

Τί οὖν ἂν γένοιτο καταγελαστότερον τῆς συνηθείας ταύτης, ὅταν ὑπὸ οἰκετῶν καὶ τριωβολιμαίων ἀνθρώπων σκώμματα καὶ λοιδορίας ἀπείρους δέχωνται καὶ ὁ ἀνὴρ καὶ ἡ γυνὴ, καὶ οὐδεὶς ᾖ ὁ ἐπιτιμῶν, ἀλλ᾽ ἔξεστι τῷ βουλομένῳ ἀδεῶς κατὰ τὴν ἑσπέραν ἅπαντα φθέγγεσθαι, καὶ βάλλειν τοῖς σκώμμασι καὶ τὸν νυμφίον καὶ τὴν νύμφην; Καὶ ἐν ἑτέρᾳ μὲν ἡμέρᾳ ἐάν τις ἐπιχειρήσῃ λοιδορήσασθαι, δικαστήρια αὐτῷ, καὶ ἀπαγωγαὶ, καὶ κίνδυνοι· τότε δὲ, ὅτε μάλιστα πολλὴν ἐχρῆν εἶναι τὴν αἰδὼ, πολλὴν τὴν κοσμιότητα, πολλὴν τὴν ἁγνείαν, τοσαύτης ἅπαντα πληροῦνται τῆς ἀσχημοσύνης ὡς εἰκὸς τὸν διάβολον στρατηγοῦντα ταῦτα ἅπαντα ἐπιδείκνυσθαι. Ἀλλὰ μὴ δυσχεραίνετε, παρακαλῶ· οὐδὲ γὰρ ἁπλῶς εἰς τοῦτον ἐξέβην τὸν λόγον, ἀλλὰ κηδόμενος ὑμῶν καὶ τῆς σωτηρίας καὶ τῆς εὐκοσμίας, καὶ βουλόμενος ὑμᾶς τὴν ἀρίστην ταύτην μεταβολὴν ἐπιδείξασθαι, καὶ τῆς καλῆς ταύτης συνηθείας ἀρχηγοὺς καταστῆναι.

Ἐὰν γὰρ μόνον ἀρχὴ καὶ ὁδὸς γένηται τοῦ πράγματος, κατὰ μικρὸν εἷς τὸν ἕνα ζηλοῦντες τὸν καλὸν τοῦτον καὶ ἐπαινετὸν ζῆλον, πάντας ἐπαινέτας ἕξετε, καὶ οὐ μόνον οἱ τὴν πόλιν οἰκοῦντες μιμήσονται τὴν καλλίστην ταύτην μεταβολὴν, ἀλλὰ καὶ τοὺς πόῤῥωθεν οἰκοῦντας ἐπισπάσεσθε, καὶ ζηλωτὰς ὑμετέρους καταστήσετε, καὶ πολυπλασίονα τὸν παρὰ τοῦ Θεοῦ κομιεῖσθε στέφανον, ὅτι διὰ τὸν τοῦ Θεοῦ φόβον καὶ τὴν παρ᾽ αὐτοῦ ἐντολὴν, τῆς σατανικῆς ταύτης περιγεγόνατε συνηθείας. Ἀλλ᾽ ὅτι μὲν δέξεσθε μετὰ προθυμίας ταύτην ἡμῶν τὴν συμβουλὴν, καὶ εἰς ἔργον αὐτὴν ἄξετε, σφόδρα πέπεισμαι. Ὁρῶν γὰρ ὑμᾶς μετὰ τοσαύτης ἡδονῆς ἀκούοντας τῶν λεγομένων, ἀπὸ τοῦ κρότου καὶ τῶν ἐπαίνων στοχάζομαι, ὅτι καὶ πρὸς τὴν διὰ τῶν ἔργων κατόρθωσιν ἐπειχθήσεσθε. Διὸ ἀρκεσθεὶς τοῖς εἰρημένοις ἐπὶ τὴν ἀκολουθίαν τοῦ λόγου ἐπανήξω. Καὶ ἐγένετο, φησὶν, ἑσπέρα, καὶ ἔλαβε Λάβαν τὴν Λείαν τὴν θυγατέρα αὐτοῦ, καὶ εἰσήγαγεν αὐτὴν πρὸς τὸν Ἰακώβ.

Μὴ ἁπλῶς μηδὲ τοῦτο παραδράμωμεν· ἔστι γὰρ καὶ ἐκ τούτου πολλὰ συνιδεῖν· ἓν μὲν τοῦ Ἰακὼβ τὸ ἄπλαστον, καὶ ὅπως πάσης πονηρίας ἐκτὸς ὢν παρεκρούσθη· δεύτερον δὲ, ὅτι μετὰ τοσαύτης εὐκοσμίας ἅπαντα ἐγίνετο, καὶ οὐδαμοῦ λαμπάδες καὶ χορεῖαι καὶ φῶτα τὴν χρείαν ὑπερβαίνοντα, ὡς καὶ τὴν ἀπάτην τοῦ Λάβαν εἰς ἔργον ἐλθεῖν. Ἔστι δὲ καὶ τοῦ Λάβαν ἐντεῦθεν καταλαβεῖν τὴν περὶ τὸν Ἰακὼβ φιλοστοργίαν. Τοῦτο γὰρ ἐμηχανήσατο, βουλόμενος ἐπὶ πλεῖον κατέχειν παρ᾽ ἑαυτῷ τὸν δίκαιον.

Ἐπειδὴ γὰρ ᾔδει ὅτι ἐκείνης περιεκαίετο, καὶ εἰ τοῦ σπουδαζομένου ἐπέτυχεν, οὐκ ἂν εἵλετο λοιπὸν τῆς Λείας ἕνεκεν τὴν δουλείαν ὑποστῆναι, οὐδὲ τὴν μετ᾽ αὐτοῦ συνοίκησιν· διὰ τοῦτο θεασάμενος ὁ Λάβαν τοῦ ἀνδρὸς τὴν ἀρετὴν, καὶ ἐννοῶν ὡς οὐκ ἂν ἑτέρως αὐτοῦ περιγένοιτο καὶ πείσειε, τὴν ἀπάτην ταύτην εἰργάσατο, καὶ δίδωσιν αὐτῷ τὴν Λείαν μετὰ Ζελφᾶς τῆς παιδίσκης. Εἶτα ἐγκαλούμενος ὑπὸ τοῦ δικαίου, τίνος ἕνεκεν τὰ τῆς ἀπάτης εἰργάσατο, εὐπρόσωπον ἀπολογίαν ἐποιήσατο. Ἐπειδὴ γὰρ εἶπεν ὁ Ἰακώβ· Τίνος ἕνεκεν τοῦτό μοι ἐποίησας; οὐ περὶ τῆς Ῥαχὴλ ἐδούλευσά σοι; καὶ ἵνα τί παρελογίσω με; τί φησιν ὁ Λάβαν; Οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ τούτῳ δοῦναι τὴν νεωτέραν, πρὶν ἢ πρεσβυτέραν. Συντέλεσον οὖν καὶ ταύτης τὰ ἕβδομα, καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας, ἧς ἐργάσῃ παρ᾽ ἐμοὶ ἔτι ἑπτὰ ἔτη. Ὁρᾷς ὅτι τοῦτο αὐτὸ μηχανώμενος ἅπαντα κατεσκεύασεν. Ἐπειδὴ γὰρ εἶδε τὸν ἔρωτα ὃν περὶ τὴν κόρην ἐκέκτητο, φησί· Μὴ νομίσῃς ἠδικῆσθαί σε.

Ἐπειδὴ γὰρ οὗτος παρ᾽ ἡμῶν ὁ νόμος, ὥστε πρότερον τὴν πρεσβυτέραν ἐκδιδόναι ἀνδρί· διὰ τοῦτο μὲν τοῦτο γεγένηται· λήψῃ δὲ καὶ ταύτην ἣν ποθεῖς, ἐὰν τὰ ὅμοια ἔτη καὶ ὑπὲρ αὐτῆς δουλεύσῃς. Ταῦτα ἀκούσας ὁ δίκαιος, ἑτοίμως ἅπαντα κατεδέξατο, καὶ μετὰ ταῦτα ἕτερα ἑπτὰ ἔτη, Ἔδωκε, φησὶν, αὐτῷ τὴν θυγατέρα αὐτοῦ Ῥαχὴλ γυναῖκα.

γʹ. Ὁρᾷς πάλιν ὅτι τὰ τῶν γάμων γίνεται μετὰ πάσης κοσμιότητος. Ἀλλ᾽ ἀκούων ὅτι ἔλαβε τὴν πρεσβυτέραν, καὶ πάλιν τὴν νεωτέραν, μὴ ταραχθῇς, μηδὲ πρὸς τὴν νῦν κατάστασιν τὰ τότε κρῖναι πράγματα. Τότε μὲν γὰρ, ἐπειδὴ ἀρχὴ καὶ προοίμια ἦν, συνεχωρεῖτο καὶ δυσὶ καὶ τρισὶ γυναιξὶ καὶ πλείοσι μίγνυσθαι, ὥστε τὸ γένος ἐκταθῆναι· νυνὶ δὲ, ἐπειδὴ διὰ τὴν τοῦ Θεοῦ χάριν καὶ τὸ τῶν ἀνθρώπων γένος ἐπὶ πολὺ πλῆθος ἐκτέταται, καὶ τὰ τῆς ἀρετῆς ἐπίδοσιν ἔσχε. Παραγενόμενος γὰρ ὁ Χριστὸς, καὶ τὴν ἀρετὴν καταφυτεύσας ἐν τοῖς ἀνθρώποις, καὶ ἀγγέλους, ὡς εἰπεῖν, ἐξ ἀνθρώπων αὐτοὺς ἐργασάμενος, ἅπασαν ταύτην τὴν παλαιὰν συνήθειαν ἐξέκοψεν. Ὁρᾷς πῶς οὐ δεῖ συνήθειαν προβάλλεσθαι, ἀλλὰ τὸ χρήσιμον πανταχοῦ ἐπιζητεῖν; Ἰδοὺ γὰρ, ἐπειδὴ κακὴ ἦν αὕτη ἡ συνήθεια, ὅρα πῶς ἐξεκόπη, καὶ οὐκ ἔξεστι νῦν οὐδενὶ ταύτην προβάλλεσθαι τὴν συνήθειαν. Μηδαμοῦ τοίνυν, παρακαλῶ, συνήθειαν ἐπιζήτει, ἀλλὰ τὸ χρήσιμον ζήτει, καὶ μὴ τὸ ψυχοβλαβές· καὶ εἴ τι τυγχάνει καλὸν, κἂν μὴ ᾖ συνήθεια, γινέσθω παρ᾽ ἡμῶν· ἂν δέ τι βλαβερὸν, κἂν ἐν συνηθείᾳ ᾖ, φεύγωμεν καὶ ἀποστρεφώμεθα. Καὶ ἔδωκε, φησὶν, Ἰακὼβ Ῥαχὴλ μετὰ Βάλλας τῆς παιδίσκης. Εἶδες πόση ἡ φιλοσοφία; Μήπου ἀνδραπόδων ἀγέλαι; μή που γραμματεῖα, καὶ συνθῆκαι, καὶ αἱρέσεις ἐκεῖναι αἱ καταγέλαστοι, Ἐὰν τόδε γένηται, καὶ ἐὰν τόδε συμβῇ;

Καὶ εὐθέως, πρὶν ἢ συνελθεῖν, οἱ οὐκ εἰδότες οὐδ᾽ εἰ μέχρι τῆς ἑσπέρας διαμενοῦσι, τὰ μετὰ πολὺν ἐσόμενα χρόνον ἐν τοῖς γραμματείοις συντιθέασιν· Ἐὰν ἄτεκνος, φησὶ, τελευτήσῃ, ἐὰν παιδία ἐσχηκὼς, καὶ ὅσα τοιαῦτα. Ἀλλ᾽ ἐνταῦθα οὐδὲν τοιοῦτον, ἀλλὰ παιδίσκην μίαν ἑκάστῃ δοὺς ὁ πατὴρ, οὕτω τὰς θυγατέρας ἐξεδίδου. Ἠγάπησε δὲ, φησὶ, Ῥαχὴλ μᾶλλον ἢ Λείαν, καὶ ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτερα.

Ἐπειδὴ γὰρ ἐξ ἀρχῆς διὰ τὴν εὐμορφίαν ἠράσθη τῆς κόρης, μόλις δὲ τυχεῖν ποτε ἠδυνήθη τοῦ σπουδαζομένου, ἐκείνην, φησὶ, πλέον ἠγάπα, ἤπερ τὴν Λείαν. Καὶ γὰρ ἡ ταύτης εὐμορφία, φησὶν, ἐφείλκετο αὐτὸν εἰς τὸν περὶ αὐτὴν πόθον. Ἀλλ᾽ ὅρα μοι ἐνταῦθα λοιπὸν τοῦ Δεσπότου τὴν ἄφατον φιλανθρωπίαν, καὶ πῶς τὰ παρ᾽ αὐτοῦ ἐπαγγελθέντα κατὰ μικρὸν εἰς ἔργον ἄγει.

Ὁ γὰρ εἰπὼν, ὅτι Ἔσομαι μετὰ σοῦ, διαφυλάσσων σε ἐν πάσῃ ὁδῷ, ᾗ ἐὰν πορευθῇς, καὶ ὅτι Αὐξανῶ σε καὶ πληθυνῶ, αὐτὸς καὶ νῦν ἅπαντα οἰκονομεῖ. Καὶ ἵνα μάθῃς. ἄκουε καὶ αὐτῆς τῆς θείας Γραφῆς τοῦτο σαφῶς λεγούσης· Ἰδὼν δὲ Κύριος ὁ Θεὸς, φησὶν, ὅτι μισεῖται Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς· Ῥαχὴλ δὲ ἦν στεῖρα. Καὶ συνέλαβε Λεία, καὶ ἔτεκεν υἱὸν τῷ Ἰακώβ. Ὅρα τοῦ εὐμηχάνου Θεοῦ τὴν σοφίαν. Ἐπειδὴ ἡ μὲν ἀπὸ τῆς εὐμορφίας τὴν εὔνοιαν ἐπεσπάσατο τοῦ ἀνδρὸς, ἡ δὲ ταύτης ἀπεστερημένη μισεῖσθαι ἐδόκει, ταύτην μὲν διεγείρει πρὸς γονὴν, ἐκείνης δὲ πηροῖ τὴν μήτραν, ἀμφότερα διὰ τὴν οἰκείαν φιλανθρωπίαν οἰκονομῶν, ἵνα καὶ αὕτη διὰ τὰ ἐξ αὐτῆς τικτόμενα σχῇ τινα παραμυθίαν, ἐφελκομένη εἰς τὸν περὶ αὐτὴν πόθον τὸν ἄνδρα, κἀκείνη μὴ διὰ τὸ κάλλος καὶ τὴν εὐμορφίαν κατεξανιστῆται τῆς ἀδελφῆς. Καὶ διήνοιξε, φησὶ, τὴν μήτραν αὐτῆς. Μάνθανε ἐντεῦθεν, ἀγαπητὲ, ὅτι ὁ τῶν ἁπάντων δημιουργός ἐστιν ὁ τὰ πάντα οἰκονομῶν, καὶ τὴν φύσιν αὐτὴν διεγείρων πρὸς γονὴν, καὶ ὅτι οὐδὲν τῆς συνουσίας ὄφελος, μὴ τῆς ἄνωθεν συμμαχίας γενομένης. Διὰ γὰρ τοῦτο εἶπεν, ὅτι Διήνοιξε τὴν μήτραν αὐτῆς, ἵνα γνῶμεν ὅτι αὐτὸς ὁ Δεσπότης ἠβουλήθη τὴν Λείαν πρὸς τεκνογονίαν διεγεῖραι, ὥστε αὐτῆς τὴν ἀθυμίαν παραμυθήσασθαι.

Αὐτὸς γάρ ἐστιν ὁ καὶ ἐν τῇ μήτρᾳ διαπλάττων τὰ βρέφη καὶ ζωογονῶν, καθάπερ καὶ Δαυΐδ φησιν· Ἀντελάβου μου ἐκ τῆς γαστρὸς μητρός μου. Καὶ ὅρα πῶς δείκνυσιν ἡμῖν ἡ θεία Γραφὴ τὸν τῆς φύσεως δημιουργὸν ἑκάτερα τῇ οἰκείᾳ δυνάμει ἐργαζόμενον, καὶ τῆς μὲν τὴν μήτραν διεγείροντα, τῆς δὲ Ῥαχὴλ ἐπέχοντα.

Δεσπότης γὰρ ὢν τῆς φύσεως, μετ᾽ εὐκολίας ἅπαντα ἐργάζεται. Καὶ συνέλαβε, φησὶ, Λεία, καὶ ἔτεκεν υἱὸν τῷ Ἰακώβ· ἐκάλεσε δὲ τὸ ὄνομα αὐτοῦ Ῥουβὴν, λέγουσα· Ὅτι εἶδέ μου Κύριος τὴν ταπείνωσιν, νῦν ἀγαπήσει με ὁ ἀνήρ μου. Ὅρα πῶς εὐγνώμων ἡ γυνή. Θεασάμενος, φησὶ, τὴν ταπείνωσίν μου ὁ Δεσπότης, παρέσχε μοι τὸν τόκον, ἵνα διὰ τούτου ἀγαπηθῆναι δυνηθῶ. Καὶ θέα μοι τοῦ φιλανθρώπου Θεοῦ τὴν φιλοτιμίαν, πῶς ἐπιδαψιλεύεται, ὁμοῦ καὶ τὸ τοῦ δικαίου σπέρμα αὐξῆσαι βουλόμενος, καὶ ταύτην νῦν ποθεινοτέραν καταστῆσαι τῷ Ἰακώβ. Καὶ συνέλαβε, φησὶ, πάλιν, καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ἰακὼβ, καὶ εἶπεν, ὅτι Ἤκουσε Κύριος ὅτι μισοῦμαι, καὶ προσέδωκέ μοι καὶ τοῦτον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Συμεών. Σκόπει πῶς ἀφ᾽ ἑκάστου τῶν παίδων εὐχαριστεῖ τῷ Δεσπότῃ, καὶ εὐγνώμων γίνεται περὶ τὴν εὐεργεσίαν. Ἤκουσε γὰρ, φησὶ, ὁ Κύριος, ὅτι μισοῦμαι, καὶ προσέδωκέ μοι καὶ τοῦτον· καὶ διὰ τοῦτο Ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Συμεών.

δʹ. Εἶδες πῶς οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, οὐδὲ τὰς ὀνομασίας τοῖς τικτομένοις ἐπετίθει; Ἐκάλεσε γὰρ αὐτὸν Συμεὼν, ἐπειδὴ ἤκουσε Κύριος. Τοῦτο γὰρ ἑρμηνεύεται τὸ ὄνομα τῇ Ἑβραϊκῇ διαλέκτῳ, ὅτι ἠκούσθη. Καὶ συνέλαβεν ἔτι, καὶ ἔτεκεν υἱὸν, καὶ εἶπεν· Ἐν τῷ νῦν καιρῷ πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ μου· τέτοκα γὰρ αὐτῷ τρεῖς υἱούς· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῷ Λευΐ. Δοκεῖ μοι ἐνταῦθα αἰνίττεσθαι, ὅτι καὶ τῶν δύο τεχθέντων οὐδέπω ἴσχυσεν εἰς τὴν περὶ αὐτὴν διάθεσιν ἐφελκύσασθαι τὸν ἄνδρα, ἀλλ᾽ ἔτι ὅλως ἦν πρὸς τὴν Ῥαχὴλ νενευκώς· διὰ τοῦτό φησιν· Ἐν τῷ νῦν καιρῷ πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ μου. Τάχα, φησὶ, κἂν ἡ προσθήκη τοῦ τρίτου παρασκευάσῃ τὸν ἄνδρα εὐνοϊκῶς περὶ ἐμὲ διατεθῆναι. Ἰδοὺ γὰρ αὐτῷ τέτοκα τρεῖς υἱούς. Καὶ συλλαβοῦσα ἔτι, ἔτεκεν υἱὸν, καὶ εἶπε· Νῦν ἔτι τοῦτο ἐξομολογήσομαι τῷ Κυρίῳ· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰούδαν. Τί ἔστι· Τοῦτο ἐξομολογήσομαι τῷ Κυρίῳ;

Τὸ Ἐξομολογήσομαι ἐνταῦθα, εὐχαριστήσω καὶ δοξάσω αὐτόν ἐστιν, ὅτι καὶ τέταρτον προσέθηκέ μοι υἱὸν, καὶ τοσαύτην μοι τὴν εὐπορίαν ἐχαρίσατο· καὶ ὅπερ ἀπὸ τῆς τοῦ σώματος ἀμορφίας εἰς τὴν παρὰ τοῦ ἀνδρὸς εὔνοιαν ἔμελλον καταβλάπτεσθαι, τοῦτο ἡ τέκνων παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας χαρισθέντων μοι γονὴ διωρθώσατο, καὶ τῆς ἀθυμίας τὴν ὑπερβολὴν διεσκέδασε, τὴν διὰ τὴν ἀμορφίαν μισουμένην παραμυθησάμενος, καὶ μεταστήσας τὸ μῖσος εἰς τὴν ἀδελφὴν τὴν ἐμήν. Τεκοῦσα δὲ, φησὶ, τὸν Ἰούδαν, ἔστη τοῦ τίκτειν. Ἰδοῦσα δὲ Ῥαχὴλ, ὅτι οὐ τέτοκε τῷ Ἰακὼβ, ἐζήλωσε τὴν ἀδελφὴν αὐτῆς, καὶ εἶπε τῷ Ἰακώβ· Δός μοι τέκνα· εἰ δὲ μὴ, τελευτήσω ἐγώ. Ἀπερίσκεπτος ἡ αἴτησις καὶ γυναικώδης, καὶ ψυχῆς ὑπὸ τῆς ζηλοτυπίας πολιορκουμένης· Δός μοι τέκνα. Οὐκ ἤκουσας ὅτι οὐχ ἡ τοῦ ἀνδρὸς συνουσία ἐκείνῃ τὸν τόκον παρέσχεν, ἀλλὰ Κύριος ὁ Θεὸς, ὁ Ἰδὼν, φησὶν, ὅτι μισεῖται, ἤνοιξε τὴν μήτραν αὐτῆς; Τίνος οὖν ἕνεκεν τὰ ὑπὲρ τὴν φύσιν ἀπαιτεῖς παρὰ τοῦ ἀνδρὸς, καὶ καταλιποῦσα τὸν τῆς φύσεως Δεσπότην, τῷ ἀνδρὶ ἐγκαλεῖς τῷ μηδὲν πρὸς τοῦτο συμβάλλεσθαί σοι δυναμένῳ; Δός μοι τέκνα· εἰ δὲ μὴ, τελευτήσω ἐγώ. Δεινὸν ἡ ζηλοτυπία κακόν· καὶ γὰρ εἰς ἀφροσύνην ἐκπίπτει· ὃ δὴ καὶ αὕτη πέπονθεν.

Ὁρῶσα γὰρ τῶν τέκνων τῆς ἀδελφῆς τὸν χορὸν, καὶ τὴν οἰκείαν ἐρημίαν λογιζομένη, οὐκ ἔφερε τὴν ἐπήρειαν, οὐδὲ κατασχεῖν ἠδυνήθη τοῦ ταράττοντος αὐτὴν λογισμοῦ, ἀλλ᾽ ἐκεῖνα τὰ ἀνοίας ἀνάμεστα φθέγγεται ῥήματα, καί φησι· Δός μοι τέκνα· εἰ δὲ μὴ, τελευτήσω ἐγώ. Ἴσως εἶδε τοῦ ἀνδρὸς τὸν περὶ αὐτὴν πόθον, καὶ νομίζουσα παρὰ τὴν ἐκείνου αἰτίαν κἀκείνην τοσούτους ἐσχηκέναι παῖδας, καὶ ἑαυτὴν μηδέπω τετοκέναι, φησί· Δός μοι τέκνα. Εἶτα φοβῆσαι βουλομένη τὸν ἄνδρα, ἐπάγει· Εἰ δὲ μὴ, τελευτήσω ἐγώ.

Τί οὖν ὁ φιλόθεος Ἰακώβ; Ἐθυμώθη. φησὶ, πρὸς τὰ ῥηθέντα, καὶ εἶπεν αὐτῇ· Μὴ ἀντὶ Θεοῦ ἐγώ εἰμι, ὃς ἐστέρησέ σε καρπῶν κοιλίας; Τί, φησὶ, καταλιποῦσα τὸν Δεσπότην τῆς φύσεως, τὴν μέμψιν ἐμοὶ ἐπάγεις; Ἐκεῖνός ἐστιν ὁ ἀποστερήσας σε τοῦ καρποῦ τῆς κοιλίας. Διατί μὴ παρ᾽ ἐκείνου ζητεῖς, τοῦ δυναμένου διανοῖξαι τῆς φύσεως τὸ ἐργαστήριον, καὶ διεγεῖραι τὴν μήτραν πρὸς γονήν; Μάνθανε τοίνυν ὅτι ἐκεῖνος ὁ σὲ στερήσας τοῦ καρποῦ τῆς κοιλίας, καὶ τῇ ἀδελφῇ τῇ σῇ τὴν τοσαύτην εὐπορίαν ἐχαρίσατο. Μὴ τοίνυν παρ᾽ ἐμοῦ ζήτει, ἃ μὴ δύναμαι παρασχεῖν, καὶ ὧν οὐκ εἰμὶ κύριος. Εἰ γὰρ ἐπ᾽ ἐμοὶ τοῦτο ἦν, πάντως ἄν σε τῆς ἀδελφῆς προετίμησα, τὴν πλείονα εὔνοιαν περὶ σὲ κεκτημένος Ἐπειδὴ δὲ, κἂν μυριάκις ὦ εὐνοϊκῶς περὶ σὲ διακείμενος, οὐδέν σοι πρὸς τοῦτο συμβάλλεσθαι δυνήσομαι, παρ᾽ ἐκείνου ζήτει τοῦ καὶ τὴν στείρωσιν ἐπάγοντος, καὶ ταύτην λῦσαι δυναμένου. Ὅρα τοῦ δικαίου τὴν σύνεσιν, ὅπως καὶ εἰς θυμὸν ἐξενεχθεὶς ἐκ τῶν παρ᾽ αὐτῆς ῥηθέντων, μετὰ πολλῆς τῆς σοφίας τὴν πρὸς αὐτὴν ἀπόκρισιν ποιεῖται, μετὰ ἀκριβείας αὐτὴν πάντα διδάσκων, καὶ τὴν αἰτίαν αὐτῇ δήλην ποιῶν, ἵνα μὴ καταλιποῦσα τὸν Δεσπότην, παρ᾽ ἑτέρου ζητῇ, ἅπερ ἐκεῖνος μόνος παρασχεῖν δύναται.

Μαθοῦσα τοίνυν ὅτι παρὰ τοῦ Θεοῦ τοῦ τίκτειν ἀπεστέρηται, καὶ ὁρῶσα τὴν ἀδελφὴν κομῶσαν τοῖς τέκνοις, μετρίαν γοῦν παραμυθίαν ποριζομένη, φησὶ τῷ Ἰακώβ· Ἐπειδὴ νῦν με ἐδίδαξας, ὅτι οὐ παρὰ τὴν σὴν αἰτίαν ἄτεκνος ἐγὼ τυγχάνω, κἂν τὴν παιδίσκην μου λαβὼν, τεκνοποίησον ἐξ αὐτῆς, ἵνα κἂν βραχεῖαν παραμυθίαν εὑρεῖν δυνηθῶ, τὰ παρ᾽ αὐτῆς τικτόμενα οἰκειουμένη. Καὶ ἔδωκεν αὐτῷ, φησὶ, Βάλλαν τὴν παιδίσκην αὐτῆς αὐτῷ γυναῖκα· καὶ εἰσῆλθε πρὸς αὐτήν· καὶ συνέλαβε, καὶ ἔτεκε τῷ Ἰακὼβ υἱόν· καὶ εἶπε Ῥαχήλ· Ἔκρινέ μοι ὁ Θεὸς, καὶ ὑπήκουσε τῆς φωνῆς μου, καὶ ἔδωκέ μοι υἱόν. Διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Δᾶν. Βραχεῖαν γοῦν ἔσχε παράκλησιν τεκούσης τῆς παιδίσκης. Διὸ καὶ αὐτὴ τὴν προσηγορίαν ἐπιτίθησι τῷ παιδὶ, καὶ εὐχαριστεῖ τῷ Δεσπότῃ ὑπὲρ τοῦ τεχθέντος. Καὶ συνέλαβε, φησὶν, ἔτι Βάλλα, καὶ ἔτεκε· καὶ εἶπε Ῥαχήλ· Συναντελάβετό μου ὁ Θεὸς, καὶ συνανεστράφην τῇ ἀδελφῇ μου, καὶ ἠδυνήθην. Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Νεφθαλείμ.

Καὶ ἐμάνθανε λοιπὸν διὰ τῆς παιδίσκης σαφῶς, ὅτι οὐχ ὁ Ἰακὼβ αἴτιος αὐτῇ τῆς ἀτεκνίας ἐγένετο. Διὸ καὶ τοὺς τεχθέντας ὡς οἰκείους παῖδας ἀνατρέφει. καὶ τὰς προσηγορίας ἐπιτίθησι, μεγίστην ἑαυτῇ παραμυθίαν ἐντεῦθεν ἐπινοήσασα. Ἰδοῦσα δὲ, φησὶν, Λεία, ὅτι ἔστη τοῦ τίκτειν, καὶ αὐτὴ τὴν παιδίσκην τὴν Ζέλφαν ἔδωκε τῷ Ἰακὼβ εἰς γυναῖκα· καὶ συνέλαβε καὶ ἔτεκε. Καὶ εἶπε Λεία· Τετύχηκα, ἀντὶ τοῦ, Ἐπέτυχον τοῦ σκοποῦ. Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Γάδ. Καὶ ἐπειδὴ εἰς ἔργον ἐξῆλθεν αὐτῇ τὸ σπουδασθὲν, ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Γάδ. Καὶ συνέλαβεν ἔτι, καὶ ἔτεκεν ἕτερον· καὶ εἶπε Λεία· Μακαρία ἐγὼ, ὅτι μακαριοῦσί με αἱ γυναῖκες· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἀσήρ.

εʹ. Εἶδες καὶ ταύτην τοὺς παρὰ τῆς παιδίσκης τεχθέντας πῶς ᾠκειώσατο, καὶ μακαρίαν ἑαυτὴν εἶναι λέγει καὶ μακαρισμοῦ ἀξίαν ἐπὶ τῷ τόκῳ τῶν παίδων; Ἀλλ᾽ ὅρα μοι πάλιν τὰ μετὰ ταῦτα, ἵνα μάθῃς ὅπως τὸ τῆς ζηλοτυπίας πάθος ἐντεῦθεν ἐκεῖ, κἀκεῖθεν ὧδε μετέβαινε, καὶ ποτὲ μὲν ἐκείνη τούτῳ ἐπολιορκεῖτο, ποτὲ δὲ αὕτη Ἐπορεύθη δὲ, φησὶ, Ῥουβὴν ἐν ἡμέραις θερισμοῦ πυρῶν, καὶ εὗρε μῆλα μανδραγορῶν ἐν τῷ ἀγρῷ, καὶ ἤνεγκεν αὐτὰ τῇ μητρὶ αὐτοῦ. Καὶ εἶπε Ῥαχὴλ τῇ Λείᾳ· Δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου. Εἶπε δὲ Λεία· Οὐχ ἱκανόν σοι ὅτι ἔλαβες τὸν ἄνδρα μου; μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήψῃ; Ὁρᾷς πῶς τὸ πάθος τῆς ψυχῆς διὰ τῶν ῥημάτων κατάδηλον ποιεῖ; Οὐχ ἱκανόν σοι, φησὶν, ὅτι ἔλαβες τὸν ἄνδρα μου; μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήψῃ; Εἶπε δὲ Ῥαχήλ· Οὐχ οὕτω· κοιμηθήτω δὴ μετὰ σοῦ τὴν νύκτα ταύτην ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ σου. Δός μοι τῶν μανδραγορῶν, καὶ λάβε σήμερον μετὰ σοῦ τὸν ἄνδρα.

Ὁρᾷς πῶς δείκνυται ὅλως τῇ εὐνοίᾳ τῆς Ῥαχὴλ προσκείμενος; Εἰ γὰρ καὶ τοσούτων παίδων χορὸν τικτούσης τῆς Λείας, ἔτι πρὸς τὴν Ῥαχὴλ ἦν προσκείμενος τῇ εὐνοίᾳ, εἰ μὴ τοῦτο ἐγεγόνει, πῶς ἂν ἐνεγκεῖν ἡ Λεία ἠδυνήθη τὴν μετὰ τῆς ἀδελφῆς συνοίκησιν; Ὡς γὰρ ἐξουσίαν ἅπασαν ἔχουσα τοῦ ἀνδρὸς, οὕτω προΐεται τῶν μανδραγορῶν τὸν ἄνδρα, καί φησι· Κοιμηθήτω σήμερον μετὰ σοῦ ἀντὶ τῶν μανδραγορῶν.

Πλήρωσόν μου, φησὶ, τὴν ἐπιθυμίαν τὴν ἐπὶ τοῖς μανδραγόραις, καὶ δέχου τὸν ἄνδρα. Παραγενομένου δὲ τοῦ Ἰακὼβ, ἐξελθοῦσα εἰς συνάντησιν ἡ Λεία εἶπε· Πρὸς ἐμὲ εἰσελεύσῃ σήμερον· μεμίσθωμαι γάρ σε σήμερον ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ μου. Καὶ ἐκοιμήθη, φησὶ, μετὰ αὐτῆς τὴν νύκτα ἐκείνην. Καὶ ἐπήκουσεν ὁ Θεὸς Λείας, καὶ συλλαβοῦσα ἔτεκε τὸν πέμπτον υἱόν. Καὶ εἶπε Λεία· Ἔδωκέ μοι ὁ Θεὸς τὸν μισθόν μου, ἀνθ᾽ οὗ ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου. Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰσαχὰρ, ὅ ἐστι μισθός. Ἐπήκουσε, φησὶν, ὁ Θεὸς τῆς Λείας. Ἐπειδὴ ἑώρα κατώδυνον αὐτὴν οὖσαν καὶ παρευδοκιμουμένην, ἐπήκουσεν αὐτῆς ὁ Θεὸς, καὶ ἔτεκε καὶ εἶπεν· Ἐκομισάμην μισθὸν ὑπὲρ ὧν ἔδωκα τὴν παιδίσκην μου. Διὰ τοῦτο ἐκάλεσεν αὐτὸν Ἰσαχάρ. Καὶ συνέλαβεν ἔτι, καὶ ἔτεκεν υἱὸν ἕκτον. Καὶ εἶπε Λεία· Δεδώρηταί μοι ὁ Θεὸς δῶρον καλόν. Ἐν τῷ νῦν καιρῷ αἱρετιεῖ με ὁ ἀνήρ μου· τέτοκα γὰρ αὐτῷ υἱοὺς ἕξ. Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ζαβουλών.

Λοιπὸν, φησὶν, ἐπέραστος ἔσομαι κἀγὼ ἀνδρί μου· ἔτεκον γὰρ ἓξ υἱούς. Διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ζαβουλών. Ἔτεκε δὲ καὶ θυγατέρα, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Δεῖνα. Ἐμνήσθη δὲ ὁ Θεὸς, φησὶ, τῆς Ῥαχὴλ, καὶ ἐπήκουσεν αὐτῆς, καὶ ἤνοιξεν αὐτῆς τὴν μήτραν. Καὶ συνέλαβε, καὶ ἔτεκε τῷ Ἰακὼβ υἱόν. Εἶπε δὲ Ῥαχήλ· Ἀφεῖλέ μου ὁ Θεὸς τὸ ὄνειδος.

Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰωσὴφ, λέγουσα· Προσέθετό μοι ὁ Θεὸς υἱὸν ἕτερον. Ἀφεῖλέ μου, φησὶν, ὁ Θεὸς τὸ ὄνειδος· ἔλυσε τὴν στείρωσιν, κατηλλάγη, καὶ διήγειρέ μου πρὸς παιδοποιίαν τὴν μήτραν, καὶ ἠλευθέρωσέ με τοῦ ὀνειδισμοῦ. Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰωσὴφ, λέγουσα· Προσέθετό μοι ὁ Θεὸς υἱὸν ἕτερον. Ὁρᾷς πῶς αἱ τοῦ Θεοῦ ὑποσχέσεις κατὰ μικρὸν εἰς ἔργον ἐξῄεσαν; Ἰδοὺ γὰρ ἀθρόον πόσων παίδων χορὸν ὁ δίκαιος ἔσχε διὰ τὴν τοῦ Θεοῦ περὶ αὐτὸν πρόνοιαν. Ἐπειδὴ γὰρ πολλὴν τὴν ὑπομονὴν ἐπεδείξατο ἐν δεκατέσσαρσιν ἔτεσι τὴν δουλείαν ἀσπαζόμενος, διὰ τοῦτο καὶ ὁ τῶν ὅλων Θεὸς ἀμειβόμενος τοῦ δικαίου τὸ φιλόθεον, εἰς τοσοῦτον αὐτὸν αὐξηθῆναι παρεσκεύασεν, ὡς ἐπίφθονον γενέσθαι λοιπὸν, ὡς ἐκ τῶν ἑξῆς μαθησόμεθα, οἷς ἐβουλόμην ἐπεξελθεῖν.

ϛʹ. Ἀλλ᾽ ἵνα μὴ εἰς πολὺ μῆκος τὸν λόγον ἐκτείνοντες παρενοχλεῖν δόξωμεν τῇ ὑμετέρᾳ ἀγάπῃ, εἰ δοκεῖ, τὰ λειπόμενα εἰς τὴν ἑξῆς ταμιευσάμενοι, τὸν λόγον ἐνταῦθα καταπαύσωμεν, ἐκεῖνο παραινέσαντες ὑμῶν τῇ ἀγάπῃ, μεμνῆσθαι τῶν εἰρημένων, ζηλοῦν τῶν παλαιῶν τὴν ἀρετὴν, οὕτω τοὺς παῖδας ἑαυτῶν ἐκδιδόναι, οὕτω τὰς θυγατέρας τοῖς νυμφίοις παραδιδόναι, οὕτω διὰ τῆς οἰκείας ἀρετῆς τὴν παρὰ τοῦ Θεοῦ εὔνοιαν ἐπισπάσασθαι. Ὅταν γὰρ ἐκεῖνος ἡμῖν εὐμενὴς ᾖ, κἂν ἐπ᾽ ἀλλοτρίας ὦμεν, κἂν πάντων ἔρημοι, κἂν μηδενὶ γνώριμοι, πάντων ἐσόμεθα περιφανέστεροι.

Οὐδὲν γὰρ μακαριστότερον ἀνδρὸς ὑπὸ τῆς ἄνωθεν χειρὸς βοηθουμένου. Ἐκείνης γὰρ ἀπολαύων τῆς συμμαχίας καὶ ὁ μακάριος Ἰακὼβ ἐπὶ τοσαύτην κατὰ μικρὸν ηὐξήθη περιφάνειαν, ὡς καὶ αὐτοῖς τοῖς ὑποδεξαμένοις ἐπίφθονος γενέσθαι. Τοῦτο τοίνυν καὶ ἡμεῖς σπουδάζωμεν, ὥστε τῆς ἐκεῖθεν ἀξιοῦσθαι βοηθείας, καὶ μὴ πρὸς τὰς ἀνθρωπίνας καταφεύγωμεν δυναστείας, μηδὲ τὴν τούτων προστασίαν διώκωμεν· οὐδὲν γὰρ ταύτης ἐπισφαλέστερον· καὶ τοῦτο ἡ πεῖρα τῶν πραγμάτων ἡμᾶς ἱκανὴ διδάξαι. Καὶ γὰρ ὁρῶμεν καθ᾽ ἑκάστην ἡμέραν ὀξυῤῥόπους τὰς μεταβολὰς, καὶ εἰς τὸ ἐναντίον ἅπαντα περιτρεπόμενα, καὶ τὸν ἐν τῇ ἀνωτάτω εὐημερίᾳ πρὸ μικροῦ τυγχάνοντα, ἀθρόον εἰς ἐσχάτην δυσπραγίαν καταφερόμενον, καὶ τὰ τῶν καταδίκων πολλάκις ὑπομένοντα. Ποίας οὖν ἂν εἴη παρανοίας τούτων μεταδιώκειν τὴν προστασίαν τῶν ἐν τοσαύτῃ ἀδηλίᾳ τυγχανόντων, καὶ οὐδὲ τὰ καθ᾽ ἑαυτοὺς ἱκανῶν ὄντων μετὰ ἀσφαλείας διαθεῖναι; Διὸ πάσης μὲν ἀνθρωπίνης προστασίας ἑαυτοὺς ἀποστήσωμεν, μεμνημένοι καὶ τοῦ προφήτου λέγοντος· Ἐπικατάρατος ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾽ ἄνθρωπον.

Ὁρᾷς ὅτι ὁ τοιοῦτος οὐ μόνον ἀνόητος, ἀλλὰ καὶ ἐπικατάρατος, ἅτε δὴ καταλιπὼν τὸν τῶν ἁπάντων Δεσπότην, καὶ πρὸς τὸν ὁμόδουλον τρέχων, τὸν οὐδὲ ἑαυτῷ ἀρκέσαι δυνάμενον; Φεύγωμεν τοίνυν τὴν κατάραν ταύτην, παρακαλῶ, καὶ τὴν ἐλπίδα πᾶσαν ἐπὶ τὸν Θεὸν μεταστήσωμεν. Αὕτη γὰρ βεβαία καὶ ἀκίνητος καὶ μεταβολὴν οὐκ ἐπιδεχομένη, καθάπερ ἡ ἐπὶ τῶν ἀνθρώπων. Ἢ γὰρ θάνατος ἐνταῦθα διέκοψε τὴν προστασίαν, καὶ γυμνοὺς καὶ ἐρήμους γενέσθαι παρεσκεύασε τοὺς ἐπὶ τοῦτον καταφεύγοντας· ἢ καὶ πρὸ τοῦ θανάτου μεταβολὴ πραγμάτων ἐπελθοῦσα, ἅπαντα ἄκυρα ἀμφοῖν πεποίηκε. Καὶ τούτων τῶν παραδειγμάτων πᾶς γέμει ὁ βίος. Διὸ οὐδὲ συγγνώμης εἰσὶν ἄξιοι, οἱ μετὰ τὴν τοσαύτην πεῖραν ἔτι ἀνθρωπίνῃ προστασίᾳ προστετηκότες, καὶ πολλάκις ὑπ᾽ αὐτῶν δοκούντων εἶναι προστατῶν τὰ μυρία δεινὰ ὑπομένοντες. Τοσαύτη γὰρ τῆς κακίας ἡ ὑπερβολὴ, ὡς καὶ τοὺς θεραπεύοντας τοῖς ἐναντίοις ἀμείβεσθαι.

Ἐπὶ δὲ τοῦ τῶν ὅλων Θεοῦ ἅπαν τοὐναντίον· καὶ ἀγνωμονοῦντας ἡμᾶς ἑκάστοτε εὐεργετεῖ, καὶ τὴν οἰκείαν ἀπονέμει προστασίαν, οὐ πρὸς τὴν ἡμετέραν ὁρῶν ἀγνωμοσύνην, ἀλλὰ τὴν οἰκείαν ἐν ἅπασι φιλανθρωπίαν μιμούμενος· ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΝΖʹ. Ἐγένετο δὲ, ὡς ἔτεκε Ῥαχὴλ τὸν Ἰωσὴφ, εἶπεν ὁ Ἰακὼβ τῷ Λάβαν· Ἀπόστειλόν με, ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου. αʹ. Τὰ λειπόμενα τῶν χθὲς εἰρημένων ἀναγκαῖον ἀποδοῦναι σήμερον τῇ ὑμετέρᾳ ἀγάπῃ, ἵνα καὶ ἐκ τῶν νῦν λεγομένων καὶ τὴν τοῦ Θεοῦ κηδεμονίαν, ἣν περὶ τὸν Ἰακὼβ ἐπεδείκνυτο, καὶ τὸ τοῦ δικαίου φιλόθεον καταμαθόντες, ζηλώσωμεν τοῦ ἀνδρὸς τὴν ἀρετήν.

Οὐδὲ γὰρ ἁπλῶς ἡμῖν τὰς ἱστορίας ταύτας ἀναγράπτους ἡ τοῦ Πνεύματος χάρις γενέσθαι παρεσκεύασεν, ἀλλ᾽ ἵνα πρὸς μίμησιν ἡμᾶς διεγείρῃ καὶ ζῆλον τῶν ἐναρέτων ἀνδρῶν. Ὅταν γὰρ ἀκούσωμεν τοῦ μὲν τὴν ὑπομονὴν, τοῦ δὲ τὴν σωφροσύνην, ἑτέρου τὸ περὶ τὴν φιλοξενίαν ἕτοιμον, καὶ ἑκάστου τὴν πολλὴν ἀρετὴν, καὶ ὅπως τούτων ἕκαστος διέλαμψε καὶ περιφανέστερος γέγονεν, εἰς ὅμοιον διεγειρόμεθα ζῆλον. Φέρε οὖν καὶ τὰ λειπόμενα τῆς κατὰ τὸν δίκαιον τοῦτον ἱστορίας σήμερον ἐπελθόντες, τέλος ἐπιθῶμεν τῷ λόγῳ.

Ἐγένετο δὲ, φησὶν, ὡς ἔτεκε Ῥαχὴλ τὸν Ἰωσὴφ, εἶπεν Ἰακὼβ τῷ Λάβαν· Ἀπόστειλόν με, ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου. Ἀπόδος μοι τὰς γυναῖκας καὶ τὰ παιδία μου, περὶ ὧν δεδούλευκά σοι. Ὅρα τοῦ δικαίου τὴν πολλὴν εὐγνωμοσύνην, πῶς ὁρῶν ἐναργῆ τὴν παρὰ τοῦ Θεοῦ εὔνοιαν περὶ αὐτὸν, οὐδὲν μέγα ἐφρόνησε κατὰ τοῦ Λάβαν, ἀλλὰ μετὰ πολλῆς τῆς ἐπιεικείας φησίν· Ἀπόστειλόν με, ἵνα ἀπέλθω. Ἀληθῶς οὐδὲν ἐπιεικείας ἰσχυρότερον, καὶ οὐδὲν ταύτης δυνατώτερον. Ὅρα γοῦν, ἐπειδὴ προλαβὼν τῇ ἐπιεικείᾳ ἐχρήσατο, ὅπως καὶ τὸν Λάβαν παρεσκεύασε μετὰ πολλῆς τῆς εὐγνωμοσύνης τὴν πρὸς αὐτὸν ἀπόκρισιν ποιήσασθαι. Εἶπε γὰρ αὐτῷ, φησὶ, Λάβαν· Εἰ εὗρον χάριν ἐναντίον σου· οἰωνισάμην ἄν· εὐλόγησε γάρ με ὁ Θεὸς ἐπὶ τῇ σῇ εἰσόδῳ. Διάστειλον τὸν μισθόν σου πρός με, καὶ δώσω. Οὐκ ἀγνοῶ, φησὶν, ὅτι μετὰ τὴν σὴν παρουσίαν πλουσίως ἀπήλαυσα τῆς παρὰ τοῦ Θεοῦ εὐνοίας. Ἐπεὶ οὖν αἰσθάνομαι τῆς εὐεργεσίας, ἧς διὰ τὴν σὴν παρουσίαν ἔτυχον, ὃν βούλει μισθὸν πρότεινον, κἀγὼ ἑτοίμως παρέξω.

Σκόπει πόσον ἐστὶν ἐπιείκεια, καὶ μὴ ἁπλῶς παραδράμωμεν τὸ εἰρημένον· ἀλλ᾽ ἐννόησον ὅτι οὐδὲ μνήμην ποιησαμένου τοῦ δικαίου, οὐδὲ ἐπιζητήσαντος τὸν μισθὸν τῶν καμάτων, ἀλλὰ τοῦτο μόνον εἰρηκότος, ὅτι Ἀπόδος μοι τὰς γυναῖκας καὶ τὰ παιδία, ὑπὲρ ὧν δεδούλευκά σοι, ἵνα ἀπέλθω, ἐκεῖνος αἰδεσθεὶς τοῦ δικαίου τὴν πολλὴν ἐπιείκειαν, φησίν· Εἰπὲ τίνα βούλει μισθὸν παρ᾽ ἐμοῦ σοι δοθῆναι, καὶ τοῦτον προθύμως δώσω. Μὴ γὰρ οὐ σὺν αὐτῷ ἦσαν αἱ γυναῖκες καὶ τὰ παιδία; Τίνος οὖν ἕνεκεν ἔλεγεν· Ἀπόδος μοι τὰς γυναῖκας καὶ τὰ παιδία; Τὴν προσήκουσαν αὐτῷ τιμὴν ἀπονέμων, καὶ τὸν οἰκεῖον τρόπον διὰ πάντων ἐμφαίνων, καὶ μετ᾽ ἐλευθερίας τὴν ἀναχώρησιν ποιήσασθαι βουλόμενος.

Ὅρα γοῦν ἐκ τῶν ῥημάτων τούτων ὅπως ἐφειλκύσατο τὸν Λάβαν, ὡς καὶ μισθὸν ἐπαγγείλασθαι προσθεῖναι, καὶ τούτῳ αὐτῷ ἐπιτρέψαι τὴν αἵρεσιν. Τί οὖν ὁ δίκαιος; Ὅρα πάλιν τῆς αὐτοῦ ἐπιεικείας τὴν ὑπερβολὴν, καὶ ὅπως οὐδὲ οὕτως ἐπαχθὴς γίνεται καὶ φορτικὸς τῷ Λάβαν. Ἀλλὰ τί; Πάλιν αὐτὸν μάρτυρα καλεῖ τῆς εὐγνωμοσύνης αὐτοῦ, καὶ τῆς ἐν τῷ χρόνῳ παντὶ γενομένης παρ᾽ αὐτῷ εὐνοίας περὶ τὴν δουλείαν.

Σὺ γινώσκεις, φησὶν, ἃ δεδούλευκά σοι, καὶ ὅσα ἦν κτήνη σου μετ᾽ ἐμοῦ. Μικρὰ γὰρ ἦν ὅσα σοι ἐναντίον ἐμοῦ, καὶ ηὐξήθη εἰς πλῆθος, καὶ εὐλόγησέ σε Κύριος ἐπὶ τῷ ποδί μου· νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον; Σὲ μάρτυρα, φησὶ, καλῶ τῶν καμάτων τῶν ἐμῶν. Οἶδας γὰρ πῶς μετ᾽ εὐνοίας τὰ παρ᾽ ἐμαυτοῦ ἅπαντα ἐπεδειξάμην, καὶ ὅπως εὐαρίθμητα λαβὼν τὰ θρέμματά σου, τῇ ἐπιμελείᾳ τῇ ἐμαυτοῦ καὶ τῇ ἀγρυπνίᾳ εἰς πλῆθος αὐτὰ ἐπιδοῦναι πεποίηκα. Εἶτα ἐπιδεικνὺς ἑαυτοῦ τὸ φιλόθεον, φησίν· Εὐλόγησε γάρ σε Κύριος ἐπὶ τῷ ποδί μου· νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον; Οἶδας καὶ αὐτὸς ὅτι μετὰ τὴν ἐμὴν παρουσίαν ἡ ἄνωθεν χάρις ηὔξησέ σου τὴν περιουσίαν. Νῦν οὖν, ἐπειδὴ κἀγὼ τὰ παρ᾽ ἐμαυτοῦ πάντα ἐπεδειξάμην μετὰ πάσης εὐνοίας, τὴν ὑπηρεσίαν ἀποπληρώσας, καὶ ἡ παρὰ τοῦ Θεοῦ ῥοπὴ δήλη γέγονε, δίκαιον κἀμὲ ἐμαυτῷ ποιῆσαι οἶκον. Τί δέ ἐστι, Ποιῆσαι ἐμαυτῷ οἶκον; Ἀντὶ τοῦ, Ἐν ἐλευθερίᾳ λοιπὸν διάγειν, καὶ οἰκίας φροντίδα ἰδίας ποιήσασθαι. Ταῦτα ἀκούσας ὁ Λάβαν, Εἶπεν αὐτῷ· Τί σοι δώσω; ἢ τί βούλει παρ᾽ ἐμοῦ σοι δοθῆναι; εἰπέ. Ὁμολογῶ γὰρ κἀγὼ, καὶ οὐκ ἀρνηθείην· οἶδα γὰρ ὅσα μοι ὑπῆρξε παρὰ τοῦ Θεοῦ, καὶ ὅτι εὐλόγησέ με ὁ Θεὸς ἐπὶ τῇ σῇ εἰσόδῳ.

Εἶπε δὲ, φησὶν, αὐτῷ Ἰακώβ· Οὐ δώσεις μοι οὐδέν. Ἐὰν δὲ ποιήσῃς μοι τὸ ῥῆμα τοῦτο, πάλιν ποιμανῶ τὰ πρόβατά σου. Οὐδὲν, φησὶ, βούλομαι παρὰ σοῦ μισθῶν ἕνεκα κομίσασθαι, ἀλλὰ τοῦτο μόνον ὃ λέγω καταδέξασθαι, καὶ Πάλιν ποιμανῶ τὰ πρόβατά σου. Ὃ δὲ βούλομαι, ἐστὶ τοῦτο. Ὅρα τὸν δίκαιον, ἐπειδὴ ἐπεποίθει τῇ περὶ αὐτὸν τοῦ Θεοῦ ῥοπῇ, οἵαν πρότασιν τῷ Λάβαν προτίθησι· Παρελθέτω, φησὶ, τὰ πρόβατά σου σήμερον, καὶ διαχώρισον ἐκεῖθεν πᾶν πρόβατον φαιὸν ἐν τοῖς ἄρνασι, καὶ πᾶν διάλευκον καὶ ῥαντὸν ἐν ταῖς αἰξὶν ἔσται μοι μισθός. Καὶ ἐπακούσεταί μου ἡ δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ αὔριον, ὅτι ἐστὶν ὁ μισθός μου ἐνώπιόν σου· πᾶν ὃ ἂν μὴ ᾖ ῥαντὸν καὶ διάλευκον ἐν ταῖς αἰξὶ, καὶ φαιὸν ἐν τοῖς ἄρνασι, κεκλεμμένον ἔσται μοι.

βʹ. Σκόπει τοῦ δικαίου τὴν σύνεσιν. Ἐπειδὴ ᾔδει ὅσης ἀξιοῦται τῆς ἄνωθεν εὐνοίας, καὶ ἐδόκει κατὰ τὴν τῆς φύσεως ἀκολουθίαν τοῦτο ἢ δυσχερὲς εἶναι, ἢ καὶ πάντη ἀδύνατον (σπάνιον ἦν γάρ ποτε τοῦτο, ἐνηλλαγμένην εἶναι τὴν χροιὰν τῶν τικτομένων), ταῦτα αἰτεῖται παρ᾽ αὐτοῦ, ὅθεν καὶ ταχέως ἐπέδραμεν ὁ Λάβαν τῇ αἰτήσει, καί φησιν, Ἔστω κατὰ τὸ ῥῆμά σου. Καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοὺς τράγους τοὺς ῥαντοὺς καὶ διαλεύκους, καὶ πάσας τὰς αἶγας τὰς ῥαντὰς καὶ τὰς διαλεύκους, καὶ πᾶν ὃ ἦν λευκὸν ἐπ᾽ αὐτοῖς, καὶ πᾶν ὃ ἦν φαιὸν ἐν τοῖς ἄρνασι, καὶ ἔδωκε διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ· καὶ ἀπέστησεν ὁδὸν τριῶν ἡμερῶν ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον Ἰακώβ. Χωρίσας, φησὶ, τὰ ποίμνια κατὰ τὴν τοῦ Ἰακὼβ πρότασιν, ἔδωκε τοῖς υἱοῖς αὐτοῦ. Ἰακὼβ δὲ ἐποίμανε τὰ πρόβατα Λάβαν τὰ ὑπολειφθέντα. Ποῖα δὴ ταῦτα; Τὰ μηδεμίαν ἔχοντα ἐν τῇ χροιᾷ διαφοράν. Τοῦτο δὲ πᾶν ἐγένετο, ἵνα καὶ ὁ δίκαιος διὰ τῶν πραγμάτων μάθῃ τοῦ Θεοῦ τὴν πολλὴν περὶ αὐτὸν κηδεμονίαν, καὶ ὁ Λάβαν ἴδῃ ὅσης ἀπολαύει τῆς ἄνωθεν ῥοπῆς ὁ Ἰακώβ.

Ἔλαβε δὲ, φησὶν, ἑαυτῷ ὁ Ἰακὼβ ῥάβδον στυρακίνην χλωρὰν καὶ καρυΐνην καὶ πλατάνου, καὶ ἐλέπισεν αὐτὰς ὁ Ἰακὼβ λεπίσματα λευκὰ, περισύρας τὸ χλωρόν· ἐφαίνετο δὲ ἐπὶ ταῖς ῥάβδοις τὸ λευκὸν, ὃ ἐλέπισε, ποικίλον. Καὶ παρέθηκε τὰς ῥάβδους, ἃς ἐλέπισεν, ἐν τοῖς ληνοῖς τῶν ποτιστηρίων τοῦ ὕδατος, ἵνα ὡς ἂν ἔλθωσι τὰ πρόβατα πιεῖν, ἐνώπιον τῶν ῥάβδων ἐλθόντων αὐτῶν εἰς τὸ πιεῖν, ἐγκισσήσωσι τὰ πρόβατα εἰς τὰς ῥάβδους. Καὶ ἐνεκίσσων τὰ πρόβατα εἰς τὰς ῥάβδους, καὶ ἔτικτον τὰ πρόβατα διάλευκα καὶ ποικίλα καὶ σποδοειδῆ ῥαντά. Ταῦτα ὁ δίκαιος, οὐκ οἴκοθεν ὁρμώμενος, ἀλλὰ τῆς ἄνωθεν χάριτος ἐνηχούσης αὐτοῦ τῇ διανοίᾳ. Οὐδὲ γὰρ ἦν κατὰ φύσεως ἀκολουθίαν τὸ γινόμενον, ἀλλὰ πολὺ τὸ παράδοξον καὶ ὑπερβαῖνον τὴν φυσικὴν ἀκολουθίαν ἦν. Καὶ τοὺς ἀμνοὺς διέστειλε, καὶ ἔστησεν ἐναντίον τῶν προβάτων κριὸν διάλευκον, καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς, καὶ διεχώρισεν ἑαυτῷ ποίμνιον καθ᾽ ἑαυτὸν, καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λάβαν.

Ἐπειδὴ λοιπὸν τοσαῦτα ἦν τὰ τικτόμενα, ἅπαντα ὅσα προσέθηκε, διεχώρισεν αὐτὰ, φησὶ, καὶ ἐποίησεν ἑαυτῷ ποίμνιον κατὰ μόνας. Ἐγένετο δὲ ἐν τῷ καιρῷ, ἐν ᾧ ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, ἔθηκεν Ἰακὼβ τὰς ῥάβδους ἐναντίον τῶν προβάτων, τοῦ ἐγκισσῆσαι αὐτὰ κατὰ τὰς ῥάβδους.

Ἡνίκα δ᾽ ἂν ἔτικτε τὰ πρόβατα, οὐκ ἐτίθη. Ἐγένετο δὲ τὰ ἄσημα τοῦ Λάβαν, τὰ δὲ ἐπίσημα τοῦ Ἰακώβ· καὶ ἐπλούτησεν ὁ ἄνθρωπος σφόδρα σφοδρῶς. Τί βούλεται ὁ διπλασιασμός; Τὴν πολλὴν περιουσίαν ἐστὶν ἐμφαίνων, καὶ ὅτι οὐχ ἁπλῶς σφόδρα ἐπλούτησεν, ἀλλὰ πολὺ σφόδρα. Ἐγένετο γὰρ αὐτῷ, φησὶ, κτήνη πολλὰ καὶ βόες καὶ παῖδες καὶ παιδίσκαι. Ἀλλ᾽ ὅρα μοι πάλιν τὸν φθόνον τὸν ἐντεῦθεν τικτόμενον τῷ δικαίῳ. Ἤκουσε γὰρ τὰ ῥήματα τῶν υἱῶν Λάβαν λεγόντων· Εἴληφεν Ἰακὼβ πάντα τὰ τοῦ πατρὸς ἡμῶν, καὶ ἐκ τῶν τοῦ πατρὸς ἡμῶν πεποίηκε πᾶσαν τὴν δόξαν ταύτην.

Ὅρα πῶς ἡ βασκανία εἰς ἀγνωμοσύνην αὐτοὺς ἐνήγαγε, καὶ οὐκ αὐτοὺς μόνον, ἀλλὰ καὶ αὐτὸν τὸν Λάβαν. Εἶδε γὰρ, φησὶν, Ἰακὼβ τὸ πρόσωπον Λάβαν, καὶ ἰδοὺ οὐκ ἦν πρὸς αὐτὸν, ὡς χθὲς καὶ τρίτην ἡμέραν. Τὰ γὰρ ῥήματα τῶν παίδων διεσάλευσεν αὐτοῦ τὴν διάνοιαν, καὶ ἐπιλαθέσθαι πεποίηκεν ὧν πρώην διαλεγόμενος τῷ Ἰακὼβ ἐφθέγξατο, εἰπὼν, Εὐλόγησέ με ὁ Θεὸς ἐπὶ τῇ σῇ εἰσόδῳ· καὶ ὁ εὐχαριστήσας τῷ Δεσπότῃ, ὅτι διὰ τὴν τοῦ δικαίου παρουσίαν αὐξηθῆναι αὐτοῦ τὴν περιουσίαν πεποίηκε, νῦν παρατραπεὶς τὴν διάνοιαν ὑπὸ τῶν παίδων, καὶ εἰς βασκανίαν ἐξαφθεὶς, ἴσως ἐπειδὴ ἑώρα ἐν πολλῇ περιουσίᾳ τὸν δίκαιον τυγχάνοντα, οὐχ ὁμοίως αὐτῷ προσφέρεσθαι ἐβούλετο. Εἶδε γὰρ, φησὶν, Ἰακὼβ τὸ πρόσωπον Λάβαν, καὶ ἰδοὺ οὐκ ἦν πρὸς αὐτὸν ὡς χθὲς καὶ τρίτην ἡμέραν. Εἶδες τοῦ μὲν δικαίου τὴν πολλὴν ἐπιείκειαν, ἐκείνων δὲ τὴν ἀγνωμοσύνην· καὶ ὅπως οὐ φέροντες κατέχειν τὴν βασκανίαν, καὶ τοῦ πατρὸς τὴν γνώμην διεσάλευσαν; Ὅρα λοιπὸν τοῦ Θεοῦ τὴν ἄφατον κηδεμονίαν, καὶ ὅσῃ συγκαταβάσει κέχρηται, ἐπειδὰν ἴδῃ τὰ παρ᾽ ἑαυτῶν εἰσφέροντας ἡμᾶς. Ὁρῶν γὰρ τὸν δίκαιον ὑπ᾽ αὐτῶν βασκαινόμενον, φησὶ πρὸς τὸν Ἰακώβ· Ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου, καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ. Ἀρκέσθητι, φησὶ, τῇ ἐπὶ τῆς ξένης διαγωγῇ.

Ἅπερ ὑπεσχόμην σοι πρώην λέγων, Ἀποστρέψω σε εἰς τὴν γῆν σου, ταῦτα νῦν εἰς ἔργον ἀγαγεῖν βούλομαι. Ἐπάνιθι τοίνυν μηδὲν δεδοικώς· Ἐγὼ γὰρ ἔσομαι μετὰ σοῦ. Ἵνα γὰρ μὴ ὀκνηρότερος γένηται ὁ δίκαιος περὶ τὴν ἀποδημίαν, ἀλλὰ μετὰ τοῦ θαῤῥεῖν ἅψηται τῆς ἐπανόδου, διὰ τοῦτό φησιν· Ἐγὼ ἔσομαι μετὰ σοῦ· ὁ μέχρι τοῦ παρόντος τὰ κατὰ σὲ οἰκονομήσας, καὶ αὐξηθῆναί σου τὸ σπέρμα ποιήσας, ἐγὼ καὶ εἰς τὸ ἑξῆς Ἔσομαι μετὰ σοῦ. Ταῦτα ἀκούσας ὁ δίκαιος παρὰ τοῦ Θεοῦ, οὐκ ἠμέλλησε, ἀλλ᾽ ἤδη πρὸς τοῦτο παρεσκευάζετο.

Ἀποστείλας γὰρ, φησὶν, ἐκάλεσε Ῥαχὴλ καὶ Λείαν εἰς τὸ πεδίον, οὗ τὰ ποίμνια ἐποίμαινεν, καὶ εἶπεν αὐταῖς. Προθεῖναι βούλεται ταῖς γυναιξὶ τὴν περὶ τῆς ἀποδημίας διάσκεψιν, καὶ γνωρίσαι τό τε τοῦ Θεοῦ πρόσταγμα, τήν τε τοῦ πατρὸς περὶ αὐτὸν βασκανίαν. Εἶπε γὰρ, φησὶν, αὐταῖς· Ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν, ὅτι οὐκ ἔστι πρός με ὡς χθὲς καὶ τρίτην ἡμέραν. Ὁ δὲ Θεὸς τοῦ πατρός μου ἦν μετ᾽ ἐμοῦ. Αὐταὶ δὲ οἴδατε ὅτι ἐν πάσῃ τῇ ἰσχύϊ μου δεδούλευκα τῷ πατρὶ ὑμῶν.

Ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με, καὶ ἤλλαξε τὸν μισθόν μου τῶν δέκα ἀμνῶν, καὶ οὐκ ἔδωκεν αὐτῷ ὁ Θεὸς κακοποιῆσαί με. Ἐὰν γὰρ οὕτως εἴπῃ· Τὰ ποικίλα ἔσται σοι μισθός· καὶ τέξεται πάντα τὰ πρόβατα ποικίλα. Ἐὰν δὲ εἴπῃ· Τὰ λευκὰ ἔσται σοι μισθός· καὶ τέξεται πάντα τὰ πρόβατα λευκά· καὶ ἀφείλετο ὁ Θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν, καὶ ἔδωκέ μοι αὐτά.

γʹ. Ὅρα πῶς ἀμφότερα αὐτὰς διδάσκει, καὶ τοῦ πατρὸς τὴν ἀγνωμοσύνην τὴν περὶ αὐτὸν, καὶ τὴν οἰκείαν εὔνοιαν, ἣν περὶ τὴν δουλείαν ἐπεδείξατο. Οἴδατε γὰρ, φησὶν, ὅτι ἐν πάσῃ τῇ ἰσχύϊ μου δεδούλευκα τῷ πατρὶ ὑμῶν. Καὶ τὴν παρὰ τοῦ Θεοῦ περὶ αὐτὸν ἐναργῆ κηδεμονίαν κατάδηλον ποιεῖ, δεικνὺς ὅτι ἡ ἄνωθεν συμμαχία ἦν ἡ τὸ πᾶν ἐργαζομένη, καὶ τὴν περιουσίαν τοῦ Λάβαν εἰς αὐτὸν μεθιστῶσα.

Ἀφείλετο γὰρ, φησὶν, ὁ Θεὸς τὰ κτήνη τοῦ πατρὸς ὑμῶν, καὶ ἔδωκέ μοι αὐτά. Ἐγένετο δὲ ἡνίκα ἐνεκίσσων τὰ πρόβατα, καὶ εἶδον τοῖς ὀφθαλμοῖς μου ἐν τῷ ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἦσαν ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ῥαντοί.

Καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ καθ᾽ ὕπνον· Ἰακώβ. Ἐγὼ δὲ εἶπον· Τί ἐστι; Καὶ εἶπεν· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διαλεύκους, ποικίλους καὶ σποδοειδεῖς ῥαντούς. Ἑώρακα γὰρ ὅσα σοι Λάβαν ποιεῖ.

Ὁρᾷς ὅτι ἡ ἄνωθεν ἐνέργεια ἦν ἡ τὸ πᾶν ἐργαζομένη, καὶ τὸν δίκαιον τῶν καμάτων ἀμειβομένη; Ἐπειδὴ γὰρ ἐκεῖνος ἀγνώμων περὶ αὐτὸν ἐγίνετο, ὁ φιλότιμος Δεσπότης μετὰ δαψιλείας ἀμείβεται τὸν δίκαιον· Ἑώρακα γὰρ, φησὶν, ὅσα σοι Λάβαν ποιεῖ.

Ἐντεῦθεν μανθάνομεν, ὅτι ἐπειδὰν ἀδικούμενοι παρ᾽ οὑτινοσοῦν ἐπιεικῶς καὶ πράως ἐνέγκωμεν, μείζονος καὶ δαψιλεστέρας ἀπολαύομεν τῆς ἄνωθεν συμμαχίας. Μὴ τοίνυν ἀντιτείνωμεν πρὸς τοὺς ἐπηρεάζειν βουλομένους, ἀλλὰ φέρωμεν γενναίως, εἰδότες ὡς ὁ τῶν ἁπάντων Δεσπότης οὐ περιόψεται ἡμᾶς, μόνον ἐὰν ἡμεῖς τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδειξώμεθα. Ἐμοὶ γὰρ, φησὶν, ἐκδίκησις· ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Διὰ τοῦτο καὶ ὁ Ἰακὼβ ἔλεγεν· Οὐκ ἔδωκεν αὐτῷ ὁ Θεὸς κακοποιῆσαί με. Ἐπειδὴ γὰρ αὐτὸς ἀποστερῆσαι, φησὶ, μὲ ἐβουλήθη τῶν ὑπὲρ τῶν καμάτων μισθῶν, ὁ Δεσπότης μετὰ τοσαύτης περιουσίας τὴν εἰς ἡμᾶς κηδεμονίαν ἐπεδείξατο, ὡς πᾶσαν αὐτοῦ τὴν οὐσίαν μεταστῆσαι εἰς ἡμᾶς. Καὶ εἰδὼς ὡς ἐγὼ μὲν μετ᾽ εὐνοίας τὴν δουλείαν ἐποιησάμην, ἐκεῖνος δὲ οὐ προσηκόντως μοι προσηνέχθη, τοσαύτην ἐποιήσατο ἡμῶν τὴν πρόνοιαν. Καὶ ὅτι οὐχ ἁπλῶς ταῦτα λέγω, οὐδὲ εἰκῆ καὶ μάτην κατηγορεῖν αὐτοῦ βουλόμενος, καὶ τὸν Θεὸν ἔχω μάρτυρα τοῖς παρὰ τοῦ πατρὸς ὑμῶν εἰς ἐμὲ γενομένοις. Ἑώρακα γὰρ, φησὶν, ὅσα σοι Λάβαν ποιεῖ· ὅτι οὐ τοῦ μισθοῦ σε μόνον ἀπεστέρησεν, ἀλλ᾽ ὅτι καὶ οὐχ ὁμοίως νῦν πρὸς σὲ διάκειται, ὡς καὶ πρότερον· ἀλλὰ διέφθαρται τὴν γνώμην. Ἐγώ εἰμι ὁ Θεός σου, ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην.

Εἰς ὑπόμνησιν αὐτὸν ἀγαγεῖν βούλεται, ὧν αὐτῷ τότε ὑπέσχετο, εἰπὼν, Εἰς πλῆθός σε αὐξηθῆναι ποιήσω, καὶ ὅτι Διαφυλάξω σε εἰς τὴν γῆν σου. Ἐγὼ οὖν ὁ τότε ὀφθείς σοι καὶ τὰς ὑποσχέσεις πρὸς σὲ ποιησάμενος, ἐγὼ καὶ νῦν, ἐπειδὴ καιρὸς ἥκει, τὰ τότε παρ᾽ ἐμοῦ σοι ἐπαγγελθέντα εἰς ἔργον ἄγω, καὶ ἐπανελθεῖν σε κελεύω ἄνευ ἀγωνίας. Μετὰ σοῦ γὰρ ἔσομαι.

Ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τῷ τόπῳ, οὗ ἤλειψάς μοι στήλην, καὶ ηὔξω μοι εὐχήν. Ὑπομιμνήσκει αὐτὸν τῆς εὐχῆς καὶ τῆς ἐπαγγελίας, ἧς ἐποιήσατο. Τίς δὲ ἦν ἡ εὐχή; Ὅτι Ὧν ἄν μοι δῷς, ἀποδεκατώσω αὐτά σοι. Ἐπειδὴ γὰρ τότε μηδὲν ὅλως ἐπιφερόμενος, ἀλλὰ καθάπερ φυγὰς τὴν ὁδοιπορίαν ποιούμενος ταῦτα ηὔξατο, διὰ τοῦτό φησιν· Ἡνίκα σοι ὤφθην, ηὔξω εὐχὴν, λέγων, Ὧν ἄν μοι δῷς, δεκάτην ἀποδεκατώσω σοι· διὰ τῆς εὐχῆς καὶ τῆς ἐπαγγελίας τὴν δύναμιν τὴν ἐμὴν προμηνύων, καὶ τοῖς τῆς πίστεως ὀφθαλμοῖς προορῶν τὴν μέλλουσαν εὐπορίαν ἔσεσθαί σοι· νῦν οὖν ὅτε εἰς ἔργον τὰ παρ᾽ ἐμοῦ λεχθέντα δεῖ ἐλθεῖν, καὶ καιρὸς ἥκει καλῶν τὴν εὐχὴν τὴν σὴν πληρωθῆναι. Ἐπάνιθι νῦν οὖν, φησὶν, ἀνάστηθι, καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης, καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ. Ἐγώ σοι πανταχοῦ συνέσομαι, καὶ ἐγώ σοι τὴν ὁδοιπορίαν εὐμαρῆ καταστήσω, καὶ οὐδεμίαν παρ᾽ οὐδενὸς ὑποστήσῃ βλάβην, τῆς ἐμῆς δεξιᾶς ἀντὶ σκέπης πανταχοῦ γινομένης σοι. Ταῦτα ἀκούσασαι αἱ περὶ τὴν Ῥαχὴλ εἶπαν αὐτῷ· Μή ἐστιν ἡμῖν μερὶς, ἢ κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν; Οὐχ ὡς ἀλλότριαι λελογίσμεθα αὐτῷ; Πέπρακε γὰρ ἡμᾶς, καὶ κατέφαγε καταβρώσει τὸ ἀργύριον ἡμῶν. Καὶ πάντα τὸν πλοῦτον καὶ τὴν δόξαν, ἣν ἀφείλετο ὁ Θεὸς τοῦ πατρὸς ἡμῶν, σοὶ ἔδωκε. Νῦν ὅσα εἴρηκέ σοι ὁ Θεός σου, ποίει.

Ὅρα καὶ ταύτας ἑπομένας τῇ τοῦ Θεοῦ γνώμῃ, καὶ λογισμὸν ἀναντίῤῥητον εἰσαγούσας. Μὴ γὰρ, φησὶν, ἔτι τι κοινὸν ἡμῖν πρὸς τὸν πατέρα ἡμῶν;

Ἅπαξ γὰρ ἀπέδοτο ἡμᾶς. Τὸν μέντοι πλοῦτον καὶ τὴν δόξαν, ἣν ἀφείλετο ὁ Θεὸς τοῦ πατρὸς ἡμῶν, καὶ ἔδωκέ σοι, ἡμεῖς ἕξομεν, καὶ τὰ τέκνα ἡμῶν. Μὴ μέλλε οὖν, μηδὲ διαναβάλλου, ἀλλὰ ποίει τὰ παρὰ τοῦ Θεοῦ σοι ἐπιταχθέντα. Νῦν οὖν ὅσα εἴρηκέ σοι ὁ Θεός σου, ποίει. Ταῦτα ἀκούσας ὁ Ἰακὼβ, ἀναστὰς ἔλαβε τὰς γυναῖκας αὐτοῦ καὶ τὰ παιδία, καὶ ἀνεβίβασεν αὐτὰς ἐπὶ καμήλους, καὶ ἀπήγαγε πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ τὴν ἀποσκευὴν, ἢν περιεποιήσατο ἐν τῇ Μεσοποταμίᾳ, καὶ πάντα τὰ αὐτοῦ, ἀπελθεῖν πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ.

δʹ. Σκόπει μοι τοῦ δικαίου τῆς ψυχῆς τὴν ἀνδρείαν, καὶ ὅπως πάντα φόβον καὶ ἀγωνίαν παρωσάμενος ἐπείθετο τῷ τοῦ Δεσπότου ἐπιτάγματι. Ἐπειδὴ γὰρ εἶδε τοῦ Λάβαν οὐχ ὑγιῆ τὴν γνώμην, οὐκ ἔτι καθάπερ πρότερον πυθέσθαι αὐτὸν κατεδέξατο, ἀλλὰ τὸ προσταχθὲν παρὰ τοῦ Δεσπότου, ἐπλήρου, καὶ λαβὼν τὰς γυναῖκας καὶ τὰ παιδία ἥπτετο τῆς ὁδοῦ. Λάβαν δὲ, φησὶν, ᾤχετο κεῖραι τὰ πρόβατα αὐτοῦ. Ἔκλεψε δὲ Ῥαχὴλ τὰ εἴδωλα τοῦ πατρὸς αὐτῆς. Οὐχ ἁπλῶς οὐδὲ τοῦτο πρόσκειται, ἀλλ᾽ ἵνα γνῶμεν, πῶς ἔτι τῆς πατρικῆς εἴχοντο συνηθείας, καὶ πολλὴν τὴν περὶ τὰ εἴδωλα θεραπείαν ἐπεδείκνυντο. Ἐννόησον γὰρ ὅσην αὕτη σπουδὴν ἐποιήσατο, ὡς μηδὲν ἕτερον ὑφελέσθαι τῶν τοῦ πατρὸς, ἀλλὰ τὰ εἴδωλα μόνα, καὶ τοῦτο ἐποίει καὶ τὸν ἄνδρα λανθάνουσα· οὐδὲ γὰρ ἂν ἐκεῖνος συνεχώρησε ταῦτα γενέσθαι. Ἔκρυψε δὲ, φησὶν, Ἰακὼβ Λάβαν τὸν Σύρον, τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ, ὅτι ἀποδιδράσκει. Καὶ ἀπέδρα αὐτὸς, καὶ πάντα τὰ αὐτοῦ, καὶ διέβη τὸν ποταμὸν, καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλαάδ. Θέα μοι τὴν πολλὴν τοῦ Θεοῦ καὶ ἐνταῦθα πρόνοιαν, ὅπως, μέχρις ὅτε πόῤῥωθεν γέγονεν ὁ δίκαιος, οὐ συνεχώρησε τῷ Λάβαν εἰς γνῶσιν ἐλθεῖν τὴν ἀναχώρησιν τοῦ Ἰακώβ. Τριῶν γὰρ ἡμερῶν, φησὶ, παρελθουσῶν, τῷ Λάβαν ἐγνώσθη. Καὶ παραλαβὼν πάντας τοὺς ἀδελφοὺς αὐτοῦ μεθ᾽ ἑαυτοῦ, ἐδίωξεν ὀπίσω αὐτοῦ ὁδὸν ἡμερῶν ἑπτά· καὶ κατέλαβεν αὐτὸν ἐν τῷ ὄρει Γαλαάδ.

Σκόπει πάλιν τὴν ἄφατον τοῦ Θεοῦ κηδεμονίαν. Ὁ γὰρ εἰπὼν, Ἀπόστρεφε εἰς τὴν γῆν σου, καὶ ἔσομαι μετὰ σοῦ, οὗτος καὶ νῦν τὴν οἰκείαν ἐπιδείκνυται πρόνοιαν.

Ἐπειδὴ γὰρ εἶδε τὸν Λάβαν μετὰ πολλῆς ἀγανακτήσεως καταδιώκοντα τὸν δίκαιον, καὶ δίκην, ὡς εἰπεῖν, εἰσπράξασθαι βουλόμενον τῆς ἀναχωρήσεως, ἐπιφαίνεται τῷ Λάβαν καθ᾽ ὕπνον τὴν νύκτα. Ἦλθε δὲ, φησὶν, ὁ Θεὸς πρὸς Λάβαν τὸν Σύρον τὴν νύκτα, καὶ εἶπεν αὐτῷ. Ὅρα Θεοῦ συγκατάβασιν, καὶ ὅπως διὰ τὴν περὶ τὸν δίκαιον κηδεμονίαν καὶ τῷ Λάβαν διαλέγεται, ἵνα κατασείσας αὐτοῦ τὴν διάνοιαν ἀποστήσῃ τῆς κατὰ τοῦ Ἰακὼβ ὁρμῆς. Φύλαξαι σεαυτὸν, μήποτε λαλήσῃς μετὰ τοῦ Ἰακὼβ πονηρά.

Πολλὴ τοῦ Δεσπότου ἡ ἀγαθότης. Ἐπειδὴ ἑώρα αὐτὸν πρὸς μάχην ἐπειγόμενον, καὶ κατεξαναστῆναι τοῦ δικαίου βουλόμενον, μονονουχὶ διὰ ῥήματος καθέλκει αὐτοῦ τὸν λογισμὸν, καί φησι· Φύλαξαι σεαυτὸν, μήποτε λαλήσῃς μετὰ Ἰακὼβ πονηρόν. Μηδὲ μέχρι ῥημάτων, φησὶν, ἐπιχειρήσῃς λυπῆσαι τὸν Ἰακὼβ, ἀλλὰ φύλαξαι σεαυτὸν, ἐπίσχες σου τὴν κακὴν ταύτην ὁρμὴν, κατάστειλαι τὸν θυμὸν, ἀναχαίτισόν σου θυμουμένην τὴν διάνοιαν, καὶ μηδὲ μέχρι ῥήματος λυπῆσαι αὐτὸν ἀνάσχῃ. Καὶ σκόπει μοι Θεοῦ φιλανθρωπίαν.

Οὐ προσέταξε τῷ Λάβαν εἰς τὰ οἰκεῖα ὑποστρέψαι, ἀλλὰ μόνον παρεκελεύσατο μηδὲν φορτικὸν, μηδὲ ἐπαχθὲς διαλεχθῆναι τῷ δικαίῳ. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ἵνα μάθῃ καὶ διὰ τῶν ἔργων αὐτῶν ὁ δίκαιος καὶ διὰ τῶν πραγμάτων, ὅσης ἀξιοῦται παρὰ τοῦ Θεοῦ τῆς κηδεμονίας. Εἰ γὰρ ὑπέστρεψεν ὁ Λάβαν, πόθεν ἂν τοῦτο ἔγνω ὁ Ἰακὼβ, ἢ αἱ τούτου γυναῖκες; Καὶ διὰ τοῦτο συγχωρεῖ αὐτὸν ἀπελθεῖν, καὶ διὰ τῆς οἰκείας γλώττης ὁμολογῆσαι τὰ παρὰ τοῦ Θεοῦ πρὸς αὐτὸν ῥηθέντα, ἵνα καὶ ὁ δίκαιος πλείονα τὴν προθυμίαν κτήσηται περὶ τὴν ἀποδημίαν, καὶ θάρσος προσλάβῃ, καὶ αἱ τούτου γυναῖκες μαθοῦσαι ὅσης ἀξιοῦται ὁ Ἰακὼβ παρὰ τοῦ τῶν ὅλων Θεοῦ τῆς κηδεμονίας, ἀποσείσωνται τὴν πατρικὴν πλάνην καὶ ζηλώσωσι τὸν δίκαιον, καὶ θεογνωσίας ἐντεῦθεν ἀρκοῦσαν διδασκαλίαν δέξωνται. Οὐδὲ γὰρ οὕτως ἦν τὰ παρὰ τοῦ Ἰακὼβ ἀξιόπιστα, ὡς τὰ παρὰ τοῦ Λάβαν λεγόμενα, τοῦ ἔτι περὶ τὰ εἴδωλα ἐπτοημένου.

Αἱ γὰρ παρὰ τῶν ἀπίστων μαρτυρίαι καὶ τῶν ἐχθρῶν τῆς εὐσεβείας ἀεὶ πολὺ τὸ ἀξιόπιστον ἔχουσι. Καὶ τοῦτο γὰρ τῆς εὐμηχάνου τοῦ Θεοῦ σοφίας, ὅταν καὶ τοὺς ἐχθροὺς τῆς ἀληθείας αὐτοὺς μάρτυρας ποιῇ γενέσθαι τῆς ἀληθείας, καὶ διὰ τῆς οἰκείας γλώττης τὰ αὐτὰ συναγωνίζωνται. Κατέλαβε δὲ Λάβαν τὸν Ἰακώβ. Ἰακὼβ δὲ ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἐν τῷ ὄρει· Λάβαν δὲ ἔστησε τοὺς ἀδελφοὺς αὐτοῦ ἐν τῷ ὄρει Γαλαάδ. Καὶ εἶπε Λάβαν τῷ Ἰακώβ· Τί τοῦτο ἐποίησας; Ὅρα πῶς τὸ παρὰ τοῦ Θεοῦ πρόσταγμα τὴν πολλὴν αὐτοῦ φλεγμονὴν κατέστειλε, καὶ τὸν θυμὸν ἐχαλίνωσε. Διὰ τοῦτο μετὰ πολλῆς ἡμερότητος τοὺς πρὸς αὐτὸν ποιεῖται λόγους, μονονουχὶ ἀπολογούμενος, καὶ πατρικὴν φιλοστοργίαν περὶ αὐτὸν ἐπιδεικνύμενος. Ὅταν γὰρ τῆς ἄνωθεν ἀπολαύωμεν προνοίας, οὐ μόνον τῶν ἀνθρώπων τῶν πονηρῶν διαφυγεῖν δυνάμεθα τὰς ἐπιβουλὰς, ἀλλὰ καὶ θηρίοις ἀνημέροις ἐὰν περιπέσωμεν, οὐδὲν ὑποστησόμεθα δεινόν. Ὁ γὰρ τῶν ἁπάντων Δεσπότης τῆς οἰκείας δυνάμεως τὴν περιουσίαν ἐπιδεικνύμενος, καὶ τῶν θηρίων μεταβάλλει τὴν φύσιν, καὶ εἰς προβάτων ἡμερότητα αὐτὰ μεθίστησιν, οὐχὶ τῆς θηριωδίας αὐτὰ μεθιστὰς, ἀλλ᾽ ἐν αὐτῇ τῇ φύσει καταλιμπάνων, τὰ τῶν προβάτων ἐπιδείκνυσθαι παρασκευάζει. Καὶ οὐκ ἐπὶ τῶν θηρίων μόνον τοῦτο ἴδοι τις ἂν, ἀλλὰ καὶ ἐπ᾽ αὐτῶν τῶν στοιχείων.

Ὅταν γὰρ αὐτὸς βούληται, καὶ τὰ στοιχεῖα αὐτὰ τῆς οἰκείας ἐνεργείας ἐπιλανθάνεται, καὶ οὐδὲ πῦρ τὰ πυρὸς ἐπιδείκνυται. Καὶ τοῦτό τις καταμάθοι ἐπί τε τῶν τριῶν παίδων, ἐπί τε τοῦ Δανιήλ. Ὁ μὲν ὑπὸ λεόντων περιστατούμενος, ὡς ὑπὸ προβάτων κυκλούμενος, οὐδὲν ἔπασχεν ἀηδὲς, τῆς ἄνωθεν ῥοπῆς τὴν ἐκείνων ἀγριότητα ἀναχαιτιζούσης.

Ὅτι γὰρ θῆρες ὄντες ἔμενον τὰ τῆς θηριωδίας μὴ ἐπιδεικνύμενοι, δι᾽ αὐτῶν τῶν πραγμάτων ἔγνωσαν τῶν ἀλόγων θηρίων οἱ ἀγριώτεροι. εʹ. Καὶ τοῦτο δὲ ἐγίνετο πρὸς μείζονα κατηγορίαν ἐκείνων, ὅτι οἱ λόγῳ τετιμημένοι τὰ ἄλογα θηρία ὑπερηκόντισαν τῇ ὠμότητι. Καὶ ἐμάνθανον διὰ τῶν πραγμάτων, ὅπως διὰ τὴν τοῦ Δεσπότου πρόνοιαν τὸν μὲν δίκαιον καὶ τὰ θηρία ᾐδέσθη, καὶ οὐκ ἐτόλμησαν ἐφάψασθαι τοῦ σώματος· αὐτοὶ δὲ τὰ τῶν θηρίων αὐτῷ χεῖρον διέθηκαν. Καὶ ἵνα μὴ νομίσωσι φαντασίαν τινὰ γεγενῆσθαι, διὰ τῶν μετὰ ταῦτα βληθέντων εἰς τὸν λάκκον ἐπεγίνωσκον, ὅτι ἐπὶ μὲν τοῦ δικαίου τῶν προβάτων ἐμιμοῦντο τὴν ἡμερότητα, καὶ τῆς φύσεως ἐπελανθάνοντο· ἐπὶ δὲ τῶν μετὰ ταῦτα βληθέντων τὰ τῆς θηριωδίας ἐπεδείκνυντο. Οὕτω καὶ ἐπὶ τῆς καμίνου τοῦ πυρὸς γέγονε. Τοὺς μὲν ἔνδον ὄντας καὶ ἐν μέσῳ τῷ πυρὶ τυγχάνοντας ᾐδεῖτο τὸ στοιχεῖον, καὶ οὐκ ἐνήργει τὰ τοῦ πυρός· ἀλλὰ καθάπερ πεδηθείσης τῆς ἐνεργείας, οὕτως ἀβλαβῆ τῶν παίδων τούτων διεφύλαττε τὰ σώματα, καὶ οὐδὲ αὐτῶν τῶν τριχῶν ἐφάψασθαι ἐτόλμησε, καθάπερ ὑπὸ προστάγματός τινος τὸ στοιχεῖον τὴν οἰκείαν ἐνέργειαν ἐπιδείξασθαι κωλυόμενον· τοὺς δὲ ἔξω τῆς καμίνου διάγοντας κατηνάλωσε, δι᾽ ἀμφοτέρων πολλὴν τῆς τοῦ Θεοῦ δυνάμεως τὴν περιουσίαν ἐμφαῖνον, καὶ δι᾽ ὧν τοὺς ἔσω τυγχάνοντας ἀβλαβεῖς διεφύλαττε, καὶ δι᾽ ὧν τούτους διέφθειρεν.

Οὕτως ὅταν τῆς ἄνωθεν ἀπολαύωμεν ῥοπῆς, οὐ μόνον τῶν πρὸς ἡμᾶς πολεμίως ἐχόντων διαφεύγομεν τὰς ἐπιβουλὰς, ἀλλὰ κἂν αὐτοῖς τοῖς θηρίοις περιπέσωμεν, οὐδὲν πεισόμεθα δεινόν.

Ἡ γὰρ τοῦ Θεοῦ χεὶρ ἡ πάντων δυνατωτέρα, αὕτη πολλὴν ἡμῖν πανταχόθεν περιτίθησι τὴν ἀσφάλειαν, καὶ ἀχειρώτους ἐργάζεται· ὅπερ καὶ ἐπὶ τοῦ δικαίου τούτου γέγονεν. Ὁ γὰρ μετὰ τοσαύτης ὁρμῆς καταλαβεῖν βουλόμενος τὸν Ἰακὼβ, καὶ δίκην ἀπαιτῆσαι τῆς πάντων ἀναχωρήσεως, οὐ μόνον οὐδὲν πρὸς αὐτὸν τραχὺ οὐδὲ ἐπαχθὲς φθέγγεται, ἀλλὰ καθάπερ πατὴρ διαλεγόμενος πρὸς παῖδα, οὕτω μετὰ πολλῆς τῆς ἐπιεικείας πρὸς αὐτὸν ποιεῖται τὰ ῥήματα, καί φησι· Τί ἐποίησας τοῦτο; τί κρυφῆ ἀπέδρας; Ὅρα πόση ἡ μεταβολή· ὅρα πῶς ὁ καθάπερ θηρίον μεμηνὼς, προβάτων μιμεῖται ἡμερότητα. Ἵνα τί κρυφῆ ἀπέδρας, καὶ ἐκλοποφόρησάς με, καὶ ἀπήγαγες τὰς θυγατέρας μου ὡς αἰχμαλώτιδας μαχαίρᾳ; Τίνος ἕνεκεν, φησὶ, τοῦτο πεποίηκας; τί σοι ἔδοξε; διὰ τί οὕτω λανθανόντως ἐποιήσω τὴν ἀποδημίαν; Εἰ γὰρ ἀνήγγειλάς μοι, μετὰ πολλῆς τῆς πομπῆς καὶ τῆς εὐφροσύνης ἐξαπέστειλα ἄν σε. Καὶ γὰρ εἰ τοῦτο ἔγνων, φησὶ, Μετὰ μουσικῶν καὶ τυμπάνων καὶ κιθάρας προέπεμψα ἄν σε. Οὐκ ἠξιώθην φιλῆσαι τὰς θυγατέρας μου· νῦν δὲ ἀφρόνως ἔπραξας. Ὁρᾷς πῶς λοιπὸν ἑαυτὸν ἐλέγχει, καὶ διὰ τῆς οἰκείας γλώττης ὁμολογεῖ, ὅτι αὐτὸς μὲν κακῶς παρεσκευάζετο διαθεῖναι τὸν δίκαιον, ἡ δὲ τοῦ Θεοῦ πρόνοια τῆς ὁρμῆς αὐτὸν ἐνέκοψεν.

Ἰσχύει, φησὶν, ἡ χείρ μου κακοποιῆσαί σε· ὁ δὲ Θεὸς τοῦ πατρός σου ἐχθὲς εἶπε πρός με λέγων· Φύλαξαι σεαυτὸν, μήποτε λαλήσῃς πρὸς Ἰακὼβ πονηρά. Ἐννόει μοι πόσης τῷ δικαίῳ παρακλήσεως γέγονε ταυτὶ τὰ ῥήματα, καὶ σκόπει πῶς οὗτος καὶ τὰ βουλευθέντα αὐτῷ ἐξέφηνε, καὶ ἐπὶ ποίοις τὴν κατάληψιν ποιήσασθαι ἐβούλετο, καὶ ὅτι ὁ τοῦ Θεοῦ φόβος αὐτὸν ἐπέσχεν εἰς ἔργον ἀγαγεῖν τὰ κακῶς αὐτῷ βουλευθέντα. Ὁ δὲ Θεὸς τοῦ πατρός σου, φησίν. Ὅρα πῶς καὶ αὐτὸς ὁ Λάβαν οὐ μικρὰν ἐντεῦθεν ὠφέλειαν ἐκαρποῦτο, μεγίστην τῆς τοῦ Θεοῦ δυνάμεως ἀπόδειξιν λαμβάνων ἐκ τῶν πρὸς αὐτὸν λεχθέντων.

Ἀλλ᾽ ἐπειδὴ καὶ σὺ, φησὶ, τοῦτο ἐβουλεύσω, καὶ ὁ Θεός ἐστιν ὁ τοσαύτην σου ποιούμενος κηδεμονίαν, Νῦν οὖν πεπόρευσαι· ἐπιθυμίᾳ γὰρ ἐπεθύμησας ἀπελθεῖν εἰς τὸν οἶκον τοῦ πατρός σου. Ἵνα τί ἔκλεψας τοὺς θεούς μου; Ἔστω, φησί· τοῦτό σοι δεδογμένον ἦν, καὶ ἔκρινας ἐπανελθεῖν εἰς τὸν οἶκον τοῦ πατρός σου· ἵνα τί τοὺς θεούς μου ἔκλεψας; Ὢ ἀνοίας ὑπερβολὴ καὶ τοιοῦτοί εἰσιν οἱ θεοί σου, ὡς καὶ κλαπῆναι;

Οὐκ αἰσχύνῃ λέγων, Ἵνα τί ἔκλεψας τοὺς θεούς μου; Ὅρα πόση ἦν ἡ ὑπερβολὴ τῆς πλάνης, ὡς τοὺς λόγῳ τετιμημένους ξύλα καὶ λίθους θεραπεύειν. Καὶ οἱ μὲν θεοὶ οἱ σοὶ, ὦ Λάβαν, οὐδὲ κλέπτεσθαι μέλλοντες ἑαυτοῖς ἀμῦναι ἴσχυσαν. Πῶς γὰρ οἱ ἀπὸ λίθου ὄντες συγκείμενοι; Ὁ δὲ τοῦ δικαίου Θεὸς, καὶ ἀγνοοῦντος τοῦ δικαίου, τὴν σὴν ὁρμὴν ἐπέσχε. Καὶ οὐκ ἐννοεῖς τὸ μέγεθος τῆς πλάνης, ἀλλὰ καὶ τῷ δικαίῳ κλοπὴν ἐγκαλεῖς;

Τίνος γὰρ ἕνεκεν ὁ δίκαιος ἐκείνους ὑφελέσθαι ἂν κατεδέξατο, οὓς ἐβδελύττετο, μᾶλλον δὲ οὓς ᾔδει λίθους ὄντας ἀναισθήτους; Ἀλλὰ ταῦτα ἀκούσας ὁ Ἰακὼβ μετὰ πολλῆς ἐπιεικείας, πρῶτον μὲν ἀπολογεῖται πρὸς τὰ προλαβόντα ἐγκλήματα, καὶ τότε περὶ τῶν θεῶν προτρέπεται ποιήσασθαι τὴν ἔρευναν. Εἶπα γὰρ, φησὶ, μήποτε ἀφέλῃ τὰς θυγατέρας σου ἀπ᾽ ἐμοῦ, καὶ πάντα τὰ ἐμά. Ἐπειδὴ, φησὶν, ἑώρων σε οὐχ ὑγιῶς πρός με διακείμενον, ἐναγώνιος γέγονα, μήποτε ἐπιχειρήσῃς ἀφελέσθαι τὰς θυγατέρας σου καὶ τὰ ὑπάρχοντά μου, καὶ ἀποστερῆσαί με τῶν ἐμῶν, καθάπερ ἤδη πεποίηκας. Αὕτη τοίνυν ἡ αἰτία καὶ ὁ φόβος παρεσκεύασέ με λανθανόντως τὴν ἀποδημίαν ποιήσασθαι. Παρ᾽ ᾧ οὖν ἂν εὕροις τοὺς θεούς σου, οὐ ζήσεται ἐναντίον τῶν ἀδελφῶν ἡμῶν. Ὁρᾷς ὅτι ἠγνόει ὁ Ἰακὼβ τὴν παρὰ τῆς Ῥαχὴλ κλοπὴν γεγενημένην; Ὅρα γὰρ μεθ᾽ ὅσης σφοδρότητος τὸ ἐπιτίμιον ὁρίζει τῷ τὴν κλοπὴν ἐργασαμένῳ. Παρ᾽ ᾧ ἂν, φησὶν, εὑρεθῶσιν, οὐ ζήσεται ἐναντίον τῶν ἀδελφῶν ἡμῶν. Οὐκ ἐπειδὴ μόνον, φησὶν, ὑφείλετο, ἀλλ᾽ ὅτι διὰ τῆς κλοπῆς δεῖγμα ἐναργὲς ὁ τοιοῦτος ἐκφέρει τῆς οἰκείας πλάνης. Ἐπίγνωθι εἴ τί ἐστι τῶν σῶν παρ᾽ ἐμοὶ, καὶ λάβε. Ἐρεύνησον, φησὶν, εἴ τι τῶν μὴ προσηκόντων ἀφειλόμην.

Οὐδὲν ἕτερόν μοι ἔχεις ἐγκαλέσαι, ἢ ὅτι λάθρα τὴν ἀποδημίαν ἐποιησάμην· καὶ τοῦτο οὐχ ἑκὼν πέπονθα, ἀλλ᾽ ὑφορώμενος τὴν ἀδικίαν, καὶ δεδοικὼς μὴ βουληθῇς καὶ τὰς θυγατέρας σου ἀφελέσθαι, τοῦτο μαθὼν, καὶ τὴν ἄλλην μου περιουσίαν. Καὶ οὐκ ἐπέγνω, φησὶ, παρ᾽ αὐτῷ οὐδέν. Οὐκ ᾔδει δὲ Ἰακὼβ ὅτι Ῥαχὴλ ἡ γυνὴ αὐτοῦ ἔκλεψεν αὐτούς. Εἰσελθὼν δὲ Λάβαν ἠρεύνησε τὸν οἶκον Λείας, καὶ οὐχ εὗρεν. Εἰσῆλθε δὲ καὶ εἰς τὸν οἶκον Ῥαχήλ. Ῥαχὴλ δὲ ἔλαβε τὰ εἴδωλα, καὶ ἐνέβαλεν αὐτὰ εἰς τὰ σάγματα τῶν καμήλων, καὶ ἐπεκάθισεν αὐτοῖς, καὶ εἶπε τῷ πατρὶ αὐτῆς· Μὴ βαρέως φέρε, κύριέ μου· οὐ δύναμαι ἀναστῆναι ἐνώπιόν σου, ὅτι τὰ κατ᾽ ἐθισμὸν τῶν γυναικῶν μοί ἐστιν. Ἠρεύνησε δὲ Λάβαν ἐν ὅλῳ τῷ οἴκῳ αὐτῆς, καὶ οὐχ εὗρε.

ϛʹ. Πολλὴ τῆς Ῥαχὴλ ἡ σύνεσις, δι᾽ ἧς τὸν Λάβαν παρακρούσασθαι ἴσχυσεν. Ἀκουέτωσαν οἱ ἔτι τῇ πλάνῃ προστετηκότες, καὶ τῶν εἰδώλων τὴν θεραπείαν περὶ πολλοῦ ποιούμενοι. Ἔθηκεν αὐτοὺς, φησὶν, ὑπὸ τὰ σάγματα τῶν καμήλων, καὶ ἐπεκάθισεν αὐτοῖς. Τί τούτων καταγελαστότερον; Οἱ λόγῳ τετιμημένοι, καὶ τοσαύτης ἀξιωθέντες προεδρίας παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, λίθους ἀναισθήτους θεραπεύειν καταδέχονται, καὶ οὐκ ἐγκαλύπτονται, οὐδὲ λαμβάνουσιν ἔννοιάν τινα τῆς τοσαύτης ἀτοπίας, ἀλλὰ καθάπερ βοσκήματα, οὕτω τῇ συνηθείᾳ ἀπάγονται; Διὰ τοῦτο καὶ Παῦλος ἔλεγε γράφων· Οἴδατε ὅτι, ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι.

Καὶ καλῶς εἶπε, Τὰ ἄφωνα. Οἱ φωνὴν ἔχοντες, καὶ ἀκοῆς καὶ λόγου μετέχοντες, πρὸς τὰ μηδεμίαν αἴσθησιν ἔχοντα, ὡς ἄλογα ἀπάγεσθε. Καὶ ποίας ἂν οἱ τοιοῦτοι συγγνώμης τύχοιεν; Ἀλλ᾽ ἴδωμεν ὅπως ὁ δίκαιος λοιπὸν θαῤῥήσας ἔκ τε τῶν παρὰ τοῦ Λάβαν ὁμολογηθέντων, καὶ ἐξ ὧν οὐδεμίαν εὔλογον αἰτίαν εὗρε τῆς κατ᾽ αὐτοῦ μέμψεως, τί φησιν; Ὠργίσθη δὲ Ἰακὼβ καὶ ἐμαχέσατο τῷ Λάβαν, καὶ εἶπεν. Ὅρα πῶς καὶ διὰ τῆς μάχης τῆς οἰκείας ψυχῆς ἐκκαλύπτει τὴν ἀρετήν.

Τί τὸ ἀδίκημά μου, φησίν; ἢ τί τὸ ἁμάρτημά μου, ὅτι κατεδίωξας ὀπίσω μου; Τίνος ἕνεκεν, φησὶ, μετὰ τοσαύτης ὁρμῆς κατεδίωξάς με; ποῖον ἀδίκημα ἐγκαλεῖν ἔχων; ποῖον ἁμάρτημα; Καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ τοσαύτην ὕβριν ἡμῖν ἐπήγαγες, ὥστε καὶ ἐρευνῆσαι πάντα τὰ ἐν τῷ οἴκῳ μου. Τί εὗρες ἀπὸ πάντων σκευῶν τοῦ οἴκου σου; Θὲς ὧδε ἐναντίον τῶν ἀδελφῶν σου καὶ τῶν ἀδελφῶν μου, καὶ ἐλεγξάτωσαν ἀνὰ μέσον τῶν δύο ἡμῶν. Τοσαύτην, φησὶν, ἔρευναν ποιησάμενος, ἆρα ἠδυνήθης τι εὑρεῖν τῶν μὴ προσηκόντων μοι; ἢ τῶν σοι διαφερόντων; Εἰ εὗρες, ἐν τῷ μέσῳ παράγαγε, ἵνα οἱ συνόντες μοι καὶ οἱ μετὰ σοῦ παραγενόμενοι τὴν διάκρισιν ποιήσωνται.

Ἐπειδὴ εἶδεν ἀνεύθυνον ἑαυτὸν ἐν ἅπασι γεγενημένον, πολλὴν λοιπὸν παῤῥησίαν προσλαβὼν ἀπαριθμεῖται τὴν εὔνοιαν, ἢν περὶ αὐτὸν ἐν παντὶ τῷ χρόνῳ ἐπεδείξατο, καί φησι· Ταῦτά μοι εἴκοσιν ἔτη. Μετὰ τὸν κάματον τῶν τοσούτων ἐτῶν τούτων, ἤμην ἄξιος ταύτης τῆς ὕβρεως; Ταῦτά μοι εἴκοσιν ἔτη. Σήμερον εἴκοσιν ἐτῶν ἀριθμὸν ἔχω ἐν τῷ οἴκῳ τῷ σῷ. Τὰ πρόβατά σου καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν· κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον· θηριάλωτον οὐκ ἐνήνοχά σοι. Ἐγὼ ἀπετίννυον παρ᾽ ἐμαυτοῦ, κλέμματα ἡμέρας καὶ κλέμματα νυκτός. Ἐγενόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι, καὶ τῷ παγετῷ τῆς νυκτὸς, καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου. Ἐπελάθου, φησὶ, τῶν καμάτων τῶν ἐμῶν, ὧν ἐπεδειξάμην ποιμαίνων τὰ πρόβατά σου καὶ τὰς αἶγας;

Μὴ ἔχεις ἐγκαλέσαι ὅτι ποτὲ τὰ πρόβατα, ἢ αἱ αἶγες ἠτεκνώθησαν; Ὅρα πόσην δείκνυσι τὴν παρὰ τοῦ Θεοῦ εὔνοιαν γεγενημένην εἰς τὸν οἶκον τοῦ Λάβαν διὰ τὴν αὐτοῦ παρουσίαν. Τοῦτο γάρ ἐστιν ὅπερ καὶ ἄνω ἔλεγεν· Εὐλογησέ σε ὁ Θεὸς ἐπὶ τῷ ποδί μου. Τοῦτο γὰρ οὐδεὶς ἂν παρὰ ποιμένος ἀπαιτήσειεν. Οὐδὲ γὰρ τῆς ποιμαντικῆς τοῦτο ἔργον· φύσεως γάρ ἐστι. Διὰ τοῦτο πρὸ πάντων τοῦτο προτίθησι, καὶ πολλὴν δείκνυσι τὴν ἄνωθεν γεγενημένην πρόνοιαν περὶ τὰ ποίμνια. Κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον. Μὴ δύνασαι εἰπεῖν ὅτι ποτὲ κατέφαγον κριὸν ἐκ τῶν προβάτων σου, ὃ πολλοῖς τῶν ποιμένων ποιεῖν ἔθος; Θηριάλωτον οὐκ ἐνήνοχά σοι. Οὔτε αὐτὸς, φησὶ, ποτὲ κατέφαγον, οὔτε θηρίον ἴσχυσέ ποτε ἀφελέσθαι. Μὴ ἐνήνοχά σοι θηριάλωτον;

Ἢ οὐχὶ καθ᾽ ἑκάστην ἡμέραν τοὺς τὰ ποίμνια ἐγχειριζομένους ὁρᾷς θηριάλωτα τοῖς δεσπόταις προσάγοντας; Ἀλλὰ σὺ οὐδὲν τοιοῦτον ἐγκαλέσαι δυνήσῃ, ἢ δεῖξαι γεγενημένον ἐν τοῖς εἴκοσιν ἔτεσι. Καὶ τί λέγω θηριάλωτον; Ἀλλ᾽ οὐδὲ εἰ ἐκλάπη ποτὲ, οἷα συμβαίνειν εἰκὸς, εἰς τὴν σὴν γνῶσιν τοῦτο πεποίηκα, ἀλλ᾽ ἐγὼ καὶ κλέμματα κλεπτόμενα ἀπετίννυον, τά τε ἐν ἡμέρᾳ, τά τε ἐν νυκτὶ γινόμενα. Καὶ διηνεκῶς καὶ τὸν τοῦ καύματος καύσωνα ἔφερον γενναίως, καὶ τὸν κρυμὸν τὸν ἀπὸ τῆς νυκτὸς, ὑπὲρ τοῦ ἀβλαβῆ σοι τὰ ποίμνια διασώσασθαι· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ αὐτὸς ὁ ὕπνος διὰ τὴν πολλὴν φροντίδα ἀφίστατο ἀπ᾽ ἐμοῦ.

Εἶδες ποιμένος ἀγρυπνίαν; εἶδες σπουδὴν ἐπιτεταμένην; Ποίαν ἂν ἔχοιεν ἀπολογίαν οἱ τὰ λογικὰ ποίμνια ἐγκεχειρισμένοι, καὶ πολλὴν τὴν ῥᾳθυμίαν ἐπιδεικνύμενοι, καὶ καθ᾽ ἑκάστην ἡμέραν, κατὰ τὸν προφήτην, τὰ μὲν κατασφάττοντες, τὰ δὲ ὁρῶντες θηριόβρωτα γινόμενα, τὰ δὲ ὑφ᾽ ἑτέρων συλώμενα, καὶ οὐδεμίαν κηδεμονίαν αὐτῶν ποιεῖσθαι βουλόμενοι; καίτοι γε ἐνταῦθα ἐλάττων ὁ πόνος, καὶ εὔκολος ἡ ἐπιμέλεια. Ψυχὴ γάρ ἐστιν ἡ παιδευομένη· ἐκεῖ δὲ πολὺς καὶ τῷ σώματι καὶ τῇ ψυχῇ ὁ πόνος.

ζʹ. Ὅρα γὰρ τί φησιν· Ἐγενόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι, καὶ τῷ παγετῷ τῆς νυκτὸς, καὶ ἀφίστατο ὁ ὕπνος ἀπ᾽ ἐμοῦ. Τίς ἂν τοῦτο νῦν δυνηθείη εἰπεῖν, ὅτι διὰ τὴν σωτηρίαν τῶν ὑπ᾽ αὐτοῦ ποιμαινομένων κινδύνους ἀνεδέξατο καὶ ταλαιπωρίας;

Τῶν μὲν νῦν οὐδεὶς ἂν τοῦτο εἰπεῖν τολμήσειε. Παύλῳ δὲ μόνῳ ἔξεστι ταῦτα μετὰ παῤῥησίας λέγειν, καὶ τούτων μείζονα, τῷ διδασκάλῳ τῆς οἰκουμένης. Καὶ ποῦ, φησὶ, Παῦλος ταῦτα ὑπέμεινεν; Ἄκουε αὐτοῦ λέγοντος· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ὢ ποιμένος φιλοστοργία, Τὰ ἑτέρων, φησὶ, πτώματα ἐμοὶ ἐπιτείνει τὰς ἀλγηδόνας· τὰ ἑτέρων σκάνδαλα ἐμοὶ τὴν κάμινον τῆς ὀδύνης ἀνάπτει. Τοῦτον ἅπαντες ζηλούτωσαν οἱ τὴν τῶν λογικῶν προβάτων ἐγκεχειρισμένοι προστασίαν, καὶ μὴ χείρους γενέσθωσαν τοῦ περὶ τὴν τῶν ἀλόγων πρόνοιαν τοσαύτην ἀγρυπνίαν ἐπιδειξαμένου, καὶ ἐπὶ τοσοῦτον ἐτῶν ἀριθμόν. Ἐκεῖ μὲν γὰρ κἂν ῥᾳθυμία τις γένηται, οὐδὲν τὸ βλάβος· ἐνταῦθα δὲ κἂν ἓν πρόβατον λογικὸν ἀπόληται, ἢ θηριάλωτον γένηται, πολλὴ ἡ ζημία, μεγίστη ἡ βλάβη, ἄφατος ἡ κόλασις. Εἰ γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος τὸ αἷμα τὸ ἴδιον ἐκχέαι ὑπὲρ αὐτοῦ οὐ παρῃτήσατο, ποίας ἂν εἴη ὁ τοιοῦτος συγγνώμης ἄξιος, ὁ τὸν οὕτω τιμηθέντα παρὰ τοῦ Δεσπότου παρορᾷν ἀνεχόμενος, καὶ μὴ τὰ παρ᾽ ἑαυτοῦ πάντα πληρῶν εἰς τὴν τοῦ προβάτου ἐπιμέλειαν; Ἀλλ᾽ ἐπὶ τὴν ἀκολουθίαν τοῦ λόγου ἐπανέλθωμεν. Ταῦτά μοι, φησὶν, εἴκοσιν ἔτη εἰμὶ ἐν τῇ οἰκίᾳ σου. Ἐδούλευσά σοι δεκατέσσαρα ἔτη ἀντὶ τῶν δύο θυγατέρων σου, καὶ ἓξ ἔτη ἐν τοῖς προβάτοις σου, καὶ παρελογίσω τὸν μισθόν μου δέκα ἀμνάδας.

Εἰ μὴ ὁ Θεὸς τοῦ πατρός μου Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ ἦν μετ᾽ ἐμοῦ, νῦν ἄν με κενὸν ἐξαπέστειλας. Τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τῶν χειρῶν μου εἶδεν ὁ Θεὸς, καὶ ἤλεγξέ σε χθές. Ὅρα πῶς τὰ παρὰ τοῦ Λάβαν ὁμολογηθέντα παρεθάῤῥυνε τὸν δίκαιον, καὶ μετὰ παῤῥησίας τὸν ἔλεγχον ποιεῖται. Οἶδας, φησὶν, ὅπως τῶν εἴκοσιν ἐτῶν τὸν ἀριθμὸν ἐδούλευσά σοι, ὑπὲρ τῶν θυγατέρων σου τὰ δεκατέσσαρα ἔτη, ἐν δὲ τοῖς προβάτοις τὰ ὑπόλοιπα· καὶ ὅμως ἀποστερῆσαί με κατεδέξω τὸν μισθὸν, καὶ οὐδὲν ὑπὲρ τούτου ἐνεκάλεσα; Τοῦτο δὲ, ἐξ ὧν αὐτὸς ὡμολόγησας, οἶδα, ὅτι εἰ μὴ ὁ Θεὸς τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ ἦν μοι βοηθὸς, νῦν ἄν με κενὸν ἐξαπέστειλας, ἔρημον, καὶ πάντα ἂν ἀφείλω ἀπ᾽ ἐμοῦ, καὶ τὴν ἀδικίαν, ἣν προέθου, εἰς ἔργον ἂν ἤγαγες.

Ἀλλ᾽ ὁ Θεὸς ὁ εἰδὼς Τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τῶν χειρῶν μου. Τί ἐστι, Τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τῶν χειρῶν μου; Ἐπειδὴ ᾔδει ὁ Θεὸς, ὅπως μὲν ἐγὼ μετὰ πολλῆς τῆς εὐνοίας τὴν δουλείαν ἐποιησάμην, καὶ τὸν κόπον ὅσον ὑπέμεινα ποιμαίνων τὰ πρόβατα, καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ φροντίζων διετέλουν, πρὸς ἐκεῖνα ἰδὼν ὁ φιλάνθρωπος Δεσπότης χθὲς ἤλεγξέ σε, ἐπέσχε τῆς κατ᾽ ἐμοῦ ἀδικίας καὶ τῆς ἀλογίστου ὁρμῆς. Ἱκανῶς ἐν τάξει ἀπολογίας καθίκετο τοῦ Λάβαν, καὶ μετὰ τὸ ἐλέγξαι τὴν εἰς αὐτὸν ἀδικίαν, καὶ τὰς παρ᾽ αὐτοῦ εἰς αὐτὸν εὐεργεσίας ἀπηριθμήσατο. Διὸ αἰδεσθεὶς ἐκεῖνος τὰ παρ᾽ αὐτοῦ εἰρημένα, λοιπὸν καὶ εἰς δειλίαν καθίσταται, καὶ συνθήκας ἀπαιτῆσαι βούλεται παρὰ τοῦ δικαίου.

Ὅρα Θεοῦ κηδεμονίαν. Ὁ οὕτω παρεσκευασμένος, καὶ μετὰ τοσαύτης ὁρμῆς τὴν καταδίωξιν ποιησάμενος, εἰς τοσαύτην κατέστη δειλίαν, ὡς τὰς παρ᾽ αὐτοῦ συνθήκας ἐπιζητεῖν. Ἀποκριθεὶς γὰρ Λάβαν, φησὶν, εἶπε τῷ Ἰακώβ· Αἱ θυγατέρες σου, θυγατέρες μου, καὶ οἱ υἱοί σου, υἱοί μου, καὶ τὰ κτήνη σου, κτήνη μου, καὶ πάντα ὅσα σὺ ὁρᾷς, ἐμά ἐστι καὶ τῶν θυγατέρων μου· τί ποιήσω ταύταις σήμερον, ἢ τοῖς τέκνοις αὐτῶν τοῖς τεχθεῖσιν; Οἶδα ὅτι καὶ αἱ θυγατέρες, φησὶν, ἐμαί εἰσι, καὶ πάντα ὅσα σοί ἐστιν, ἐκ τῆς ὑπάρξεως τῆς ἐμῆς προσεγένετό σοι. Τί οὖν ποιήσω ταύταις σήμερον, ἢ τοῖς ὑπ᾽ αὐτῶν τεχθεῖσι;

Νῦν δεῦρο, διαθώμεθα διαθήκην ἐγώ τε καὶ σὺ, καὶ ἔσται εἰς μαρτύριον ἀνὰ μέσον ἐμοῦ τε καὶ σοῦ. Συνθήκας, φησὶ, ποιησώμεθα, Καὶ ἔσται εἰς μαρτύριον ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, εἰς ἔλεγχον, εἰς ἀπόδειξιν.

Εἶπε δὲ αὐτῷ· Εἴ τις παραβῆναι τὰ νῦν παρ᾽ ἡμῶν προταθέντα ἐπιχειρήσειεν, Ἰδοὺ οὐδεὶς μεθ᾽ ἡμῶν· ὁ δὲ Θεὸς μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. ηʹ. Σκόπει πῶς κατὰ μικρὸν ὁ Λάβαν καὶ εἰς θεογνωσίαν ἐνάγεται. Ὁ γὰρ τὴν κλοπὴν πρὸ τούτου τῶν θεῶν αὐτοῦ ἐπιφέρων τῷ δικαίῳ, καὶ τοσαύτην ἔρευναν ποιησάμενος, νῦν φησιν· Ἐπειδὴ οὐδείς ἐστι μεταξὺ ἡμῶν ὁ δυνάμενος, εἴ τι μετὰ ταῦτα γένοιτο, μαρτυρῆσαι τοῖς νῦν παρ᾽ ἡμῶν γινομένοις, ὁ Θεὸς μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ἐκεῖνος πάρεστιν, ὁ τὰ πάντα ὁρῶν, ὃν οὐδὲν λαθεῖν δύναται, ὁ τὴν ἑκάστου γνώμην ἐπιστάμενος. Λαβὼν δὲ, φησὶν, Ἰακὼβ ἔστησε στήλην, καὶ ἐποίησε βουνὸν, καὶ ἔφαγον ἐπὶ τοῦ βουνοῦ. Εἶτα εἶπεν αὐτῷ Λάβαν· Ὁ βουνὸς οὗτος μαρτυρεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Τί ἐστιν, Ὁ βουνὸς οὗτος; Ἀντὶ τοῦ, τὰ ῥήματα τὰ ἐνταῦθα γινόμενα ἐν τῷ βουνῷ τούτῳ ὑπόμνησις ἡμῖν ἔσται διηνεκῶς.

Καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου, Βουνὸς μαρτυρίου. Εἶτά φησιν· Ἐπίδοι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Σκόπει πῶς πάλιν τὴν παρὰ τοῦ Θεοῦ δίκην ἐπικαλεῖται ὁ Λάβαν· Ἐπίδοι γὰρ, φησὶν, ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, ὅτι ἀποστησόμεθα ἕτερος τοῦ ἑτέρου. Νῦν, φησὶ, χωρισθησόμεθα, καὶ σὺ μὲν ἀπελεύσῃ εἰς τὴν οἰκείαν γῆν, ἐγὼ δὲ ἐπανελεύσομαι εἰς τὸν οἶκον τὸν ἐμόν. Εἰ ταπεινώσεις τὰς θυγατέρας μου, εἰ λάβοις γυναῖκας πρὸς ταῖς θυγατράσι μου, ὅρα, οὐδεὶς μεθ᾽ ἡμῶν ἐστιν ὁ ὁρῶν· Θεὸς μάρτυς. Σκόπει πῶς καὶ ἅπαξ καὶ δεύτερον καὶ πολλάκις τὸν Θεὸν καλεῖ μάρτυρα. Καὶ γὰρ ἡ πρόνοια ἡ περὶ τὸν Ἰακὼβ γεγενημένη ἐπαίδευσεν αὐτὸν, ὅση τοῦ Δεσπότου ἡ δύναμις, καὶ ὡς οὐχ οἷόν τέ τι λαθεῖν τὸν ἀκοίμητον ὀφθαλμόν. Διὰ τοῦτό φησι· Κἂν διαχωρισθῶμεν, κἂν μηδεὶς ἕτερος ὁ μαρτυρῆσαι δυνάμενος, αὐτὸς ἔσται μάρτυς ὁ πανταχοῦ παρών· δι᾽ ἑκάστου τῶν ῥημάτων ἐνέφηνεν, ὅτι τῆς πανταχοῦ γῆς ἐστι Δεσπότης. Καὶ εἶπεν Ἰακώβ· Ἰδοὺ ἡ στήλη αὕτη μαρτυρεῖ. Εἶτα πάλιν ὁ Λάβαν φησίν· Ἐάν τε γὰρ ἐγὼ μὴ διαβῶ πρὸς σὲ, μήτε σὺ διαβῇς πρὸς ἐμὲ τὸν βουνὸν τοῦτον καὶ τὴν στήλην ταύτην ἐπὶ κακίᾳ, ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ναχὼρ κρίνοι ἀνὰ μέσον ἡμῶν. Θέα πῶς μετὰ τοῦ πατρὸς καὶ τὸν πάππον τὸν ἑαυτοῦ συνῆψεν, ἀδελφὸν μὲν τοῦ πατριάρχου τυγχάνοντα, ἑαυτοῦ δὲ πάππον.

Ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ναχὼρ κρίνοι ἀνὰ μέσον ἡμῶν. Καὶ ὤμοσεν Ἰακὼβ κατὰ τοῦ φόβου τοῦ πατρὸς αὐτοῦ Ἰσαὰκ, καὶ ἔθυσε θυσίαν ἐν τῷ ὄρει, καὶ ἐκάλεσε τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἔφαγον καὶ ἔπιον, καὶ ἐκοιμήθησαν ἐν τῷ ὄρει. Ἔθυσε θυσίαν ἐν τῷ ὄρει· ηὐχαρίστησε, φησὶ, τῷ Θεῷ ἐπὶ τοῖς γεγονόσι· Καὶ ἔφαγον, καὶ ἔπιον, καὶ ἐκοιμήθησαν ἐν τῷ ὄρει. Ἀναστὰς δὲ Λάβαν τῷ πρωῒ κατεφίλησε τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς θυγατέρας αὐτοῦ, καὶ εὐλόγησεν αὐτούς. Καὶ ἀποστραφεὶς Λάβαν ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.

Εἶδες, ἀγαπητὲ, πόση τοῦ Θεοῦ ἡ σοφία, ὅπως κατὰ ταὐτὸν καὶ τὴν περὶ τὸν δίκαιον πρόνοιαν ἐπεδείξατο, κἀκεῖνον ἀπέστησε τῆς κατ᾽ αὐτοῦ ἀδικίας, καὶ δι᾽ ὧν αὐτῷ παρεγγύησε μὴ λαλῆσαι πονηρὰ κατὰ τοῦ Ἰακὼβ, εἰς τὴν τῆς θεογνωσίας ὁδὸν κατὰ μικρὸν αὐτὸν ἐνήγαγε, καὶ ὁ καθάπερ θηρίον ἐπιτρέχων, καὶ φθάσαι βουλόμενος καὶ ἀνελεῖν, ἀπολογησάμενος καὶ καταφιλήσας καὶ τὰς θυγατέρας καὶ τοὺς υἱοὺς αὐτῶν, οὕτως οἴκαδε ὑπέστρεψε; Τάχα εἰς πολὺ μῆκος τὸν λόγον ἐξετείναμεν, ἀλλὰ τῆς ἱστορίας εἰς τὴν ἀνάγκην ἡμᾶς ταύτην καταστησάσης.

Διόπερ ἐνταῦθα στήσαντες τὸν λόγον, ἐκεῖνο παρακαλέσωμεν ὑμῶν τὴν ἀγάπην, ὥστε πάντα ποιεῖν καὶ πραγματεύεσθαι, ἵνα τὴν ἄνωθεν εὔνοιαν ἐπισπασώμεθα. Ἐὰν γὰρ ἐκεῖνον ἔχωμεν εὐμενῆ, πάντα ἡμῖν ῥᾴδια ἔσται καὶ εὔκολα, καὶ οὐδὲν ἡμᾶς τῶν ἐν τῷ παρόντι βίῳ λυπῆσαι δυνήσεται, κἂν λυπηρὸν εἶναι δοκῇ. Τοσαύτη γὰρ τῆς αὐτοῦ δυνάμεως ἡ ὑπερβολὴ, ὡς καὶ αὐτὰ τὰ λυπηρὰ εἰς τὸ ἐναντίον περιτρέπειν, ὅταν βούληται. Οὕτω καὶ Παῦλος ἐν θλίψεσιν ὢν ἔχαιρε καὶ ἠγάλλετο τῇ προσδοκίᾳ τῶν ἀποκειμένων ἀμοιβῶν πτερούμενος. Διὰ τοῦτο καὶ ὁ Προφήτης ἔλεγεν, Ἐν θλίψει ἐπλάτυνάς μοι, διδάσκων ἡμᾶς, ὅτι ἐν αὐτῇ τῇ θλίψει τυγχάνοντα ἀδείας καὶ ἀνέσεως αὐτὸν ἀπολαύειν παρεσκεύαζεν ὁ Θεός. Τοιοῦτον τοίνυν ἔχοντες Δεσπότην, οὕτω δυνατὸν, οὕτως εὐμήχανον καὶ σοφὸν, οὕτω φιλάνθρωπον, τὰ παρ᾽ ἑαυτῶν εἰσφέρωμεν, καὶ τῆς ἀρετῆς πολὺν ποιώμεθα λόγον, ἵνα καὶ τῶν ἐνταῦθα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.