Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Γένεσιν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλίες ΝΗ΄-Ξ΄: Η επιστροφή του Ιακώβ, η συνάντηση με τον Ησαύ και η Δείνα

Η μυστηριώδης πάλη του Ιακώβ, η συμφιλίωση με τον Ησαύ, τα τραγικά γεγονότα με τη Δείνα στη Συχέμ και η επιστροφή του πατριάρχη στη Βαιθήλ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 14 από 17

ΟΜΙΛΙΑ ΝΗʹ. Καὶ ἀναβλέψας Ἰακὼβ εἶδε παρεμβολὴν Θεοῦ παρεμβεβληκυῖαν, καὶ συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ Θεοῦ. Εἶπε δὲ Ἰακὼβ, ἡνίκα εἶδεν αὐτούς· Παρεμβολὴ Θεοῦ αὕτη· καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Παρεμβολαί. αʹ. Οἶδα ὅτι κεκμήκατε χθὲς, εἰς πολὺ μῆκος τοῦ λόγου προελθόντος ἡμῖν· ἀλλὰ καὶ θαρσεῖτε· ὁ κόπος ὑμῶν οὐκ ἔστι κενός· ἐν Κυρίῳ γάρ ἐστι γινόμενος, δι᾽ ὃν καὶ ὁ πρὸς βραχὺ πόνος μεγάλων μισθῶν πρόξενος γίνεται. Εἰ γὰρ καὶ τὸ σῶμα κέκμηκεν, ἀλλ᾽ ἡ ψυχὴ πλέον ἐῤῥώννυτο. Διὸ καὶ αὐτὸς ὁρῶν ὑμῶν ἀκμάζοντα τὸν πόθον, καὶ τὴν ἐπιθυμίαν διεγηγερμένην, βουλόμενος συστεῖλαι τὴν διδασκαλίαν, οὐκ ἠβουλήθην πρὸ τοῦ τέλους εἰς σιγὴν καταλῦσαι τὸν λόγον, εἰδὼς ὡς ταύτῃ μᾶλλον ὑμῖν χαριοῦμαι. Τὸ γὰρ πλῆθος τῶν εἰρημένων μάλιστα ἐδείκνυ τῆς ὑμετέρας φιληκοΐας τὴν πολλὴν σπουδὴν καὶ τὸν ἀκόρεστον πόθον· διὰ τοῦτο καὶ αὐτὸς μετὰ πλείονος προθυμίας τῆς πρὸς ὑμᾶς ἅπτομαι διδασκαλίας, ὁρῶν ὑμῶν καθ᾽ ἑκάστην ἡμέραν τὴν ὄρεξιν ἐπιτεινομένην.

Φέρε οὖν καὶ σήμερον τὰ ἑξῆς τῶν χθὲς εἰρημένων κατὰ δύναμιν ἐπελθόντες, τὴν συνήθη ἑστίασιν παραθῶμεν ὑμῶν τῇ ἀγάπῃ, καὶ ἴδωμεν, μετὰ τὴν τοῦ Λάβαν ἀναχώρησιν ὅπως ὁ δίκαιος τῆς ὁδοιπορίας ἅπτεται. Οὐδὲν γὰρ ἀργὸν τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων ἐστὶν, ἀλλὰ πάντα τὰ ὑπὸ τῶν δικαίων γινόμενα μεγίστης γέμει τῆς ὠφελείας. Ἐπειδὴ γὰρ τὸν τῶν ὅλων Δεσπότην εἶχον διηνεκῶς αὐτοῖς συμπαρόντα, καὶ τοὺς κατὰ τὴν ὁδοιπορίαν πόνους ἐπικουφίζοντα, πολλὴν καὶ ἀπὸ τῆς ψιλῆς αὐτῶν ὁδοιπορίας ἔστι τὴν ὠφέλειαν καρπώσασθαι. Ἀπελθόντος, φησὶ, τοῦ Λάβαν εἰς τὸν οἶκον αὐτοῦ, Καὶ Ἰακὼβ ἀπῆλθεν εἰς τὴν ἑαυτοῦ ὁδὸν, καὶ ἀναβλέψας εἶδε παρεμβολὴν Θεοῦ παρεμβεβληκυῖαν, καὶ συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ Θεοῦ. Ἐπειδὴ γὰρ, παυσαμένου τοῦ φόβου τοῦ Λάβαν καὶ τέλος εἰληφότος, διεδέχετο λοιπὸν ὁ φόβος τοῦ ἀδελφοῦ, διὰ τοῦτο ὁ φιλάνθρωπος Δεσπότης παραθαῤῥῦναι τὸν δίκαιον βουλόμενος, καὶ πᾶσαν αὐτοῦ τὴν δειλίαν ἀποσκεδάσαι, παρεσκεύασεν αὐτὸν τῶν ἀγγέλων τὴν παρεμβολὴν ἰδεῖν. Συνήντησαν γὰρ αὐτῷ, φησὶν, οἱ ἄγγελοι τοῦ Θεοῦ. Καὶ εἶπεν Ἰακώβ· Παρεμβολὴ Θεοῦ αὕτη. Καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Παρεμβολαὶ, ὥστε ἐκ τῆς προσηγορίας διηνεκῆ τὴν ὑπόμνησιν εἶναι τῆς γεγενημένης αὐτῷ ἐκεῖσε ὀπτασίας.

Εἶτα μετὰ τὴν ὀπτασίαν ταύτην, Ἀπέστειλε, φησὶν, ἔμπροσθεν αὐτοῦ ἀγγέλους πρὸς Ἡσαῦ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἐνετείλατο λέγων· Οὕτως ἐρεῖτε τῷ κυρίῳ μου Ἡσαῦ. Ὅρα καὶ μετὰ τὴν ὄψιν πόσος ἔτι ὁ φόβος ἐπέκειτο τῷ δικαίῳ.

Ἐδεδοίκει γὰρ τοῦ ἀδελφοῦ τὴν ὁρμὴν, καὶ ἠγωνία, μὴ ἡ μνήμη τῶν πρὶν ὑπ᾽ αὐτοῦ γεγενημένων εἰς τὴν κατ᾽ αὐτοῦ ἔφοδον παρορμήσῃ. Εἴπατε, φησὶ, τῷ κυρίῳ μου Ἡσαῦ· Οὕτω λέγει ὁ παῖς σου Ἰακώβ· Μετὰ Λάβαν παρῴκησα, καὶ ἐχρόνισα ἕως τοῦ νῦν, καὶ ἐγένοντό μοι βόες καὶ ὄνοι καὶ πρόβατα καὶ παῖδες καὶ παιδίσκαι, καὶ ἀπέστειλα τῷ κυρίῳ μου, ἵνα εὕρῃ ὁ παῖς σου ἐναντίον σου χάριν. Σκόπει πῶς δέδοικε τὸν ἀδελφὸν, καὶ διὰ τοῦτο ἐξευμενίσασθαι αὐτὸν βουλόμενος, προαποστέλλει μηνύων αὐτῷ τήν τε οἰκείαν ἐπάνοδον, τήν τε γεγενημένην αὐτῷ περιουσίαν, καὶ ὅπου τὸν ἅπαντα διετέλεσε χρόνον, ἵνα μαλάξας αὐτοῦ τὸν θυμὸν, ἥμερον αὐτὸν καταστῆσαι δυνηθῇ· ὃ δὴ καὶ γεγένηται, τοῦ Θεοῦ κατευνάσαντος αὐτοῦ τὴν καρδίαν, καὶ σβέσαντος τὴν ὀργὴν αὐτοῦ, καὶ ἥμερον αὐτὸν καταστήσαντος. Εἰ γὰρ τὸν Λάβαν τὸν μετὰ τοσαύτης ὁρμῆς καταδιώξαντα, ἐν τοσούτῳ φόβῳ γενέσθαι παρεσκεύασε δι᾽ ὧν πρὸς αὐτὸν εἶπε, πολλῷ μᾶλλον τὸν ἀδελφὸν ἡμερώτερον ἂν γενέσθαι παρεσκεύασε περὶ τὸν δίκαιον.

Ἀνέστρεψαν δὲ, φησὶ, λέγοντες· Ἀπήλθομεν πρὸς τὸν ἀδελφόν σου, καὶ ἔρχεται εἰς συνάντησίν σου, καὶ τετρακόσιοι ἄνδρες μετ᾽ αὐτοῦ. Ὅρα πῶς καὶ αὐτὸ τοῦτο ἐπέτεινε τῷ δικαίῳ τὸν φόβον. Οὐδὲ γὰρ ᾔδει τὸν σκοπὸν τοῦ ἀδελφοῦ μετὰ ἀκριβείας, ἀλλὰ μαθὼν τὸ πλῆθος τῶν συνόντων αὐτῷ ἐδεδοίκει, ὑφορώμενος μὴ ὡς πρὸς πόλεμον παρασκευασάμενος, οὕτω τὴν ὑπάντησιν ποιήσασθαι βούληται.

Ἐφοβήθη γὰρ, φησὶν, Ἰακὼβ, καὶ διηπορεῖτο. Ὁ φόβος αὐτοῦ τὴν διάνοιαν διετάρασσε, καὶ οὐκ ᾔδει τὸ τί πράξει, ἀλλ᾽ ἐν ἀπορίᾳ ἐγεγόνει· διὸ ὡς περὶ τοῦ παντὸς δεδοικὼς, καὶ τὸν θάνατον πρὸ ὀφθαλμῶν ἔχων, Διαιρεῖ εἰς δύο παρεμβολὰς πάντα τὸν λαὸν τὸν μετ᾽ αὐτοῦ. Εἶπε γὰρ, φησίν· Ἐὰν ἔλθῃ εἰς παρεμβολὴν μίαν καὶ κόψῃ αὐτὴν, ἡ δευτέρα ἔσται εἰς τὸ σώζεσθαι. Ταῦτα μὲν ὁ φόβος ὑπηγόρευσε καὶ ἡ πολλὴ δειλία. Ὁρῶν δὲ ἑαυτὸν ὡς ἐν δικτύοις ἀπειλημμένον, ἐπὶ τὸν ἄμαχον Δεσπότην καταφεύγει, καὶ τὰς ὑποσχέσεις τὰς εἰς αὐτὸν γεγενημένας ἀπαιτεῖ παρὰ τοῦ τῶν ὅλων Θεοῦ, μονονουχὶ λέγων πρὸς αὐτόν· Νῦν ἥκει καιρὸς, ἐν ᾧ καὶ διὰ τὴν τῶν προγόνων ἀρετὴν, καὶ διὰ τὴν παρὰ σοῦ γεγενημένην ὑπόσχεσιν δίκαιος ἂν εἴην ἁπάσης ἀπολαῦσαι συμμαχίας. Εἶπε γὰρ, φησὶν, Ἰακώβ· Ὁ Θεὸς τοῦ πατρός μου Ἀβραὰμ, καὶ ὁ Θεὸς τοῦ πατρός μου Ἰσαὰκ, σὺ, φησὶν, ὁ Θεὸς, ὁ εἰπών μοι· Ἀπότρεχε εἰς τὴν γῆν τῆς γενέσεώς σου· ὁ ἀναστήσας με, φησὶν, ἀπὸ τῆς ξένης, καὶ προστάξας ἐπανελθεῖν πρὸς τὸν πατέρα τὸν ἴδιον καὶ εἰς τὴν γῆν τῆς γενέσεως· Ἱκανούσθω μοι ἀπὸ πάσης δικαιοσύνης, καὶ ἀληθείας, ἧς ἐποίησας τῷ παιδί σου. Ἀρκείσθω, φησὶ, πρὸς τὴν ἐπὶ τοῦ παρόντος καιροῦ συμμαχίαν.

Ὁ γὰρ μέχρι τοῦ παρόντος τοσαύτην ἐπιδειξάμενος περὶ ἐμὲ κηδεμονίαν, δυνατὸς εἶ καὶ νῦν ἐξαρπάσαι με τῶν ἐπικειμένων μοι κινδύνων. Οὐδὲ γὰρ ἀγνοῶ, ὅτι Ἐν τῇ ῥάβδῳ μου ταύτῃ διῆλθον τὸν Ἰορδάνην τοῦτον· νυνὶ δὲ διὰ τὴν σὴν περὶ ἐμὲ πρόνοιαν, ὁ τὴν βακτηρίαν μόνην ἐπιφερόμενος, ἡνίκα εἰς τὴν ἀλλοτρίαν ἀπῄειν, Νῦν μετὰ δύο παρεμβολῶν παραγέγονα. Σὺ οὖν, Δέσποτα, ὁ ταύτην μοι τὴν εὐπορίαν χαρισάμενος, ὁ εἰς τοσοῦτόν με αὐξηθῆναι παρασκευάσας, σὺ νῦν Ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου Ἡσαῦ, ὅτι φοβοῦμαι ἐγὼ αὐτὸν, μήποτε πατάξῃ με, καὶ μητέρα ἐπὶ τέκνοις.

Σὺ εἶπας· Εὖ σε ποιήσω, καὶ θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς θαλάσσης, ἣ οὐκ ἀριθμηθήσεται ὑπὸ τοῦ πλήθους. βʹ. Ὅρα τοῦ δικαίου τὸ φιλόθεον καὶ τὴν πολλὴν εὐγνωμοσύνην, πῶς οὐδὲν ἕτερον ἀξιοῖ τὸν Δεσπότην, ἢ τὰς οἰκείας ὑποσχέσεις πληρῶσαι. Καὶ ἐπὶ τοῖς προλαβοῦσιν εὐχαριστίαν ἐπιδειξάμενος, καὶ ὁμολογήσας ὅτι γυμνὸν ὄντα καὶ ἀπεῤῥιμμένον εἰς τοσαύτην περιουσίαν κατέστησεν, ἱκετεύει τοῦ κινδύνου αὐτὸν ἐξαρπάσαι. Εἶπας γὰρ, φησὶν, ὅτι Θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς θαλάσσης, ἣ οὐκ ἐξαριθμηθήσεται. Ποιησάμενος δὲ τὴν πρὸς τὸν Δεσπότην παράκλησιν, καὶ τὴν ἱκετηρίαν τῆς προσευχῆς ἀνενέγκας τῷ Δεσπότῃ, καὶ τὰ παρ᾽ ἑαυτοῦ προστίθησι.

Καὶ λαβὼν, φησὶ, δῶρα, ἐξ ὧν ἐπεφέρετο, ἀπέστειλε τῷ ἀδελφῷ, διελὼν τὰ ἀποσταλέντα, καὶ ἐντολὰς δεδωκὼς, ὥστε καὶ διὰ τῶν λόγων ἐξευμενίσασθαι, καὶ μηνῦσαι τὴν ἑαυτοῦ παρουσίαν. Εἴπατε γὰρ, φησὶν, ὅτι Ἰδοὺ ὁ παῖς σου παραγίνεται ὀπίσω ἡμῶν· ὥστε πρότερον ἐξευμενίσασθαι, καὶ τότε τὴν κατὰ πρόσωπον αὐτοῦ γενέσθαι συντυχίαν.

Μετὰ τοῦτο γὰρ, φησὶν, ὄψομαι τὸ πρόσωπον αὐτοῦ· ἴσως γὰρ, φησὶ, προσδέξεται τὸ πρόσωπόν μου. Καὶ προεπορεύετο τὰ δῶρα κατὰ πρόσωπον αὐτοῦ. Ἀλλ᾽ ὅρα μοι ἐνταῦθα πάλιν τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν, καὶ ὅπως ἀεὶ καταλλήλως τὴν οἰκείαν πρόνοιαν ἐνδείκνυται. Ἐπὶ μὲν γὰρ τοῦ Λάβαν, ἐπειδὴ ὁ δίκαιος οὐδὲν τοιοῦτον ὑπώπτευεν, οὐδὲ ᾔδει ὅτι πάντως αὐτὸν καταλήψεται ὁ Λάβαν μετὰ πολλῆς τῆς ὁρμῆς ἐπὶ τὸ ἀμύνασθαι τὸν δίκαιον τῆς λάθρα γενομένης ἀναχωρήσεως ἕνεκα, τῷ Λάβαν ἐπιφανεὶς καταστέλλει αὐτοῦ τὴν ὁρμὴν, καὶ ἐντέλλεται μηδὲν τῷ Ἰακὼβ μηδὲ ἐν ῥήμασι λυπηρὸν ἀποκρίνασθαι· Μὴ λαλήσῃς γὰρ, φησὶ, μετὰ Ἰακὼβ πονηρόν· καὶ τοῦτο ᾠκονόμει διὰ τῆς ἐκείνου γλώττης γνώριμον γενέσθαι τῷ δικαίῳ, ἵνα μαθὼν τὴν περὶ αὐτὸν γεγενημένην οἰκονομίαν θαρσαλεώτερον καταστῇ. Νυνὶ δὲ, ἐπειδὴ ὁ ἀδελφὸς μὲν ὑπὸ τοῦ χρόνου λωφήσας ἦν, καὶ τὸν θυμὸν καὶ τὴν ἀγανάκτησιν παύσας τὴν κατὰ τοῦ Ἰακὼβ, οὗτος δὲ ἐναγώνιος ἦν, δεδοικὼς καὶ τρέμων τοῦ ἀδελφοῦ τὴν συντυχίαν, ὁ ἀγαθὸς Δεσπότης οὐκ ἔτι τῷ Ἡσαῦ ἐντέλλεται· οὐδὲ γὰρ ἐβουλεύετό τι κατὰ τοῦ ἀδελφοῦ· ἀλλὰ τὸν δίκαιον παραμυθεῖται. Μετὰ γὰρ τὸ ἀποστεῖλαι, φησὶ, τοὺς τὰ δῶρα ἀποκομίζοντας, καθευδήσας, φησὶ, καὶ Ἀναστὰς ἐν τῇ νυκτὶ ἐκείνῃ, διήγαγε τὰς δύο γυναῖκας καὶ τὰ παιδία τὴν διάβασιν τοῦ Ἰαβώχ· καὶ ἔλαβεν αὐτοὺς, καὶ διέβη τὸν χειμάῤῥουν.

Ὑπελείφθη δὲ Ἰακὼβ μόνος, καὶ ἐπάλαιεν ἄνθρωπος μετ᾽ αὐτοῦ. Μεγάλη ἡ τοῦ Δεσπότου φιλανθρωπία. Ἐπειδὴ γὰρ ἔμελλε τὴν πρὸς τὸν ἀδελφὸν συντυχίαν ποιήσασθαι, ἵνα μάθῃ διὰ τῶν πραγμάτων, ὅτι οὐδὲν ἀηδὲς ὑποστήσεται, ἐν σχήματι ἀνθρώπου παλαίειν μετὰ τοῦ δικαίου καταδέχεται.

Εἶτα ὁρῶν ἑαυτὸν ἡττώμενον ὁ Ἰακὼβ, Ἐκράτησε, φησὶ, τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ. Ὅλον δὲ τοῦτο συγκαταβάσεως ἕνεκεν ἐγίγνετο, ἵνα τὴν δειλίαν ἐξέληται τῆς τοῦ δικαίου ψυχῆς, καὶ πείσῃ ἐκτὸς πάσης ἀγωνίας τὴν πρὸς τὸν ἀδελφὸν συντυχίαν ποιήσασθαι. Κρατήσαντος γὰρ, φησὶν, τοῦ Ἰακὼβ τὸ πλάτος τοῦ μηροῦ, Ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετ᾽ αὐτοῦ. Εἶτα ἵνα μάθῃ ὁ Ἰακὼβ τὴν δύναμιν τοῦ πρὸς αὐτὸν παλαίειν νομιζομένου, φησὶ πρὸς αὐτόν· Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. Αἰσθόμενος τοίνυν ὁ δίκαιος τὸ μέγεθος τῆς δυνάμεως τοῦ ταῦτα εἰρηκότος, φησί· Οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. Μεγάλων ἠξιώθην, φησὶ, καὶ ὑπὲρ τὴν ἀξίαν τὴν ἐμαυτοῦ. Οὐ πρότερον τοίνυν σε ἐάσω, μέχρις ἂν τῆς εὐλογίας ἀπολαύσω τῆς παρὰ σοῦ.

Εἶτά φησι, Τί τὸ ὄνομά σου ἐστίν; Ὅρα πάλιν συγκατάβασιν. Εἰ γὰρ μὴ ἠρώτησεν, οὐκ ᾔδει τοῦ δικαίου τὴν προσηγορίαν; ᾜδει πάντως, ἀλλὰ βούλεται αὐτὸν πιστώσασθαι διὰ τῆς ἐρωτήσεως, καὶ διδάξαι, τίς ἐστιν ὁ πρὸς αὐτὸν διαλεγόμενος.

Καὶ ἐπειδὴ εἶπεν, Ἰακὼβ, φησίν· Οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ᾽ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ. Εἶδες πῶς ἔδειξε τὴν αἰτίαν ἅπασαν, δι᾽ ἣν τὴν τοσαύτην συγκατάβασιν ἐπεδείξατο, καὶ ὁμοῦ διδάσκει τὸν δίκαιον διὰ τῆς ἐπιτεθείσης αὐτῷ προσηγορίας, τίς ἐστιν ὃν εἶδε καὶ κατασχεῖν κατηξιώθη. Οὐκ ἔτι γὰρ κληθήσεται, φησὶν, Ἰακὼβ τὸ ὄνομά σου, ἀλλ᾽ Ἰσραήλ. Ἰσραὴλ δὲ ἑρμηνεύεται, Ὁρῶν Θεόν. Ἐπειδὴ, ὡς ἰδεῖν ἀνθρώπῳ δυνατὸν, ἰδεῖν κατηξιώθης Θεὸν, διὰ τοῦτο καὶ τὴν προσηγορίαν σοι ταύτην ἐπιτίθημι, ἵνα πᾶσι τοῖς ἑξῆς κατάδηλον γένηται, οἵας ἠξιώθης ὀπτασίας. Καὶ ἐπήγαγεν, Ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ. Μηδὲ λοιπὸν δέδιθι, μηδὲ βλάβην τινὰ προσδοκήσῃ παρά τινος ὑπομένειν. Ὁ γὰρ τοσαύτην ἰσχὺν προσλαβὼν, ὡς καὶ μετὰ Θεοῦ δυνηθῆναι παλαῖσαί σε, πολλῷ μᾶλλον τῶν ἀνθρώπων περιέσῃ, καὶ ἀχείρωτος ἅπασι γενήσῃ.

γʹ. Ταῦτα ἀκούων ὁ δίκαιος, καὶ καταπλαγεὶς τοῦ πρὸς αὐτὸν διαλεγομένου τὸ μέγεθος, φησίν· Ἀνάγγειλόν μοι τὸ ὄνομά σου. Καὶ εἶπεν· Ἵνα τί ἐρωτᾷς τὸ ὄνομά μου; Καὶ εὐλόγησεν αὐτόν. Ἔσω, φησὶ, τῶν οἰκείων ὅρων μένε, καὶ μὴ ὑπέρβαινέ σου τὰ μέτρα. Εὐλογίας βούλει ἀπολαῦσαι τῆς παρ᾽ ἐμοῦ;

Ἰδοὺ, ταύτην σοι δωροῦμαι. Εὐλόγησε γὰρ, φησὶν, αὐτόν. Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Εἶδος Θεοῦ. Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. Ὁρᾷς πόσον αὐτῷ θάρσος γέγονεν ἀπὸ τῆς ὀπτασίας τῆς γεγενημένης; Ἐσώθη γάρ μου, φησὶν, ἡ ψυχὴ, ἡ σχεδὸν ἀποτεθνηκυῖα ὑπὸ τοῦ δέους. Ἐπειδὴ ἰδεῖν κατηξιώθην πρόσωπον πρὸς πρόσωπον τὸν Θεὸν, Ἐσώθη μου ἡ ψυχή. Ἀνέτειλε δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ. Εἶδες πῶς τῇ ἀσθενείᾳ τῇ ἀνθρωπίνῃ συγκαταβαίνων ὁ Δεσπότης πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείξασθαι; Καὶ μὴ ξενισθῇς, ἀγαπητὲ, πρὸς τὸ τῆς συγκαταβάσεως μέγεθος, ἀλλ᾽ ἐννόησον ὅτι καὶ ἐπὶ τοῦ πατριάρχου, ἡνίκα παρὰ τὴν δρῦν ἐκαθέζετο, ἐν ἀνθρώπου σχήματι μετὰ τῶν ἀγγέλων ἐπεξενώθη τῷ δικαίῳ, προμηνύων ἡμῖν ἄνωθεν καὶ ἐξ ἀρχῆς, ὅτι μέλλει ἀνθρωπίνην μορφὴν λαμβάνων, οὕτω πᾶσαν τὴν ἀνθρωπίνην φύσιν ἐκ τῆς τοῦ διαβόλου τυραννίδος ἐλευθεροῦν, καὶ πρὸς τὴν σωτηρίαν ἐπανάγειν.

Ἀλλὰ τότε μὲν, ἐπειδὴ ἀρχὴ καὶ προοίμια ἦν, ἐν σχήματι φαντασίας ἑκάστῳ αὐτῶν ἐφαίνετο, καθάπερ καὶ αὐτὸς διὰ τοῦ προφήτου φησίν· Ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην· ὅτε δὲ κατηξίωσε τὴν τοῦ δούλου μορφὴν ἀναλαβεῖν, καὶ τὴν ἀπαρχὴν τὴν ἡμετέραν ἀναδέξασθαι, οὐ φαντασίᾳ, οὐδὲ δοκήσει τὴν σάρκα ὑπέδυ, ἀλλ᾽ ἀληθείᾳ. Καὶ διὰ τοῦτο διὰ πάντων τῶν ἡμετέρων ἐλθεῖν κατεδέξατο, καὶ ἐκ γυναικὸς τεχθῆναι, καὶ βρέφος γενέσθαι, καὶ σπαργανωθῆναι, καὶ γαλακτοτροφηθῆναι, καὶ πάντα τὰ ἄλλα ὑποστῆναι, ἵνα πιστώσηται τῆς οἰκονομίας τὴν ἀλήθειαν, καὶ ἀποῤῥάψῃ τῶν αἱρετικῶν τὰ στόματα. Διὰ τοῦτο καὶ καθεύδει ἐπὶ τοῦ πλοίου, καὶ ὁδοιπορεῖ, καὶ κοπιᾷ, καὶ πάντα τὰ ἀνθρώπινα ὑπομένει ἵνα διὰ τῶν πραγμάτων πάντας πληροφορῆσαι δυνηθῇ. Διὰ τοῦτο καὶ δικαστηρίῳ παρίσταται, καὶ σταυροῦται, καὶ θάνατον ὑπομένει τὸν ἐπονείδιστον, καὶ ἐν μνημείῳ τίθεται, ἵνα τὰ τῆς οἰκονομίας διὰ πάντων κατάδηλα γένηται.

Εἰ γὰρ μὴ κατὰ ἀλήθειαν τὴν σάρκα τὴν ἡμετέραν ἀνέλαβεν, οὐδὲ ἐσταυρώθη, οὐδὲ ἀπέθανεν, οὐδὲ ἐτάφη, οὐδὲ ἀνέστη. Εἰ δὲ μὴ ἀνέστη, πᾶς ὁ τῆς οἰκονομίας λόγος ἀνατέτραπται. Ὁρᾷς εἰς ὅσην ἀτοπίαν ἐκπίπτουσιν οἱ μὴ βουλόμενοι τῷ τῆς θείας Γραφῆς κατακολουθεῖν κανόνι, ἀλλὰ τοῖς οἰκείοις λογισμοῖς ἅπαντα ἐπιτρέποντες; Ἀλλ᾽ ὥσπερ ἐνταῦθα ἀλήθειά ἐστι προφανὴς, οὕτως ἐπὶ τοῦ δικαίου τούτου φαντασία τις ἦν, δι᾽ ἧς ἐχρῆν πληροφορηθῆναι τὸν δίκαιον, ὅσης ἀπολαύει τῆς παρ᾽ αὐτοῦ προνοίας, καὶ ὅτι ἀχείρωτος ἔσται πᾶσι τοῖς ἐπιβουλεύειν ἐπιχειροῦσιν.

Εἶτα ἵνα μηδένα τῶν εἰς τὸ ἑξῆς λάθῃ ἡ γεγενημένη αὐτῷ ὀπτασία, Ἐπέσκαζε, φησὶ, τῷ μηρῷ αὐτοῦ. Ἕνεκα τούτου οὐ μὴ φάγωσιν υἱοὶ Ἰσραὴλ τὸ νεῦρον, ὃ ἐνάρκησεν, ὅ ἐστιν ἐπὶ τοῦ πλάτους τοῦ μηροῦ, ἕως τῆς ἡμέρας ταύτης, ὅτι ἥψατο τοῦ πλάτους τοῦ μηροῦ Ἰακὼβ, ὃ καὶ ἐνάρκησεν.

Ἐπειδὴ γὰρ ὁ μὲν δίκαιος ἔμελλε πληρώσας τῆς ζωῆς αὐτοῦ τοὺς χρόνους μεθίστασθαι τοῦ βίου, ἐχρῆν δὲ τὴν παρὰ τοῦ Θεοῦ γεγενημένην εἰς αὐτὸν κηδεμονίαν, καὶ τὴν τοσαύτην συγκατάβασιν παντὶ τῷ γένει τῶν ἀνθρώπων γνώριμον γενέσθαι, διὰ τοῦτό φησιν· Οὐ μὴ φάγωσιν υἱοὶ Ἰσραὴλ τὸ νεῦρον τοῦ πλάτους τοῦ μηροῦ, ὃ ἐνάρκησεν. Εἰδὼς αὐτῶν τὴν πολλὴν ἀγνωμοσύνην, καὶ ὅπως ἐπιλανθάνονται τῶν παρὰ τοῦ Θεοῦ εὐεργεσιῶν, διὰ τοῦτο σοφιζόμενος διηνεκῆ αὐτοὺς ἔχειν τὴν μνήμην τῶν παρ᾽ αὐτοῦ γεγενημένων εὐεργεσιῶν, τὰ ὑπομνήματα φυλάττεσθαι αὐτοὺς ἐμηχανήσατο διὰ τῶν τοιούτων παρατηρήσεων· καὶ τοῦτο διὰ πάσης τῆς Γραφῆς ἔστιν εὑρεῖν. Αὕτη γὰρ μάλιστά ἐστιν ἡ αἰτία τῶν πλειόνων παρατηρήσεων, τὸ βούλεσθαι αὐτὸν ἀδιαλείπτως τὰς ἑξῆς γενεὰς μελετᾷν τοῦ Θεοῦ τὰς εὐεργεσίας, καὶ μὴ λήθην τούτων ποιησαμένους ἐπὶ τὴν οἰκείαν πλάνην πάλιν ἀνατρέχειν· μάλιστα γὰρ τοῦτο ἔθος τῷ τῶν Ἰουδαίων γένει.

Οἱ γὰρ καὶ παρ᾽ αὐτὰς τὰς εὐεργεσίας πολλάκις τὴν οἰκείαν ἀγνωμοσύνην ἐπιδεικνύμενοι, πολλῷ μᾶλλον εἰ μὴ τοῦτο ἐγίνετο, πάντα ἂν τὰ παρὰ τοῦ Θεοῦ εἰς αὐτοὺς γεγενημένα ἐξέβαλον τῆς οἰκείας διανοίας. Ἀλλ᾽ ἴδωμεν λοιπὸν, πῶς τὰ τῆς συντυχίας γίνεται τῷ Ἰακὼβ πρὸς τὸν ἀδελφόν. Ἐπειδὴ γὰρ ἀρκοῦσαν ἔλαβε παράκλησιν ἐκ τῶν γεγενημένων καὶ ὑπόσχεσιν ἐδέξατο ὅτι ἰσχυρὸς ἔσται, καὶ μετὰ ἀνθρώπων δυνατὸς, Ἀναβλέψας, φησὶν, εἶδε, καὶ ἰδοὺ Ἡσαῦ ὁ ἀδελφὸς αὐτοῦ, καὶ τετρακόσιοι ἄνδρες μετ᾽ αὐτοῦ.

Καὶ διεῖλεν Ἰακὼβ τὰ παιδία ἐπὶ Λείαν καὶ Ῥαχὴλ καὶ τὰς δύο παιδίσκας. Καὶ ἔθετο τὰς δύο παιδίσκας καὶ τοὺς υἱοὺς αὐτῶν ἐν πρώτοις, καὶ Λείαν καὶ τὰ παιδία αὐτῆς ὀπίσω, καὶ Ῥαχὴλ καὶ τὸν Ἰωσὴφ ἐν ἐσχάτοις. Αὐτὸς δὲ προῆλθεν ἔμπροσθεν αὐτῶν, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἑπτάκις, ἕως ἤγγικε τῷ ἀδελφῷ αὐτοῦ. Ὅρα πῶς τὴν διαίρεσιν ποιησάμενος, αὐτὸς πρὸ πάντων τὴν συντυχίαν ποιεῖται. Καὶ προσεκύνησε, φησὶν, ἐπὶ τὴν γῆν ἑπτάκις, ἕως οὗ ἤγγικε τῷ ἀδελφῷ αὐτοῦ· ἐφελκόμενος καὶ διὰ τοῦ σχήματος καὶ διὰ τῆς προσκυνήσεως τὸν ἀδελφὸν εἰς τὴν περὶ αὐτὸν εὔνοιαν· ὃ δὴ καὶ γέγονε. Προσδραμὼν γὰρ, φησὶν, Ἡσαῦ, καὶ περιλαβὼν αὐτὸν ἐφίλησε, καὶ προσέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ· καὶ ἔκλαυσαν ἀμφότεροι.

δʹ. Ὅρα Θεοῦ οἰκονομίαν· ὅπερ γὰρ χθὲς ἔλεγον, τοῦτο καὶ νῦν ἐρῶ· ὅτι ὅταν βούληται ὁ τῶν ὅλων Δεσπότης τὴν περὶ ἡμᾶς κηδεμονίαν ἐπιδείξασθαι, καὶ τοὺς ἀνημέρως πρὸς ἡμᾶς διακειμένους προβάτων ἡμερωτέρους ἐργάζεται. Σκόπει τοίνυν, ὅσην μεταβολὴν ἐπιδείκνυται ὁ Ἡσαῦ. Προσέδραμε γὰρ, φησὶν, εἰς συνάντησιν αὐτοῦ, καὶ περιλαβὼν ἐφίλησε· καὶ ἔκλαυσαν ἀμφότεροι. Μόλις ποτὲ ὁ δίκαιος ἀνέπνευσε, καὶ τὸν φόβον ἀπεσείσατο, καὶ τῆς δειλίας ἐλευθερωθεὶς, θαρσαλεώτερος γέγονεν. Ἀναβλέψας δὲ, φησὶν, Ἡσαῦ εἶδε τὰς γυναῖκας καὶ τὰ παιδία, καὶ εἶπε· Τί ταῦτά σοί ἐστιν; Ὁρῶν γὰρ τοῦ ἀδελφοῦ τὴν περιουσίαν, ἐξενίζετο καὶ ἐθαύμαζε· διὸ καὶ ἐρωτᾷν ἐβούλετο. Τί οὖν ὁ δίκαιος; Τὰ παιδία, φησὶν, οἷς ἠλέησεν ὁ Θεὸς τὸν παῖδά σου. Ὅρα πόση τῆς ἐπιεικείας ἡ ἰσχὺς, καὶ ὅπως διὰ τῆς τῶν ῥημάτων ταπεινοφροσύνης ἐκείνου τὸν θυμὸν κατεπράϋνε.

Καὶ προσήγγισαν, φησὶν, αἱ παιδίσκαι καὶ τὰ τέκνα, καὶ προσεκύνησαν ἡ Λεία καὶ ἡ Ῥαχήλ. Καὶ εἶπε· Τί ταῦτά σοί ἐστι, πᾶσαι αἱ παρεμβολαὶ αὗται, αἷς ἀπήντηκα; Ὁ δὲ εἶπεν· Ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου.

Θέα μοι πῶς τῇ ὑπερβολῇ τῆς ταπεινοφροσύνης κατεδουλώσατο τὸν ἀδελφὸν καὶ ὃν ἐνόμιζεν ἀγρίως πρὸς αὐτὸν διακεῖσθαι, οὕτως εὗρεν ἥμερον, ὡς βούλεσθαι πρὸς θεραπείαν αὐτοῦ πάντα τὰ παρ᾽ ἑαυτοῦ ἐπιδείξασθαι.

Εἶπε γὰρ, φησὶν, ἔστι μοι πολλὰ, ἀδελφὲ, ἔστω σοι τὰ σά. Ἀλλ᾽ οὐδὲ οὕτως ἠνέσχετο ὁ Ἰακὼβ, ἀλλὰ δεικνὺς ὅσην ποιεῖται σπουδὴν τοῦ εὐμενῆ αὐτὸν ἔχειν, φησίν· Εἰ εὕρηκα χάριν ἐναντίον σου, δέξαι τὰ δῶρα ἐκ τῶν χειρῶν μου. Ἕνεκεν γὰρ τούτου εἶδον τὸ πρόσωπόν σου, ὡς ἄν τις ἴδοι πρόσωπον Θεοῦ. Δέξαι, φησὶ, τὰ παρ᾽ ἐμοῦ σοι δῶρα προσαγόμενα.

Μετὰ τοσαύτης γὰρ περιχαρείας εἶδόν σου τὸ πρόσωπον, μεθ᾽ ὅσης ἄν τις ἴδοι Θεοῦ πρόσωπον. Τοῦτο θεραπείας πολλῆς ἕνεκα ἐῤῥέθη παρὰ τοῦ δικαίου, ὥστε αὐτὸν καταμαλάξαι, καὶ πρὸς τὴν ἀδελφικὴν εὔνοιαν ἀγαγεῖν. Καὶ εὐδοκήσεις με, ἀντὶ τοῦ, Τὸ ἀρέσκον μοι ποιήσεις. Λάβε τοίνυν τὰς εὐλογίας, ἃς ἐνήνοχά σοι, ὅτι ἠλέησέ με ὁ Θεὸς, καὶ ἔστι μοι πάντα. Μὴ παραιτήσῃ, φησὶ, λαβεῖν. Ταῦτα γὰρ πάντα παρὰ τοῦ Θεοῦ μοι δεδώρηται, καὶ αὐτός μοι τούτων ἁπάντων χορηγὸς γεγένηται. Διὰ τούτων ἠρέμα κἀκεῖνον ἐδίδασκεν, ὅσης ἀξιοῦται τῆς παρὰ τοῦ Θεοῦ προνοίας, καὶ παρεσκεύαζε πολλὴν τὴν περὶ αὐτὸν αἰδῶ ἐπιδείκνυσθαι. Καὶ παρεβιάσατο αὐτὸν, καὶ ἔλαβεν. Ὅρα λοιπὸν τὴν μεταβολήν. Καὶ εἶπεν Ἡσαῦ· Ἀπάραντες πορευσώμεθα ἐπ᾽ εὐθεῖαν, ἀντὶ τοῦ, Λοιπὸν κοινῇ ποιησώμεθα τὴν ὁδοιπορίαν.

Ὁ δὲ αἰτεῖ, πρόφασιν εὔλογον εὑρηκώς· Ὁ κύριός μου, φησὶ, γινώσκει, ὅτι τὰ παιδία ἁπαλώτερα, καὶ τὰ πρόβατα καὶ αἱ βόες λοχεύονται· ἐὰν οὖν καταδιώξω αὐτὰ ἡμέραν μίαν, ἀποθανοῦνται. Οὐ δύναμαι, φησὶ, συντομώτερον ποιήσασθαι τὴν ἀποδημίαν, ἀλλ᾽ ἠρέμα καὶ κατὰ μικρὸν ἀναγκάζομαι ὁδοιπορεῖν διά τε τὰ παιδία καὶ τὰ ποίμνια, ὥστε μὴ διαφθαρῆναι τῷ πλείστῳ καμάτῳ. Πορεύου οὖν, φησὶν, αὐτὸς, ἐγὼ δὲ κατὰ μέρος ὑποτεμνόμενος τῶν παιδίων τὸν κάματον καὶ τῶν ποιμνίων, οὕτω καταλήψομαί σε εἰς τὴν Σηείρ. Ταῦτα ἀκούσας ὁ ἀδελφὸς, Εἰ βούλει, φησὶ, καταλείπω τινὰς τῶν σὺν ἐμοὶ μετὰ σοῦ, πολλῆς τιμῆς καὶ θεραπείας καὶ τοῦτο δεῖγμα ποιούμενος. Ὁ δὲ οὐδὲ τοῦτο καταδέχεται· Ἀρκεῖ μοι, φησὶν, ὅτι ὅλως εὗρον χάριν ἐναντίον σου. Τοῦτό μοι ἦν περισπούδαστον, τὸ εὐμενῆ σε εὑρεῖν. Ἐπεὶ οὖν τούτου ἐπέτυχον, οὐδενὸς ἑτέρου δέομαι. Καὶ ἀπάρας, φησὶν, Ἰακὼβ ἐποίησεν ἑαυτῷ σκηνὰς καὶ τοῖς κτήνεσιν αὐτοῦ· διὰ τοῦτο ἐκάλεσε τὸν τόπον, Σκηναί.

εʹ. Ταῦτα δὲ ἀκούοντες μιμώμεθα τὸν δίκαιον τοῦτον, καὶ τοσαύτην ἐπιδεικνυώμεθα ταπεινοφροσύνην· καὶ ἐπειδὰν ὦσί τινες πρὸς ἡμᾶς ἀηδῶς διακείμενοι, μὴ ἐπὶ πλέον ἐξάπτωμεν τὸν θυμὸν, ἀλλὰ τῇ πολλῇ ἐπιεικείᾳ καὶ τῇ ταπεινοφροσύνῃ, τῇ διὰ ῥημάτων, τῇ διὰ πραγμάτων καταστέλλωμεν αὐτῶν τὴν ἔχθραν, καὶ ἰατρεύωμεν αὐτῶν τὴν ψυχὴν κεκακωμένην. Ὅρα γὰρ τὴν σοφίαν τούτου τοῦ δικαίου, ὅπως τῇ πολλῇ εὐτονίᾳ τῶν ῥημάτων οὕτω τὸν Ἡσαῦ κατεμάλαξεν, ὡς καὶ πρὸς θεραπείαν αὐτοῦ ἐπείγεσθαι, καὶ πάντα πρὸς τὴν τούτου τιμὴν βούλεσθαι ποιεῖν. Τοῦτο ἀληθῶς μεγίστης ἐστὶν ἀρετῆς, οὐχ ὅταν τοὺς γνησίως πρὸς ἡμᾶς διακειμένους ἀγαπᾷν σπουδάζωμεν, καὶ θεραπεύωμεν παντὶ τῷ τρόπῳ, ἀλλὰ καὶ ὅταν τοὺς ἐπηρεάζειν ἡμῖν βουλομένους διὰ τῆς πολλῆς προσηνείας ἐπισπώμεθα. Οὐδὲν γὰρ ἐπιεικείας σφοδρότερον.

Ὥσπερ γὰρ τὴν πυρὰν σφοδρῶς πολλάκις ἐκκαιομένην ὕδωρ ἐπιβληθὲν κατέσβεσεν, οὕτω καὶ τὸν θυμὸν καμίνου σφοδρότερον ἐξαπτόμενον λόγος μετ᾽ ἐπιεικείας προϊὼν κατασβέννυσι, καὶ διπλοῦν ἡμῖν τὸ κέρδος γίνεται, ὑπὲρ ὧν τε αὐτοὶ τὴν ἐπιείκειαν ἐπιδεικνύμεθα, καὶ ὑπὲρ ὧν τοῦ ἀδελφοῦ τὸν θυμὸν καταπαύσαντες, τὸν λογισμὸν αὐτοῦ ταραχῆς ἐλευθεροῦμεν.

Τί γὰρ, εἰπέ μοι; Οὐχὶ μέμφῃ καὶ κατηγορεῖς τοῦ ἀδελφοῦ θυμουμένου, καὶ ἐχθρῶς πρὸς σὲ διακειμένου; Τίνος οὖν ἕνεκεν οὐχὶ διὰ τῶν ἐναντίων αὐτὸς ἔρχεσθαι σπουδάζεις, ἀλλὰ θυμοῦσθαι καὶ αὐτὸς ἐπὶ πλεῖον βούλει; Μὴ γὰρ δυνατὸν πῦρ πυρὶ σβέννυσθαι; Οὐκ ἔχει φύσιν τὸ γεγενημένον. Οὕτως οὐδὲ θυμὸν ἑτέρῳ θυμῷ καταπραΰνεσθαι δυνατὸν ἂν γένοιτό ποτε· ὅπερ γάρ ἐστι τῷ πυρὶ τὸ ὕδωρ, τοῦτο τῷ θυμῷ ἐπιείκεια καὶ πραΰτης. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε τοῖς μαθηταῖς, Ἐὰν τοὺς ἀγαπῶντας ὑμᾶς ἀγαπᾶτε, τίνα μισθὸν ἔχετε; Εἶτα ἐντρέψαι βουλόμενος τῇ ἐπαγωγῇ, καὶ καθικέσθαι τῶν ῥᾳθυμεῖν βουλομένων, φησίν· Οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν; Ὅντινα γὰρ ἂν λάβῃς τῶν ῥᾳθύμων, οὐχὶ τοῦτο διαπράττεται; καὶ αὐτοὶ οἱ τελῶναι οὐχὶ τοῦτο διὰ σπουδῆς ἔχουσι; Τί γὰρ τελώνου χεῖρον;

Καὶ ὅμως τοῦτο παντὶ τρόπῳ εὑρήσεις παρ᾽ αὐτοῖς πληρούμενον, καὶ οὐχ οἷόν τε τὸν ἀγαπώμενον μὴ καὶ ἀγαπᾷν. Ἐγὼ δὲ, ἐπειδὴ καὶ ὑψηλοτέρους ὑμᾶς εἶναι βούλομαι, καὶ ἔχειν τι τούτων πλέον, οὐ τοῦτο παραινῶ, ἀλλὰ καὶ τοὺς ἐχθροὺς ἀγαπᾷν. Ὅπερ ὁ μακάριος οὗτος πρὸ τοῦ νόμου, πρὸ τῆς διδασκαλίας τῆς παρ᾽ ἑτέρων, οἴκοθεν κινούμενος, διὰ τῆς ὑπερβαλλούσης ἐπιεικείας πρότερον μὲν τοῦ Λάβαν περιγέγονε, νυνὶ δὲ καὶ τοῦ ἀδελφοῦ. Εἰ γὰρ καὶ τῆς ἄνωθεν συμμαχίας ἀπήλαυσεν, ἀλλ᾽ ὅμως καὶ τὰ παρ᾽ ἑαυτοῦ προεπεδείκνυτο. Οὕτω δὴ καὶ ἡμεῖς πείσωμεν ἑαυτοὺς, ὅτι κἂν μυριάκις σπουδάζωμεν, οὐδὲν οὐδέποτε κατορθῶσαι δυνησόμεθα, εἰ μὴ καὶ τῆς ἄνωθεν ῥοπῆς ἀπολαύσαιμεν. Ὥσπερ γὰρ, εἰ μὴ τῆς ἐκεῖθεν συμμαχίας ἀπολαύσωμεν, οὐδὲν ἰσχύομέν ποτε τῶν δεόντων κατορθῶσαι· οὕτω πάλιν εἰ μὴ τὰ παρ᾽ ἑαυτῶν εἰσενέγκωμεν, οὐ δυνησόμεθα τῆς ἄνωθεν ἀξιοῦσθαι ῥοπῆς. Διὸ σπουδάζωμεν καὶ τὰ παρ᾽ ἑαυτῶν εἰσφέρειν, καὶ τὴν ἄνωθεν κηδεμονίαν ἐφέλκεσθαι, ἵνα καὶ ἐκ τῆς ἡμετέρας σπουδῆς, καὶ ἐκ τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὰ τῆς ἀρετῆς ἡμῖν καθ᾽ ἑκάστην ἡμέραν ἐπιτείνηται, καὶ πολλῆς ἀπολαύσωμεν τῆς ἄνωθεν χάριτος· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΝΘʹ. Καὶ ἦλθεν Ἰακὼβ εἰς Σαλὴμ πόλιν Σηκίμων, καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ παρὰ Ἐμὼρ τοῦ πατρὸς Συχὲμ ἑκατὸν ἀμνῶν, καὶ ἔστησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐπεκαλέσατο τὸν Θεὸν τοῦ Ἰσραήλ. αʹ. Εἴδετε χθὲς καὶ τοῦ κοινοῦ τῶν ἁπάντων Δεσπότου τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν, καὶ τῶν μαθητῶν τὴν φιλοσοφίαν, καὶ τῶν Ἰουδαίων τὴν ἀγνωμοσύνην.

Εἴδετε μεθ᾽ ὅσης ἀνεξικακίας ἐπεστόμισεν αὐτῶν τὴν ἀναίσχυντον τόλμαν, τὴν ὑπὲρ τῶν μαθητῶν ἀπολογίαν ποιούμενος, καὶ δεικνὺς ὅτι αὐτοὶ οἱ τὸν νόμον ἐκδικεῖν ἐθέλοντες, ἀγνοοῦσι τοῦ νόμου τὸ βούλημα, καὶ ὅτι τῆς ἀληθείας φανείσης ἔτι τῇ σκιᾷ παρακαθῆσθαι ἤθελον. Εἴδετε πῶς ἄνωθεν καὶ ἐξ ἀρχῆς τὰς παρατηρήσεις νομικὰς ἀνελεῖν ἐσπούδαζε, διδάσκων αὐτοὺς ὅτι τοῦ ἡλίου τῆς δικαιοσύνης φανέντος οὐκ ἔτι δυνατὸν τὸ λυχνιαῖον ἐνεργεῖν φῶς· ἡ γὰρ αὐγὴ τοῦ φωτὸς τοῦ ἡλιακοῦ προσβάλλουσα ἀποκρύπτει τούτου τὴν χρείαν. Ἐμάθετε πῶς δυνατὸν ἀεὶ ἑορτάζειν, καὶ ἀπηλλάχθαι τῆς τῶν καιρῶν παρατηρήσεως.

Διὰ γὰρ τοῦτο παρεγένετο ὁ Δεσπότης ὁ ἡμέτερος, ἵνα ἡμᾶς ἐλευθερώσῃ τῆς τῶν καιρῶν ἀνάγκης, καὶ παρασκευάσῃ ὑψηλότερα πέτεσθαι, καὶ ἐν οὐρανῷ λοιπὸν ἔχειν τὸ πολίτευμα, καὶ ἀνθρώπους ὄντας τὴν τῶν ἀγγέλων μιμεῖσθαι πολιτείαν, καὶ καταγελᾷν πάντων τῶν ἀνθρωπίνων πραγμάτων. Φέρε δὴ σήμερον, εἰ δοκεῖ, ἐπὶ τὴν ἀκολουθίαν τῶν πρώην ἡμῖν εἰρημένων ἐκ τῶν τοῦ μακαρίου Μωϋσέως ῥημάτων ἐπανελθόντες, ἐκεῖθεν ὑμῖν παραθῶμεν ἑστίασιν.

Ἴστε γὰρ ὅτι ἐπανελθόντος ἐκ Μεσοποταμίας τοῦ Ἰακὼβ, καὶ τὴν πρὸς τὸν ἀδελφὸν συντυχίαν ποιησαμένου, καὶ μετὰ τοῦτο διαχωρισθέντος, καὶ ἐκείνου μὲν εἰς τὴν Σηεὶρ ὁρμήσαντος, τοῦ δὲ Ἰακὼβ τὰς σκηνὰς πηξαμένου, καὶ τὸν τόπον ἀπὸ τοῦ συμβάντος ὀνομάσαντος Σκηνὰς, ἐνταῦθα τὸν λόγον κατελύσαμεν· διὸ χρὴ τὰ ἑξῆς ἐπελθόντες κατὰ δύναμιν τὴν ἡμετέραν τὴν διδασκαλίαν ὑμῖν παραθεῖναι τὴν πνευματικήν.

Ἐν ἀδείᾳ γὰρ λοιπὸν γεγονὼς ὁ δίκαιος, καὶ ἐλευθερωθεὶς πάσης ἀγωνίας, Ἦλθε, φησὶν, εἰς πόλιν Σηκίμων, καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ παρὰ Ἐμὼρ τοῦ πατρὸς Συχὲμ ἑκατὸν ἀμνῶν· καὶ ἔστησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐπεκαλέσατο τὸν Θεὸν τοῦ Ἰσραήλ. Μὴ ἁπλῶς παρατρέχωμεν τὰ ἐν ταῖς θείαις Γραφαῖς κείμενα. Εἰ γὰρ οἱ τὰ ψήγματα τοῦ χρυσίου ἐκ τῆς γῆς ἀνορύττοντες, πάντα πόνον ὑπομένουσι, καὶ πάντων ἀνέχονται τῶν δυσχερῶν, ὥστε δυνηθῆναι τῆς γῆς χωρίσαι τὸ χρυσίον· πολλῷ μᾶλλον ἡμᾶς δίκαιον ἂν εἴη τὰ λόγια τοῦ Πνεύματος διερευνᾶσθαι, καὶ τὴν ἐξ αὐτῶν ὠφέλειαν καρπωσαμένους, οὕτως ἐντεῦθεν ἐξιέναι. Ἐννόει μοι τοίνυν τοῦ θαυμαστοῦ τούτου ἀνδρὸς τὴν φιλοσοφίαν, ὅπως τοσαύτης ἀπολαύων τῆς ἄνωθεν ῥοπῆς, καὶ ὁρῶν ἑαυτοῦ τὴν περιουσίαν αὐξομένην, τὴν τῶν θρεμμάτων λέγω, καὶ τοσούτων παίδων χορὸν αὐτῷ περιεστῶτα, οὐ περὶ οἰκοδομὰς λαμπρὰς ἑαυτὸν ἐξέδωκεν, οὐδὲ ἀγροὺς καὶ κώμας ὠνήσασθαι ἐσπούδασε δυναμένους ἀρκέσαι πρὸς τὴν διανομὴν τῶν παίδων.

Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα οἱ νῦν ἡμῖν προβάλλονται, καὶ ἕνα πολλάκις τις ἐσχηκὼς υἱὸν μυρία τὰ τάλαντα χρυσίου συλλέγειν σπουδάζει, καὶ ἀγροὺς ὠνήσασθαι καὶ οἰκοδομὰς περιφανεῖς κατασκευάζειν. Καὶ εἴθε ἐκ δικαίων πόνων, καὶ ἄνευ ἀδικίας τούτων τὴν περιουσίαν συνέλεγεν· ἀλλὰ τὸ βαρὺ καὶ πάντων δεινότερον, ὅτι ἑτέρους ἁρπάζων, καὶ πλεονεκτῶν, καὶ πράγματα συῤῥάπτων, οὕτω τὰς ἑτέρων οὐσίας εἰς ἑαυτὸν μεθίστησι. Καὶ ἐάν τις ἔρηται· Τίνος ἕνεκεν ἡ τοσαύτη τῶν χρημάτων μανία; εὐθέως τὸν παῖδα προβάλλεται, καὶ διὰ τὴν περὶ ἐκεῖνον εὔνοιαν ταῦτά φησι διαπράττεσθαι. Καὶ οὗτος μὲν κἂν παῖδα προβαλλόμενος ταῦτα ἀφοσιοῦται, εἰκῆ καὶ μάτην. Εἰσὶ δὲ οἳ μηδὲ παῖδας ἔχοντες μεμήνασι περὶ τὴν τῶν χρημάτων συλλογὴν, καὶ μυριάκις ἂν ἕλοιντο τὰ ἀνήκεστα ὑπομεῖναι, ἢ ἕνα ὀβολὸν προέσθαι τινὶ τῶν δεομένων. Ἀλλ᾽ ὁ δίκαιος οὗτος οὐδὲν τοιοῦτον ἐβουλεύσατο, οὐδὲ ἐνενόησεν, ἀλλὰ καὶ ἡνίκα ἔδει βραχὺν ἀγρὸν ὠνήσασθαι, ἑκατὸν ἀμνοὺς δοὺς, οὕτω τοῦ ἀγροῦ τὴν μερίδα ὠνήσατο παρὰ Ἐμὼρ τοῦ πατρὸς Συχέμ. Καὶ ὅρα τοῦ ἀνδρὸς τὸ φιλόθεον, καὶ τίνος ἕνεκεν ἀγρὸν λαβεῖν ἐσπούδασε. Καὶ ἔστησεν ἐκεῖ, φησὶ, θυσιαστήριον, καὶ ἐπεκαλέσατο τὸν Θεὸν τοῦ Ἰσραήλ· καὶ τοῦ ἀγροῦ τὴν μερίδα δι᾽ οὐδὲν ἕτερον ὠνήσατο, ἢ ἵνα τὰς εὐχαριστίας ἀνενέγκῃ τῷ κοινῷ πάντων Δεσπότῃ.

Τοῦτον ἅπαντας ἐχρῆν ζηλοῦν τοὺς ἐν τῇ χάριτι τὸν πρὸ τοῦ νόμου, καὶ μὴ οὕτω μαίνεσθαι περὶ τὴν τῶν χρημάτων συλλογήν.

Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, καὶ ἑαυτῷ τοσαῦτα φορτία ἀκανθῶν συνάγεις, καὶ τοῖς παιδίοις τοῖς σοῖς ὕλην κακίας καὶ ὑπόθεσιν καταλιμπάνων οὐκ αἰσθάνῃ· Οὐκ οἶδας ὅτι σοῦ μᾶλλον κήδεται τοῦ σοῦ παιδὸς, σὺ δὲ ὡς πλείονα τὴν περὶ αὐτὸν ἐπιδεικνύμενος πρόνοιαν, ἀφορμὰς αὐτῷ καταλιπεῖν σπουδάζεις τὰς δυναμένας ὑποβρύχιον αὐτοῦ τὴν ψυχὴν ἐργάσασθαι;

Ἢ οὐκ οἶσθα ὅτι ἡ νεότης καὶ καθ᾽ ἑαυτὴν μὲν εὐόλισθόν ἐστι πρᾶγμα καὶ ὀξύῤῥοπον πρὸς κακίαν; Ὅταν δὲ καὶ χρημάτων περιουσίαν προσλάβῃ, πολλῷ μᾶλλον ἐπιῤῥεπέστερον τὸ κακὸν γίνεται. Καθάπερ γὰρ πῦρ ὕλην προσλαβὸν, σφοδροτέραν ἀνάπτει τὴν φλόγα· οὕτω καὶ ἡ νεότης καθάπερ πυρὰν τὴν ὕλην τῶν χρημάτων δεξαμένη, τοσαύτην ἀνάπτει τὴν κάμινον, ὡς ὁλόκληρον ἐμπρῆσαι τοῦ νέου τὴν ψυχήν.

Πότε γὰρ ὁ τοιοῦτος δυνήσεται σωφροσύνης ἐπιμελήσασθαι, καὶ ἀκολασίαν φυγεῖν, καὶ τοὺς ὑπὲρ τῆς ἀρετῆς πόνους ἀναδέξασθαι, ἤ τι ἕτερον πνευματικόν; βʹ. Ἢ οὐκ ἀκούεις τοῦ Χριστοῦ, ὅτι Ἡ μέριμνα τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λογισμὸν, καὶ ἄκαρπος γίνεται· ἃς καὶ ἀκάνθας ὠνόμασεν; Εἰπὼν γὰρ τὸ ἓν μὲν τοῦ σπόρου εἰς τὰς ἀκάνθας ἐμπεπτωκέναι, εἶτα ἑρμηνεύων τοῖς μαθηταῖς τίνες εἰσὶν αἱ ἄκανθαι, φησίν· Ἡ μέριμνα τοῦ αἰῶνος τούτου, καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λογισμὸν, καὶ ἄκαρπος γίνεται.

Καὶ καλῶς ἀκάνθαις παρείκασε τὴν μέριμναν τοῦ αἰῶνος τούτου. Καθάπερ γὰρ αἱ ἄκανθαι οὐκ ἐῶσι προκύψαι τὸν σπόρον, ἀλλὰ τῇ πυκνότητι συμπνίγουσι τὸ καταβληθέν· οὕτω καὶ αἱ μέριμναι αἱ βιωτικαὶ τὸν σπόρον τὸν πνευματικὸν, ἐπειδὰν εἰς τὴν ψυχὴν καταβληθῇ, οὐκ ἀφιᾶσι καρπὸν ἐνεγκεῖν, ἀλλὰ συγκαίουσαι καὶ συμπνίγουσαι, καθάπερ αἱ ἄκανθαι, οὐκ ἐῶσι προκύψαι τὸν σπόρον τὸν πνευματικόν. Καὶ ἡ ἀπάτη, φησὶ, τοῦ πλούτου. Καλῶς εἶπεν ἀπάτην τοῦ πλούτου· καὶ γὰρ ὄντως ἀπάτη ἐστί. Τί γὰρ ὄφελος τῶν τοσούτων ταλάντων, καὶ τῆς τοσαύτης τῶν χρημάτων περιβολῆς; Ναὶ, φησί· πολλὴν τὴν εὐφροσύνην παρέχει τὸ κεκτῆσθαι. Ποίαν εὐφροσύνην;

Καὶ τί λέγω εὐφροσύνην; Οὐχὶ τοῦτο μάλιστα τὰς ἀκαίρους ἀθυμίας, τὰς πολλὰς ἀηδίας τίκτεσθαι παρασκευάζει; Καὶ οὔπω λέγω τὴν διὰ ταῦτα κόλασιν ἐπηρτημένην, ἀλλ᾽ ἁπλῶς τὰ ἐν τῷ παρόντι βίῳ, ὅτι οὐδὲ ἡδονὴν τὸ πρᾶγμα ἔχειν δύναται, ἀλλὰ καθημερινὰς ταραχὰς καὶ ἀηδίας. Καὶ οὐχ οὕτω τὴν θάλατταν ἔστιν ἰδεῖν πρὸς τὰ κύματα κορυφουμένην, ὡς τὴν τοιαύτην ψυχὴν ὑπὸ τῶν λογισμῶν καὶ τῶν παθῶν πολιορκουμένην, καὶ πρὸς ἅπαντας καὶ οἰκείους καὶ ἀλλοτρίους ἀηδῶς διακειμένην. Καὶ ἐάν ποτε κἂν μέρος τι τούτων ὑφέληταί τις (πολλὰ γὰρ τὰ συμπίπτοντα, καὶ πολλοὶ οἱ ἐφεδρεύοντες, καὶ οἰκετῶν κακουργίαι, καὶ δυναστευόντων ἐπήρειαι), τότε δὴ, τότε εὑρήσεις τοὺς τοιούτους ἀβίωτον τὸν βίον ἡγουμένους.

Ποίων οὖν οὐκ ἂν εἶεν θρήνων οἱ τοιοῦτοι ἄξιοι, οἱ καθ᾽ ἑαυτῶν ἅπαντα πράττειν σπουδάζοντες, καὶ ἐπὶ λύμῃ τῆς ἑαυτῶν ψυχῆς ταῦτα συλλέγειν βουλόμενοι; Ἀλλ᾽, εἰ δοκεῖ, τούτους καταλιπόντες, ἐπὶ τὴν κατὰ τὸν δίκαιον ἱστορίαν ἐπανέλθωμεν, καὶ ἴδωμεν τῶν ἑξῆς τὴν ἀκολουθίαν. Ἔστησε, φησὶ, θυσιαστήριον ἐν τῇ μερίδι τοῦ ἀγροῦ, καὶ ἐπεκαλέσατο τὸν Θεὸν Ἰσραὴλ, καὶ λοιπὸν ἐν Σηκίμοις τὴν οἴκησιν ἐβουλεύσατο ποιήσασθαι. Ἀλλ᾽ ὅρα πάλιν ὅπως ὁ δίκαιος καὶ ἐνταῦθα τὴν οἰκείαν ἐπιείκειαν ἐπιδείκνυται. Τί γάρ; Ἐξῆλθε, φησὶ, Δεῖνα ἡ θυγάτηρ Λείας, ἰδεῖν τὰς θυγατέρας τῶν ἐγχωρίων. Καὶ ἰδὼν αὐτὴν Συχὲμ ὁ υἱὸς Ἐμὼρ, ἐκοιμήθη μετ᾽ αὐτῆς, καὶ ἠγάπησε, φησὶ, τὴν παρθένον, καὶ ἐλάλησεν αὐτῇ κατὰ τὴν διάνοιαν τῆς παρθένου. Εἶδες ὅσον ἐστὶν ἡ νεότης κακὸν, ἐπειδὰν μὴ ἔχῃ χαλινὸν, τὸν εὐσεβῆ λογισμόν; Εἶδε γὰρ, φησὶ, τὴν κόρην, καὶ ὅλος ὑπὸ τῆς ὄψεως ἔρωτος γεγονὼς, τὴν ἐπιθυμίαν εἰς ἔργον ἐξήγαγε, Καὶ ἐλάλησεν αὐτῇ κατὰ τὴν διάνοιαν τῆς παρθένου.

Τί ἐστι, Κατὰ τὴν διάνοιαν τῆς παρθένου; Ἐπειδὴ νέα ἦν ἡ κόρη, ἐκεῖνα, φησὶν, αὐτῇ διελέχθη, ἃ ἦν ἱκανὰ ἐπισπάσασθαι καὶ ἑλεῖν αὐτήν. Καί φησι πρὸς τὸν πατέρα· Λάβε μοι τὴν παιδίσκην ταύτην εἰς γυναῖκα. Ἤκουσε δὲ ὁ Ἰακὼβ τὸ γεγονὸς, καὶ τέως πράως ἔφερεν, ἀναμένων τῶν ἀδελφῶν αὐτῆς τὴν παρουσίαν. Ἦσαν γὰρ ἐν τοῖς ποιμνίοις.

Καὶ παρεσιώπησε, φησὶν, Ἰακὼβ ἕως τοῦ ἐλθεῖν αὐτούς. Παραγενομένου δὲ τοῦ Ἐμὼρ πρὸς τὸν Ἰακὼβ, ἦλθον καὶ οἱ ἀδελφοὶ τῆς Δείνας· καὶ ἀκούσαντες τὰ γεγενημένα εἰς τὴν ἀδελφὴν αὐτῶν, κατενύγησαν. Τί ἐστι, Κατενύγησαν; Ἐλυπήθησαν, οὐκ ἀνεκτὸν αὐτοῖς ὤφθη, ἀλλὰ καὶ πάνυ χαλεπὸν, καὶ λύπης αὐτοῖς ὑπόθεσις γέγονε. Λυπηρὸν γὰρ, φησὶν, ἦν αὐτοῖς σφόδρα, ὅτι ἄσχημον ἐποίησεν ἐν Ἰσραὴλ Συχὲμ, κοιμηθεὶς μετὰ τῆς θυγατρὸς Ἰακώβ. Ὁρᾷς τῶν παίδων τὴν σωφροσύνην;

Μεγίστην ὕβριν τὸ πρᾶγμα ἐλογίσαντο. Εἶδες πῶς μὲν ὁ δίκαιος τοὺς ἑαυτοῦ παῖδας ἐπαίδευσεν εἰς τὴν ἀρετήν; πῶς δὲ ὁ τοῦ Ἐμὼρ υἱὸς εἰς ἔργον ἀγαγὼν αὐτοῦ τὴν ἐπιθυμίαν, τῷ πατρὶ καὶ πάσῃ τῇ πόλει ὀλέθρου ὑπόθεσις γίνεται; Ἀλλὰ πρότερον ἀκούσωμεν τὰ παρὰ τοῦ Ἐμὼρ πρὸς αὐτοὺς λεγόμενα, καὶ μετὰ ταῦτα εἴσεσθε τῶν ἀδελφῶν τῆς Δείνας τὴν πανουργίαν, καὶ ὅπως ἐκδικῆσαι τὰ εἰς τὴν ἀδελφὴν γεγενημένα σπουδὴν ἐποιήσαντο. Καὶ ἐλάλησε, φησὶν, αὐτοῖς Ἐμὼρ λέγων· Συχὲμ ὁ υἱός μου προείλετο τῇ ψυχῇ τὴν θυγατέρα ὑμῶν. Ὅρα πῶς ἤδη τὸν μέλλοντα καταλήψεσθαι αὐτὸν ὄλεθρον μηνύει.

Προείλετο, φησὶ, τῇ ψυχῇ, ἀντὶ τοῦ, Τὴν ψυχὴν αὐτοῦ ἐξέδωκεν ὑπὲρ τῆς θυγατρὸς ὑμῶν. Ἐκεῖνος μὲν ἔλεγε, τὴν ἐπιθυμίαν αὐτοῦ τὴν ἐπὶ τὴν κόρην δηλῶν· μετὰ βραχὺ δὲ ἐμάνθανεν, ὅτι τῆς ἀπωλείας καὶ ἑαυτοῦ καὶ πάντων τῶν αὐτόθι τοῦτο ἔσται ὑπόθεσις. Ἐπεὶ οὖν, φησὶν, οὕτως ἐκκαίεται τῆς κόρης, Δότε αὐτὴν αὐτῷ γυναῖκα, καὶ ἐπιγαμβρεύσατε ἡμῖν. Τὰς θυγατέρας ὑμῶν δότε ἡμῖν· καὶ τὰς θυγατέρας ἡμῶν λάβετε τοῖς υἱοῖς ὑμῶν, καὶ ἐν ἡμῖν κατοικεῖτε. Καὶ ἰδοὺ ἡ γῆ πλατεῖα ἐναντίον ὑμῶν, κατοικεῖτε καὶ ἐμπορεύεσθε ἐπ᾽ αὐτῆς, καὶ κτήσασθε ἐν αὐτῇ. Ὅρα τὸν πατέρα διὰ τὴν περὶ τὸν παῖδα φιλοστοργίαν ὅσην ποιεῖται πρὸς τοὺς ξένους τὴν φιλοφροσύνην, καὶ ὅπως αὐτοὺς ἐφελκύσασθαι βούλεται, πάσης αὐτοῖς τῆς χώρας τὴν ἐξουσίαν διδούς. Καὶ ταῦτα μὲν ὁ πατήρ· ὁ δὲ παῖς θεασάμενος τοῦ πατρὸς τὴν περὶ αὐτὸν κηδεμονίαν, καὶ ὅπως πάντα ποιεῖν ἕτοιμος ἦν, ὥστε αὐτῷ εἰς ἔργον ἀγαγεῖν τὸ σπουδασθὲν, προστίθησι καὶ παρ᾽ ἑαυτοῦ, καί φησι τῷ Ἰακὼβ καὶ πρὸς τοὺς ἀδελφοὺς τῆς κόρης· Εὕροιμι χάριν ἐναντίον ὑμῶν, καὶ ὃ ἐὰν εἴπητε, δώσομεν. Πληθύνατε τὴν φερνὴν, καὶ δώσω, καθ᾽ ὅ τι ἂν εἴπητέ μοι, καὶ δώσετέ μοι τὴν παῖδα ταύτην εἰς γυναῖκα. Εἶδες καὶ τὸν πατέρα διὰ τὴν περὶ τὸν παῖδα κηδεμονίαν πολλὴν τὴν παράκλησιν ποιούμενον, καὶ τὸν νέον ἑτοίμως ἅπαντα προϊέμενον ὑπὲρ τοῦ τῆς κόρης ἐπιτυχεῖν· γʹ.

Τοῦτο γὰρ, τοῦτο τὸ ὀλέθριον πάθος πάντα πείθει τὸν ἁλόντα καταδέξασθαι, μέχρις ἂν αὐτὸν εἰς αὐτὸν ἀγάγῃ τοῦ ᾅδου τὸν πυθμένα. Καὶ θέα μοι· ὁ μὲν πρεσβύτης Ἰακὼβ ταῦτα ἀκούων σιγᾷ, καὶ τὴν οἰκείαν ἐπιείκειαν μιμούμενος οὐδὲν φθέγγεται, ἀλλὰ πράως φέρει τὴν εἰς τὴν θυγατέρα γεγενημένην ἐπήρειαν.

Οἱ δὲ υἱοὶ Ἰακὼβ εἶπαν, φησὶ, τῷ Συχὲμ καὶ Ἐμὼρ τῷ πατρὶ αὐτοῦ μετὰ δόλου, καὶ ἐλάλησαν αὐτοῖς, ὅτι ἐμόλυναν τὴν ἀδελφὴν αὐτῶν. Σκόπει μοι διὰ τὴν τοῦ ἑνὸς λαγνείαν πῶς ἅπαντες οἱ τὴν πόλιν οἰκοῦντες συναπολαύουσι τῶν κακῶν. Καθάπερ γὰρ πυρᾶς ἀναφθείσης καὶ οἱ πλησίον οἰκοῦντες τοῦ κινδύνου μετέχουσι, τοῦ πυρὸς ἅπαντα ἐπινεμομένου· τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν ἡ τοῦ νέου ἀκολασία οὐ μόνον τὸν πατέρα, ἀλλὰ καὶ πάντας τοὺς τῆς πόλεως ἄρδην ἠφάνισε. Τί οὖν οἱ παῖδες τοῦ Ἰακώβ; Μετὰ δόλου πρὸς αὐτοὺς ἀποκρίνονται. Ἄξιον ἀκοῦσαι, ἵνα μάθητε ὅπως ὑπερήλγησαν τῆς ἀδελφῆς. Εἶπαν γὰρ, φησὶ, Συμεὼν καὶ Λευὶ ἀδελφοὶ Δείνας, υἱοὶ δὲ Λείας· Οὐ δυνησόμεθα ποιῆσαι τὸ ῥῆμα τοῦτο, δοῦναι τὴν ἀδελφὴν ἡμῶν ἀνθρώπῳ, ὃς ἔχει ἀκροβυστίαν. Ἐὰν οὖν περιτέμνησθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, δώσομεν τὰς θυγατέρας ἡμῶν ὑμῖν, καὶ ἀπὸ τῶν θυγατέρων ὑμῶν ληψόμεθα, καὶ ἐσόμεθα ὡς γένος ἕν. Τὰ μὲν τῆς προτάσεως εὔλογα καὶ ἀκόλουθα· ἀλλὰ μετὰ δόλου, φησὶ, διελέχθησαν. Καὶ ἐὰν μὴ βούλησθε, φησὶ, τοῦτο ποιῆσαι, λαβόντες τὴν θυγατέρα ἡμῶν ἀπελευσόμεθα.

Ταῦτα μὲν οἱ περὶ τὸν Συμεῶνα καὶ τὸν Λευὶ τὸν κατὰ πάντων φόνον μελετῶντες προέτειναν. Ἐκεῖνοι δὲ πρὸς τὸ σπουδαζόμενον ὁρῶντες, καὶ τὴν κόρην λαβεῖν ἐπιθυμοῦντες, κατεδέξαντο τὰ εἰρημένα. καὶ ἠρέσθησαν τοῖς προταθεῖσιν. Ἤρεσε γὰρ, φησὶν, ὁ λόγος ἐναντίον αὐτῶν, καὶ οὐκ ἠμέλλησε τοῦ πληρῶσαι τὰ ῥηθέντα ὁ νεανίσκος. Ἐνέκειτο γὰρ τῇ θυγατρὶ Ἰακώβ. Ὅλος, φησὶν, ἦν τῇ ἐπιθυμίᾳ τῆς κόρης ἐκδεδομένος. Καὶ ἐλθόντες αὐτός τε καὶ ὁ πατὴρ πρὸς τὴν πύλην, φησὶ, διελέχθησαν πᾶσι τοῖς τὴν πόλιν οἰκοῦσι, καὶ συνεβουλεύσαντο τὴν περιτομὴν καταδέξασθαι κατὰ τὴν ἐκείνων πρότασιν, καὶ δέξασθαι αὐτοὺς πρὸς τὴν συνοίκησιν.

Καὶ ἐπλήρουν ἐκεῖνοι παραχρῆμα τὰ παρὰ τοῦ Ἐμὼρ καὶ τοῦ Συχὲμ λεχθέντα· καὶ πάντες ἀθρόον τὸ σημεῖον τῆς περιτομῆς ἐπὶ τὸ σῶμα ἐδέχοντο. Ἀλλὰ τοῦτο μαθόντες οἱ περὶ τὸν Συμεὼν καὶ τὸν Λευὶ εἰς ἔργον ἀγαγεῖν ἐπείγονται τὰ ἤδη βουλευθέντα αὐτοῖς· Καὶ λαβόντες ἕκαστος τὴν μάχαιραν αὐτοῦ εἰσῆλθον εἰς τὴν πόλιν ἀσφαλῶς. Τί ἐστιν, Εἰς τὴν πόλιν ἀσφαλῶς; Καίτοι δύο μόνοι ὄντες, πρὸς τοσοῦτον πλῆθος παρετάττοντο· ἀλλὰ πολλὴν αὐτοῖς τὴν ἀσφάλειαν προεξένει τὸ πάντας ἐκείνους καθάπερ τραυματίας κεῖσθαι. Ἵνα γὰρ τοῦτο ἡμῖν δῆλον ποιήσῃ ἡ θεία Γραφὴ, φησίν· Ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὅτε ἦσαν ἐν τῷ πόνῳ.

Τοῦτο ἐκείνοις τὴν ἀσφάλειαν κατεσκεύαζε, καὶ τοὺς δύο ἰσχυροτέρους τῶν πολλῶν εἰργάζετο. Καὶ ἀπέκτειναν, φησὶ, πᾶν ἀρσενικὸν, ἀντὶ τοῦ, πάντας τοὺς ἄνδρας τοὺς διὰ τὸ περιτετμῆσθαι κειμένους, ὡς εἰπεῖν, πρὸς τὴν σφαγὴν ἑτοίμους ὄντας· καὶ μετὰ τῶν ἄλλων καὶ τὸν νέον, τὸν εἰς τὴν ἀδελφὴν αὐτῶν ὑβρίσαντα, ἐπεξῆλθον. Καὶ οὐκ ἀρκεσθέντες τῇ τοσαύτῃ τιμωρίᾳ, καὶ τὰ πρόβατα, φησὶν, αὐτῶν καὶ πάντα τὰ κτήνη, καὶ πάντα τὰ σώματα αἰχμαλωτίσαντες, οὕτως ἐπανῆλθον, καὶ αὔτανδρον ἀνεῖλον τὴν πόλιν. Εἶδες, ἀγαπητὲ, ὅσον εἰργάσατο κακὸν ἑνὸς νέου προπέτεια; εἶδες ὅσον ἤνεγκεν ὄλεθρον πᾶσι τοῖς τὴν πόλιν οἰκοῦσι; Ταῦτα δὴ μανθάνοντες ἀναχαιτίζωμεν τῶν ἡμετέρων παίδων τὰς ὁρμὰς, καὶ πολὺν τῇ νεότητι τὸν χαλινὸν κατασκευάζωμεν, τὸν ἀπὸ τοῦ φόβου, τὸν ἀπὸ τῆς νουθεσίας· καὶ ἐπιμελώμεθα τῆς αὐτῶν σωφροσύνης, καὶ πάντα ποιῶμεν καὶ πραγματευώμεθα, ὥστε τὴν ἡλικίαν τῆς νεότητος δυνηθῆναι διαφυγεῖν τὰς ἀτόπους ἐπιθυμίας. Διὰ γὰρ τοῦτο καὶ ὁ κοινὸς ἡμῶν Δεσπότης ἰδὼν τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν, τὸν γάμον ἐνομοθέτησεν, ὥστε τῆς παρανόμου ἡμᾶς μίξεως ἀπαγαγεῖν.

Μὴ τοίνυν ἀμελῶμεν τῶν νέων, ἀλλ᾽ ἰδόντες τῆς καμίνου τὴν πυρὰν, πρὶν ἢ εἰς ἀσέλγειαν ἐγκυλισθῆναι, σπουδάζωμεν κατὰ τὸν τοῦ Θεοῦ νόμον αὐτοὺς συνάπτειν πρὸς γάμον, ἵνα καὶ τὰ τῆς σωφροσύνης αὐτοῖς διατηρῆται, καὶ μηδεμίαν λύμην δέξωνται ἐξ ἀκολασίας, ἔχοντες ἀρκοῦσαν παραμυθίαν, καὶ δυνάμενοι τῆς σαρκὸς τὰ σκιρτήματα καταστέλλειν, καὶ κολάσεως ἐκτὸς εἶναι. Ἀλλ᾽ ἴδωμεν ὅπως τὰ παρὰ τῶν παίδων γεγενημένα διέθηκε τὸν πρεσβύτην. Εἶπε γὰρ, φησὶν, Ἰακώβ· Συμεὼν καὶ Λευὶ, μισητόν με πεποιήκατε, ὥστε πονηρόν με εἶναι τοῖς κατοικοῦσι τὴν γῆν. Τίνος ἕνεκεν, φησὶ, τοσαύτην ἐπεδείξασθε τὴν ἄμυναν; Τὰ γὰρ παρ᾽ ὑμῶν γεγενημένα μῖσος ἐμοὶ μέγιστον προξενήσει παρὰ πάντων τῶν κατοικούντων τὴν γῆν. Εἶτα δεικνὺς τὴν δειλίαν, ἐν ᾗ κατέστη, φησὶν, Ἐγὼ δέ εἰμι ὀλιγοστὸς, καὶ συναχθέντες ἐπ᾽ ἐμὲ συγκόψουσί με, καὶ ἐκτριβήσομαι· μονονουχὶ λέγων· Οὐκ ἴστε ὅτι ὀλίγοι ὄντες εὐκόλως τὰ αὐτὰ καὶ ἡμεῖς πεισόμεθα, ὥσπερ ὑμεῖς τούτους διαθεῖναι ἠβουλήθητε. Καὶ καθάπερ ὁ Συχὲμ τῷ πατρὶ καὶ πᾶσι τοῖς τὴν πόλιν οἰκοῦσι τούτου τοῦ ὀλέθρου γέγονεν αἴτιος, οὕτω καὶ ὑμεῖς ἐμοί. Διὰ γὰρ ὑμᾶς καὶ αὐτὸς μισητὸς ἔσομαι, καὶ οὐδὲν τὸ κωλύον ἐκτριβῆναί με διὰ τὴν ὑμετέραν τόλμαν. Οἱ δὲ, φησὶν, εἶπαν· Ἀλλ᾽ ὡσεὶ πόρνῃ χρήσονται τῇ ἀδελφῇ ἡμῶν;

Ὅρα τοὺς παῖδας σωφροσύνης ἕνεκεν τὴν ἄμυναν ἐπιδειξαμένους· ἀπολογοῦνται γὰρ τῷ πατρὶ, καί φασι· Κατῄσχυναν ἡμᾶς, ὡς εἰπεῖν, ὡσεὶ πόρνῃ ἐχρήσαντο τῇ ἀδελφῇ ἡμῶν· καὶ διὰ τοῦτο τοῦτο ποιῆσαι κατηναγκάσθημεν, ἵνα καὶ τοῖς εἰς τὸ ἑξῆς διδασκαλία γένηται, μὴ τοιαῦτα τολμᾷν.

δʹ. Ἀλλ᾽ ὅρα μοι λοιπὸν ἐνταῦθα τὴν ἄφατον τοῦ Θεοῦ κηδεμονίαν τὴν περὶ τὸν δίκαιον. Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν δεδοικότα διὰ τὰ ὑπὸ τῶν παίδων γεγενημένα τὴν αὐτόθι οἴκησιν, Εἶπε, φησὶν, ὁ Θεός· Ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ, καὶ οἴκει ἐκεῖ.

Ἐπειδὴ δέδοικας τοὺς ἐνταῦθα, ἀναχώρει, φησὶν, ἐντεῦθεν, καὶ οἴκει εἰς τὴν Βαιθὴλ, Καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ τῷ ὀφθέντι σοι ἐν τῷ σε ἀποδιδράσκειν ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ σου. Καὶ εἶπεν Ἰακὼβ τῷ οἴκῳ αὐτοῦ καὶ πᾶσι τοῖς μετ᾽ αὐτοῦ· Ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν, καὶ καθαρίσθητε, καὶ ἀλλάξασθε τὰς στολὰς ὑμῶν, καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθὴλ, καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ τῷ ἐπακούσαντί μου ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ᾽ ἐμοῦ, καὶ διέσωσέ με ἐν τῇ ὁδῷ, ᾗ ἐπορεύθην. Σκόπει τοῦ δικαίου πάλιν τὴν ὑπακοὴν καὶ τὸ φιλόθεον. Ἐπειδὴ ἤκουσεν, Ἀνάβηθι εἰς Βαιθὴλ, καὶ ποίησον θυσιαστήριον, καλέσας πάντας τοὺς αὐτοῦ εἶπεν· Ἄρατε τοὺς θεούς. Ποίους, ἄν τις εἴποι, θεούς; Οὐδαμοῦ γὰρ ἔστιν ἰδεῖν θεοὺς αὐτὸν ἐσχηκότα· ἄνωθεν γὰρ καὶ ἐξ ἀρχῆς φιλόθεος ἦν ὁ δίκαιος. Ἀλλ᾽ αἰνιττόμενος ἴσως τοὺς θεοὺς τοὺς τοῦ Λάβαν, οὓς ἡ Ῥαχὴλ ἦν ὑφελομένη, διὰ τοῦτό φησιν· Ἐπειδὴ μέλλομεν τῷ ἀληθινῷ Θεῷ, τῷ ἀεί μοι τὴν παρ᾽ αὐτοῦ προστασίαν νείμαντι, τὰς εὐχαριστίας ἀναφέρειν, ἐξάρατε, εἴ τινά ἐστιν ὑμῖν εἴδωλα, Καὶ καθαρίσασθε, καὶ ἀλλάξασθε τὰς στολὰς ὑμῶν, καὶ οὕτως ἐπὶ τὴν πόλιν ὁρμήσομεν, καὶ ἔξωθεν καὶ ἔσωθεν ἑαυτοὺς καθάραντες, οὕτω συνέλθετε.

Μὴ μόνον τῇ τῶν ἱματίων φαιδρότητι τὴν καθαρότητα δεικνύντες, ἀλλὰ καὶ τῇ τῶν εἰδώλων ἀφαιρέσει τοὺς λογισμοὺς τῆς διανοίας ἐκκαθάραντες, οὕτως ἀνέλθωμεν ἐπὶ τὴν Βαιθήλ. Καὶ ἔδωκαν, φησὶ, τῷ Ἰακὼβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους (οὐ γὰρ ἦσαν αὐτῶν), καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν. Ἴσως γὰρ καὶ ταῦτα σύμβολά τινα ἦν τῶν εἰδώλων ἐκείνων, διὸ καὶ αὐτὰ μετὰ τῶν θεῶν προσφέρουσι τῷ Ἰακώβ. Καὶ ἔκρυψεν αὐτὰ, φησὶν, ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σηκίμοις, καὶ ἀπώλεσεν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας. Ἔκρυψε, φησὶν, αὐτὰ καὶ ἀπώλεσεν, ὥστε καὶ αὐτοὺς τοὺς τῆς πλάνης δούλους τὴν πλάνην διαφυγεῖν, καὶ μηδένα ἕτερον τὴν ἐξ αὐτῶν λύμην δέξασθαι. Καὶ ταῦτα ἅπαντα διαπραξάμενος ὁ δίκαιος, Ἐξῆρε, φησὶν, ἐκ Σηκίμων, καὶ ἐποιεῖτο τὴν ὁρμὴν εἰς τὴν Βαιθήλ. Ἀλλ᾽ ὅρα μοι πάλιν τοῦ Θεοῦ τὴν περὶ αὐτὸν κηδεμονίαν, καὶ πῶς ἡμᾶς διδάσκει ἡ Γραφὴ ἅπαντα σαφῶς. Ἐξελθόντος γὰρ, φησὶ, τοῦ δικαίου ἐκ Σηκίμων, Ἐγένετο φόβος Θεοῦ ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν, καὶ οὐ κατεδίωξαν ὀπίσω τῶν υἱῶν Ἰσραήλ. Εἶδες πόση ἡ πρόνοια, καὶ πῶς ἐναργὴς ἡ παρ᾽ αὐτοῦ ἀντίληψις ἐγένετο; Ἐπέπεσε γὰρ ἐπ᾽ αὐτοὺς φόβος, καὶ οὐ κατεδίωξαν ὀπίσω αὐτῶν. Ἐπειδὴ γὰρ τοῦτο ἐδεδοίκει ὁ δίκαιος, καὶ ἔλεγεν· Ὀλιγοστός εἰμι, καὶ ἐκτριβήσομαι· διὰ τοῦτό φησιν, Φόβου αὐτοῖς ἐπιπεσόντος οὐ κατεδίωξαν ὀπίσω αὐτῶν.

Ὅταν γὰρ αὐτὸς βούληται τὴν ῥοπὴν τὴν παρ᾽ ἑαυτοῦ εἰσενεγκεῖν, καὶ τοὺς ἀσθενεῖς ἰσχυροτέρους τῶν δυνατῶν ἀπεργάζεται, τοὺς ὀλίγους τῶν πλειόνων δυνατωτέρους, καὶ οὐδὲν ἂν γένοιτο μακαριστότερον τοῦ τὴν ἄνωθεν ἐπισπασαμένου ῥοπήν. Καὶ ἀπῆλθε, φησὶν, Ἰακὼβ εἰς Λούζαν, ἥ ἐστιν ἐν γῇ Χαναὰν, ἥ ἐστι Βαιθὴλ, καὶ πᾶς ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ. Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Βαιθήλ· ἐκεῖ γὰρ ἐπεφάνη αὐτῷ ὁ Θεὸς ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ. Παραγενόμενος, φησὶν, εἰς τὴν Βαιθὴλ, ἐποίησε τὸ προσταχθὲν, καὶ τὸ θυσιαστήριον οἰκοδομήσας ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Βαιθήλ.

Ἀπέθανε δὲ, φησὶ, Δεβόῤῥα ἡ τροφὸς Ῥεβέκκας, καὶ ἐτάφη κατώτερον Βαιθὴλ ὑπὸ τὴν βάλανον· καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα αὐτῆς, βάλανος πένθους. Ὁρᾷς πῶς ἀεὶ ἀπὸ τῶν συμβαινόντων τοὺς τόπους ὠνόμαζεν, ὥστε διηνεκῆ διασώζεσθαι τὴν μνήμην; Καὶ πῶς, ἄν τις εἴποι, ἡ τροφὸς τῆς Ῥεβέκκας συνῆν τῷ Ἰακὼβ πρόσφατον ἀπὸ τῆς Μεσοποταμίας παραγενομένῳ, καὶ μηδέπω τὴν πρὸς τὸν πατέρα συντυχίαν ποιησαμένῳ; Ἢ τάχα τοῦτο ἂν εἴποιμεν, ὅτι, ἡνίκα ἀπὸ τοῦ Λάβαν ἐπανῄει, συνανελθεῖν τῷ Ἰακὼβ ἐπεθύμησεν, ὥστε διὰ μακροῦ τοῦ χρόνου τὴν Ῥεβέκκαν θεάσασθαι· καὶ πρὶν ἢ τὰ τῆς συντυχίας γενέσθαι, ἐκεῖ τὸν βίον κατέλυσεν.

εʹ. Ἀλλ᾽, εἰ βούλεσθε, καὶ ἡμεῖς ἐνταῦθα στήσωμεν τὸν λόγον ἀρκεσθέντες τοῖς εἰρημένοις, ἐκεῖνο παρακαλέσαντες ὑμῶν τὴν ἀγάπην, ὥστε καὶ αὐτοὺς πολλὴν τῆς ἀρετῆς ποιεῖσθαι τὴν ἐπιμέλειαν, καὶ τῆς τῶν νέων σωφροσύνης ἐπιμελεῖσθαι. Ἐντεῦθεν γὰρ, ὡς εἰπεῖν, ἅπαντα τίκτεται τὰ κακά. Ἡ γὰρ συνήθεια τῆς πονηρίας τῷ χρόνῳ προϊοῦσα τοσαύτην ἐργάζεται τὴν λύμην, ὡς μηδεμίαν λοιπὸν παραίνεσιν δύνασθαι περιγενέσθαι τῶν ἅπαξ ὑπὸ τῆς πονηρίας προδιδομένων, καὶ καθάπερ αἰχμαλώτων ἀγομένων, ᾗπερ ἂν ὁ διάβολος κελεύῃ. Ἐκεῖνος γάρ ἐστι λοιπὸν ὁ ἐπιτάττων, καὶ τὰ ὀλέθρια ἐκεῖνα κελεύων ἐπιτάγματα, ἅπερ μεθ᾽ ἡδονῆς πληροῦσιν οἱ νέοι, τὸ παρὸν μόνον ἡδὺ ὁρῶντες, καὶ τὴν μετὰ ταῦτα ὀδύνην οὐ λογιζόμενοι.

Διὸ παρακαλῶ χεῖρα ὀρέγειν τοῖς παισὶ τοῖς ἡμετέροις, ἵνα μὴ καὶ τῶν ὑπ᾽ ἐκείνων πραττομένων αὐτοὶ τὰς εὐθύνας ὑποστῶμεν. Ἢ οὐκ ἴστε, τί ὁ πρεσβύτης Ἠλεὶ πέπονθεν, οὐ προσηκόντως διορθούμενος τῶν παίδων τὰ ἐλαττώματα; Ὅταν γὰρ ᾖ πάθος τομῆς δεόμενον, εἰ μέλλοι ὁ ἰατρὸς τοῦτο καταιονήσει θεραπεύειν, ταχέως ἀνίατον ἐργάζεται τὸ πάθος, οὐ τὴν ἁρμόττουσαν ἐπάγων ἰατρείαν· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ πρεσβύτης ἐκεῖνος ὀφείλων ἄξια τῶν πλημμελημάτων εἰσπράξασθαι τοὺς ἑαυτοῦ παῖδας, πολλῇ τῇ ἐπιεικείᾳ χρησάμενος, τῆς τιμωρίας αὐτοῖς καὶ αὐτὸς ἐκοινώνησε. Φοβηθέντες οὖν, παρακαλῶ, τὸ ὑπόδειγμα, καὶ οἱ παῖδας ἔχοντες προνοῶμεν τῆς τούτων ἀνατροφῆς, καὶ ἁπλῶς ἕκαστος τῶν συνοικούντων τὴν ἐπιμέλειαν ποιείσθω, καὶ κέρδος μέγιστον κρινέτω τὴν τοῦ πλησίον ὠφέλειαν, ἵνα τὰ πρὸς ἀρετὴν ἕκαστος πεπαιδευμένος, καὶ τῆς κακίας τὴν πεῖραν διαφυγεῖν δυνηθῇ, καὶ τὴν ἀρετὴν ἑλόμενος πολλὴν ἐπισπάσηται τὴν ἄνωθεν ῥοπήν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Ξʹ. Καὶ οἰκοδομήσας θυσιαστήριον ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Βαιθήλ· ἐκεῖ γὰρ ἐπεφάνη αὐτῷ ὁ Θεὸς ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ. αʹ. Φέρε καὶ σήμερον, εἰ βούλεσθε, τὴν ἀκολουθίαν τῶν πρώην ἡμῖν εἰρημένων ἀναλαβόντες, οὕτω πάλιν ἐκ τῶν ἑξῆς τὴν διδασκαλίαν πρὸς ὑμᾶς ποιησώμεθα.

Ἔτι γὰρ ἡμᾶς ἡ κατὰ τὸν Ἰακὼβ ἱστορία καὶ σήμερον ἱκανὴ παιδεῦσαι τὴν πολλὴν περὶ αὐτὸν τοῦ Θεοῦ πρόνοιαν, καὶ ὅπως ταῖς οἰκείαις αὐτὸν ὑποσχέσεσι πάλιν ἐπέῤῥωσεν ἀμειβόμενος αὐτοῦ τὴν εὐγνωμοσύνην. Ἐπειδὴ γὰρ ἐν τοῖς προλαβοῦσι διηγήσατο ἡμῖν, ὅπως κατὰ τὸ τοῦ Θεοῦ πρόσταγμα καταλιπὼν τὴν Σήκιμα διὰ τὰ ὑπὸ τῶν παίδων αὐτοῦ γεγενημένα, εἰς τὴν Λούζαν ἠπείγετο· Καὶ οἰκοδομήσας, φησὶ, θυσιαστήριον, ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Βαιθήλ· ἐκεῖ γὰρ ἐπεφάνη αὐτῷ ὁ Θεὸς ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ. Καὶ τοῦτο προστάξας τῷ δικαίῳ, καὶ ἀπαλλάξας αὐτὸν τοῦ φόβου, οὗ κατείχετο διὰ τὴν τῶν Σηκιμιτῶν ἀναίρεσιν, τοῖς τὰς πόλεις ἐκείνας οἰκοῦσιν ἐπέβαλε, φησὶ, φόβον, ὥστε μὴ καταδιῶξαι ὀπίσω αὐτοῦ. Ὅρα τοῦ Θεοῦ τὴν πρόνοιαν, καὶ ὅσῃ κέχρηται κηδεμονίᾳ περὶ τὸν Ἰακώβ. Κατέσεισε, φησὶ, τῷ φόβῳ τὰς ψυχὰς τῶν τὰς πόλεις ἐκείνας οἰκούντων, ὥστε μὴ καταδιῶξαι ὀπίσω αὐτοῦ· ἐβούλοντο γὰρ ἴσως ἐπαμῦναι τοῖς Σηκιμίταις. Ἀλλ᾽ ἐπειδὴ καὶ παρὰ γνώμην τοῦ δικαίου γέγονε τὰ γεγενημένα, καὶ οἱ περὶ τὸν Συμεὼν καὶ τὸν Λευὶ τῆς ἀδελφῆς τὴν σωφροσύνην ἐκδικοῦντες ἐκεῖνα εἰργάσαντο, οὐ μόνον αὐτὸν καὶ τοὺς αὐτοῦ παῖδας τῆς ἀγωνίας τοῦ φόβου ἀπαλλάττει, ἀλλὰ κἀκείνοις δειλίαν ἐνθεὶς ἀπέστησε τῆς κατ᾽ αὐτῶν ὁρμῆς.

Εἴδετε πόσον ἐστὶν ἀπολαύειν τῆς ἄνωθεν ῥοπῆς; Ὅταν γὰρ αὐτὸς ᾖ εὐνοϊκῶς περὶ ἡμᾶς διακείμενος, πάντα ἐκποδὼν γίνεται τὰ λυπηρά. Ὥσπερ γὰρ τῷ δικαίῳ θάρσος ἐνέθηκεν, οὕτως ἐκείνοις φόβον ἐπέσεισε. Δεσπότης γὰρ ὢν πάντα πρὸς ὃ βούλεται μετασκευάζει, καὶ τὴν εὐμήχανον αὐτοῦ σοφίαν διὰ πάντων ἐπιδείκνυται. Καὶ οὐδὲν ἰσχυρότερον ἂν γένοιτό ποτε τοῦ τὴν ἄνωθεν συμμαχίαν ἐπισπωμένου, ὥσπερ οὖν οὐδὲν ἀσθενέστερον τοῦ ταύτης ἠρημωμένου.

Ἰδοὺ γοῦν οὗτος ὁ δίκαιος εὐαρίθμητος ὢν καὶ σφόδρα ὀλιγοστὸς, ἐπειδὴ ὑπὸ τῆς τοῦ Θεοῦ δεξιᾶς ἐφρουρεῖτο, καὶ θάρσος ἐλάμβανε, καὶ τὴν ἐπιβουλὴν διέφυγεν· ἐκεῖνοι δὲ καὶ εἰς πλῆθος πολὺ συντείνοντες, καὶ κατὰ ταὐτὸν τὴν συμφωνίαν ἐπιδεικνύμενοι οὐδὲ οὕτως ἴσχυόν τι τῶν βουλευθέντων εἰς ἔργον ἀγαγεῖν. Ἐγένετο γὰρ, φησὶ, φόβος Θεοῦ ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν. Ἐπειδὴ τοίνυν ἀπηλλάγη τοῦ φόβου καὶ τῶν ἐγχωρίων ὁ δίκαιος, ὅρα πάλιν τοῦ Θεοῦ τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν, ἣν περὶ αὐτὸν ἐπιδείκνυται. Ὤφθη γὰρ αὐτῷ, φησὶν, ὁ Θεὸς ἔτι ὄντι ἐν Λούζᾳ. Τίνος ἕνεκεν πρόσκειται τὸ, Ἔτι, Οὐχ ἁπλῶς, ἀλλ᾽ ἵνα μάθῃς ὅτι καὶ ἤδη ἐν τῷ τόπῳ τούτῳ ὤφθη αὐτῷ πρότερον, ἡνίκα φεύγων τὸν ἀδελφὸν ἐπὶ τὴν Μεσοποταμίαν ἐποιεῖτο τὴν ὁρμήν. Καὶ νῦν οὖν φησι· Καθάπερ τότε ὤφθη αὐτῷ ἀπιόντι, οὕτω καὶ νῦν ἐπανερχομένῳ ἐν τῷ αὐτῷ τόπῳ ἐπιφαίνεται, καὶ βεβαιοῖ τὰς ὑποσχέσεις, ἃς ἡνίκα ἀπῄει πρὸς αὐτὸν ἐποιήσατο, παρασκευάζων τὸν δίκαιον θαῤῥῆσαι τοῖς ἐπηγγελμένοις, καὶ μὴ διὰ τὸν ἐν μέσῳ χρόνον ἐνδυάσαι. Καὶ εὐλόγησεν αὐτὸν, καὶ εἶπεν αὐτῷ· Τὸ ὄνομά σου οὐ κληθήσεται ἔτι Ἰακὼβ, ἀλλ᾽ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου.

Καίτοι καὶ ἤδη τὴν προσηγορίαν αὐτῷ ἦν ἐπιθεὶς, ἡνίκα τὴν διάβασιν ἐποιήσατο τοῦ Ἰαβὼχ, ἀλλὰ πλείονα πληροφορίαν ἐνθεῖναι τῷ δικαίῳ βουλόμενος, καὶ νῦν τὴν αὐτὴν ποιεῖται πρὸς αὐτὸν εὐλογίαν, καί φησιν· Ἰσραὴλ κληθήσεται τὸ ὄνομά σου· καὶ αὐξάνου, καὶ πληθύνου· καὶ ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἔσονται ἐκ σοῦ, καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται. Ὅρα μέγεθος εὐλογίας. Οὐ μόνον εἰς πλῆθος αὐτὸν ἐκταθήσεσθαί φησιν, ἀλλὰ καὶ ἐπίδοξον γενήσεσθαι τὸ ἐξ αὐτοῦ σπέρμα. Βασιλεῖς γὰρ ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται· προμηνύων αὐτῷ ἐντεῦθεν ἤδη τῶν ἐξ αὐτοῦ τικτομένων τὴν περιφάνειαν. Καὶ τὴν γῆν, φησὶν, ἣν τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ δέδωκα, σοὶ δέδωκα αὐτὴν, καὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τὴν γῆν ταύτην.

Ἐπειδὴ διὰ τὰ γεγενημένα ἐν Σηκίμοις ὑπὸ τοῦ Συμεὼν καὶ Λευὶ ἔλεγεν· Ὀλιγοστός εἰμι ἐν ἀριθμῷ, καὶ συναχθέντες ἐπ᾽ ἐμὲ συγκόψουσί με, καὶ ἐκτριβήσομαι ἐγώ τε καὶ ὁ οἶκός μου· καὶ διὰ πάντων ἐδείκνυ καὶ τὴν ὀλιγοψυχίαν, καὶ τὴν πολλὴν δειλίαν, ἐν ᾗ κατείχετο· διὰ τοῦτο ὁ φιλάνθρωπος Δεσπότης νῦν φησι πρὸς αὐτόν· Ἐπειδὴ εἶπες, Ὀλιγοστός εἰμι, μάνθανε ὅτι καὶ αὐξηθήσῃ, καὶ πληθυνθήσεταί σου τὸ σπέρμα, καὶ οὕτως ἔσται ἐπίδοξον, ὡς συναγωγὰς ἐθνῶν καὶ βασιλεῖς ἐξ αὐτῶν γενέσθαι· καὶ οὐ μόνον οὐκ ἐκτριβήσῃ, ἀλλὰ σὺ καὶ τὸ σπέρμα τὸ σὸν πᾶσαν τὴν γῆν ταύτην κληρονομήσει. Καὶ ταύτας πρὸς αὐτὸν τὰς ὑποσχέσεις ποιησάμενος, Ἀνέβη ὁ Θεὸς ἀπ᾽ αὐτοῦ, φησὶν, ἐκ τοῦ τόπου, οὗ ἐλάλησε μετ᾽ αὐτοῦ.

Ὅρα πόση ἡ συγκατάβασις τῶν λέξεων τῆς θείας Γραφῆς. Ἀνέβη, φησὶν, ὁ Θεὸς ἀπ᾽ αὐτοῦ· οὐχ ἵνα καὶ ἐν τόπῳ νομίσωμεν περικεκλεῖσθαι τὸ Θεῖον, ἀλλ᾽ ἵνα καὶ διὰ τούτου μάθωμεν αὐτοῦ τὴν ἄφατον φιλανθρωπίαν, ὅτι τῇ ἀνθρωπίνῃ ἀσθενείᾳ συγκαταβαίνουσα ἡ τοῦ Πνεύματος χάρις, οὕτως ἅπαντα διηγεῖται. Τὸ γὰρ, ἀνέβη καὶ κατέβη, ἀνάξιον Θεοῦ· ἀλλ᾽ ἐπειδὴ τοῦτο μάλιστα τεκμήριον τῆς ἀφάτου αὐτοῦ φιλανθρωπίας, τὸ διὰ τὴν ἡμετέραν διδασκαλίαν καὶ τῆς παχύτητος τῶν τοιούτων ῥημάτων ἀνέχεσθαι, διὰ τοῦτο ἀνθρωπίναις λέξεσι κέχρηται, ἐπειδὴ οὐδὲ δυνατὸν ἦν ἑτέρως τὴν ἀκοὴν τὴν ἀνθρωπίνην ἐνεγκεῖν τῶν λεγομένων τὸ ὕψος, εἰ πρὸς τὴν ἀξίαν τοῦ Δεσπότου ἡμῖν διελέγετο.

βʹ. Ὅπερ ἐννοοῦντες, μηδέποτε τῇ ταπεινότητι τῶν λέξεων ἐναπομένωμεν, ἀλλὰ καὶ διὰ τοῦτο θαυμάζωμεν αὐτοῦ τὴν ἄφατον ἀγαθότητα, ὅτι τοσαύτῃ συγκαταβάσει κεχρῆσθαι οὐ παραιτεῖται διὰ τὸ ἀσθενὲς τῆς φύσεως ἡμετέρας. Ἀλλ᾽ ὅρα πάλιν τὸν δίκαιον τοῦτον τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδεικνύμενον. Ἔστησε γὰρ, φησὶν, Ἰακὼβ στήλην λιθίνην ἐν τῷ τόπῳ, ᾧ ἐλάλησε μετ᾽ αὐτοῦ ὁ Θεὸς, καὶ ἔσπεισεν ἐπ᾽ αὐτὴν σπονδὴν, καὶ ἐπέχεεν ἔλαιον, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου, ἐν ᾧ ἐλάλησε μετ᾽ αὐτοῦ, Βαιθήλ. Σκόπει πῶς ἀεὶ ταῖς προσηγορίαις τῶν τόπων ἄληστον ὁ δίκαιος οὗτος τὴν μνήμην ἐναποτίθεται, ὥστε καὶ ταῖς μετὰ ταῦτα γενεαῖς κατάδηλον γίνεσθαι τὴν αὐτόθι γεγενημένην ὀπτασίαν τῷ δικαίῳ.

Καὶ ἀπάρας, φησὶν, Ἰακὼβ ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἐπέκεινα τοῦ πύργου Γαδήρ. Προσωτέρω πάλιν ἀναχωρεῖ ὁ δίκαιος, ἐπειγόμενος κατὰ μικρὸν φθάσαι τὸν τόπον, ἔνθα κατῴκει ὁ Ἰσαάκ. Εἶτα φησίν· Ὅτε ἤγγισε τοῦ εἰσελθεῖν εἰς Ἐφραθᾶ ἡ Ῥαχὴλ ἐδυστόκησεν ἐν τῷ τόκῳ. Καὶ ἐγένετο ἐν τῷ σκληρῶς αὐτὴν τίκτειν, εἶπεν αὐτῇ ἡ μαῖα· Θάρσει· καὶ γὰρ οὗτός σοί ἐστιν υἱός. Μὴ ἀγωνία, φησί· τέξῃ γὰρ υἱόν. Εἰ γὰρ καὶ διακόπτουσί σε αἱ ὠδῖνες, ἀλλ᾽ ὅμως ἕξεις υἱόν. Ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχὴν, ἀπέθνησκε γὰρ, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Υἱὸς ὀδύνης μου· ὁ δὲ πατὴρ αὐτοῦ ἐκάλεσεν αὐτὸν Βενιαμίν.

Ἐκείνη μὲν ἐκ τοῦ συμβεβηκότος αὐτῇ τὴν προσηγορίαν ἐπιτίθησι τῷ παιδὶ, ὁ δὲ πατὴρ Βενιαμὶν αὐτὸν ἐκάλεσε. Καὶ μετὰ τὸ τεκεῖν, φησὶν, Ἀπέθανε, καὶ ἐτάφη ἐν τῇ ὁδῷ Ἐφραθᾶ· αὕτη ἐστὶ Βηθλεέμ. Καὶ ἔστησεν Ἰακὼβ στήλην ἐπὶ τοῦ μνημείου. Τὴν ἀθυμίαν τὴν ἐπὶ τῇ τελευτῇ τῆς Ῥαχὴλ παρεμυθεῖτο ὁ τεχθεὶς, καὶ παρεσκεύαζε πράως φέρειν τὸν δίκαιον τὴν ἀποβολὴν τῆς Ῥαχήλ.

Ἐντεῦθεν λοιπὸν διαδέχεται τοῦ Ῥουβὴν ἡ προπέτεια. Πορευθεὶς γὰρ, φησὶν, ἐκοιμήθη μετὰ Βάλλας τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ· καὶ ἤκουσεν Ἰσραὴλ, καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτοῦ. Καὶ γὰρ ἦν παράνομον σφόδρα τὸ γεγονός. Διὰ τοῦτο καὶ μετὰ ταῦτα νομοθετῶν Μωϋσῆς ἀπηγόρευεν υἱὸν καὶ πατέρα τῇ αὐτῇ ἐπιμίγνυσθαι. Ἵνα γὰρ μὴ ὁδῷ προβαίνοντες συνήθειαν τὸ πρᾶγμα ἐργάσωνται, ὁ νομοθέτης προαναστέλλει, τιμωρίᾳ ὑπεύθυνον εἶναι τὸν τοιοῦτον διαγορεύων. Ἀλλ᾽ ὅμως καὶ οὕτω νῦν μὲν πράως ἔφερεν ὁ Ἰακὼβ τῇ φυσικῇ φιλοστοργίᾳ νικώμενος. Μετὰ δὲ ταῦτα μέλλων ἐξιέναι τοῦ βίου, στηλιτεύει τὸν παῖδα, ἀνάγραπτον αὐτοῦ τὴν παρανομίαν ποιούμενος, καὶ ἀρώμενος αὐτῷ, ἵνα διὰ τῶν εἰς ἐκεῖνον γεγενημένων καὶ οἱ εἰς τὸ ἑξῆς σωφρονίζωνται.

Ἐντεῦθεν ἡμῖν λοιπὸν ἀπαριθμεῖται τοὺς παῖδας τοῦ Ἰακὼβ ὁ μακάριος Μωϋσῆς, καὶ διδάσκει ἡμᾶς, ἐξ ὧν διηγεῖται, τοῦ δικαίου τὴν ἀρετήν. Ἵνα γὰρ μὴ νομίσῃς ἁπλῶς καὶ ὡς ἔτυχεν αὐτὸν τὴν συνουσίαν ποιήσασθαι τὴν πρὸς τὴν Ῥαχὴλ καὶ τὴν Λείαν καὶ τὰς δύο παιδίσκας, δεικνὺς ὅτι οἰκονομίᾳ τινὶ ὑπηρετούμενος τῆς πρὸς αὐτὰς ὁμιλίας ἠνέσχετο, καὶ ὥστε τὰς δώδεκα φυλὰς ἐξ αὐτοῦ τεχθῆναι· διά τοι τοῦτο οὐκ ἔτι μνημονεύει ἡ Γραφὴ ὡς ἑτέρου γενομένου αὐτῷ παιδὸς, ἵνα μάθῃς ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοῦτο γεγένηται. Ἦσαν δὲ, φησὶν, υἱοὶ τοῦ Ἰακὼβ δώδεκα. Καὶ διαιρεῖ λοιπὸν τοὺς τῆς Λείας καὶ Ῥαχὴλ, καὶ τότε καὶ τοὺς τῶν παιδισκῶν ἀπαριθμεῖται, καί φησιν· Οὗτοι υἱοὶ Ἰακὼβ, οἳ ἐγένοντο αὐτῷ ἐν τῇ Μεσοποταμίᾳ. Καὶ μὴν ὁ Βενιαμὶν νῦν ἐτέχθη, ἡνίκα περὶ τὴν Βηθλεὲμ ἔφθασε. Τίνος οὖν ἕνεκεν οὕτως εἶπεν ἡ Γραφὴ, Οἳ ἐγένοντο αὐτῷ ἐν τῇ Μεσοποταμίᾳ; Ἴσως πρὸ τῆς ἐκεῖθεν ἐξόδου ἡ Ῥαχὴλ αὐτὸν συλλαβοῦσα ἐτύγχανε.

Καὶ ἦλθε, φησὶν, Ἰακὼβ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ. Σκόπει μοι πάλιν ἐνταῦθα, πῶς ἐν ἅπασι πληροφορεῖν ἐβούλετο τοὺς δικαίους ὁ φιλάνθρωπος Θεός. Ἐπειδὴ γὰρ παρεγένετο μετὰ τοσούτων ἐτῶν ἀριθμὸν ὁ Ἰακὼβ πρὸς τὸν πατέρα, καὶ μεγίστη γέγονεν ἑκατέροις ἡ παράκλησις, καὶ τῷ παιδὶ ἐκ τῆς τοῦ πατρὸς θέας, καὶ τῷ πατρὶ θεασαμένῳ τοῦ παιδὸς τὴν περιουσίαν, καὶ τὸν χορὸν τῶν ὑπ᾽ αὐτοῦ τεχθέντων. Τότε, φησὶν, ἐτελεύτησεν ὁ Ἰσαὰκ πρεσβύτης, καὶ πλήρης ἡμερῶν. Εἰ γὰρ ἡνίκα τῆς εὐλογίας τὴν κλοπὴν ἐποιεῖτο ὁ Ἰακὼβ, ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ, φησὶν, ὅθεν καὶ τὰ τῆς ἀπάτης αὐτῷ προεχώρησεν, ἐννόησον μετὰ τοσούτων ἐτῶν ἀριθμὸν ὅπως ἦν γεγηρακώς. Καὶ ἔθαψαν αὐτὸν, φησὶν, Ἡσαῦ καὶ Ἰακώβ. Ἀλλὰ λοιπὸν τῆς τελευτῆς τοῦ πατρὸς γενομένης, Λαβὼν, φησὶ, τὰς γυναῖκας αὐτοῦ Ἡσαῦ, καὶ τοὺς υἱοὺς, καὶ πάντας τοὺς αὐτοῦ, καὶ πάντα ὅσα ἐκτήσατο ἐν γῇ Χαναὰν, ἐπορεύθη. Οὐκ ἠδύνατο γὰρ, φησὶν, ἡ γῆ τῆς παροικήσεως φέρειν αὐτοὺς ἀπὸ τοῦ πλήθους τῶν ὑπαρχόντων. Καὶ ᾤκησε λοιπὸν ἐν τῷ ὄρει Σηείρ. Καὶ διηγησαμένη ἡμῖν ἡ θεία Γραφὴ τοὺς ἐκ τοῦ Ἡσαῦ τεχθέντας καὶ τὰ ἔθνη τὰ ὑπ᾽ αὐτοῦ γεγενημένα, φησί· Παρῴκησε δὲ Ἰακὼβ ἐν τῇ γῇ, οὗ παρῴκησεν ὁ πατὴρ αὐτοῦ, ἐν γῇ Χαναάν.

Ἀλλ᾽ ἐντεῦθεν λοιπὸν πάλιν διαδέχεται ἡμᾶς ἑτέρα πραγματεία ἡ κατὰ τὸν θαυμάσιον Ἰωσήφ. γʹ. Ἀλλ᾽ εἰ βούλεσθε, ἐνταῦθα στήσαντες τὸν λόγον εἰς ἑτέραν ἀρχὴν ταμιευσόμεθα τὴν κατὰ τὸν παῖδα τοῦ Ἰακὼβ ἱστορίαν, ἐκεῖνο παραινέσαντες ὑμῶν τῇ ἀγάπῃ, μετὰ ἀκριβείας προσέχειν τοῖς λεγομένοις, καὶ ἐξ ἑκάστου τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων μεγίστην καρποῦσθαι τὴν ὠφέλειαν, καὶ μηδὲν ἁπλῶς παρατρέχειν. Θησαυρὸς γάρ ἐστι πνευματικὸς τὰ θεῖα λόγια· καὶ καθάπερ ἀπὸ τοῦ αἰσθητοῦ θησαυροῦ καὶ λίθον ἕνα πολλάκις ὑφελόμενός τις, πολὺν ἑαυτῷ ἐργάζεται τὸν πλοῦτον· οὕτω καὶ ἐνταῦθα αἱ τῶν δικαίων ἀρεταὶ, εἰ προσέχειν βουλοίμεθα, τοσαύτην ἡμῖν τὴν ὠφέλειαν παρέχειν δυνήσονται, ὡς καὶ πρὸς τὸν ὅμοιον αὐτῶν διεγερθῆναι ζῆλον. Οὕτω γὰρ δυνησόμεθα καὶ ἡμεῖς τῆς αὐτῆς τοῖς δικαίοις ἀπολαῦσαι παρὰ τοῦ Θεοῦ εὐνοίας. Οὐδὲ γὰρ προσωπολήπτης ἐστὶν ὁ Θεὸς, ἀλλ᾽ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν· ὥστε, εἰ βουλοίμεθα, οὐδὲν τὸ κωλύον τοσαύτης ἢ καὶ πλείονος ἡμᾶς ἀπολαῦσαι τῆς ἄνωθεν ῥοπῆς. Ἐὰν γὰρ μόνον ἡμᾶς ἴδῃ τὰ παρ᾽ ἑαυτῶν εἰσφέροντας, καὶ τὰ αὐτῷ δοκοῦντα προτιμῶντας τῶν ἀνθρωπίνων, τοσαύτην καὶ αὐτὸς ἐπιδείξεται τὴν κηδεμονίαν, ὡς ἐν ἅπασιν ἀχειρώτους ἡμᾶς ἐργάσασθαι. Καὶ γὰρ πολέμιον ἔχομεν διηνεκῆ καὶ ἄσπονδον τὴν πρὸς ἡμᾶς ἔχθραν κεκτημένον.

Διὸ πολλῆς ἡμῖν δεῖ τῆς ἀγρυπνίας, ὥστε περιγενέσθαι αὐτοῦ δυνηθῆναι τῆς μηχανῆς, καὶ ἀνωτέρους καταστῆναι τῶν τούτου βελῶν. Οὐχ ἑτέρως δὲ περιεσόμεθα, ἢ διὰ τῆς ἀρίστης πολιτείας ἐπισπάσασθαι δυνηθέντες τὴν ἄνωθεν συμμαχίαν. Ἀρίστη δέ ἐστι πολιτεία βίος καθαρός. Τοῦτο γὰρ ὁ θεμέλιος καὶ ἡ κρηπὶς τῆς ἀρετῆς· ὁ γὰρ τοῦτον ἀσφαλῶς καταβαλλόμενος εὐκολώτερον τῶν ἄλλων ἁπάντων περιέσεται· οὔτε γὰρ χρημάτων ἐπιθυμία τοῦ τοιούτου περιγενήσεται, οὔτε δόξης ἔρως, οὔτε βασκανία, οὔτε ἕτερόν τι τῶν παθῶν. Καὶ πῶς, ἐγὼ λέγω. Ὅταν γάρ τις καθαρὸν ἔχῃ τὸ συνειδὸς, καὶ παντὸς ῥύπου ἀπηλλαγμένον, δυνήσεται καὶ τὸν ἁπάντων Δεσπότην ἔνοικον ἔχειν. Μακάριοι γὰρ οἱ καθαροὶ, φησὶ, τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Ὅταν δὲ ἐκεῖνον ἔνοικον ἔχειν καταξιωθῇ, ὡς ἁπλῶς καὶ εἰκῆ τὸ σῶμα περικείμενος, οὕτω λοιπὸν διακείσεται, καὶ πάντων τῶν ἀνθρωπίνων πολλὴν ἐπιδείξεται τὴν ὑπεροψίαν.

Ἅπαντα γὰρ τὰ ὁρώμενα σκιὰ καὶ ὄναρ τῷ τοιούτῳ φανεῖται, καὶ καθάπερ ἐν τῷ οὐρανῷ τὸ πολίτευμα ἔχων, οὕτως οὐδενὸς τῶν παρόντων ἐπιθυμήσει. Τοιοῦτος ἦν Παῦλος ὁ τῆς οἰκουμένης διδάσκαλος· διὸ καὶ ἐβόα λέγων· Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; Καὶ πάλιν· Ζῶ δὲ, οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Καὶ πάλιν· Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ. Εἶδες ἄνδρα σῶμα περικείμενον, καὶ ὡς ἐν ἀσωμάτῳ λήξει αὐτὸν τυγχάνοντα, οὕτω πάντα φθεγγόμενον;

δʹ. Τοῦτον ἅπαντες ζηλώσωμεν, καὶ νεκρώσωμεν ἡμῶν τὰ μέλη τῆς σαρκὸς, καὶ πρὸς τὴν ἁμαρτίαν ἀνενέργητα αὐτὰ ἐργασώμεθα· οὕτω γὰρ μάλιστα αὐτὰ δυνησόμεθα παραστῆσαι τῷ Θεῷ θυσίαν εὐάρεστον. Εἶδες τὸ καινὸν καὶ παράδοξον τῆς θυσίας ταύτης;

Ὅταν νεκρὰ γένηται τὰ μέλη, τότε μᾶλλον εὐπρόσδεκτα τῇ θυσίᾳ γίνεται. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἐπειδὴ πνευματική ἐστιν ἡ θυσία, καὶ οὐδὲν αἰσθητὸν ἔχει. Ἐπὶ μὲν γὰρ τῆς θυσίας τῆς αἰσθητῆς οὐ μόνον τὸ νεκρόν ἐστιν ἀπόβλητον, ἀλλὰ καὶ τὸ ζῶν, εἰ λώβην τινὰ ἔχοι, οὐδὲ τοῦτο εἰς θυσίαν δεκτὸν ἂν γένοιτό ποτε. Καὶ τοῦτο ἐξ ἀρχῆς ἐνομοθετεῖτο οὐχ ἁπλῶς, ἀλλ᾽ ἵνα διὰ τῆς τῶν ἀλόγων παρατηρήσεως κατὰ μικρὸν ἐναχθῶμεν μετὰ τῆς τοσαύτης φυλακῆς τὴν πνευματικὴν ταύτην καὶ λογικὴν θυσίαν προσάγειν.

Ὃ γάρ ἐστιν ἐκεῖ λώβη, καὶ τὸ ὠτότμητον καὶ κολοβόκερκον, τοῦτο ἐνταῦθα πονηρία, ἐπιθυμία, ἀσέλγεια, χρημάτων ἔρως καὶ πᾶσα ἁμαρτία· καὶ ὅπερ ἐστὶν ἐκεῖ τὸ ὑγιὲς, καὶ τὸ πάντῃ μώμου ἀπηλλαγμένον, τοῦτο ἐνταῦθα τὸ νεκρὸν τῷ κόσμῳ πάντῃ γεγονότα οὕτω πρὸς τὴν θυσίαν τὴν πνευματικὴν ἐπιτήδειον ἑαυτὸν καταστῆσαι. Ταῦτα μὴ ἁπλῶς παρατρέχωμεν, ἀλλ᾽ ἐμπηγνύντες αὐτὰ τῇ ἑαυτῶν διανοίᾳ, σπουδάσωμεν μὴ ἐλάττους ὀφθῆναι τῶν Ἰουδαίων τῶν ἐν τῇ σκιᾷ τοσαύτην ἐπιδεικνυμένων παρατήρησιν.

Ὥσπερ γὰρ ἐκεῖνοι ἔτι τῷ λύχνῳ παρακαθήμενοι τοσαύτην ἐποιοῦντο τὴν φυλακὴν, οὕτως ἡμεῖς, ἐπειδὴ ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης καταυγασθῆναι κατηξιώθημεν, καὶ τὴν σκιὰν καταλιπόντες πρὸς τὴν ἀλήθειαν ἐχειραγωγήθημεν, τὴν ὁμοίαν φυλακὴν ἐπιδειξώμεθα περὶ τὴν πνευματικὴν ταύτην θυσίαν. Καὶ μηδὲ τὰ μικρὰ ἁμαρτήματα νομιζόμενα ἁπλῶς παρατρέχωμεν, ἀλλὰ καθ᾽ ἑκάστην ἡμέραν ἑαυτοὺς εὐθύνας ἀπαιτῶμεν καὶ ῥημάτων καὶ βλεμμάτων, καὶ δίκας ἑαυτοὺς εἰσπραττώμεθα, ἵνα τῆς ἐκεῖθεν κολάσεως ἑαυτοὺς ἐλευθερώσωμεν. Διὰ γὰρ τοῦτο καὶ Παῦλός φησιν· Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Ὥστε, ἐὰν ἑαυτοὺς ἐνταῦθα κατακρίνωμεν ἐπὶ τοῖς καθ᾽ ἑκάστην ἡμέραν ὑφ᾽ ἡμῶν ἁμαρτανομένοις, ὑποτεμνόμεθα τῆς ἐκεῖ κρίσεως τὴν σφοδρότητα.

Εἰ δὲ ῥᾳθυμήσαιμεν, Κρινόμενοι, φησὶν, ὑπὸ Κυρίου παιδευόμεθα. Προλαβόντες τοίνυν ἑαυτοὺς καταδικάσωμεν μετὰ πολλῆς τῆς εὐγνωμοσύνης, καὶ μηδενὸς εἰδότος τὸ δικαστήριον τοῦ συνειδότος καθίσαντες, οὕτω βασανίσωμεν ἑαυτῶν τοὺς λογισμοὺς, καὶ ὀρθὴν τὴν κρίσιν ἐκφέρωμεν, ἵνα τὸν ἐπηρτημένον φόβον δεδοικὼς ὁ λογισμὸς μηκέτι ἀνέχηται ὑποσύρεσθαι, ἀλλὰ τὴν ὁρμὴν ἀναχαιτίζῃ, καὶ τὸν ἀκοίμητον ἐκεῖνον ὀφθαλμὸν προορώμενος ἀποτειχίζῃ τῷ διαβόλῳ τὴν εἴσοδον. Ὅτι γὰρ ἀπὸ ῥᾳθυμίας ἅπαντα ὑπομένομεν, αὐτὴ βοᾷ τῶν πραγμάτων ἡ πεῖρα.

Ὥσπερ γὰρ ἐὰν μικρὸν διεγερθῆναι βουληθῶμεν, καθάπερ κονιορτὸν οὕτω τούτου τὰς ἐπιβουλὰς ἀποτιναξόμεθα· οὕτως ἐπειδάν ποτε ὑποσκελισθῶμεν, οὐ παρὰ τὴν ἐκείνου τυραννίδα τοῦτο ὑπομένομεν, ἀλλὰ παρὰ τὴν ῥᾳθυμίαν τὴν ἡμετέραν. Οὐδὲ γὰρ βίᾳ ἡμῶν περιγίνεται καὶ ἀνάγκῃ, ἀλλ᾽ ἀπάτῃ μόνον.

Τοῦ δὲ μὴ ἀπατηθῆναι, εἰ θελήσομεν μικρὸν διεγερθῆναι καὶ νῆψαι, ἡμεῖς κύριοι· οὐκ ἐπειδὴ καθ᾽ ἑαυτοὺς τοσαύτην ἔχομεν τὴν ἰσχὺν, ἀλλ᾽ ἐπειδὴ τότε καὶ τῆς ἄνωθεν ἀξιούμεθα ῥοπῆς. Ὅταν γὰρ τὰ παρ᾽ ἑαυτῶν ἐπιδειξώμεθα καὶ τὰ παρὰ τοῦ Δεσπότου πάντως ἕπεται. Νήψωμεν οὖν, παρακαλῶ, καὶ εἰδότες τοῦ πονηροῦ τὰς μηχανὰς, διηνεκῶς γρηγορῶμεν, καὶ τὸν Θεὸν παρακαλῶμεν συνεφάψασθαι ἡμῖν τῆς πρὸς αὐτὸν πάλης. Οὕτω γὰρ καὶ ἡμεῖς ἀχείρωτοι γενησόμεθα, καὶ τὰς ἐκείνου διαφευξόμεθα μηχανὰς, καὶ τῆς παρὰ τοῦ Θεοῦ ῥοπῆς ἀπολαύσομεν, καὶ τῶν αἰωνίων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.