Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Γένεσιν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλίες ΙΘ΄-ΚΑ΄: Ο Κάιν, ο Άβελ και οι πρώτες γενεαλογίες

Εξέταση της αδελφοκτονίας, της καταδίκης του Κάιν και των γενεαλογικών καταλόγων της Γραφής, συμπεριλαμβανομένης της μετάθεσης του Ενώχ και της γεννήσεως του Νώε.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 17

ΟΜΙΛΙΑ ΙΘʹ. Καὶ εἶπε Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· Διέλθωμεν δὴ εἰς τὸ πεδίον. αʹ. Καθάπερ τὰ ἀνίατα τῶν τραυμάτων οὐδὲ τοῖς αὐστηροῖς τῶν φαρμάκων εἴκει, οὐδὲ τοῖς γλυκαίνειν αὐτὰ δυναμένοις· οὕτω καὶ ἡ ψυχὴ ἐπειδὰν ἅπαξ αἰχμάλωτος γένηται, καὶ ἑαυτὴν ἐκδῷ ᾧτινι δήποτε πλημμελήματι, καὶ μὴ βούληται τὸ ἑαυτῆς συμφέρον συνιδεῖν, κἂν μυρία τις ἐνηχῇ, οὐδὲν κερδαίνει, ἀλλὰ καθάπερ νεκρὰς ἀκοὰς κεκτημένη, οὐδεμίαν ἀπὸ τῆς παραινέσεως δέχεται τὴν ὠφέλειαν, οὐκ ἐπειδὴ μὴ δύναται, ἀλλ᾽ ἐπειδὴ μὴ βούλεται.

Οὐδὲ γὰρ καθάπερ ἐπὶ τῶν σωματικῶν τραυμάτων ἔστιν ἰδεῖν, οὕτω καὶ ἐπὶ τῆς προαιρέσεως. Ἐπὶ μὲν γὰρ τῶν σωματικῶν ἀκίνητά ἐστι πολλάκις τὰ τῆς φύσεως πάθη· ἐπὶ δὲ τῆς προαιρέσεως οὐδὲν τοιοῦτον· ἀλλ᾽ ἔστι πολλάκις καὶ τὸν φαῦλον θελήσαντα μεταβαλέσθαι, καὶ γενέσθαι καλὸν, καὶ τὸν καλὸν ῥᾳθυμήσαντα πρὸς τὴν κακίαν ἐξολισθῆσαι. Ἐπεὶ οὖν αὐτεξούσιον ἡμῶν τὴν φύσιν εἰργάσατο ὁ τῶν ὅλων Θεός· τὰ μὲν γὰρ ἑαυτοῦ ἅπαντα ἐπιδείκνυται, καὶ τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος, καὶ τὰ ἀπόῤῥητα καὶ τὰ ἐν τῷ βάθει τῆς διανοίας κινούμενα ἐπιστάμενος παραινεῖ, συμβουλεύει, προαναστέλλει τῆς κακῆς ἐπιχειρήσεως· οὐ μὴν ἀνάγκην ἐπιτίθησιν, ἀλλὰ τὰ φάρμακα κατάλληλα ἐπιθεὶς, ἀφίησιν ἐν τῇ γνώμῃ τοῦ κάμνοντος κεῖσθαι τὸ πᾶν. Τοῦτο τοίνυν καὶ ἐπὶ τοῦ Κάϊν νῦν γέγονεν.

Ὅρα γὰρ μετὰ τοσαύτην κηδεμονίαν εἰς ὅσην ἤδη μανίαν ἐξώκειλε. Δέον γὰρ συνειδότα τὴν ἁμαρτίαν περὶ τὴν ταύτης διόρθωσιν λοιπὸν ἀσχοληθῆναι· ὁ δὲ καθάπερ μεθύων, τῷ πάθει καὶ τῷ τραύματι τῷ προλαβόντι ἕλκος ἕτερον συνάπτων καὶ τὴν ἰατρείαν οὐ προσιέμενος τὴν μετὰ τοσαύτης ἐπιμελείας προσαχθεῖσαν αὐτῷ, ἀλλὰ τὸν οἰκεῖον φόνον εἰς ἔργον ἀγαγεῖν ἐπειγόμενος, ἀπὸ δόλου καὶ πανουργίας τὴν ἀρχὴν ποιεῖται, καὶ τοῖς πεπλανημένοις ῥήμασιν ἀπατᾷ τὸν ἀδελφόν. Τοσοῦτον θηριώδης ἐστὶν ἄνθρωπος εἰς κακίαν ἀποκλίνας. Ὥσπερ γὰρ μέγα καὶ τίμιον τὸ λογικὸν τοῦτο ζῶον, καὶ μάλιστα ἐπειδὰν ἐπὶ τὴν τῆς ἀρετῆς ἐργασίαν ὁρμήσῃ, οὕτως ὅταν πρὸς κακίαν ἀποκλίνῃ, τῶν ἀνημέρων θηρίων μιμεῖται τὴν ὠμότητα. Ἀλλὰ καὶ εἰς τὴν ἐκείνων πάλιν μεταπεσὼν ἀγριότητα, τὸ ἥμερον τοῦτο καὶ λογικὸν ζῶον ἐκ πολλοῦ τοῦ περιόντος νικᾷ τὴν ἐκείνων θηριωδίαν.

Ἴδωμεν οὖν καὶ ἐνταῦθα τί γίνεται. Καὶ εἶπε, φησὶ, Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ, διέλθωμεν δὴ εἰς τὸ πεδίον. Τὰ μὲν ῥήματα ἀδελφοῦ, ἡ δὲ γνώμη φονική. Τί ποιεῖς, ὦ Κάϊν; οὐκ οἶδας πρὸς τίνα διαλέγῃ; οὐκ ἐννοεῖς ὅτι πρὸς ἀδελφόν σοι γίνεται ἡ διάλεξις; οὐ λογίζῃ ὅτι τὰς αὐτάς σοι ἔλυσεν ὠδῖνας; οὐ λαμβάνεις εἰς ἔννοιαν τὸ μυσαρὸν τῆς ἐπιχειρήσεως; οὐ φοβῇ τὸν ἀπαραλόγιστον δικαστήν; οὐ φρίττεις τὴν ἔννοιαν τοῦ τολμήματος; Τίνος γὰρ ἕνεκεν εἰς τὸ πεδίον ἕλκεις τὸν ἀδελφὸν, καὶ ἔξω τῶν ἀγκαλῶν τῶν πατρικῶν ἐξάγεις; τίνος ἕνεκεν ἔρημον ποιεῖς τῆς πατρικῆς αὐτὸν βοηθείας; Τί τὸ ξένον, ὅτι νῦν εἰς τὸ πεδίον ἕλκεις τὸν ἀδελφὸν, καὶ ὅπερ πρότερον οὐκ ἐποίησας, νῦν ποιεῖν ἐπιχειρεῖς, καὶ προφάσει φιλοφροσύνης εὔνοιαν ἀδελφικὴν προβαλλόμενος, τὰ τῶν πολεμίων αὐτῷ διαθεῖναι βουλεύῃ; Τίς ἡ μανία; τίς ἡ λύσσα; Ἔστω, πηρωθεὶς τὸν λογισμὸν οὐδένα λόγον ποιῇ τῆς ἀδελφικῆς διαθέσεως, οὔτε τὴν φύσιν αὐτὴν ἐπιγνώσκεις· ἀλλὰ τί πρὸς τὸν οὐδὲν ἠδικηκότα οὕτως ἐξεπολεμώθης; τί καὶ τοῖς γονεῦσιν ἔχων ἐγκαλεῖν τοσαύτην αὐτοῖς κατήφειαν περιβαλεῖν βουλεύῃ, καὶ ἀρχηγὸς γενέσθαι τοῦ φοβεροῦ τούτου δράματος, καὶ πρῶτος τὸν βίαιον τοῦτον θάνατον αὐτοῖς ὑποδεῖξαι; Ταύτας αὐτοῖς ἀποδίδως τὰς ἀμοιβὰς τῆς ἀνατροφῆς; Ποία τοῦ διαβόλου μηχανὴ εἰς ταύτην σε τὴν πρᾶξιν παρώρμησε;

Μὴ γὰρ ἔχεις εἰπεῖν, ὅτι ἡ εὔνοια τοῦ κοινοῦ πάντων Δεσπότου, ἡ περὶ αὐτὸν, ἐπαρθῆναι αὐτὸν ἐποίησε κατὰ σοῦ; Οὐχὶ προλαβὼν διὰ ταύτην σου τὴν φονικὴν γνώμην ὑπέταξεν αὐτὸν, καὶ ὑπὸ τὴν σὴν ἐξουσίαν εἶναι πεποίηκε, καὶ εἶπεν, ὅτι Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ αὐτοῦ ἄρξεις; Καὶ γὰρ περὶ τῆς τοῦ ἀδελφοῦ ὑποταγῆς τοῦτο ἐκλαμβάνειν δεῖ. Εἰσὶ γάρ τινες λέγοντες, ὅτι περὶ τῆς θυσίας τῆς προσενεχθείσης παρ᾽ αὐτοῦ ὁ Θεὸς πρὸς αὐτὸν διελέχθη τὰ τοιαῦτα, ὅτι Πρὸς σὲ, φησὶ, ἡ ἀποστροφὴ αὐτοῦ, τοῦ δώρου, καὶ σὺ ἄρξεις αὐτοῦ, ἀντὶ τοῦ, σὺ αὐτοῦ ἀπολαύσεις. Διὰ τοῦτο οὖν ἀμφότερα εἰπὼν καταλιμπάνω τῇ ὑμετέρᾳ συνέσει, ἵν᾽ ὅπερ ἂν ὑμῖν ἀκολουθότερον φανῇ, δέξησθε καὶ αὐτοὶ τοῦτο. Ἐμοὶ γὰρ δοκεῖ περὶ τοῦ ἀδελφοῦ εἰρῆσθαι τοῦτο. Καὶ ἐγένετο, φησὶν, ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ, ἀνέστη Κάϊν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀπέκτεινεν αὐτόν.

Φοβερὰ ἡ πρᾶξις, ἐπικίνδυνον τὸ τόλμημα, μυσαρὰ ἡ ἐπιχείρησις, ἀσύγγνωστον τὸ ἁμάρτημα, τεθηριωμένης ψυχῆς ἡ γνώμη. Ἀνέστη, φησὶν, ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀπέκτεινεν αὐτόν. Ὢ μιαρᾶς χειρός· ὢ δεξιᾶς ἐλεεινῆς· μᾶλλον δὲ οὐ τὴν χεῖρα ἐλεεινὴν δεῖ καλεῖν καὶ μιαρὰν, ἀλλὰ τὴν γνώμην, ᾗ καὶ τὸ μέλος ὑπηρετήσατο.

Εἴπωμεν τοίνυν οὕτως· ὢ γνώμης τολμηρᾶς, καὶ μιαρᾶς, καὶ ἐλεεινῆς, καὶ ὅπερ ἂν εἴποι τις, οὐδὲν ἄξιον ἐρεῖ. Πῶς οὐκ ἐνάρκησεν αὐτοῦ ἡ χείρ; πῶς ἠδυνήθη κατασχεῖν τὸ ξίφος, καὶ τὴν πληγὴν ἐπαγαγεῖν; πῶς οὐκ ἀπέπτη τοῦ σώματος ἡ ψυχή; πῶς ἴσχυσεν εἰς ἔργον ἀγαγεῖν τὸ ἀνόσιον τοῦτο τόλμημα; πῶς οὐκ ἐπεκάμφθη, καὶ μετέβαλε τὴν γνώμην; πῶς οὐκ ἔλαβεν ἔννοιαν τῆς φύσεως; πῶς οὐκ ἐλογίσατο πρὸ τῆς ἐπιχειρήσεως τὸ τέλος τοῦ γινομένου; πῶς ἤνεγκε μετὰ τὴν ἀναίρεσιν ἰδεῖν τὸ σῶμα τοῦ ἀδελφοῦ σπαῖρον ἐπὶ τῆς γῆς; πῶς ἴσχυσε θεάσασθαι σῶμα νεκρὸν ἐπὶ τῆς γῆς ἐῤῥιμμένον, καὶ οὐ διελύθη εὐθὺς ἀπὸ τῆς θέας; Εἰ γὰρ ἡμεῖς μετὰ τοσούτων ἐτῶν ἀριθμὸν, καθ᾽ ἑκάστην ἡμέραν ὁρῶντες τοὺς τελευτῶντας, καὶ ταῦτα οἰκείᾳ τελευτῇ τῆς ζωῆς μεθισταμένους, καὶ οὐδαμόθεν ἡμῖν προσήκοντας, κατακλώμεθα· κἂν ἐχθρὸς ᾖ, καταλύομεν τὴν ἔχθραν· πολλῷ δὴ μᾶλλον τοῦτον εἰκὸς ἦν διαλυθῆναι, καὶ ἀθρόον ἀφεῖναι τὴν ψυχὴν, ὁρῶντα τὸν πρὸ μικροῦ διαλεγόμενον, ἀδελφὸν τὸν ὁμομήτριον, τὸν ὁμοπάτριον, τὸν τὰς αὐτὰς αὐτῷ λύσαντα ὠδῖνας, τὸν τὴν παρὰ Θεοῦ εὔνοιαν ἐπισπασάμενον, ἐξαίφνης ἄπνουν καὶ ἀνενέργητον κείμενον, καὶ ἐπὶ τῆς γῆς σπαίροντα.

βʹ. Ἀλλ᾽ ἴδωμεν πάλιν καὶ μετὰ τὴν ἀνοσίαν ταύτην πρᾶξιν, καὶ μετὰ τὸ τολμῆσαι τοῦτο τὸ πάσης συγγνώμης ἀπεστερημένον, πόσῃ κέχρηται συγκαταβάσει καὶ φιλανθρωπίᾳ ὁ τῶν ἁπάντων Θεός. Καὶ εἶπεν ὁ Θεὸς πρὸς Κάϊν. Αὐτὸ τοῦτο μόνον πόσης ἐστὶν ἀγαθότητος, τὸν τὰ τοιαῦτα ἐργασάμενον ἀποκρίσεως ἀξιῶσαι; Εἰ γὰρ ἡμεῖς πολλάκις τοὺς ὁμογενεῖς βδελυττόμεθα, ἐπειδὰν ἴδωμεν τοιοῦτόν τι τόλμημα ἐργασαμένους· πολλῷ μᾶλλον τὸν ἀγαθὸν Θεὸν ἐκπλήττεσθαι δεῖ τοσαύτῃ τῇ ἀνεξικακίᾳ κεχρημένον, καὶ μάλα εἰκότως. Ἰατρὸς γάρ ἐστι, καὶ πατὴρ φιλόστοργος· καὶ ὡς μὲν ἰατρὸς πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε τοὺς ἐν χαλεπαῖς ἀῤῥωστίαις τυγχάνοντας πρὸς ὑγίειαν ἐπαναγαγεῖν· ὡς δὲ πατὴρ φιλόστοργος τοὺς τὴν οἰκείαν εὐγένειαν διὰ ῥᾳθυμίαν προδεδωκότας βούλεται διὰ τῆς πατρικῆς φιλοστοργίας εἰς τὴν προτέραν ἀγαγεῖν εὐημερίαν. Ἐπεὶ οὖν πολὺ τῆς ἀγαθότητός ἐστιν αὐτοῦ τὸ μέγεθος, βούλεται καὶ πρὸς τὸν τὰ τοιαῦτα τετολμηκότα πολλὴν τὴν ἑαυτοῦ φιλανθρωπίαν ἐπιδείξασθαι. Φησὶ γὰρ πρὸς αὐτόν· Ποῦ ἔστιν Ἄβελ ὁ ἀδελφός σου; Πολλὴ καὶ ἄπειρος ἡ ἀνεξικακία τοῦ Θεοῦ. Οὐ γὰρ ἐπειδὴ ἠγνόει ἠρώτα, ἀλλ᾽ ὅπερ ἐπὶ τοῦ πατρὸς αὐτοῦ πεποίηκεν· οὐδὲν γὰρ κωλύει πάλιν τὸ αὐτὸ εἰπεῖν. Καθάπερ γὰρ ἐκεῖνον ὁρῶν διὰ τὴν αἰσχύνην τῆς γυμνότητος κρυπτόμενον ἠρώτα, Ποῦ εἶ;

οὐκ ἀγνοῶν, ἀλλὰ παῤῥησίας αὐτῷ ἀφορμὰς διδοὺς, ὥστε διὰ τῆς ὁμολογίας τοῦ πταίσματος ἀπονίψασθαι τὸ πλημμέλημα (τοῦτο γὰρ ἔθος αὐτῷ, ἄνωθεν καὶ ἐξ ἀρχῆς τὴν ὁμολογίαν ἀπαιτεῖν παρ᾽ ἡμῶν τῶν ἡμαρτημένων, καὶ συγχώρησιν παρέχειν)· ἐρωτᾷ καὶ νῦν τὸν Κάϊν, καί φησι, Ποῦ ἔστιν Ἄβελ ὁ ἀδελφός σου; Ἄγνοιαν προσποιεῖται ὁ φιλάνθρωπος Δεσπότης, ἵνα διὰ τῆς ἐρωτήσεως παρασκευάσῃ τὸν τὰ τοιαῦτα εἰργασμένον ἐπειχθῆναι πρὸς τὴν ὁμολογίαν τοῦ πλημμελήματος, καὶ δυνηθῇ συγγνώμης τινὸς ἴσως καὶ φιλανθρωπίας ἐπιτυχεῖν.

Ποῦ ἔστιν Ἄβελ ὁ ἀδελφός σου; Τί οὖν ὁ ἀγνώμων καὶ ἀναίσθητος, ὁ ἰταμὸς καὶ ἀναίσχυντος; Δέον ἐννοῆσαι ὅτι οὐκ ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ τὴν παρ᾽ αὐτοῦ ἀπαιτῶν ὁμολογίαν, καὶ ἡμᾶς παιδεύων μηδέποτε πρὸ τῆς ἀποδείξεως καταψηφίζεσθαι τῶν ἀδελφῶν τῶν ἡμετέρων, καὶ εἰς ἔννοιαν ἐλθεῖν τῆς τοῦ Δεσπότου συμβουλῆς, καὶ ταύτην αὐτοῦ τὴν ἐπιχείρησιν ἀναστέλλων, καὶ εἰδὼς καὶ πρὸ τῆς ἐκβάσεως τὴν ἐν τῇ διανοίᾳ αὐτοῦ κίνησιν, προφυλακτικοῖς ἐχρήσατο φαρμάκοις· δέον ταῦτα πάντα ἐννοήσαντα μέχρι τούτου στῆσαι τὰ τῆς μανίας, καὶ εἰπεῖν τὸ γεγονὸς, καὶ δεῖξαι τῷ ἰατρῷ τὸ ἕλκος, καὶ δέξασθαι τὰ παρ᾽ αὐτοῦ φάρμακα· ὁ δὲ πάλιν ἐπιτείνει τὸ τραῦμα καὶ τὴν νομὴν τῶν ἑλκῶν βαρυτέραν ἐργάζεται. Καὶ εἶπε, φησὶν, Οὐ γινώσκω.

Ὅρα ἀποκρίσεως ἀναίδειαν. Μὴ γὰρ ἀνθρώπῳ διαλέγῃ, ὃν ἴσως καὶ παραλογίσασθαι δυνατὸν ἦν; Οὐκ οἶδας, ἄθλιε, καὶ ταλαίπωρε, τίς ἐστιν ὁ πρὸς σὲ διαλεγόμενος; οὐ λογίζῃ, ὅτι διὰ πολλὴν ἀγαθότητα πυνθάνεται, βουλόμενος ἀφορμήν τινα εὑρεῖν, δι᾽ ἧς τὴν οἰκείαν ἐπιδείξηται φιλανθρωπίαν, καὶ ἵνα λοιπὸν τὰ παρ᾽ ἑαυτοῦ ἅπαντα ἐπιδειξαμένου, μηδεμίαν ἔχῃς ἀπολογίαν τῇ τιμωρίᾳ σαυτὸν ὑπεύθυνον καταστήσας;

Καὶ εἶπε, φησὶν, Οὐ γινώσκω. Μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ; Ἐννόει μοι ἐνταῦθα τοῦ συνειδότος τὴν κατηγορίαν, καὶ ὅπως ὠθούμενος, ὡς εἰπεῖν, ὑπὸ τῆς συνειδήσεως οὐκ ἔστη μέχρι τοῦ εἰπεῖν, Οὐ γινώσκω, ἀλλ᾽ ἐπήγαγε, Μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ; μονονουχὶ ἑαυτὸν ἐλέγχων. Καίτοι εἴ σοι κατὰ ἀκολουθίαν ἅπαντα ἐπέπρακτο, καὶ κατὰ τὸν τῆς φύσεως νόμον, ἐχρῆν σε καὶ φύλακα εἶναι τῆς τοῦ ἀδελφοῦ σωτηρίας. Τοῦτο γὰρ ἡ φύσις ἐπέτρεπε, καὶ ἔδει τοὺς τὰς αὐτὰς λύσαντας ὠδῖνας, ἀλλήλων φύλακας εἶναι. Εἰ δὲ μὴ τοῦτο ἐβούλου, μηδὲ ἤθελες εἶναι φύλαξ τοῦ ἀδελφοῦ, τίνος ἕνεκεν καὶ σφαγεὺς ἐγένου, καὶ τὸν οὐδὲν ἠδικηκότα ἐφόνευσας, καὶ ἐνόμισας μηδὲ τὸν ἐλέγχοντα ἔχειν; Ἀλλ᾽ ἀνάμεινον, καὶ ὄψει αὐτόν σου κατήγορον γινόμενον τὸν ἀνῃρημένον, καὶ νεκρὸν κείμενόν σου τοῦ ζῶντος καὶ βαδίζοντος λαμπρᾷ τῇ φωνῇ κατηγοροῦντα. Καὶ εἶπεν ὁ Θεὸς, Τί ἐποίησας τοῦτο; Πολλὴ καὶ τοῦ ῥήματος ἡ ἔμφασις. Τίνος ἕνεκεν, φησὶ, τοῦτο διεπράξω; τί ἐποίησας τοῦτο τὸ ἀνόσιον τόλμημα, τὸ μιαρὸν ἐπιχείρημα, τὴν πρᾶξιν τὴν ἀσύγγνωστον, τὴν μανίαν τὴν ἀφόρητον, τὸν φόνον τὸν καινὸν καὶ ξένον, καὶ πρῶτον τῷ τῶν ἀνθρώπων βίῳ εἰσενεχθέντα διὰ τῆς σῆς δεξιᾶς; τί ἐποίησας τοῦτο τὸ μέγα καὶ φοβερὸν, τὸ μὴ ἔχον ἑτέραν ὑπερβολὴν ἁμαρτήματος; Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς.

Μὴ γὰρ ἄνθρωπός εἰμι, φησὶν, ἐκείνης μόνης τῆς φωνῆς τῆς διὰ γλώττης προφερομένης ἀκούων; Θεός εἰμι δυνάμενος καὶ δι᾽ αἵματος ὑπακούειν βοῶντος, καὶ χαμαί που κάτω κειμένου.

Ἰδοὺ γὰρ πόσον ἵπταται τοῦ αἵματος τούτου ἡ φωνὴ, ὡς ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν ἀναβαίνειν, καὶ παρατρέχειν τὸν οὐρανὸν τοῦ οὐρανοῦ, καὶ τὰς ἀνωτέρω δυνάμεις, καὶ παρ᾽ αὐτὸν ἵστασθαι τὸν θρόνον τὸν βασιλικὸν, καὶ τὴν σὴν μιαιφονίαν ἀποδύρεσθαι, καὶ τῆς ἀνοσίας πράξεως κατηγορεῖν. Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς. Μὴ γὰρ, φησὶν, εἰς ξένον καὶ ἀλλότριον τὴν παρανομίαν ταύτην εἰργάσω;

Εἰς τὸν ἀδελφὸν τὸν σὸν, τὸν οὐδὲν ἠδικηκότα. Ἀλλ᾽ ἴσως ἡ παρ᾽ ἐμοῦ εὔνοια τὸν φόνον αὐτῷ τοῦτον ἔτεκε, καὶ μὴ δυνάμενος ἐμοὶ μάχεσθαι, εἰς ἐκεῖνον τὸν ἀκάθεκτον θυμὸν ἐξεκένωσας. Διά τοι τοῦτο τοιαύτην ἐπάξω σοι τιμωρίαν, ὡς μηδὲ λήθῃ παραδοθῆναι τὸ τολμηθὲν, καὶ τὴν διὰ τοῦτο ἐπενεχθεῖσάν σοι τιμωρίαν, ἵνα τὰ εἰς σὲ γενόμενα σωφρονισμὸς γένηται τοῖς μετὰ ταῦτα ἅπασι.

Καὶ νῦν, ἐπειδὴ τοῦτο εἰργάσω, καὶ εἰς ἔργον ἤγαγες τὰ κακῶς σοι δόξαντα, καὶ ὑπὸ τοῦ φθόνου τοῦ πολλοῦ εἰς τὸν φόνον ὥρμησας, Ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς. γʹ. Ὁρᾷς τῆς κατάρας τὴν διαφορὰν, ἀγαπητέ; Μὴ ἁπλῶς παραδράμῃς, ἀλλ᾽ ἐκ τοῦ μεγέθους τῆς κατάρας ἐννόει τοῦ τολμήματος τὴν ὑπερβολήν. Καὶ ὅσῳ μεῖζον τοῦτο τὸ ἁμάρτημα τῆς παραβάσεως τοῦ πρωτοπλάστου, ἐκ τῆς διαφορᾶς τῆς κατάρας ἔξεστι τῷ βουλομένῳ συνιδεῖν.

Ἐκεῖ μὲν γάρ φησιν, Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, καὶ ἐπὶ τὴν γῆν τὴν κατάραν ἐξέχεε, τὴν κηδεμονίαν τὴν περὶ τὸν ἄνθρωπον ἐπιδεικνύμενος· ἐνταῦθα δὲ ἐπειδὴ ἡ πρᾶξις ὀλεθρία, καὶ τὸ τόλμημα παράνομον, καὶ τὸ ἐπιχείρημα ἀσύγγνωστον, αὐτὸς τὴν κατάραν δέχεται· Ἐπικατάρατος γὰρ, φησὶ, σὺ ἀπὸ τῆς γῆς. Ἐπειδὴ γὰρ τὰ αὐτὰ σχεδὸν τῷ ὄφει εἰργάσατο, καθάπερ ὀργάνῳ ὑπηρετησαμένῳ τῇ τοῦ διαβόλου γνώμῃ, καὶ καθάπερ ἐκεῖνος διὰ τῆς ἀπάτης τὴν θνητότητα εἰσήγαγεν· οὕτω καὶ οὗτος ἀπατήσας τὸν ἀδελφὸν, καὶ εἰς τὸ πεδίον ἐξαγαγὼν, τὴν δεξιὰν ὥπλισε κατ᾽ αὐτοῦ, καὶ τὸν φόνον εἰργάσατο. Διὰ τοῦτο ὥσπερ ἐκείνῳ ἔλεγεν· Ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς· οὕτω καὶ τούτῳ, ἐπειδὴ τὰ αὐτὰ ἐκείνῳ εἰργάσατο.

Ὥσπερ γὰρ ὁ διάβολος ὑπὸ φθόνου καὶ βασκανίας κινούμενος, καὶ οὐ φέρων τὰς ἀφάτους εὐεργεσίας τὰς εἰς τὸν ἄνθρωπον γεγενημένας ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων, ἀπὸ τοῦ φθόνου ἐπὶ τὴν ἀπάτην ὥρμησε τὴν τὸν θάνατον εἰσάγουσαν· οὕτω καὶ οὗτος θεασάμενος εὐνοϊκῶς τὸν Δεσπότην πρὸς τὸν ἀδελφὸν διακείμενον, ἀπὸ τοῦ φθόνου ἐπὶ τὸν φόνον ὥρμησε. Διό φησι πρὸς αὐτόν· Ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς.

Κατηραμένος ἔσῃ, φησὶ, καὶ αὐτῇ τῇ γῇ ἐκείνῃ, Ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου. Καὶ αὐτῇ τῇ γῇ ἔσῃ, φησὶ, κατηραμένος, τῇ ἀνασχομένῃ τοιούτῳ αἵματι ἀρδευθῆναι τοσούτου μύσους πεπληρωμένῳ, καὶ ὑπὸ χειρὸς οὕτως ἀνοσίας ἐκχεομένῳ. Εἶτα ἑρμηνεύουσα ἡ θεία Γραφὴ σαφέστερον τὴν κατάραν, φησίν· Ὅτε ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι. Μέγα τιμωρίας εἶδος, καὶ πολὺς ὄγκος τῆς ἀγανακτήσεως.

Τὸν μὲν πόνον, φησὶν, ὑπομενεῖς, καὶ τὰ σαυτοῦ ἅπαντα ἐπιδείξῃ, καὶ ἐργάσῃ τὴν γῆν τοιούτῳ αἵματι μολυνθεῖσαν· οὐ καρπώσῃ δέ τινα αἴσθησιν τῶν πολλῶν πόνων ἐκείνων, ἀλλ᾽ ἀνόνητος ἔσται σοι πᾶς ὁ κόπος, ὃν ἂν ἐπιδείξῃ. Καὶ οὐ μέχρι τούτου τὰ τῆς τιμωρίας στήσεται, ἀλλὰ καὶ Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς.

Πάλιν καὶ τοῦτο μέγιστον τιμωρίας εἶδος, τὸ διηνεκῶς στένειν καὶ τρέμειν. Ἐπειδὴ γὰρ οὐκ εἰς δέον ἐχρήσω, φησὶ, τῇ ἰσχύϊ τοῦ σώματος, οὐδὲ τῇ τῶν μελῶν εὐεξίᾳ, διὰ τοῦτο διηνεκῶς σοι τὸν σάλον καὶ τὸν τρόμον ἐπιτίθημι, ἵνα μὴ μόνον αὐτὸς ἔχῃς ἀδιάλειπτον νουθεσίαν, καὶ ὑπόμνησιν τῆς ἀνοσίας πράξεως ταύτης, ἀλλ᾽ ἵνα καὶ πάντες οἱ εἰς σὲ βλέποντες, διὰ τῆς ὄψεως, καθάπερ διὰ φωνῆς τινος λαμπρὰ βοώσης, μανθάνωσι μὴ τὰ τοιαῦτα τολμᾷν, ἵνα μὴ τὰ τοιαῦτα πάθωσι, καὶ ἡ εἰς σὲ τιμωρία διδάσκαλος ἅπασι γένηται, μηκέτι τοιούτῳ αἵματι τὴν γῆν μολῦναί ποτε. Διά τοι τοῦτο οὐδὲ σύντομόν σοι τὴν τελευτὴν ἐπάγω, ἵνα μὴ λήθῃ παραδοθῇ τὸ γεγονὸς, ἀλλὰ ζωὴν θανάτου βαρυτέραν ὑπομένειν σε ποιῶ, ἵνα δι᾽ αὐτῶν τῶν ἔργων μάθῃς οἷα ἐτόλμησας.

Καὶ εἶπε Κάϊν πρὸς Κύριον· Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με. Μέγα τι καὶ σφόδρα λυσιτελὲς πρὸς τὴν σωτηρίαν τὴν ἡμετέραν ἔξεστιν ἐντεῦθεν καταμαθεῖν, ἐὰν βουλώμεθα προσέχειν. Καὶ εἶπε Κάϊν, Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με. Ἰδοὺ ὁμολογία ἀπηρτισμένη.

Τοιοῦτον γάρ ἐστι, φησὶ, τὸ ἁμάρτημα τὸ παρ᾽ ἐμοῦ γεγονὸς, ὡς μὴ δύνασθαι συγχώρησιν δέξασθαι. Ἰδοὺ, φησὶν, ἐξωμολογήσατο, καὶ ἐξωμολογήσατο μετὰ πολλῆς τῆς ἀκριβείας· ἀλλ᾽ οὐδὲν τὸ κέρδος, ἀγαπητέ· ἄκαιρος γὰρ ἡ ἐξομολόγησις. Τοῦτο γὰρ ἐχρῆν ποιῆσαι ἐν τῷ καιρῷ τῷ δέοντι, ὅτε δυνατὸν ἦν καὶ τῆς παρὰ τοῦ δικαστοῦ τυχεῖν φιλανθρωπίας. Μνημονεύσατέ μοι νῦν ὧν πρὸ μικροῦ ἔλεγον, ὅτι κατὰ τὴν ἡμέραν ἐκείνην τὴν φοβερὰν, καὶ τὸ κριτήριον ἐκεῖνο τὸ ἀδέκαστον, καὶ ἡμῶν ἕκαστος μεταγνώσεται ἐπὶ τοῖς ἡμαρτημένοις, ὁρῶν πρὸ τῶν ὀφθαλμῶν τὰ φοβερὰ ἐκεῖνα κολαστήρια, καὶ τὰς εὐθύνας τὰς ἀπαραιτήτους· ἀλλ᾽ οὐδεμίαν ἕξει τὴν ὄνησιν, προδεδομένος ὑπὸ τοῦ καιροῦ.

Ἡ γὰρ μετάνοια πρὶν τὴν τιμωρίαν ἐπαχθῆναι καιρὸν ἔχει, καὶ ἰσχὺν ἄφατον. Διὸ παρακαλῶ, ὅτε δυνατὸν ἐνεργῆσαι τὸ θαυμαστὸν τοῦτο φάρμακον, τότε τὴν παρ᾽ αὐτοῦ ὠφέλειαν καρπωσώμεθα, καὶ ὡς ἔτι ἐσμὲν ἐν τῷ παρόντι βίῳ, τὴν ἀπὸ τῆς μετανοίας ἰατρείαν ἑαυτοῖς ἐπάγωμεν, μαθόντες ἀκριβῶς ὡς οὐδὲν ἡμῖν ὄφελος ἔσται τότε μεταγινώσκουσι, μετὰ τὸ λυθῆναι τὸ θέατρον, καὶ τὸν τῶν παλαισμάτων καιρὸν ἀναιρεθῆναι.

δʹ. Ἀλλ᾽ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Δέον γὰρ ἡνίκα ἠρωτᾶτο παρὰ τοῦ Δεσπότου, Ποῦ Ἄβελ ὁ ἀδελφός σου; τότε ὁμολογῆσαι τὸ πλημμέλημα, καὶ προσπεσεῖν, καὶ δεηθῆναι, καὶ συγγνώμην αἰτῆσαι· ὁ δὲ τότε μὲν τὴν ἰατρείαν ἀπεπέμψατο, νυνὶ δὲ, μετὰ τὴν ἀπόφασιν, μετὰ τὸ λαβεῖν τέλος ἅπαντα, μετὰ τὸ λαμπρᾷ τῇ φωνῇ τὴν κατηγορίαν ὑπὸ τοῦ αἵματος γενέσθαι τοῦ κειμένου, ἐξομολογεῖται, καὶ οὐδὲν ἐντεῦθεν κερδαίνει.

Διὸ καὶ ὁ προφήτης ἔλεγε· Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Καὶ οὗτος τοίνυν, εἰ προέλαβε τὸν τοῦ Δεσπότου ἔλεγχον, ἴσως ἂν ἠξιώθη τινὸς φιλανθρωπίας διὰ τὴν ἄπειρον τοῦ Δεσπότου ἀγαθότητα. Οὐδὲν γάρ ἐστιν ἁμάρτημα, κἂν σφόδρα μέγα ᾖ, νικῶν αὐτοῦ τὴν φιλανθρωπίαν, ἐὰν ἡμεῖς ἐν καιρῷ τῷ δέοντι μὲν μετάνοιαν ἐπιδειξώμεθα, καὶ τὴν συγγνώμην αἰτῶμεν. Καὶ εἶπε Κάϊν· Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με.

Ἱκανὴ ἐξομολόγησις, ἀλλ᾽ ἄκαιρος. Καὶ εἶπεν, Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς· καὶ ἔσται, πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ με. Ὅρα πῶς ἐλεεινὰ τὰ ῥήματα, καὶ διὰ τὴν ἀκαιρίαν, καὶ διὰ τὸ προδεδόσθαι ὑπὸ τοῦ καιροῦ οὐδεμίαν τὴν ἰσχὺν κεκτημένα. Καὶ εἶπεν, Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς· καὶ ἔσται, πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ με. Εἰ τῇ γῇ, φησὶν, ἐπικατάρατόν με ἐποίησας, καὶ αὐτός με ἀπεστράφης, καὶ τοσαύτῃ τιμωρίᾳ παρέδωκας, ὥστε στένειν καὶ τρέμειν, οὐδὲν τὸ κωλύον λοιπὸν τὸν ἐν τούτοις ὄντα, καὶ γυμνωθέντα τῆς παρὰ σοῦ ῥοπῆς ὑπὸ τοῦ τυχόντος ἀναιρεθῆναι.

Εὐεπιχείρητος, φησὶν, ἔσομαι παντὶ τῷ βουλομένῳ με ἀνελεῖν. Οὔτε γὰρ αὐτὸς ἰσχύω ἀντιστῆναι διαλελυμένα τὰ μέλη περιφέρων, καὶ πανταχόθεν σαλευόμενος· καὶ τὸ εἰδέναι ἅπαντας, ὅτι τῆς σῆς ἐγυμνώθην ῥοπῆς, παρασκευάσει τὸν βουλόμενον ἐπὶ τὴν ἀναίρεσιν τὴν ἐμὴν ὁρμῆσαι. Τί οὖν ὁ φιλάνθρωπος καὶ ἀγαθὸς Δεσπότης;

Καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· Οὐχ οὕτω. Μὴ νομίσῃς, φησὶ, ταῦτα οὕτω γίνεσθαι. Οὐδὲ γὰρ ἔξεστι τῷ βουλομένῳ σε ἀνελεῖν, ἀλλὰ τῇ παρατάσει τῆς ζωῆς τῆς σῆς καὶ σοὶ πλείονα τὴν ὀδύνην ἐργάσομαι, καὶ διδάσκαλον καταλείψω ταῖς εἰς τὸ ἑξῆς γενεαῖς, ἵνα ἡ σὴ θέα σωφρονισμὸς αὐτοῖς γένηται, καὶ μηδεὶς τῇ σῇ γνώμῃ κατακολουθήσῃ. Καὶ εἶπε Κύριος ὁ Θεός· Οὐχ οὕτω.

Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. Τάχα πολλὰ τὰ εἰρημένα, καὶ πολὺν τῷ σώματι τὸν κάματον προεξενήσαμεν. Ἀλλὰ τί πάθω; Ὁρῶν γὰρ ὑμῶν τὴν φιληκοΐαν καὶ ἀκμάζοντα τὸν πόθον ἐπιδεικνυμένην, βούλομαι καὶ τοῖς λειψάνοις ἐπεξελθεῖν, καὶ κατὰ δύναμιν τὴν ἐμὴν ἑρμηνεῦσαι. Τί ἐστι τὸ, Ἑπτὰ ἐκδικούμενα παραλύσει; Ἀλλὰ πάλιν δέδοικα μὴ τῷ πλήθει τῶν λεγομένων καὶ τὴν μνήμην καταχώσωμεν τῶν εἰρημένων, καὶ προσκορεῖς ὑμῖν νομισθείημεν.

Ἀλλ᾽ εἰ μὴ ἀπεκάμετε, ἀνάσχεσθε, καὶ διαλύσαντες τὸ προκείμενον οὕτω καταπαύσωμεν τὸν λόγον. Καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· Οὐχ οὕτω. Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. Καὶ ἔθετο Κύριος ὁ Θεὸς σημεῖον τῷ Κάϊν, τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν. Τοῦτο δέδοικας, φησὶ, τοῦ μὴ ἀναιρεθῆναι; Θάρσει, ὅτι οὐκ ἔσται τοῦτο. Καὶ γὰρ ὁ τοῦτο πεποιηκὼς ἑπτὰ τιμωρίαις ἑαυτὸν ὑπεύθυνον καταστήσει· διά τοι τοῦτο καὶ σημεῖον ἐπιτίθημί σοι, ὥστε μηδένα ἀγνοήσαντα, καὶ ἀνελόντα σε, ὑπεύθυνον ἑαυτὸν ταῖς τοιαύταις τιμωρίαις καταστῆσαι.

εʹ. Ἀλλὰ σαφέστερον ὑμᾶς προσήκει διδάξαι, πῶς ἑπτὰ τιμωρίαις ὑπεύθυνος γίνεται ὁ τὸν Κάϊν ἀνελών. Ἀλλὰ προσέχετε, παρακαλῶ. Εἰ γὰρ μὴ νῦν, καθάπερ ἐν ταῖς προλαβούσαις ἡμέραις εἰρήκαμεν πολλάκις πρὸς τὴν ὑμετέραν ἀγάπην, ὅτε νηστείας καιρὸς, καὶ τοσαύτης γαλήνης ἀπολαύομεν, καὶ ἀπηλλαγμένοι τῶν λογισμῶν τῶν ταραττόντων ἡμῶν τὴν διάνοιαν, τὰ ἐν ταῖς θείαις Γραφαῖς ἐγκείμενα κατανοήσωμεν μετὰ ἀκριβείας, πότε δυνησόμεθα ταῦτα μαθεῖν ἐν ἑτέρῳ καιρῷ; Διὸ παρακαλῶ, καὶ δέομαι, καὶ ἀντιβολῶ, μονονουχὶ καὶ τῶν γονάτων ὑμῶν καθάπτομαι, μετὰ συντεταμένης διανοίας τοῖς λεγομένοις προσέχωμεν, ἵνα καρπωσάμενοί τι γενναῖον καὶ ὑψηλὸν, οὕτως οἴκαδε ἐπανέλθωμεν. Τί οὖν ἐστι τὸ, Ἑπτὰ ἐκδικούμενα παραλύσει; Πρῶτον μὲν ὁ τῶν ἑπτὰ ἀριθμὸς ἐπὶ πλήθους λαμβάνεται ἐν τῇ θείᾳ Γραφῇ, καὶ τοῦτο πολλαχοῦ εὕροι τις ἂν οὕτω κείμενον, ὡς τὸ, Στείρα ἔτεκεν ἑπτὰ, καὶ ὅσα τοιαῦτα. Αἰνίττεται δὲ ἡμῖν ἐνταῦθα τοῦ τολμήματος τὸ μέγεθος, καὶ ὅτι οὐχ ἕν ἐστι τὸ ἁμάρτημα τὸ παρ᾽ ἐκείνου γεγονὸς, ἀλλ᾽ ἑπτὰ ἁμαρτήματα, καὶ μεγάλην ἐφ᾽ ἑκάστῳ ἁμαρτήματι τὴν τιμωρίαν ὤφειλεν ὑποσχεῖν. Πῶς οὖν αὐτὰ ἀπαριθμησόμεθα;

Εἰ τοῦτο λογισόμεθα· πρῶτον, ὅτι ἐβάσκηνε τῷ ἀδελφῷ διὰ τὴν εὔνοιαν τὴν παρὰ τοῦ Θεοῦ· ὅπερ καὶ μόνον προσὸν ἱκανὸν ἦν αὐτῷ τὸν ὄλεθρον ἐπαγαγεῖν· δεύτερον, ὅτι τὸν ἴδιον ἀδελφόν· τρίτον, ὅτι δόλον ἔῤῥαψε· τέταρτον, ὅτι τὸν φόνον ἔπραξε· πέμπτον, ὅτι τὸν ἀδελφὸν ἐφόνευσεν· ἕκτον, ὅτι πρῶτος τὸν φόνον εἰργάσατο· ἕβδομον, ὅτι τὸν Θεὸν ἐψεύσατο. Παρηκολουθήσατε τοῖς ῥηθεῖσιν, ἢ βούλεσθε ἄνωθεν αὐτὰ πάλιν ἀπαριθμησώμεθα, ἵνα εἰδῆτε πῶς ἕκαστον τούτων καὶ μόνον ἱκανὸν ἦν τῆς μεγίστης αὐτὸν ἀξιῶσαι τιμωρίας;

Τίς γὰρ ἂν ἀξιώσειε συγγνώμης τὸν βασκήναντα τῷ ἀπολαύοντι τῆς παρὰ τοῦ Θεοῦ εὐνοίας; Ἰδοὺ μία καὶ μεγίστη καὶ ἀσύγγνωστος ἁμαρτία. Πάλιν αὕτη μείζων δείκνυται, ὅταν ἀδελφὸς ᾖ ὁ βασκαινόμενος, καὶ μηδὲν ἠδικηκώς. Ἰδοὺ καὶ αὕτη πάλιν οὐχ ἡ τυχοῦσα ἁμαρτία. Τρίτη πάλιν, ὅτι δόλον ἔῤῥαψεν ἀπατήσας τὸν ἀδελφὸν, καὶ ἑλκύσας εἰς τὸ πεδίον, καὶ οὐδὲ αὐτὴν τὴν φύσιν αἰδεσθείς. Τέταρτον ἁμάρτημα αὐτὸς ὁ φόνος, ὃν εἰργάσατο Πέμπτον, ὅτι ἀδελφὸν ἐφόνευσε τὸν τὰς αὐτὰς αὐτῷ λύσαντα ὠδῖνας. Ἕκτον, ὅτι πρῶτος τοῦ φόνου τὸ εἶδος εἰσήνεγκεν. Ἕβδομον, ὅτι ἐρωτώμενος παρὰ τοῦ Θεοῦ, ψεύσασθαι ἐτόλμησεν. Ὁ τοίνυν, φησὶν, ἀνελεῖν σε ἐπιχειρήσας, ἑπτὰ τιμωρίαις ἑαυτὸν ὑπεύθυνον καταστήσει. Μὴ τοίνυν δείδιθι τοῦτο. Ἰδοὺ γὰρ καὶ σημεῖον ἐπιτίθημί σοι, ὥστε μηδένα τῶν εὑρισκόντων σε ἀγνοῆσαι. Ἡ γὰρ πάσης τῆς ζωῆς σου πάρεσις, λυσιτελὴς ἔσται ταῖς μετὰ ταῦτα γενεαῖς, καὶ ὅπερ μόνος μηδενὸς παρόντος ἔπραξας, τοῦτο μαθήσονται πάντες ὁρῶντές σε στένοντα καὶ τρέμοντα, καὶ μονονουχὶ βοῶντα διὰ τοῦ τρόμου τοῦ σωματικοῦ, καὶ πᾶσι διαλεγόμενον, καὶ λέγοντα· μηδεὶς ἕτερος τοιαῦτα τολμήσῃ, οἷάπερ ἐγὼ, ἵνα μὴ τοιαύτην δέξηται τιμωρίαν.

ϛʹ. Ταῦτα ἀκούοντες, ἀγαπητοὶ, μὴ ἁπλῶς παρατρέχωμεν τὰ εἰρημένα, μηδὲ τοῦτο μόνον σκοπῶμεν, εἰ καθ᾽ ἑκάστην ἐνταῦθα συνερχόμενοι πνευματικῆς τραπέζης ἀπολαύομεν· οὐδὲν γὰρ ὄφελος τῆς ἀκροάσεως μόνης ἄνευ τῆς διὰ τῶν ἔργων ὑπακοῆς. Ἀλλ᾽ ἐννοοῦντες πόθεν εἰς ταύτην τὴν ἀσύγγνωστον καὶ χαλεπὴν ἁμαρτίαν συνήλασεν) ἑαυτὸν ὁ Κάϊν, καὶ ὅτι ἀπὸ τοῦ φθονῆσαι τὸν μηδ᾽ ὅλως αὐτὸν ἀδικῆσαί ποτε ἐπιχειρήσαντα, τὴν τοιαύτην εἴσπραξιν, μᾶλλον δὲ ἀναίρεσιν εἰς τὸν ἴδιον ἀδελφὸν τετόλμηκε, μὴ τὸ κακῶς φεύγωμεν, ἀλλὰ μᾶλλον τὸ κακῶς ἑτέροις διατεθῆναι. Ἐκεῖνος γάρ ἐστιν ὄντως ὁ κακῶς πεπονθὼς, ὁ τὸν πλησίον ἑαυτοῦ κατεργάζεσθαι βουλόμενος. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν ἀληθὲς, ὅρα μοι ἐνταῦθα, τίς ἐστιν ὁ κακῶς πεπονθὼς, ὁ ἀνελὼν, ἢ ὁ ἀναιρεθείς; Δῆλον ὅτι ὁ ἀνελών. Διὰ τί;

Ὅτι ὁ μὲν ἀναιρεθεὶς καὶ μέχρι τοῦ νῦν ᾄδεται παρὰ τοῖς ἁπάντων στόμασι, καὶ ἀνακηρύττεται, καὶ στεφανοῦται, ὡς τῆς ἀληθείας πρωτόμαρτυς, καθάπερ φησὶ καὶ ὁ μακάριος Παῦλος· Ἀποθανὼν Ἄβελ ἔτι λαλεῖ. Ὁ δὲ ἀνελὼν καὶ τότε μὲν ἐλεεινότερον πάντων ἀνθρώπων βίον ἔζη, μετὰ δὲ ταῦτα παρὰ πάντων ταῖς κατηγορίαις βάλλεται, καὶ ὡς βδελυκτὸς παρὰ τῷ Θεῷ καὶ κατηραμένος ὑπὸ τῆς θείας Γραφῆς παραδειγματίζεται· καὶ ταῦτα μὲν ἐν τῷ παρόντι καὶ συγκαταλυομένῳ βίῳ· τὰ δὲ ἐν τῷ μέλλοντι αἰῶνι ἀπαντῆσαι ἀμφοτέροις ὀφείλοντα, καὶ καταλλήλως ἑκάστῳ τῆς ἑαυτοῦ πράξεως ἀπολαβεῖν παρὰ τοῦ δικαίου κριτοῦ, τίς λόγος παραστῆσαι δυνήσεται, ἢ τὰ ἀγαθὰ, ἢ τὰ ἐναντία; Οὐκ ἔστιν οὐδεὶς, οὔτε τὰ χρηστὰ, οὔτε τὰ λυπηρά. Καὶ γὰρ ἐκεῖνον μὲν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ αἰώνιοι σκηναὶ, καὶ οἱ χοροὶ πατριαρχῶν, προφητῶν τε καὶ ἀποστόλων, καὶ πάντων τῶν ἁγίων ὅμιλος ὑποδέξονται συμβασιλεύσοντα εἰς αἰῶνας ἀτελευτήτους τῷ βασιλεῖ Χριστῷ Ἰησοῦ, τῷ τοῦ Θεοῦ μονογενεῖ Υἱῷ καὶ Θεῷ· τοῦτον δὲ ἡ γέεννα τοῦ πυρὸς καὶ τὰ ἄλλα ἅπαντα ἀθάνατα βασανιστήρια διαδέξονται εἰς αἰῶνας ἀπεράντους τιμωρούμενον, μετὰ καὶ πάντων τῶν τὰ παραπλήσια αὐτῷ πεπραχότων, καὶ μάλιστα τοὺς μετὰ ταῦτα τοῖς αἰσχίστοις πάθεσιν ἁλόντας, ὅσῳ καὶ μείζων ἡ τιμωρία παρὰ τοῦ κοινοῦ Δεσπότου ἐκφέρεται.

Ἄκουε γὰρ τοῦ μακαρίου Παύλου λέγοντος· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· τουτέστιν, ἐλαφροτέραν ὑποστήσονται τὴν τιμωρίαν, διὰ τὸ μὴ ἔχειν ἔλεγχον τὴν ἐκ τοῦ νόμου ἀπειλήν τε καὶ διόρθωσιν· Καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Οὗτοι δὲ, φησὶν, οἱ καὶ μετὰ τὴν ἐκ τοῦ νόμου βοήθειαν τὰ αὐτὰ ἐκείνοις πεπραχότες, βαρυτέρας καὶ ἀφορητοτέρας ὑπομένουσι καὶ τὰς κολάσεις.

Καὶ μάλα εἰκότως· ὅτι οὔτε ὁ νόμος, οὔτε τὸ ἑτέρους ἰδεῖν τοσούτοις κακοῖς ὑποβληθέντας σωφρονεστέρους αὐτοὺς ἢ ἐπιεικεστέρους ἀπειργάσατο. Διὸ παρακαλῶ, κἂν γοῦν ἀπὸ τοῦ νῦν τοῖς ἑτέρων παιδεύμασι σωφρονίσωμεν ἑαυτοὺς, καὶ τὸν βίον τὸν ἑαυτῶν ἰθύνωμεν πρὸς τὴν τοῦ Κυρίου ὑποταγὴν, τοῖς αὐτοῦ ὑπείκοντες νόμοις· καὶ μήτε φθόνος, μήτε βασκανία, μήτε ὁ τῶν σωμάτων ἔρως, μήτε ἡ τοῦ παρόντος βίου δόξα τε καὶ δυναστεία μήτε ἡ τῆς γαστρὸς ἡδονὴ, μήτε ἄλλη τις ἄτοπος ἐπιθυμία κατακυριευέτω ἡμῶν τῶν ἐν τῇ ψυχῇ λογισμῶν· ἀλλ᾽ ἐκκαθάραντες ἑαυτοὺς ἀπὸ πάσης ἰλύος καὶ τύρβης βιωτικῆς, καὶ πολλὰ χαίρειν εἰπόντες τοῖς αἰσχίστοις καὶ ἀτοπωτάτοις πάθεσι πρὸς τὴν μακαρίαν ἐκείνην ζωὴν ἐπειχθῶμεν, καὶ τὰ ἀπόῤῥητα ἀγαθὰ ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Κʹ. Ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ ᾤκησεν ἐν γῇ Ναῒδ κατέναντι Ἐδὲμ, καὶ τὰ ἑξῆς. αʹ. Φέρε πάλιν τῆς ἀκολουθίας σήμερον τῶν ἀνεγνωσμένων ἁψάμενοι, ἐντεῦθεν ὑμῖν τὴν διδασκαλίαν παραθῶμεν, καὶ ἐκ τῆς βίβλου τοῦ μακαρίου Μωϋσέως τὴν συνήθη διάλεξιν πρὸς ὑμᾶς ποιησώμεθα, μᾶλλον δὲ ἐκ τῶν τοῦ Πνεύματος λογίων, ἅπερ διὰ τῆς τούτου γλώττης ἡμᾶς ἐδίδαξεν ἡ θεία χάρις. Ἀλλ᾽ ἵνα σαφέστερος ὑμῖν γένηται ὁ λόγος, ἀναγκαῖον ὑπομνῆσαι τὴν ὑμετέραν ἀγάπην τῶν ἤδη ῥηθέντων, καὶ ὅπου τὴν διδασκαλίαν κατελύσαμεν, ἵνα ἐκεῖθεν αὐτὴν σήμερον ἀναλαβόντες, οὕτω τῆς ἀρχῆς τῶν ἀνεγνωσμένων ἁψώμεθα.

Ἴστε γὰρ ὅτι τὴν κατὰ τὸν Ἄβελ ὑπόθεσιν κινήσαντες ἐδείκνυμεν ἐξ αὐτῶν τῶν γεγενημένων, καὶ ἐξ ὧν ἕκαστος τὰς θυσίας αὐτῶν προσήνεγκε τῷ Δεσπότῃ, ὅπως ἔγκειται τῇ ἡμετέρᾳ φύσει ἡ γνῶσις τῶν πρακτέων καὶ τῶν μὴ πρακτέων, καὶ ὅτι αὐτεξουσίους ἡμᾶς εἰργάσατο ὁ τῶν ἁπάντων δημιουργὸς, καὶ πανταχοῦ ἀπὸ τῆς γνώμης τῆς ἡμετέρας ἢ κατακρίνει, ἢ στεφανοῖ (ἀπὸ γὰρ ταύτης τοῦ μὲν ἀπόβλητος γέγονεν ἡ θυσία, τοῦ δὲ τὰ δῶρα προσεδέχθη), καὶ ὅτι ἐντεῦθεν ὑπὸ βασκανίας κινηθεὶς ὁ Κάϊν ἐπὶ τὸν τοῦ ἀδελφοῦ φόνον ὥρμησε, καὶ μετὰ τὴν ἀνοσίαν ταύτην πρᾶξιν, βουλομένου τοῦ Θεοῦ ἐκκαλέσασθαι αὐτὸν εἰς ἐξομολόγησιν τῶν ἡμαρτημένων, οὐδὲ οὕτω τὸ φάρμακον τῆς ἰατρείας ἐδέξατο, ἀλλὰ τῷ μυσαρῷ ἐκείνῳ φόνῳ τὸ ψεῦδος συνάψας τὴν χαλεπὴν ἐκείνην τιμωρίαν ἐπεσπάσατο, καὶ γυμνὸν καὶ ἔρημον ἑαυτὸν κατέστησε τῆς ἄνωθεν ῥοπῆς, ὑπόδειγμα σωφρονισμοῦ πᾶσι τοῖς μετὰ ταῦτα προκείμενος, καὶ διὰ τῆς ἀποφάσεως, ἧς ἐδέξατο, παντὶ τῷ τῶν ἀνθρώπων γένει διαλεγόμενος, καὶ μονονουχὶ βοῶν καὶ λέγων· μηδεὶς ὑμῶν τοιοῦτόν τι τολμήσῃ ποτὲ, ἵνα μὴ τοῖς τοιούτοις περιπέσῃ. Εἴδετε Δεσπότου φιλανθρωπίαν, ὅπως διὰ τῆς εἰς ἐκεῖνον τιμωρίας οὐκ ἐκεῖνον μόνον σωφρονίσαι ἠβουλήθη, ἀλλὰ καὶ τοὺς εἰς τὸ ἑξῆς ἅπαντας διδάξαι, πάντῃ φεύγειν τὸ τολμηθὲν τοῦτο ἐπιχείρημα;

Φέρε λοιπὸν τῶν ἑξῆς ἁψώμεθα, καὶ ἴδωμεν τί καὶ σήμερον διηγεῖται ἡμῖν ὁ μακάριος οὗτος προφήτης, ὑπὸ τῆς τοῦ Πνεύματος ἐνηχούμενος ἐνεργείας. Ἐπειδὴ γὰρ ἀπόφασιν ἐδέξατο ὁ Κάϊν, Ἐξῆλθε, φησὶν, ἀπὸ προσώπου τοῦ Θεοῦ. Τί ἐστιν, Ἐξῆλθεν ἀπὸ προσώπου τοῦ Θεοῦ; Τουτέστιν, ἐγυμνώθη τῆς παρ᾽ αὐτοῦ προστασίας διὰ τὴν μυσαρὰν ἐκείνην πρᾶξιν. Καὶ ᾤκησεν ἐν γῇ Ναῒδ, κατέναντι Ἐδέμ. Λέγει ἡμῖν καὶ τὸν τόπον ἔνθα λοιπὸν τὴν κατοίκησιν ἐποιήσατο, καὶ διδάσκει πῶς καὶ οὗτος οὐ πόῤῥω τοῦ παραδείσου διῆγεν, ἵνα κατέναντι αὐτοῦ ὢν, διηνεκῆ τὴν ὑπόμνησιν ἔχῃ καὶ τῶν τῷ πατρὶ συμβεβηκότων διὰ τὴν παράβασιν, καὶ τοῦ μεγέθους τῶν αὐτῷ τετολμημένων· τὴν τοσαύτην τιμωρίαν, ἣν ἐδέξατο μηδὲ τῇ τοῦ πατρὸς τιμωρίᾳ σωφρονισθείς.

Καὶ αὐτὸς δὲ ὁ τόπος, ἔνθα κατῴκει, ὑπόμνησις ἀδιάλειπτος ἦν οὐκ αὐτῷ μόνῳ, ἀλλὰ καὶ ταῖς μετὰ ταῦτα γενεαῖς, τοῦ σάλου καὶ τοῦ τρόμου. Τὸ γὰρ Ναῒδ ὄνομα Ἑβραϊκὴ λέξις ἐστὶν, ἑρμηνεύεται δὲ σάλος. Ἵν᾽ οὖν ὥσπερ ἐν στήλῃ χαλκῇ ἀνέκλειπτον ἔχῃ καὶ ἀπὸ τοῦ τόπου τὴν κατηγορίαν, ἐκεῖ αὐτὸν κατῴκισεν. Εἶτά φησι· Καὶ ἔγνω Κάϊν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνώχ. Θνητοὶ λοιπὸν γεγονότες, εἰκότως περὶ τὴν τῶν τέκνων διαδοχὴν τὴν ἅπασαν σπουδὴν εἶχον.

Ἀλλ᾽ ἴσως εἴποι τις ἄν· πῶς, οὐδαμοῦ τῆς Γραφῆς μνημονευσάσης ἑτέρας γυναικὸς, ὁ Κάϊν ἔσχε τὴν γυναῖκα; Μή σε ξενίσῃ τοῦτο, ἀγαπητέ. Οὐδαμοῦ γὰρ θηλειῶν τέως κατάλογον ποιεῖται μετὰ ἀκριβείας, ἀλλὰ τὸ περιττὸν φυγοῦσα ἡ θεία Γραφὴ ἐκ μέρους τῶν ἀῤῥένων μνημονεύει, καὶ οὐδὲ αὐτῶν πάντων, ἀλλὰ συντομώτερον ἡμῖν διηγεῖται λέγουσα, ὅτι ὁ δεῖνα ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανεν. Εἰκὸς οὖν καὶ νῦν τὴν Εὔαν καὶ θυγατέρα τεκεῖν μετὰ τὸν Κάϊν καὶ τὸν Ἄβελ, ἣν εἰς γυναῖκα ἔλαβε Κάϊν. Ἐπειδὴ γὰρ προοίμια ἦν, καὶ ἔδει λοιπὸν αὐξηθῆναι τὸ γένος, καὶ ταῖς ἀδελφαῖς συγγενέσθαι συνεχώρουν. Διά τοι τοῦτο καταλιποῦσα ἡ Γραφὴ ἡμῖν συνιδεῖν τὸ ἀκόλουθον, τοῦτο μόνον διηγεῖται λέγουσα, Καὶ ἔγνω Κάϊν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνώχ· καὶ ἦν οἰκοδομῶν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνώχ. Ὅρα πῶς σοφίζονται λοιπὸν κατὰ μικρόν. Ἐπειδὴ γὰρ θνητοὶ γεγόνασι, διηνεκῆ αὐτῶν σώζεσθαι τὴν μνήμην βούλονται ἀπό τε τῶν τικτομένων, ἀπό τε τῆς ὀνομασίας τῶν τόπων, οἷς τὰς προσηγορίας ἐπιτιθέασι τῶν παίδων.

Ταῦτα πάντα ὑπομνήματα ἄν τις εἴποι δικαίως εἶναι τῶν ἡμαρτημένων αὐτοῖς, καὶ τῆς ἐκπτώσεως τῆς δόξης ἐκείνης, ἐν ᾗ τυγχάνοντες οὐδενὸς τούτων ἐδέοντο ὅ τε Ἀδὰμ ἥ τε Εὔα, ἀλλ᾽ ἀνωτέρω πάντων καθειστήκεσαν.

Ἐγεννήθη δὲ τῷ Ἐνὼχ, φησὶ, Γαϊδὰδ, καὶ Γαϊδὰδ ἐγέννησε τὸν Μαλελεὴλ, καὶ Μαλελεὴλ ἐγέννησε τὸν Μαθουσάλα, καὶ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ. Ὁρᾷς πῶς παρέδραμε τὰς γενεαλογίας, τῶν ἀῤῥένων μόνον μνημονεύσας ὁ μακάριος οὗτος, καὶ οὐδαμοῦ τῶν θηλειῶν ἐπιμνησθείς. Ἀλλὰ καθάπερ ἐπὶ τοῦ Κάϊν εἶπεν, ὅτι Ἔγνω γυναῖκα αὐτοῦ, μηδὲν διδάξας ἡμᾶς, μηδὲ εἰπὼν πόθεν ἔσχε τὴν γυναῖκα· οὕτω δὴ καὶ ἐνταῦθα πάλιν φησί· Καὶ ἔλαβεν ἑαυτῷ Λάμεχ δύο γυναῖκας· ὄνομα τῇ μιᾷ Ἀδὰ, καὶ ὄνομα τῇ δευτέρᾳ Σελλά. Καὶ ἔτεκεν Ἀδὰ, φησὶ, τὸν Ἰωβήλ· οὗτος ἦν πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων. Καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰουβάλ· οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν.

βʹ. Σκόπει τῆς Γραφῆς τὴν ἀκρίβειαν. Ἐδίδαξεν ἡμᾶς καὶ τὰ ὀνόματα τῶν τεχθέντων ὑπὸ τῆς γυναικὸς τοῦ Λάμεχ, καὶ τίνα τὰ ἐπιτηδεύματα ἔσχον, καὶ ὅτι ὁ μὲν περὶ τὴν κτηνοτροφίαν ἑαυτὸν ἐξέδωκεν, ὁ δὲ ἐπενόησε ψαλτήριον καὶ κιθάραν. Σελλὰ δὲ, φησὶν, ἔτεκε καὶ αὐτὴ τὸν Θοβὲλ, καὶ ἦν σφυροκόπος, χαλκεὺς χαλκοῦ καὶ σιδήρου. Πάλιν καὶ τοῦ παρὰ τῆς Σελλᾶς τεχθέντος τὸ ἐπιτήδευμα ἡμῖν ἐδήλωσεν, ὅτι τὴν χαλκευτικὴν τέχνην εἵλετο. Ὅρα πῶς κατὰ μικρὸν τὰ τῆς συστάσεως τοῦ τῶν ἀνθρώπων γένους ᾠκονόμητο. Καὶ πρῶτον μὲν ὁ Κάϊν τῷ ὑπ᾽ αὐτοῦ τεχθέντι τὴν ὑπ᾽ αὐτοῦ οἰκοδομουμένην πόλιν ἐπωνόμασεν. Εἶτα οἱ ὑπὸ τῶν γυναικῶν τοῦ Λάμεχ τεχθέντες, ὁ μὲν τῇ κτηνοτροφίᾳ ἑαυτὸν ἐξέδωκεν, ὁ δὲ ἕτερος τὴν χαλκευτικὴν εἵλετο, ὁ δὲ ψαλτήριον καὶ κιθάραν κατέδειξεν. Ἀδελφὴ δὲ, φησὶ, Θόβελ Νοεμάν. Τί τὸ καινὸν καὶ παράδοξον; Νῦν γὰρ ἡμῖν πρῶτον δείκνυται θηλείας μνήμην ὀνομαστὶ ποιησάμενος.

Οὐχ ἁπλῶς οὐδὲ εἰκῆ, ἀλλά τι κεκρυμμένον ἡμῖν ἐντεῦθεν ἐμφαίνων τοῦτο πεποίηκεν ὁ μακάριος προφήτης, ὅπερ εἰς ἕτερον καιρὸν ὑμῖν ταμιευσάμενοι, νῦν τῆς ἀκολουθίας ἐχώμεθα· οὐδὲ γὰρ τὸ τυχόν ἐστι τὸ ἐπαγόμενον, ἀλλὰ καὶ σφόδρα πολλοῦ τοῦ ἀγῶνος δεόμενον, καὶ ἀκριβεστέρας τῆς ἑρμηνείας, ὥστε δυνηθῆναι μετὰ σαφηνείας ἅπαντα διερευνησαμένους πολλὴν ἡμῖν τὴν ὠφέλειαν ἐντεῦθεν παρασχεῖν. Εἶπε γὰρ, φησὶ, Λάμεχ ταῖς ἑαυτοῦ γυναιξὶν Ἀδᾷ καὶ Σελλᾷ· Ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους· ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί. Ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. Συντείνατέ μοι τὴν διάνοιαν, παρακαλῶ, καὶ πάντα τὸν βιωτικὸν λογισμὸν ἀπωσάμενοι, μετὰ ἀκριβείας τὰ εἰρημένα διερευνησώμεθα, ἵνα μηδὲν ἡμᾶς λαθεῖν δυνηθῇ, ἀλλ᾽ ὅσον ἡμῖν οἷόν τε πρὸς τὸ βάθος αὐτὸ καθιέντες ἑαυτοὺς, θηρᾶσαι δυνηθῶμεν τὸν ἐγκεκρυμμένον θησαυρὸν τοῖς βραχέσι τούτοις ῥήμασιν. Εἶπε δὲ, φησὶ, Λάμεχ ταῖς ἑαυτοῦ γυναιξὶν Ἀδᾷ καὶ Σελλᾷ· Ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους. Σκόπει μοι εὐθέως ἐκ προοιμίων πόσον ὤνησε τοῦτον ἡ εἰς τὸν Κάϊν γεγενημένη τιμωρία.

Οὐ μόνον γὰρ οὐ περιμένει τὸν παρ᾽ ἑτέρου ἔλεγχον, ὡς τῷ αὐτῷ ἁμαρτήματι ἢ καὶ χείρονι περιπεσὼν, ἀλλὰ καὶ μηδενὸς ἐγκαλοῦντος, μηδὲ ἐπιτιμῶντος, αὐτὸς ἑαυτὸν κατάδηλον ποιεῖ, καὶ ἐξαγορεύει τὰ εἰργασμένα, καὶ ταῖς γυναιξὶ διηγεῖται τοῦ πλημμελήματος τὸ μέγεθος, μονονουχὶ ἐκεῖνο πληρῶν τὸ εἰρημένον παρὰ τοῦ προφήτου, ὅτι Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ.

Μέγιστον γάρ ἐστιν εἰς διόρθωσιν τῶν ἡμαρτημένων ἡ ὁμολογία. Ὥσπερ οὖν βαρύτερον τῶν ἡμαρτημένων τυγχάνει τὸ μετὰ τὴν πρᾶξιν τῆς ἁμαρτίας ἐπὶ τὴν ἄρνησιν ἔρχεσθαι· ὅπερ καὶ ὁ ἀδελφοκτόνος ἐκεῖνος πέπονθε, καὶ ἐρωτώμενος παρὰ τοῦ φιλανθρώπου Θεοῦ, οὐ μόνον οὐχ ὡμολόγησε τὸ ὑπ᾽ αὐτοῦ τολμηθὲν, ἀλλὰ καὶ ἐτόλμησε ψεύσασθαι Θεῷ, καὶ διὰ τοῦτο παραταθῆναι αὐτοῦ τὴν ζωὴν ἐποίησε. Ὁ τοίνυν Λάμεχ τοῖς αὐτοῖς περιπεσὼν, καὶ εἰς ἐκείνην ἐλθὼν τὴν ἔννοιαν, ὅτι ἐκεῖνον ἡ ἄρνησις χαλεπωτέραν δέξασθαι παρεσκεύασε τὴν τιμωρίαν, καλέσας τὰς ἑαυτοῦ γυναῖκας, οὐδενὸς καταναγκάζοντος οὐδὲ διελέγχοντος, αὐτὸς διὰ τῆς οἰκείας γλώττης καὶ τὴν ὁμολογίαν τῶν ἡμαρτημένων ποιεῖται, καὶ συγκρίνων τὰ ὑπ᾽ αὐτοῦ εἰργασμένα τοῖς παρὰ τοῦ Κάϊν πεπραγμένοις, ἑαυτῷ τὴν τιμωρίαν ὁρίζει.

Εἶδες κηδεμονίαν Δεσπότου, πῶς καὶ αἱ τιμωρίαι αὐτοῦ φιλανθρωπίας ὑποθέσεις εἰσὶ, καὶ ὅτι οὐ μέχρι τοῦ τὴν τιμωρίαν δεχομένου τὰ τῆς φιλανθρωπίας ἵσταται, ἀλλὰ καὶ τοῖς λοιποῖς χρήσιμον κατασκευάζει τὸ φάρμακον, εἰ βουληθεῖεν τὴν ἐξ αὐτοῦ ὠφέλειαν καρπώσασθαι;

Πόθεν γὰρ, εἰπέ μοι, ὁ Λάμεχ ἑτέρωθεν ἐπὶ τὴν τοσαύτην ἐξομολόγησιν ἐπείχθη, εἰ μὴ τὴν ἐκ τῶν ἐκείνῳ συμβάντων ὑπόμνησιν εἶχε διηνεκῶς αὐτοῦ τὴν διάνοιαν κατασείουσαν; Εἶπε, φησίν· Ἀκούσατέ μου τῆς φωνῆς, καὶ ἐνωτίσασθέ μου τοὺς λόγους. Ὅρα πῶς καθ᾽ ἑαυτὸν δικαστήριον καθίσας, οὕτω τὴν παράκλησιν αὐταῖς προσάγει, ὥστε μὴ παρέργως δέξασθαι τὰ λεγόμενα.

Τὸ γὰρ εἰπεῖν, Ἀκούσατέ μου τῆς φωνῆς, καὶ ἐνωτίσασθέ μου τοὺς λόγους, τοῦτο δηλοῦντός ἐστι· Συντείνατε ὑμῶν, φησὶ, τὴν διάνοιαν, καὶ μετὰ ἀκριβείας προσέχετε οἷς ἐρεῖν μέλλω. Οὐδὲ γὰρ περὶ τῶν τυχόντων ὑμῖν διαλέξομαι, ἀλλὰ πράγματα ὑμῖν ἐξαγορεύσω λανθάνοντα, καὶ ἃ μηδεὶς ἕτερος οἶδεν, ἀλλ᾽ ἢ μόνος ἐγὼ, καὶ ὁ ἀκοίμητος ἐκεῖνος ὀφθαλμὸς, ὃν δεδοικὼς σπεύδω καὶ ἐπείγομαι φανερὰ ὑμῖν καταστῆσαι τὰ ὑπ᾽ ἐμοῦ πεπραγμένα, καὶ ὅσαις τιμωρίαις ἑαυτὸν ὑπεύθυνον κατέστησα διὰ τῶν ἀνοσίων πράξεων. Ὅτι ἄνδρα ἀπέκτεινα, φησὶν, εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί. Ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. Μέγα τὸ εἰρημένον, καὶ σφόδρα μέγα, καὶ πολλὴ τοῦ ἀνδρὸς ἡ εὐγνωμοσύνη.

Οὐ μόνον γὰρ ὁμολογεῖ τὸ γεγονὸς, καὶ τοὺς φόνους εἰς μέσον ἄγει, οὓς εἰργάσατο, ἀλλὰ καὶ διὰ τῆς συγκρίσεως τῶν ὑπ᾽ ἐκείνου καὶ ὑπ᾽ αὐτοῦ γεγονότων τὸ ἐπιτίμιον ἑαυτῷ ἐπιτίθησι. Ποίας γὰρ ἂν εἴη, φησὶ, συγγνώμης ἄξιος ὁ μηδὲ τῇ ἑτέρου τιμωρίᾳ σωφρονισθεὶς, ἀλλὰ καὶ ἔναυλον ἔχων τὴν μνήμην, καὶ πρὸς ἐπὶ τούτοις διπλοῦν ἐργασάμενος φόνον; Ὅτι ἄνδρα, φησὶν, ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί. Οὐ τοσοῦτον ἠδίκησα, φησὶν, ἐκείνους, οὓς ἀνεῖλον, ὅσον ἐμαυτόν. Εἰς ἄφυκτον γὰρ τιμωρίαν ἑαυτὸν ἐνέβαλον, ἁμαρτήματα ἐργασάμενος συγγνώμης ἐπέκεινα. Εἰ γὰρ ἐκεῖνος ὑπὲρ τοῦ ἑνὸς φόνου ἑπτὰ τιμωρίαις ὑπεύθυνος γέγονεν, ἐγὼ δίκαιος ἂν εἴην ἑβδομηκοντάκις ἑπτὰ τιμωρίας ὑποσχεῖν. Τίνος ἕνεκεν καὶ διὰ τί; Εἰ γὰρ καὶ φόνον ἐκεῖνος εἰργάσατο, καὶ ἀδελφοῦ φόνον, ἀλλ᾽ οὐδένα οὐδέποτε πρότερον θεασάμενος τοῦτο πεποιηκότα, οὐδὲ κατιδὼν ἕτερον διὰ τὴν πρᾶξιν τιμωρηθέντα, καὶ τοσαύτης πειραθέντα τῆς ἀγανακτήσεως, ἅπερ ἀμφότερα ἐμοὶ αὔξει τὰς τιμωρίας· ὅτι καὶ πρὸ τῶν ὀφθαλμῶν ἔχων τὸ ὑπ᾽ ἐκείνου τολμηθὲν, καὶ τὴν τιμωρίαν ὁρῶν οὕτως ἀνήκεστον οὖσαν, οὐδὲ οὕτως ἐσωφρονίσθην. Διὰ τοῦτο κἂν ἑβδομηκοντάκις ἑπτὰ τιμωρίας ἐκείνου ὑποσταίην, οὐδὲ οὕτω τὴν ἀξίαν δώσω δίκην.

γʹ. Ὁρᾷς, ἀγαπητὲ, πῶς αὐτεξούσιον ἡμῶν τὴν γνώμην ὁ Θεὸς ἐδημιούργησε, καὶ ὥσπερ ῥᾳθυμοῦντες ὑποσκελιζόμεθα, οὕτω καὶ νῆψαι βουληθέντες συνορῶμεν τὸ δέον; Τίς γὰρ, εἰπέ μοι, τοῦτον ἐπὶ τὴν τοσαύτην ἐξομολόγησιν κατήπειγεν; Οὐδεὶς ἕτερος, ἀλλ᾽ ἢ τὸ συνειδὸς καὶ ὁ δικαστὴς ἐκεῖνος ὁ ἀδέκαστος. Ἐπειδὴ γὰρ εἰς ῥᾳθυμίαν ἀποκλίνας εἰς ἔργον ἤγαγε τὴν κακὴν ἐπιχείρησιν, εὐθέως κατεξανέστη τὸ συνειδὸς καταβοῶν, καὶ τῶν ἁμαρτηθέντων τὸ μέγεθος, καὶ ὅσαις τιμωρίαις ἑαυτὸν ὑπεύθυνον εἰργάσατο. Τοιοῦτον γὰρ ἡ ἁμαρτία· πρὶν ἢ μὲν γὰρ παραχθῆναι, καὶ εἰς ἔργον ἐλθεῖν, σκοτοῖ τὸν λογισμὸν, καὶ ἀπατᾷ τὴν διάνοιαν· ἐπὰν δὲ τελειωθῇ, τότε δήλην ἡμῖν τὴν αὐτῆς ἀτοπίαν καθίστησι, καὶ ἡ βραχεῖα ἐκείνη καὶ ἄτοπος ἡδονὴ διηνεκῆ τὴν ὀδύνην ἡμῖν ἀντίθησι, καὶ τοῦ συνειδότος ἀφαιρεῖται τὴν παῤῥησίαν, καὶ αἰσχύνῃ περιβάλλει τὸν ἁλόντα. Ὁ γὰρ φιλάνθρωπος Δεσπότης τοιοῦτον ἡμῖν τὸν κατήγορον τοῦτον ἐπέστησεν, ὡς μηδέποτε ἠρεμεῖν, ἀλλ᾽ ἀδιαλείπτως συνόντα καταβοᾷν, καὶ δίκην ἀπαιτεῖν τῶν πεπλημμελημένων. Καὶ τοῦτο ἄν τις ἴδοι σαφῶς ἐξ αὐτῶν τῶν πραγμάτων.

Ὁ γὰρ πόρνος, ἢ ὁ μοιχὸς, ἢ ὁ ἕτερόν τι τοιοῦτον εἰργασμένος, κἂν πάντας λαθεῖν δυνηθῇ, οὐδὲ οὕτως ἐν ἠρεμίᾳ διάγει, ἀλλ᾽ ἔχων τοῦτον τὸν σφοδρὸν, κατήγορον τὰς ὑποψίας δέδοικε, τὰς σκιὰς τρέμει, τοὺς εἰδότας, τοὺς οὐκ εἰδότας, διηνεκῆ χειμῶνα ἔχων ἐν ψυχῇ καὶ κύματα ἐπάλληλα. Καὶ οὔτε ὕπνος τῷ τοιούτῳ ἡδὺς, ἀλλὰ φόβου καὶ δειμάτων πεπληρωμένος· οὔτε τροφὴ ἡδονὴν ἔχουσα, οὔτε διάλεξις φίλων τὸν τοιοῦτον μεταγαγεῖν δυνήσεται, ἢ ἀπαλλάξαι τοῦ ἀγῶνος τοῦ ἐπικειμένου· ἀλλὰ καθάπερ δήμιον περιφέρων καταξαίνοντα αὐτὸν καὶ μαστίζοντα διηνεκῶς, οὕτω μετὰ τὴν ἄτοπον πρᾶξιν ἐκείνην περιέρχεται, οὐδενὸς εἰδότος, τὰς ἀφορήτους ἐκείνας τιμωρίας ὑπέχων, καὶ δικαστὴς ἑαυτοῦ γινόμενος καὶ κατήγορος.

Ἀλλ᾽ ὁ ταῦτα εἰργασμένος ἐὰν βουληθῇ εἰς δέον χρήσασθαι τῇ ἀπὸ τοῦ συνειδότος βοηθείᾳ, καὶ ἐπὶ τὴν ἐξομολόγησιν τῶν πεπραγμένων ἐπειχθῆναι, καὶ τῷ ἰατρῷ δεῖξαι τὸ ἕλκος, τῷ θεραπεύοντι καὶ μὴ ὀνειδίζοντι, καὶ τὰ παρ᾽ ἐκείνου φάρμακα δέξασθαι, καὶ μόνος αὐτῷ διαλεχθῆναι, μηδενὸς εἰδότος, καὶ πάντα εἰπεῖν μετὰ ἀκριβείας, ταχεῖαν ποιήσεται τὴν διόρθωσιν τῶν ἐπταισμένων. Ἡ γὰρ ὁμολογία τῶν ἡμαρτημένων ἀφανισμὸς γίνεται τῶν πλημμελημάτων. Εἰ γὰρ δὴ ὁ Λάμεχ οὗτος ταῖς ἑαυτοῦ γυναιξὶ τοὺς παρ᾽ αὐτοῦ γενομένους φόνους ἐξαγορεῦσαι οὐ παρῃτήσατο, ποίας ἂν εἴημεν συγγνώμης ἄξιοι, τῷ πάντα μετὰ ἀκριβείας εἰδότι τὰ ἡμέτερα πλημμελήματα μὴ βουλόμενοι ἐξαγορεύειν τὰ ἡμαρτημένα; Μὴ γὰρ ἐπειδὴ ἀγνοεῖ, μαθεῖν βούλεται; Οὐκ ἐπειδὴ ἀγνοεῖ, τὴν παρ᾽ ἡμῶν ὁμολογίαν ἐπιζητεῖ ὁ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν, ἀλλὰ βουλόμενος ἡμᾶς ὁμοῦ καὶ αἴσθησιν λαβεῖν τῶν ἐπταισμένων διὰ τῆς ὁμολογίας, καὶ τὴν εὐγνωμοσύνην τὴν παρ᾽ ἑαυτῶν ἐπιδείξασθαι. Μὴ γὰρ χρήματα ἔπεστιν ἐνταῦθα δαπανῆσαι; μὴ γὰρ ὁδὸν μακρὰν στείλασθαι; μὴ γὰρ ὀδύνην καὶ ἀλγήματα παρέχει ἡ ἰατρεία αὕτη; Καὶ ἀδάπανός ἐστι, καὶ ἀνώδυνος, καὶ ταχεῖαν παρέχουσα τὴν θεραπείαν. Πρὸς γὰρ τὸν τόνον τῆς διαθέσεως τοῦ προσιόντος, οὕτω καὶ τὰ φάρμακα τῶν τραυμάτων χαρίζεται ὁ Δεσπότης.

Ὁ τοίνυν βουλόμενος θᾶττον πρὸς ὑγίειαν ἐπανελθεῖν, καὶ τὰ τῆς ψυχῆς ἕλκη θεραπεῦσαι, μετὰ νήψεως προσιέτω, πάντων ἑαυτὸν ἀποστήσας τῶν βιωτικῶν, θερμὰ δάκρυα προχεέτω, προσεδρίαν πολλὴν ἐπιδεικνύσθω, πίστιν ἀκριβῆ εἰσφερέτω, καὶ θαῤῥείτω τοῦ ἰατροῦ τῇ τέχνῃ, καὶ παραχρῆμα τῆς ὑγιείας ἀπολαύσεται.

Εἶδες ἰατροῦ φιλοτιμίαν παντὸς πατρὸς φιλοστοργίαν ἀποκρύπτοντος; Μὴ γὰρ βαρύ τι καὶ ἐπαχθὲς παρ᾽ ἡμῶν ἐπιζητεῖ; Συντριβὴν καρδίας, λογισμοῦ κατάνυξιν, ὁμολογίαν πταίσματος, προσεδρίαν συντεταμένην· καὶ οὐ μόνον τῶν τραυμάτων τὴν θεραπείαν χαρίζεται, καὶ τῶν ἡμαρτημένων καθαροὺς ἀποδείκνυσιν, ἀλλὰ καὶ τὸν πρὸ τούτου μυρίοις βαρυνόμενον φορτίοις ἁμαρτημάτων δίκαιον ἀπεργάζεται. Ὢ φιλανθρωπίας μέγεθος· ὢ ἀγαθότητος ὑπερβολή. Τὸν ἡμαρτηκότα, ἐπειδὰν ὁμολογήσῃ τὰ ἡμαρτημένα συγγνώμην αἰτήσας, καὶ τὴν εἰς τὸ ἑξῆς ἀσφάλειαν ἐπιδείξηται, ἀθρόον δίκαιον ἀποφαίνει. Καὶ ἵνα μάθῃς τοῦτο σαφῶς, ἄκουε τοῦ προφήτου λέγοντος· Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος. ἵνα δικαιωθῇς. Οὐχ ἁπλῶς εἶπε, Λέγε σὺ τὰς ἀνομίας σου, ἀλλὰ προσέθηκε, Πρῶτος, τουτέστι, μὴ ἀναμείνῃς τὸν ἐλέγχοντα, μηδὲ ἐκδέξῃ τὸν κατήγορον· αὐτὸς προλαβὼν ἅρπασον τὴν πρωτολογίαν, ἵνα ἀποκλείσῃς τοῦ κατηγόρου τὴν γλῶτταν.

δʹ. Εἶδες δικαστοῦ φιλανθρωπίαν; Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων δικαστηρίων, ὅταν τις τοῦτο ποιῆσαι καταδέξηται, καὶ τοὺς ἐλέγχους προλαβὼν ὁμολογήσῃ τὰ εἰργασμένα, τὰς μὲν βασάνους καὶ τὰς ἐπαλλήλους τιμωρίας ἴσως διαφυγεῖν δυνήσεται, καὶ ταῦτα εἰ ἡμέρου τινὸς ἐπιτύχῃ δικαστοῦ, τὴν μέντοι ἀπόφασιν τὴν πρὸς θάνατον ἀπάγουσαν πάντως δέχεται· ἐπὶ δὲ τοῦ φιλανθρώπου Θεοῦ καὶ τοῦ ἰατροῦ τῶν ἡμετέρων ψυχῶν ἄφατος ἡ ἀγαθότης, καὶ πάντα λόγον ὑπερβαίνουσα ἡ φιλοτιμία. Ἐὰν γὰρ προλαβόντες τὸν ἀντίδικον τὸν ἡμέτερον, τὸν διάβολον λέγω, τὸν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ κατὰ πρόσωπον ἡμῶν ἱστάμενον, καὶ ἤδη ἐν τῷ παρόντι βίῳ, πρὸ τῆς εἰς τὸ δικαστήριον εἰσόδου, ὁμολογήσωμεν τὰ πεπραγμένα, καὶ τὴν πρωτολογίαν ἁρπάσωμεν, καὶ αὐτοὶ ἑαυτῶν κατήγοροι γενώμεθα, εἰς τοσαύτην φιλανθρωπίαν ἐκκαλεσόμεθα τὸν Δεσπότην, ὡς μὴ μόνον τὴν ἐλευθερίαν τῶν ἡμαρτημένων ἡμῖν δωρήσασθαι, ἀλλὰ καὶ εἰς τὸν τῶν δικαίων κατάλογον ἡμᾶς καταριθμῆσαι.

Εἰ γὰρ ὁ Λάμεχ οὗτος, μήτε νόμου δεδομένου τοῦ διδάσκειν δυναμένου, μήτε προφητῶν ἀκούσας, μήτε ἑτέρας τινὸς παραινέσεως, ἀπὸ τοῦ ἐγκειμένου τῇ φύσει κριτηρίου συνειδὼς ἅπερ ἐτόλμησε, καὶ εἰς μέσον ἤγαγε τὰ εἰργασμένα, καὶ ἑαυτοῦ κατεψηφίσατο· πῶς ἡμεῖς δυνησόμεθα ἀπολογίας τινὸς τυχεῖν μὴ κατὰ πάσης σπουδῆς τὰ ἡμέτερα τραύματα ἐπιδεικνύντες τῷ Δεσπότῃ, καὶ παρ᾽ αὐτοῦ τὴν τούτων ἰατρείαν δεχόμενοι;

Ὅπερ εἰ μὴ νῦν ποιήσαιμεν, ὅτε νηστείας καιρὸς, ὅτε τοσαύτη τῶν λογισμῶν ἡ γαλήνη, ὅτε πᾶσα τρυφὴ ἐκποδών· πότε δυνησόμεθα εἰς ἔννοιαν ἐλθεῖν τῶν ἡμῖν πεπραγμένων; Διὸ παρακαλῶ πάντοτε μὲν νήφειν καὶ ἐγρηγορέναι, καὶ τὴν παροῦσαν ζωὴν ἅπασαν εἰς τοῦτο καταδαπανᾷν, ἵνα τῇ προσεδρίᾳ δυνηθῶμεν τὴν ἀφόρητον ἐκείνην κόλασιν διαφυγεῖν, καὶ ἐκτὸς γενέσθαι τοῦ τῆς γεέννης πυρός. Μάλιστα δὲ νῦν μετὰ πλείονος τῆς σπουδῆς τοῦτο δεῖ ποιεῖν, ὅτε διὰ τὸν τῆς νηστείας καιρὸν καὶ πλείονος καὶ συνεχοῦς ἀπολαύετε τῆς διδασκαλίας. Ἔγνω δὲ, φησὶν, Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σὴθ, λέγουσα· Ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Μέχρι τοῦ Λάμεχ τὴν γενεαλογίαν στήσασα ἡ θεία Γραφὴ, ἐπανῆλθε πάλιν ἐπὶ τὸν Ἀδὰμ καὶ τὴν γυναῖκα αὐτοῦ, καί φησιν· Ἔγνω δὲ Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σὴθ, λέγουσα· Ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Ἔτεκε, φησὶν, υἱὸν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ· καὶ οὐκ ἀρκεσθεῖσα ἡ μήτηρ τῇ τεθείσῃ προσηγορίᾳ, φησίν· Ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν.

Ὅρα καὶ τὴν μητέρα, ὅπως διὰ τῆς προσηγορίας τοῦ τεχθέντος παιδίου τὴν μνήμην τῆς πονηρᾶς ἐκείνης πράξεως διηνεκῆ ἐναποτίθεται, καὶ ἵνα καὶ οἱ εἰς τὰς ἑξῆς γενεὰς εἰδέναι ἔχωσι τὸ τολμηθὲν ὑπὸ τοῦ Κάϊν, φησίν· Ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Ὀδυνωμένης ψυχῆς τὸ ῥῆμα, συγχεομένης ὑπὸ τῆς μνήμης τοῦ γεγονότος, καὶ εὐχαριστούσης μὲν ὑπὲρ τοῦ τεχθέντος, μονονουχὶ δὲ στηλιτευούσης ἐκεῖνον διὰ τῆς τοῦ παιδὸς προσηγορίας. Καὶ γὰρ ἀληθῶς οὐ τὸ τυχὸν πένθος εἰργάσατο τοῖς γονεῦσι, τὴν ἑαυτοῦ δεξιὰν ὁπλίσας κατὰ τοῦ ἀδελφοῦ, καὶ τὸν ποθεινὸν καὶ ἐπέραστον δείξας αὐτοῖς χαμαὶ ἐῤῥιμμένον, νεκρὸν καὶ ἀναίσθητον. Εἰ γὰρ καὶ τὸ ἐπιτίμιον ἐδέξατο ὁ Ἀδὰμ, Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· καὶ, Ἐν ᾗ ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε· ἀλλ᾽ ὅμως ἐν ῥήμασιν ἦν τέως τὰ τῆς ἀποφάσεως, καὶ οὐδέπω ᾔδεισαν, τί ἦν τοῦ θανάτου τὸ εἶδος, ἀλλ᾽ οὗτος προλαβὼν διὰ τὸ μῖσος τὸν ἀδελφὸν, καὶ τὸν φθόνον τὸν ἔνδοθεν αὐτὸν τήκοντα, ἐπὶ σφαγὴν ὥρμησε τοῦ Ἄβελ, καὶ δεινὸν θέαμα παρέσχε τοῖς γονεῦσιν ἰδεῖν.

Διά τοι τοῦτο ἡ μήτηρ μικρὸν ἀνανεύσασα, καὶ μόλις ὀψέ ποτε τοῦ ἀφορήτου πένθους ἐκείνου παραμυθίαν εὑρεῖν δυνηθεῖσα διὰ τοῦ τεχθέντος παιδὸς, καὶ τὴν εὐχαριστίαν ἀναφέρει τῷ Δεσπότῃ, καὶ τοῦ ἀδελφοκτόνου στηλιτεύει τὴν πρᾶξιν, ταύτην αὐτῷ καὶ αὐτὴ μεγίστην τιμωρίαν ἐπάγουσα, τὸ διηνεκῆ τὴν μνήμην ἐναποθέσθαι τῷ παρ᾽ αὐτοῦ γεγενημένῳ.

Εἴδετε ὅσον κακόν ἐστιν ἁμαρτία; πῶς εἰς αἰσχύνην καὶ ὄνειδος προτίθησι τοὺς ταύτην εἰργασμένους; εἴδετε πῶς τῆς ἄνωθεν χάριτος διὰ ταύτην γυμνὸς γέγονε, καὶ ἅπασι προκείμενος εἰς καταγέλωτα; εἴδετε πῶς καὶ τοῖς γονεῦσι τοῖς ὑπὸ τῆς φύσεως αὐτῆς ὠθουμένοις εἰς φιλοστοργίαν βδελυκτὸς κατέστη διὰ τὴν κακὴν ἐπιχείρησιν;

Φεύγωμεν τοίνυν, παρακαλῶ, τὴν ἁμαρτίαν τὴν τοσούτοις ἡμᾶς περιβάλλουσαν κακοῖς, καὶ τὴν ἀρετὴν ἑλώμεθα, ἵνα καὶ τὴν ἄνωθεν εὔνοιαν ἐπισπασώμεθα, καὶ τὴν κόλασιν διαφύγωμεν. Καὶ τῷ Σὴθ, φησὶν, ἐγένετο υἱός· ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ Ἐνώς· οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ. Ὅρα πῶς κατὰ μικρὸν λοιπὸν παιδεύονται ταῖς προσηγορίαις τῶν τικτομένων ἐναποτίθεσθαι τῆς οἰκείας εὐγνωμοσύνης τὴν ἀπόδειξιν. Καὶ οὗτος γὰρ, φησὶν, ὁ Σὴθ, γεννήσας υἱὸν, ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Ἐνώς. Εἶτα ἑρμηνεῦσαι ἡμῖν βουλομένη ἡ θεία Γραφὴ τοῦ ὀνόματος τὴν προσηγορίαν, φησίν· Οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ.

Καὶ γὰρ ἐκ τούτου λοιπὸν τὴν ἀρχὴν μέλλει ποιεῖσθαι ὁ μακάριος προφήτης τῆς γενεαλογίας, τοῦ Κάϊν τὴν μνήμην ἀποπεμψάμενος, καὶ τῶν ἐξ αὐτοῦ μέχρι τοῦ Λάμεχ γεγονότων, καὶ ἐπειδὴ τὴν ἀπὸ τῆς φύσεως αὐτῷ προεδρίαν χαρισθεῖσαν, τὴν τῶν πρωτοτόκων λέγω, τῇ κακίᾳ τῆς προαιρέσεως ἐλυμήνατο, ἐκβάλλεται μὲν αὐτὸς, καὶ οἱ ἐξ αὐτοῦ, τοῦ καταλόγου· ὁ δὲ Σὴθ λοιπὸν ὅπερ οὐκ εἶχεν ἀπὸ τῆς φύσεως, τούτου διὰ τὴν τῆς προαιρέσεως εὐγνωμοσύνην ἀξιοῦται, καὶ εἰς τοῦτον μεθίσταται λοιπὸν τὰ τῆς πρωτοτοκίας, εἰ καὶ μὴ διὰ τὴν φύσιν, ἀλλὰ διὰ τὴν τῆς προαιρέσεως γνώμην, καὶ οἱ ἐκ τούτου τικτόμενοι τῆς γενεαλογίας ἀξιοῦνται. Καὶ ὥσπερ οὗτος Ἐνὼς ἐκλήθη διὰ τὸ ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ, οὕτω καὶ οἱ ἐκ τούτου λοιπὸν τὸ γένος καταγόμενοι τῆς αὐτῆς ἀξιοῦνται προσηγορίας. Διὰ τοῦτο καὶ ὁ μακάριος οὗτος προφήτης ἐνταῦθα στήσας τὴν διήγησιν πάλιν ἀρχὴν ἑτέραν ποιεῖται.

εʹ. Ἀλλ᾽ ἵνα μὴ ἀρξάμενοι τοῦ διηγήματος εἰς πολὺ μῆκος ἐκτείνωμεν τὴν διδασκαλίαν, ἐνταῦθα καὶ ἡμεῖς καθάπερ ὁ μακάριος οὗτος προφήτης καταπαύσωμεν τὸν λόγον, εἰς τὴν ἑξῆς, ἐὰν ὁ Θεὸς ἐπιτρέπῃ, τῶν ἑπομένων τὴν ἑρμηνείαν ταμιευσάμενοι. Τέως δὲ ἐπὶ τοῦ παρόντος ἐκεῖνο παρακαλέσαι τὴν ὑμετέραν ἀγάπην βούλομαι, ὥστε καρποῦσθαί τι πλέον ἐκ τῶν παρ᾽ ἡμῶν λεγομένων, καὶ καθ᾽ ἑκάστην ἡμέραν ἑαυτοὺς διερευνᾶσθαι, τί μὲν ἐκ ταύτης τῆς διδασκαλίας ἐκερδάνατε, τί δὲ ἐκ τῆς ἑτέρας, καὶ μὴ μόνον μέχρι τῆς ἀκοῆς δέχεσθαι τὰ παρ᾽ ἡμῶν λεγόμενα, ἀλλὰ καὶ εἰς τὴν διάνοιαν ὑμῶν αὐτὰ ἐναποτίθεσθαι, καὶ τῇ συνεχεῖ μελέτῃ παγίαν αὐτῶν τὴν μνήμην ποιεῖσθαι. Βούλομαι γὰρ ὑμᾶς μὴ μόνον ἑαυτοῖς ἀρκεῖν, ἀλλὰ καὶ ἑτέροις διδασκάλους γίνεσθαι, ὥστε δύνασθαι καὶ ἑτέρους νουθετεῖν, καὶ μὴ διὰ λόγων μόνον τοῦτο ποιεῖν, ἀλλὰ καὶ διὰ τῶν ἔργων παιδεύειν τοὺς πλησίον πρὸς τὴν τῆς ἀρετῆς κατόρθωσιν. Ἐννόησον γάρ μοι, ὅτι εἰ βουληθείητε καθ᾽ ἑκάστην ἡμέραν ἐνταῦθα παραγενόμενοι μικρόν τι μέρος καρποῦσθαι, καὶ τῶν ἐνοχλούντων ὑμῖν παθῶν διόρθωσιν ποιήσασθαι, πῶς κατ᾽ ὀλίγον εἰς αὐτὴν τῆς ἀρετῆς τὴν ἄκραν κορυφὴν ἐλεύσεσθε. Οὐδὲ γὰρ παυόμεθα ἐφ᾽ ἑκάστης διαλεγόμενοι, καὶ περὶ τῆς ἀρίστης πολιτείας ὑμῖν ἐνηχοῦντες, ὥστε τὰ ὀλέθρια ταῦτα πάθη ἐκκόπτειν, τὸν θυμὸν λέγω, τὴν βασκανίαν, τὸν φθόνον.

Τούτων γὰρ ἀναιρεθέντων, εὐκολώτερον καὶ ἡ περὶ τὰ χρήματα μανία διόρθωσιν λήψεται καὶ τῆς περὶ τὰ χρήματα μανίας πάλιν παυθείσης, μετὰ πλείονος τῆς ἀδείας οἱ ἄτοποι λογισμοὶ καὶ αἱ αἰσχραὶ ἐνθυμήσεις κατασταλήσονται· Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία. Ἂν τοίνυν τὴν ῥίζαν ἐκτέμωμεν, καὶ ἐξ αὐτοῦ τοῦ βάθους αὐτὴν ἀνασπάσωμεν, εὐκολώτερον τῶν κλάδων περιεσόμεθα. Ἡ γὰρ ἀκρόπολις τῶν κακῶν, καὶ ὁ κολοφὼν, ὡς εἰπεῖν, τῶν ἁμαρτημάτων, ἡ λύσσα τῶν χρημάτων ἐστὶν, ἧς εἰ βουληθείημεν περιγενέσθαι, οὐδὲν τὸ κωλύον καὶ ταύτην τὴν μανίαν ἐκφυγεῖν, καὶ μετὰ ταύτης συνανασπάσαι καὶ ἐκτεμεῖν πάντα τὰ ὀλέθρια πάθη.

Καὶ μὴ νομίσητε μέγα τι καὶ φορτικὸν εἶναι τὸ χρημάτων ὑπεριδεῖν· Ὅταν γὰρ ἐννοήσω, ὅτι πολλοὶ τῶν ἀνθρώπων διὰ κενὴν καὶ ἀνόνητον φιλοτιμίαν πολλὰ χρυσίου τάλαντα ἐξέχεον εἰς οὐδὲν δέον, ἀλλ᾽ ἵνα τὴν παρὰ τῶν ἀγοραίων καὶ τριοβολιμαίων πολλάκις ἀνθρώπων εὐφημίαν καρπώσωνται, τὴν πρὸ τῆς ἑσπέρας τέλος λαμβάνουσαν, πολλάκις δὲ οὐδὲ μέχρι τῆς ἑσπέρας διαμείνασαν, ἀλλὰ καὶ πρὶν ἢ πληρωθῆναι τὴν ἡμέραν μυρίοις αὐτοὺς περιβάλλουσαν κακοῖς· [ἕτεροι δὲ τῶν ἐπὶ τῇ πλάνῃ τῇ Ἑλληνικῇ προκατειλημμένων, πάλιν διὰ τὸ πρὸς τὴν τῶν ἀνθρώπων ἐπτοῆσθαι δόξαν, καὶ ταύτην περὶ πολλοῦ ποιεῖσθαι, πάντα τὰ ὄντα ῥίψαντες, καὶ ἓν μόνον τριβώνιον ἑαυτοῖς καταλιπόντες καὶ βακτηρίαν, οὕτω τὸν ἅπαντα βίον διάγουσι, πάντα τὸν πόνον ἐκεῖνον καὶ τὴν ταλαιπωρίαν διὰ τὴν παρὰ τῶν ἀνθρώπων εὐφημίαν ὑπομένειν αἱρούμενοι·] ὅταν τοίνυν ταῦτα λογίσωμαι, οὐκ οἶδα ποίαν ἕξομεν ἀπολογίαν ἢ συγγνώμην, οὐδὲ τὸ πολλοστὸν ἐκείνων διὰ τὴν παρὰ τοῦ Θεοῦ δοθεῖσαν ἐντολὴν προέσθαι ἀνεχόμενοι, καὶ διὰ τὴν δόξαν ἐκείνην τὴν ἀθάνατον καὶ πέρας οὐκ ἔχουσαν, ἀλλὰ καὶ ἐκείνων χείρους γινόμενοι, καὶ μηδὲ ὅσον τὸ μέσον ἐννοοῦντες· ὅτι ἐκεῖνοι μὲν διὰ τὴν παρὰ τῶν ἀνθρώπων τῶν ὁμογενῶν ἀνόνητον εὐφημίαν τοσαῦτα προΐενται ἡμεῖς δὲ διὰ τὸν Δεσπότην τὸν ἡμέτερον, τὸν καὶ τῶν ὑπηργμένων χορηγὸν, καὶ ἐκείνας τὰς ἀποῤῥήτους δωρεὰς ἐπαγγελλόμενον, οὐδὲ τὸ τυχὸν πολλάκις μεταδιδόναι τοῖς πενομένοις αἱρούμεθα.

Καὶ ποίοις ὀφθαλμοῖς ὀψόμεθα τὸν κριτὴν τῆς οὕτως εὐκόλου ἐντολῆς καταμελοῦντες;

Μὴ γὰρ πάντα τὰ ὄντα ῥῖψαι προτρέπω; Ἀπόλαυε πάσης ἀνέσεως, καὶ τὴν ἑαυτοῦ χρείαν πληρώσας τὰ περιττὰ καὶ εἰκῆ κείμενα ταῦτα ἀναγκαῖα ποίησον, καὶ τοῖς λιμῷ πιεζομένοις καὶ ὑπὸ τοῦ κρυμοῦ πηγνυμένοις τούτοις διάνειμαι, καὶ διὰ τῆς τούτων χειρὸς εἰς τὴν ἑαυτοῦ πατρίδα διαπέμπου, ἢν μετ᾽ οὐ πολὺ λήψῃ. Οὗτοι γὰρ μάλιστα δυνήσονταί σοι χρησιμεῦσαι πρὸς τὴν ἐκεῖ μετακομιδὴν, ἵν᾽ ὅταν ἀπέλθῃς ἐκεῖ, ἅπαντα εὕρῃς εὐτρεπισμένα, καὶ πλείονος ἀπολαύσῃς ἐκεῖ τῆς εὐπορίας, ὁρῶν ταῦτα ὑπὸ τῶν μετακομισάντων, μᾶλλον δὲ ὑπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας πολυπλασιασθέντα. Μὴ γὰρ κάματον ἔχει τὸ πρᾶγμα; μὴ γὰρ φροντίδα τινὰ καὶ μέριμναν; Οὐχ ὑποζυγίων σοι χρεία πρὸς τὴν μετακομιδὴν, οὐ τοῦ φυλάττοντος, οὐκ ἄλλου οὐδενὸς τοιούτου. Οὔτε γὰρ λῃστὴς, οὔτε τοιχωρύχος ἐκείνην βαδίζει τὴν ὁδὸν, ἵνα λυμαίνηται τοῖς παρὰ σοῦ πεμπομένοις· ἀλλ᾽ ἅπερ ἢν ἀποθῇ εἰς τὰς τῶν πενήτων χεῖρας, ταῦτα εἰς ἀσφαλὲς ταμιεῖον ἀποθήσῃ τὴν τοῦ Θεοῦ χεῖρα. Αὕτη γὰρ ἀκέραιον καὶ τὴν τούτων φυλακὴν παρέξει, καὶ ἐπειδὰν ἐπανέλθῃς εἰς τὴν οἰκείαν πατρίδα, μετὰ τῆς ἐκείνων ἀποδόσεως καὶ ἀνακηρύξει, καὶ στεφανώσει, καὶ ἐν πάσῃ εὐρυχωρίᾳ καὶ ἀνέσει καταστήσει.

Ἐκχέωμεν τοίνυν, παρακαλῶ, τὰ ἀποκείμενα εἰς τὰς τῶν πενήτων γαστέρας, καὶ σπείρωμεν ὡς ἔτι καιρὸς, ἵνα εἰς τὸν δέοντα καιρὸν θερίσωμεν, καὶ μὴ προϊέμενοι τὴν παροῦσαν εὐκαιρίαν ὕστερον ἀνόνητα μεταμελώμεθα. Μὴ γὰρ διὰ τοῦτο πλείονά σοι κεχάρισται ὁ φιλάνθρωπος Δεσπότης, ἵνα εἰς τὴν ἑαυτοῦ μόνον χρείαν καταναλώσῃς τὰ δοθέντα, καὶ τὰ λοιπὰ ταμιείοις καὶ κιβωτίοις ἐναποκλείσῃς; Οὐ διὰ τοῦτο, ἀλλ᾽ ἵνα, κατὰ τὴν παραίνεσιν τὴν ἀποστολικὴν, τὸ σὸν περίσσευμα γένηται εἰς τῶν ἄλλων ὑστέρημα.

Καὶ σὺ μὲν ἴσως καὶ ὑπὲρ τὴν χρείαν ἀπολαύεις, καὶ ἐν τῇ τρυφῇ καὶ ἐν τοῖς ἐσθήμασι καὶ ἐν ἄλλῃ πολυτελείᾳ πολλῷ τῷ ἀργύρῳ κεχρημένος, καὶ μέχρι τῶν οἰκετῶν καὶ τῶν ἀλόγων τοῦτον κερματίζων· ὁ δὲ πένης οὐδὲν τούτων ζητεῖ παρὰ σοῦ, ἢ μόνον λιμὸν παραμυθήσασθαι, καὶ τὴν ἀναγκαίαν χρείαν καὶ τὴν ἐφήμερον αὐτῷ τροφὴν παρασχεῖν, ὥστε συστῆναι καὶ μὴ διαφθαρῆναι· καὶ οὐδὲ τοῦτο ἀνέχῃ ποιῆσαι, οὐδὲ λογίζῃ, ὅτι πολλάκις ἀθρόον ἀναρπασθεὶς τὰ μὲν συλλεγέντα ἅπαντα ἐντεῦθεν καταλιμπάνεις, καὶ ἐνίοτε εἰς ἐχθροὺς καὶ πολεμίους ταῦτα μεταστήσεται· αὐτὸς δὲ τὰ ἁμαρτήματα ἅπαντα, ἐξ ὧν ταῦτα συλλέγεις, μεθ᾽ ἑαυτοῦ λαβὼν ἄπει.

Καὶ τί ποτε ἐρεῖς κατὰ τὴν ἡμέραν ἐκείνην τὴν φοβεράν; τί δὲ ἀπολογήσῃ οὕτω ῥᾳθύμως τὰ κατὰ τὴν ἑαυτοῦ σωτηρίαν οἰκονομήσας; Διὰ τοῦτο ἐμοὶ πείθοιο, καὶ ὡς ἔτι καιρὸν ἔχεις, διάνειμαι τὰ περιττὰ τῶν χρημάτων, ἵνα τὴν ἐκεῖ σαυτῷ προαποθῇ σωτηρίαν, καὶ τῶν αἰωνίων ἀγαθῶν εὑρήσῃς τὴν ἀνταπόδοσιν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΚΑʹ. Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδὰμ, κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτῶν Ἀδὰμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς. αʹ. Πολὺς καὶ ἄφατος ὁ θησαυρὸς, ἀγαπητοὶ, ἐν τοῖς πρόσφατον ἀναγνωσθεῖσι. Καὶ οἶδα μὲν ὅτι πολλοὶ πρὸς τὸν τῶν ὀνομάτων κατάλογον ἀφορῶντες, καὶ ἐξεπιπολῆς τοῖς ἀνεγνωμένοις προσέχοντες νομίζουσι μηδὲν πλέον ἔχειν τὰ εἰρημένα, ἀλλ᾽ ἢ ἁπλῶς ὀνομάτων εἶναι προσηγορίας· ἐγὼ δὲ παρακαλῶ πάντας ὑμᾶς μὴ ἁπλῶς παρατρέχειν τὰ ἐν ταῖς θείαις Γραφαῖς κείμενα. Οὐδὲν γὰρ τῶν ἐνταῦθα γεγραμμένων ἐστὶν, ὃ μὴ πολὺν νοημάτων πλοῦτον ἔχει· ἐπειδὴ γὰρ Πνεύματι θείῳ ἐνηχούμενοι ἐξέθεντο οἱ μακάριοι προφῆται, διὰ τοῦτο ἅτε Πνεύματι γεγραμμέναι πολὺν ἔχουσιν ἐγκεκρυμμένον θησαυρόν. Καὶ μὴ θαυμάσῃς, εἰ ἐν τῷ καταλόγῳ τῶν ὀνομάτων νῦν ἐπαγγέλλομαι ὑμῖν δεικνύναι πολὺν ἐγκεκρυμμένον πλοῦτον νοημάτων. Οὐδὲ γὰρ συλλαβὴ, οὐδὲ κεραία μία ἐστὶν ἐγκειμένη παρὰ τῇ Γραφῇ, ᾗ μὴ πολὺς ἐναπόκειται θησαυρὸς ἐν τῷ βάθει. Διά τοι τοῦτο προσήκει ἡμᾶς ὑπὸ τῆς ἄνωθεν χάριτος ὁδηγουμένους, καὶ τὴν παρὰ τοῦ ἁγίου Πνεύματος ἔλλαμψιν δεξαμένους, οὕτως ἐπιέναι τὰ θεῖα λόγια.

Οὐδὲ γὰρ σοφίας ἀνθρωπίνης δεῖται ἡ θεία Γραφὴ πρὸς τὴν κατανόησιν τῶν γεγραμμένων, ἀλλὰ τῆς τοῦ Πνεύματος ἀποκαλύψεως, ἵνα τὸν ἀληθῆ νοῦν τῶν ἐγκειμένων καταμαθόντες πολλὴν ἐκεῖθεν δεξώμεθα τὴν ὠφέλειαν. Εἰ γὰρ ἐν τοῖς βιωτικοῖς πράγμασι τὰ ὑπὸ τῶν ἀνθρώπων συντελούμενα γραμματεῖα πολλάκις τῷ χρόνῳ διαφθαρέντα, ὑπὸ τοῦ ἐγκειμένου χρόνου τῷ προοιμίῳ τοῦ γραμματείου, καὶ ἀπὸ μιᾶς συλλαβῆς πολλὴν ἔσχε τὴν ἰσχύν· πολλῷ μᾶλλον ἐπὶ τῶν θείων Γραφῶν τῶν Πνεύματι· ἁγίῳ συγκειμένων τοῦτό ἐστιν εὑρεῖν, μόνον ἐὰν νήφωμεν, καὶ μὴ ἁπλῶς παρατρέχωμεν, ἀλλὰ συντείνοντες ἡμῶν τὸν λογισμὸν κατοπτεύσωμεν ἅπαντα μετὰ ἀκριβείας, καὶ μὴ χείρους γινώμεθα τῶν περὶ τὰ αἰσθητὰ τοσαύτην τὴν σπουδὴν ἐπιδεικνυμένων. Καὶ γὰρ οἱ τὴν μεταλλικὴν γῆν ἀνορύττοντες οὐ μέχρι τῆς ἐπιφανείας ἵστανται, ἀλλ᾽ ἐπειδὰν πολὺ βάθος κατέλθωσι, καὶ καταλαβεῖν, δυνηθῶσι τοῦ χρυσίου τὰ ψήγματα, μετὰ πολλοῦ τοῦ πόνου καὶ τῆς εὐτονίας τῆς γῆς χωρίζουσι, καὶ μετὰ τὸν πολὺν ἐκεῖνον πόνον, βραχεῖάν τινα τῶν πόνων εὑρίσκουσι παραμυθίαν· καὶ ὅμως εἰδότες ὅτι ἐλάττονα τῶν πόνων καρποῦνται τὴν ὠφέλειαν, πολλάκις δὲ καὶ μετὰ τὴν πολλὴν ἀγρυπνίαν καὶ τὸν κάματον, καὶ τῆς προσδοκίας διήμαρτον, καὶ οὐδὲ οὕτως ἀφίστανται, ἀλλὰ τῇ ἐλπίδι τρεφόμενοι, τῶν πόνων αἴσθησιν οὐ λαμβάνουσιν.

Εἰ τοίνυν ἐκεῖνοι περὶ τὰ φθαρτὰ καὶ ἐπίκηρα, ἔνθα καὶ ἀδηλία πολλὴ, τοσαύτην ἐπιδείκνυνται τὴν σπουδὴν, πολλῷ μᾶλλον προσήκει ἡμᾶς ὅπου καὶ ὁ πλοῦτος ἀναφαίρετος, καὶ ὁ θησαυρὸς ἀδαπάνητος, καὶ διαμαρτεῖν οὐκ ἔνι, τὴν ἴσην καὶ πλείονα σπουδὴν ἐπιδείκνυσθαι, ἵνα δυνηθῶμεν ἐπιτυχεῖν τῶν σπουδαζομένων, καὶ τὴν ἐντεῦθεν ὠφέλειαν καρπωσάμενοι, καὶ καταμαθόντες τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν, εὐγνώμονές τε γενώμεθα περὶ τὸν ἡμέτερον Δεσπότην, καὶ τὴν ἐκεῖθεν εὔνοιαν ἐπισπασάμενοι, ἀχείρωτοι καταστῶμεν ταῖς τοῦ διαβόλου παγίσι. Φέρε οὖν τὰ πρόσφατον ἀναγνωσθέντα εἰς μέσον προθέντες, διερευνησώμεθα μετὰ ἀκριβείας ἕκαστον, ἵνα τῆς συνήθους ἀπολαύσαντες διδασκαλίας, οὕτως οἴκαδε ἀναχωρήσητε.

Αὕτη ἡ βίβλος, φησὶ, γενέσεως ἀνθρώπων, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδὰμ κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτῶν Ἀδὰμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς. Θέα μοι τοῦ θαυμαστοῦ τούτου προφήτου τὴν σύνεσιν· μᾶλλον δὲ τοῦ ἁγίου Πνεύματος τὴν διδασκαλίαν. Ἐκεῖθεν γὰρ ἐνηχούμενος ἅπαντα ἡμῖν φθέγγεται, καὶ τὴν γλῶτταν μὲν οὗτος ἐδάνεισεν, ἡ δὲ τοῦ Πνεύματος χάρις πάντα σαφῶς διὰ τούτου τὴν ἡμετέραν διδάσκει φύσιν. Σκόπει τοίνυν πῶς εἰς ἀρχὴν τὸν λόγον ἀνήγαγε, καὶ ἄνωθεν, ὡς εἰπεῖν, πάλιν τὴν διήγησιν ποιήσασθαι βούλεται. Τίνος ἕνεκεν καὶ διὰ τί;

Ἐπειδὴ γὰρ εἶδε τοὺς ἤδη γεγονότας πολλὴν τὴν ἀγνωμοσύνην ἐπιδειξαμένους, καὶ μηδὲ τοῖς εἰς τὸν πρωτόπλαστον γεγενημένοις σωφρονισθέντας, ἀλλ᾽ εἰς αὐτὸν τὸν κρημνὸν τῆς κακίας κατενεχθέντας· ὅ τε γὰρ ὑπ᾽ αὐτοῦ τεχθεὶς εὐθέως διὰ βασκανίαν εἰς ἀδελφοκτονίαν ὥρμησε· διὸ καὶ τὴν τιμωρίαν ἐκείνην τὴν χαλεπωτάτην ἐδέξατο, καθὼς φθάσαντες ἐδιδάξαμεν τὴν ὑμετέραν ἀγάπην· εἶτα πάλιν οἱ μετ᾽ ἐκεῖνον, οὐδὲ τῇ τούτου τιμωρίᾳ σωφρονισθέντες, χείροσι κακοῖς ἑαυτοὺς περιέβαλον, καθάπερ ἠκούσατε χθὲς τοῦ Λάμεχ τὴν οἰκείαν ἁμαρτίαν διηγουμένου ταῖς ἑαυτοῦ γυναιξὶ, καὶ καθ᾽ ἑαυτοῦ τὸ ἐπιτίμιον ὁρίζοντος· ἐπεὶ κατὰ μικρὸν εἶδεν αὐξανομένην αὐτῶν τὴν κακίαν καθάπερ ῥεῦμα πονηρὸν μέλλον κατὰ παντὸς διατρέχειν τοῦ σώματος, ἵστησι τῆς κακίας τὴν φορὰν, καὶ τὰς γενεὰς ταύτας λοιπὸν τὰς ἐκ τοῦ Κάϊν μέχρι τοῦ Λάμεχ γενομένας οὐδὲ μνήμης ἀξιοῖ, ἀλλ᾽ ὥσπερ ἀρχήν τινα ποιούμενος, καὶ τὸ πένθος τοῦ Ἀδὰμ καὶ τῆς Εὔας παραμυθήσασθαι βουλόμενος, ᾧ περιβαλεῖν αὐτοὺς ἐτόλμησεν ὁ ἀδελφοκτόνος, τὴν δεξιὰν ὁπλίσας κατὰ τοῦ Ἄβελ, οὕτως ἄρχεται τῆς διηγήσεως, καί φησιν· Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδὰμ, κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτῶν Ἀδὰμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς.

βʹ. Σκόπει πῶς τοῖς αὐτοῖς ῥήμασι κέχρηται, ὡς καὶ ἐν προοιμίοις, ἵνα διδάξῃ ἡμᾶς, ὅτι ὡς ἀδοκίμους γενομένας τὰς γενεὰς ἐκείνας οὐδὲ μνήμης λοιπὸν ἀξιοῖ, ἀλλ᾽ ἐκ τοῦ νῦν τεχθέντος, τοῦ Σὴθ λέγω, τῆς γενεαλογίας ἄρχεται, ἵνα καὶ ἐκ τούτου μάθῃς, ὅσος τῷ Θεῷ λόγος τῆς ἀνθρωπίνης φύσεως, καὶ ὅπως ἀποστρέφεται τοὺς φονικὴν ἔχοντας τὴν γνώμην. Ὡς γὰρ μηδὲ παραχθέντων λοιπὸν ἐκείνων εἰς τὸν βίον, οὕτως αὐτῶν τὴν γνώμην παραλιμπάνει, δεικνὺς ἡμῖν, ὅσον ἐστὶ κακία χαλεπὸν, καὶ ὅτι ἑαυτοῖς τὰ μέγιστα λυμαίνονται οἱ ταύτην ἀσπαζόμενοι. Ἰδοὺ γὰρ οὗτοι μὲν τοῦ καταλόγου λοιπὸν ἐξαλείφονται, ἐπὶ τοσοῦτον δὲ μνήμης ἠξιώθησαν μόνον, ὥστε τὴν κακίαν αὐτῶν στηλιτεύεσθαι, καὶ ταῖς εἰς τὸ ἑξῆς γενεαῖς γενέσθαι σωφρονισμοῦ ὑπόθεσιν. Ὁ δὲ ἀδίκως ἀναιρεθεὶς, καὶ ὑπὸ τῆς ἀδελφικῆς χειρὸς φονευθεὶς, ἐξ ἐκείνου μέχρι τοῦ νῦν ἐν τοῖς ἁπάντων ᾄδεται στόμασι, καὶ οὔτε ὁ χρόνος τούτου τὴν μνήμην ἔσβεσεν, οὔτε ἐκείνου τὴν κατηγορίαν ὑπετέμετο, ἀλλὰ καὶ οὗτος καθ᾽ ἑκάστην ἡμέραν παρὰ πάντων ἀνακηρύττεται, καὶ ἐκεῖνος διηνεκῶς στηλιτεύεται.

Εἴδετε ὅση τῆς κακίας ἡ λύμη, καὶ ὅση τῆς ἀρετῆς ἡ ἰσχὺς, καὶ ὅπως ἡ μὲν, καὶ πολεμοῦσα καὶ περιγινομένη, σβέννυταί τε καὶ ἀφανίζεται, ἡ δὲ, καὶ πολεμουμένη καὶ τὰ μυρία δεινὰ ὑπομένουσα, ταύτῃ μᾶλλον καὶ λαμπροτέρᾳ καὶ φαιδροτέρα γίνεται; Καὶ ἐνῆν μὲν καὶ ἐξ ἑτέρων πραγμάτων ὁμοίως συμβάντων τοῦτο δεῖξαι νῦν ἐπὶ τῆς ὑμετέρας ἀγάπης· ἀλλ᾽ ἵνα μὴ τῆς προκειμένης ἀκολουθίας τέως ἐκπέσωμεν, φέρε πάλιν ἐπαναλάβωμεν αὐτὰ τὰ εἰρημένα. Αὕτη ἡ βίβλος, φησὶ, γενέσεως ἀνθρώπων, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδὰμ, κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτῶν Ἀδὰμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς. Ὅρα πῶς πάλιν τῆς διηγήσεως ἄνωθεν ἀρξαμένη ἡ θεία Γραφὴ ὑπομιμνήσκει ἡμᾶς, ὅσης ἠξίωται τιμῆς ὁ δημιουργηθεὶς ἄνθρωπος. ᾟ ἡμέρᾳ, φησὶν, ἐποίησεν Ἀδὰμ, κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν, ἀντὶ τοῦ, ἄρχοντα αὐτὸν κατέστησε πάντων τῶν ὁρωμένων. Τοῦτο γάρ ἐστι· Κατ᾽ εἰκόνα κατά τε τὸν τῆς ἀρχῆς λόγον, καὶ κατὰ τὸν τῆς δεσποτείας. Ὥσπερ γὰρ ὁ τῶν ὅλων Θεὸς τὴν κατὰ πάντων ἀρχὴν ἔχει τῶν τε ὁρατῶν, τῶν τε ἀοράτων, δημιουργὸς ἁπάντων τυγχάνων, οὕτω καὶ τὸ ζῶον τοῦτο τὸ λογικὸν δημιουργήσας, ἐβουλήθη πάντων τῶν ὁρωμένων τὴν ἀρχὴν αὐτὸν ἔχειν.

Διὸ καὶ τὴν τῆς ψυχῆς οὐσίαν αὐτῷ ἐχαρίσατο, βουληθεὶς αὐτὸν καὶ ἀθάνατον εἶναι εἰς τὸ διηνεκές· ἀλλ᾽ ἐπειδὴ διὰ ῥᾳθυμίαν ὤλισθε, καὶ παρέβη τὴν δοθεῖσαν αὐτῷ ἐντολὴν, οὐδὲ οὕτω τέλεον ἀπεστράφη τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος, ἀλλὰ τῆς μὲν ἀθανασίας αὐτὸν ἀπεστέρησε, θανάτῳ δὲ καταδικάσας ἐπὶ τῆς αὐτῆς ἀρχῆς σχεδὸν ἀφῆκεν εἶναι. Εἶτα ἐπειδὴ ὁ ἐξ αὐτοῦ τεχθεὶς εἰς τοσαύτην μανίαν ἐξώκειλε, καὶ πρῶτος τὸ εἶδος τοῦ φόνου εἰσήνεγκε, καὶ τὸν βεβιασμένον ἐκεῖνον θάνατον κατέδειξε, καὶ πολλὴν ἐπεδείξατο τὴν ἀγνωμοσύνην ψεῦδος τῷ φόνῳ συνάψας, τῇ διηνεκεῖ τιμωρίᾳ σωφρονίσαι αὐτὸν ἠβουλήθη, ἵνα μὴ μόνον αὐτὸς κερδάνῃ ἐκ τῶν εἰς αὐτὸν γεγενημένων, ἀλλὰ καὶ τοὺς μετὰ ταῦτα διδάσκῃ καὶ τῶν τετολμημένων τὸ μέγεθος, καὶ τῆς ἀτοπίας τὴν ὑπερβολήν.

Ἀλλ᾽ ἐπειδὴ διὰ πολλὴν ῥᾳθυμίαν καὶ οἱ ἐκ τούτου γεγενημένοι κατὰ μικρὸν χείροσιν ἑαυτοὺς περιέβαλον κακοῖς, παραμυθήσασθαι, ὡς εἰπεῖν, βουλόμενος τὸν Ἀδὰμ οὐ μόνον διὰ τὴν οἰκείαν παράβασιν ἐν τοσαύτῃ τυγχάνοντα κατηφείᾳ, ἀλλὰ καὶ διὰ τὸ τόλμημα τοῦ Κάϊν, καὶ τὸ πένθος ἐκεῖνο τὸ ἀφόρητον, ὅπερ εἶδε τοῖς οἰκείοις ὀφθαλμοῖς· οὔτε γὰρ τοῦ θανάτου ᾔδεσαν τὸ εἶδος, εἰ καὶ τὴν ἀπόφασιν ἐδέξαντο· καὶ διπλοῦν αὐτῷ, καὶ τριπλοῦν τὸ πένθος ἐγένετο, ὅτι τε καὶ τὸν θάνατον πρῶτον εἶδον εἰσενεχθέντα εἰς τὸν βίον, καὶ βίαιον θάνατον, καὶ ὑπὸ τοῦ παιδὸς τολμηθέντα, καὶ εἰς ἀδελφὸν ὁμομήτριον, καὶ ὁμοπάτριον, καὶ οὐδὲν ἠδικηκότα· βουλόμενος τοίνυν ὁ φιλάνθρωπος Θεὸς ἀντίῤῥοπον αὐτῷ τῶν λυπηρῶν τὴν παραμυθίαν εἰσαγαγεῖν, ἕτερον αὐτῷ παρέχει παῖδα τὸν Σὴθ, καὶ ἀρκοῦσαν αὐτῷ τὴν παράκλησιν ἐντεῦθεν ποιησάμενος, ἀπὸ τούτου λοιπὸν τῆς γενέσεως τὴν ἀρχὴν συνίστησι. Διὰ τοῦτο καὶ ὁ μακάριος προφήτης οὕτως ἤρξατο λέγων· Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων. Εἶτα ἐπαγγειλάμενος τὴν γένεσιν τῶν ἀνθρώπων διηγεῖσθαι, σκόπει οἵᾳ κέχρηται ἀκολουθίᾳ· Ἔζησε, φησὶν, Ἀδὰμ ἔτη διακόσια τριάκοντα, καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ.

Ἐγένοντο δὲ αἱ ἡμέραι αὐτοῦ ἔτη ἑπτακόσια, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἀδὰμ ἔτη ἐννακόσια τριάκοντα, καὶ ἀπέθανεν. γʹ. Οὐ καλῶς ἔλεγον ἐν τοῖς προοιμίοις, ὅτι οὐδὲν ἔστιν εὑρεῖν ἁπλῶς καὶ εἰκῆ γεγραμμένον ἐν τῇ θείᾳ Γραφῇ;

Ἰδοὺ γὰρ καὶ νῦν πόσῃ τῇ ἀκριβείᾳ ἐχρήσατο ὁ μακάριος οὗτος προφήτης. Ἐγέννησε δὲ, φησὶν, Ἀδὰμ κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ. καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ· ἐπὶ δὲ τοῦ πρότερον τεχθέντος, τοῦ Κάϊν λέγω, οὐδὲν τοιοῦτον ἐπισημηνάμενος, ἀλλ᾽ ἄνωθεν προμηνύων αὐτοῦ τὴν ἐπὶ τὴν κακίαν ὁρμήν· καὶ εἰκότως· οὐ γὰρ ἔσωζε τοὺς πατρικοὺς χαρακτῆρας, ἀλλ᾽ εὐθέως πρὸς τὴν κακίαν ηὐτομόλησεν.

Ἐνταῦθα δέ φησι, Κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ, τουτέστιν ὁμότροπον τῷ γεγεννηκότι, τοὺς αὐτοὺς τῆς ἀρετῆς χαρακτῆρας διασώζοντα, τὴν εἰκόνα τὴν πατρικὴν διὰ τῶν ἔργων δεικνύντα, ἀνακαλέσασθαι δυνάμενον διὰ τῆς οἰκείας ἀρετῆς τοῦ προλαβόντος τὸ πλημμέλημα. Οὐδὲ γὰρ περὶ σωματικῶν χαρακτήρων ἐνταῦθα ἡμῖν διαλέγεται ἡ Γραφὴ λέγουσα, Κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ· ἀλλὰ περὶ τῆς ἐν τῇ ψυχῇ καταστάσεως, ἵνα μάθωμεν, ὅτι οὗτος οὐκ ἔσται τοιοῦτος. Διὸ καὶ ἡ μήτηρ τὴν προσηγορίαν ἐπιθεῖσα τῷ παιδὶ μετ᾽ εὐχαριστίας ταύτην ἐπιτίθησι, καὶ οὐ τῇ φύσει, οὐδὲ τῷ τόκῳ λογίζεται τὸ τεχθὲν παιδίον, ἀλλὰ τῇ τοῦ Θεοῦ δυνάμει.

Ἐκείνη γὰρ καὶ τὴν φύσιν διήγειρε πρὸς τὸν τόκον, καί φησιν· Ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σὴθ λέγουσα· ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Ὅρα τοῦ ῥήματος τὴν ἀκρίβειαν. Οὐκ εἶπεν, ἔδωκέ μοι ὁ Θεὸς, ἀλλ᾽ Ἐξανέστησέ μοι. Σκόπει πῶς ἀμυδρῶς τὰ προοίμια τῆς ἀναστάσεως ἐντεῦθεν δείκνυται ἤδη διὰ τοῦ ῥήματος. Ὡς γὰρ ἂν εἴποι τις ἔλεγεν· ἀντὶ τοῦ πεσόντος ἀνέστησέ μοι τοῦτον. Εἰ καὶ ἐκεῖνος, φησὶν, ὑπὸ τῆς ἀδελφικῆς δεξιᾶς εἰς τὴν γῆν κατέπεσε, καὶ τοῦ θανάτου πεῖραν ἔλαβεν, ἀλλ᾽ ἡ τοῦ Θεοῦ δύναμις ἀντὶ τοῦ πεσόντος τοῦτον ἤγειρεν. Ἐπειδὴ γὰρ οὐδέπω καιρὸς ἦν τῆς ἀναστάσεως, οὐχὶ τὸν πεσόντα ἤγειρεν, ἀλλ᾽ ἕτερον ἀντ᾽ ἐκείνου· διὸ καὶ αὐτή φησιν· Ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Εἶδες εὐγνωμοσύνην γυναικός; εἶδες φιλανθρωπίαν Δεσπότου; πῶς ταχεῖαν αὐτοῖς τὴν παραμυθίαν ἐπενόησε; Ταύτην μιμώμεθα ἅπαντες, καὶ τὸ πᾶν τῇ ἄνωθεν χάριτι λογιζώμεθα.

Εἰ γὰρ καὶ ἡ φύσις ἐργάζεται, ἀλλ᾽ οὐκ οἰκείᾳ δυνάμει, ἀλλὰ τῷ προστάγματι τοῦ δημιουργήσαντος εἴκουσα· καὶ μηδέποτε ἀλγείτωσαν γυναῖκες, ἐπειδὰν μὴ τίκτωσιν, ἀλλὰ γνώμην εὐχάριστον ἐπιδεικνύμεναι ἐπὶ τὸν τῆς φύσεως δημιουργὸν καταφευγέτωσαν, καὶ παρ᾽ ἐκείνου αἰτείτωσαν τοῦ τῆς φύσεως Δεσπότου, καὶ μήτε τῇ συνουσίᾳ τῶν συνοικούντων, μήτε ἑτέρῳ τινὶ λογιζέσθωσαν τὴν τῶν παίδων γονὴν, ἀλλὰ τῷ δημιουργῷ τῶν ὅλων τῷ καὶ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντι τὴν φύσιν τὴν ἡμετέραν, καὶ χωλεύουσαν πάλιν διορθῶσαι δυναμένῳ· ἐπεὶ καὶ αὕτη τὴν τοῦ πένθους ὑπόθεσιν δοξολογίας ἀφορμὴν ἐποιήσατο, καὶ τῷ Δεσπότῃ τὸ πᾶν λογίζεται λέγουσα, Ἐξανέστησέ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Ὁρᾷς πῶς οὐ μόνον οὐκ ἐδυσχέρανεν, οὐδὲ ἐφθέγξατό τι λυπηρὸν (οὐ γὰρ ἂν παρέλιπεν ἡ θεία Γραφὴ, εἴ γέ τι τοιοῦτον εἴρητο παρ᾽ αὐτῆς), ἀλλὰ γενναίως ἐνεγκοῦσα τὸ συμβὰν, ταχείας ἀξιοῦται τῆς παραμυθίας, καὶ πλείονα τὴν εὐγνωμοσύνην ἐπιδείκνυται, ἀνακηρύττουσα τοῦ Δεσπότου τὴν εὐεργεσίαν; Ὅρα γὰρ μεθ᾽ ὅσης φιλοτιμίας ὁ Δεσπότης τὰ παρ᾽ ἑαυτοῦ ἐπιδείκνυται. Οὐ μόνον γὰρ υἱὸν ἕτερον ἐχαρίσατο, ἀλλὰ καὶ ἐνάρετον αὐτὸν ἔσεσθαι ἤδη προμηνύει. Ἐγέννησε γὰρ, φησὶ, κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ.

Καὶ ἵνα μάθωμεν εὐθέως τοῦ τεχθέντος τὴν ἀρετὴν, ὅρα καὶ αὐτὸν πάλιν διὰ τῆς προσηγορίας τοῦ ὑπ᾽ αὐτοῦ τεχθέντος δεικνύντα τὸ φιλόθεον αὐτοῦ τῆς γνώμης. Καὶ τῷ Σὴθ φησὶν, ἐγένετο υἱὸς, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Ἐνώς. Οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ.

Εἶδες προσηγορίαν διαδήματος λαμπροτέραν, ἁλουργίδος φαιδροτέραν; Τί γὰρ ἂν εἴη μακαριστότερον τοῦ τοιούτου τοῦ τῇ ἐπικλήσει τοῦ Θεοῦ καλλωπιζομένου, καὶ τοῦτο ἀντὶ ὀνόματος κεκτημένου; Ὁρᾷς πῶς, ὅπερ ἐξ ἀρχῆς ἔλεγον, καὶ ἐν αὐταῖς ψιλαῖς ταῖς προσηγορίαις πολὺς ἐναπόκειται πλοῦτος νοημάτων;

Οὐ μόνον γὰρ τῶν γονέων ἐντεῦθεν δείκνυται τὸ φιλόθεον· ἀλλὰ καὶ ἡ πολλὴ περὶ τοὺς παῖδας αὐτῶν ἐπιμέλεια· καὶ ὅπως ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐπαίδευον τὰ τικτόμενα παιδία διὰ τῆς προσηγορίας, ἣν αὐτοῖς ἐπετίθεσαν, τῆς ἀρετῆς ἀντέχεσθαι, καὶ οὐ καθάπερ οἱ νῦν ἁπλῶς καὶ ὡς ἔτυχε τὰς προσηγορίας ποιοῦνται. Εἰς τὸ ὄνομα, φησὶ, τοῦ πάππου, καὶ τοῦ ἐπιπάππου καλείσθω τὸ παιδίον· ἀλλ᾽ οἱ παλαιοὶ οὐχ οὕτως, ἀλλὰ πᾶσαν σπουδὴν ἐποιοῦντο τοιαύτας προσηγορίας ἐπιτιθέναι τοῖς τικτομένοις, αἳ μὴ μόνον αὐτοὺς τοὺς τὴν προσηγορίαν δεχομένους εἰς ἀρετὴν ἐνῆγον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι καὶ ταῖς μετὰ ταῦτα γενεαῖς διδασκαλία φιλοσοφίας ἁπάσης ἐγίνοντο. Καὶ τοῦτο εἰσόμεθα κατὰ μικρὸν προϊόντος τοῦ λόγου. Μὴ τοίνυν μηδὲ ἡμεῖς τὰς τυχούσας προσηγορίας ἐπιτιθῶμεν τοῖς παισὶν, μηδὲ τῶν πάππων, καὶ τῶν ἐπιπάππων, καὶ τῶν πρὸς γένος διαφερόντων τὰς ὀνομασίας αὐτοῖς χαριζώμεθα, ἀλλὰ τῶν ἁγίων ἀνδρῶν τῶν ἀρετῇ διαλαμψάντων, τῶν πολλὴν παῤῥησίαν πρὸς τὸν Θεὸν ἐσχηκότων· μᾶλλον δὲ μηδὲ ταῖς τούτων προσηγορίαις ἁπλῶς θαῤῥείτωσαν μήτε οἱ γονεῖς, μήτε οἱ παῖδες, οἱ τὰς προσηγορίας δεχόμενοι.

Οὐδὲ γὰρ ὀνίνησί τι προσηγορία ἀρετῆς ἔρημος οὖσα, ἀλλὰ δεῖ ἐν τῇ κατορθώσει τῆς ἀρετῆς τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν, καὶ μήτε ἐπὶ προσηγορίᾳ μέγα φρονεῖν μήτε ἐπὶ συγγενείᾳ τῶν ἁγίων ἀνδρῶν, μήτε ἐπ᾽ ἄλλῳ μηδενὶ ἀλλ᾽ ἐπὶ τῇ τῶν οἰκείων ἔργων παῤῥησίᾳ· μᾶλλον δὲ μηδὲ ἐπὶ ταύτῃ μέγα φρονεῖν, ἀλλὰ τότε μᾶλλον κατεστάλθαι καὶ μετριάζειν, ὅταν πολὺν τὸν πλοῦτον τῆς ἀρετῆς συναγαγεῖν δυνηθῶμεν· οὕτω γὰρ καὶ αὐτοὶ μετὰ ἀσφαλείας τὸν συλλεγέντα πλοῦτον συνάξομεν, καὶ τὴν παρὰ τοῦ Θεοῦ εὔνοιαν ἐπισπασόμεθα. Διὰ γὰρ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε τοῖς μαθηταῖς, Ὅταν πάντα ποιήσετε, λέγετε, ὅτι ἀχρεῖοι δοῦλοί ἐσμεν· πανταχοῦ καταστέλλων αὐτῶν τὰ φρονήματα, καὶ πείθων μὲν μετριοφρονεῖν, καὶ μὴ ἐπαίρεσθαι ἐπὶ κατορθώμασιν, ἀλλ᾽ εἰδέναι ὡς ἡ μεγίστη ἀρετὴ αὕτη μάλιστα πάντων ἐστὶ τὸ ἐν κατορθώμασιν ὄντα τινὰ μετριάζειν.

δʹ. Ἀλλ᾽ ἐπὶ τὴν ἀκολουθίαν πάλιν ἐπανέλθωμεν τοῦ λόγου, καὶ ἴδωμεν τοὺς ἑξῆς τεχθέντας. Εἰκὸς γὰρ κατὰ μικρὸν προϊόντας μείζονα θησαυρὸν εὑρεῖν, καὶ πολὺν καὶ ἄφατον πλοῦτον. Καὶ ἔζησε, φησὶν, Ἑνὼς, οὗτος ὁ τοῦ Σὴθ υἱὸς, ἔτη ἑκατὸν ἐνενήκοντα, καὶ ἐγέννησε τὸν Καϊνᾶν, καὶ Καϊνᾶν ἐγέννησε τὸν Μαλελεὴλ, καὶ Μαλελεὴλ ἐγέννησε τὸν Ἰαρὲδ, καὶ Ἰαρὲδ ἐγέννησε τὸν Ἐνώχ. Καὶ ἔζησεν Ἐνὼχ ἔτη ἑκατὸν ἑξήκοντα πέντε, καὶ ἐγέννησε τὸν Μαθουσάλα. Εὐηρέστησε δὲ, φησὶ, τῷ Θεῷ Ἐνὼχ, καὶ ἔζησεν Ἐνὼχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα ἔτη διακόσια, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἐγένοντο αἱ ἡμέραι Ἐνὼχ ἔτη τριακόσια ἑξήκοντα πέντε.

Καὶ εὐηρέστησεν Ἐνὼχ τῷ Θεῷ, καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός. Οὐ καλῶς ἔλεγον, ὅτι προϊόντες πολὺν καὶ ἄφατον εὑρήσομεν πλοῦτον πνευματικὸν ἐν τούτοις ὀνόμασιν; Ἐννόει γάρ μοι ἐνταῦθα, ἀγαπητὲ, καὶ τοῦ δικαίου τὴν ἀρετὴν, καὶ τοῦ ἀγαθοῦ Θεοῦ τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν, καὶ τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν. Ἔζησε, φησὶν, Ἐνὼχ ἔτη ἑκατὸν ἑξήκοντα πέντε, καὶ ἐγέννησε τὸν Μαθουσάλα, καὶ εὐηρέστησε, φησὶν, Ἐνὼχ τῷ Θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα.

Ἀκουέτωσαν καὶ ἄνδρες καὶ γυναῖκες, καὶ παιδευέσθωσαν τοῦ δικαίου τὴν ἀρετὴν, καὶ μὴ νομιζέτωσαν τὸν γάμον κώλυμα εἶναι πρὸς τὴν εὐαρέστησιν τὴν πρὸς τὸν Θεόν. Διὰ γὰρ τοῦτο καὶ ἅπαξ καὶ δεύτερον ἐπεσημήνατο λέγουσα ἡ θεία Γραφὴ, ὅτι ἐγέννησε τὸν Μαθουσάλα, καὶ τότε εὐηρέστησε, καὶ πάλιν τὸ αὐτὸ ἐδιπλασίασε λέγουσα, Καὶ εὐηρέστησε μετὰ τὸ γεννῆσαι αὐτὸν, ἵνα μή τις νομίσῃ ἐμποδίζεσθαι πρὸς τὴν ταύτης κατόρθωσιν.

Ἐὰν γὰρ νήφωμεν, οὔτε γάμος, οὔτε ἀνατροφὴ, οὔτε ἕτερόν τι ἐμποδίσαι ἡμῖν δυνήσεται εἰς τὴν εὐαρέστησιν τὴν πρὸς τὸν Θεόν. Ἰδοὺ γὰρ καὶ οὗτος τῆς αὐτῆς ἡμῖν φύσεως τυγχάνων, καὶ οὔτε νόμου δοθέντος, οὔτε Γραφῶν κειμένων τῶν διδασκουσῶν, οὔτε ἑτέρου τινὸς εἰς φιλοσοφίαν ἐνάγοντος, οἴκοθεν καὶ ἀπὸ προαιρέσεως τοσαύτην ἐπεδείξατο τὴν εὐαρέστησιν, ὡς μέχρι τῆς σήμερον διαρκέσαι, καὶ μηδέπω καὶ νῦν πεῖραν θανάτου λαβεῖν. Εἰ γὰρ ὁ γάμος, ἀγαπητὲ, καὶ ἡ παιδοτροφία κώλυμα ἤμελλε γίνεσθαι πρὸς τὴν τῆς ἀρετῆς ὁδὸν, οὐκ εἰσήνεγκε γάμον εἰς τὸν βίον τὸν ἡμέτερον ὁ τῶν ὅλων δημιουργὸς, ἵνα μὴ ἐν τοῖς καιρίοις καὶ σφόδρα ἀναγκαιοτέροις ἡμᾶς λυμήνηται. Ἀλλ᾽ ἐπειδὴ οὐ μόνον οὐδὲν ἡμῖν ἐμποδίζει πρὸς τὴν κατὰ Θεὸν φιλοσοφίαν, ἐὰν βουλώμεθα νήφειν, ἀλλὰ καὶ πολλὴν ἡμῖν εἰσάγει τὴν παραμυθίαν μαινομένην τὴν φύσιν καταστέλλουσα, καὶ οὐκ ἀφιεῖσα πελάγιον σαλεύειν, ἀλλὰ διηνεκῶς ἐν λιμένι τὸ σκάφος ὁρμᾷν παρασκευάζουσα, διὰ τοῦτο τὴν ἐντεῦθεν παραμυθίαν ἐχαρίσατο τῷ τῶν ἀνθρώπων γένει.

Ὅτι γὰρ ἀληθῆ τὰ παρ᾽ ἡμῶν λεγόμενα, δείκνυσιν ὁ δίκαιος οὗτος. Μετὰ γὰρ τὸ γεννῆσαι, φησὶ, τὸν Μαθουσάλα, εὐηρέστησεν Ἐνὼχ τῷ Θεῷ, καὶ οὐ βραχύν τινα ἀριθμὸν διήρκεσε τὴν ἀρετὴν μετιὼν, ἀλλὰ, φησὶ, διακόσια ἔτη. Καὶ ἐπειδὴ μετὰ τὴν τοῦ πρωτοπλάστου παράβασιν εὑρέθη ἄνθρωπος πρὸς αὐτὴν τὴν κορυφὴν τῆς ἀρετῆς ἀνιὼν, καὶ τὴν τοῦ προπάτορος ἁμαρτίαν ἀνακαλούμενος διὰ τῆς οἰκείας εὐαρεστήσεως, ὅρα τοῦ ἀγαθοῦ Θεοῦ τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν. Ἐπειδὴ εὗρε δυνηθέντα ἀνακαλέσασθαι τὸ ἁμάρτημα τοῦ Ἀδὰμ, δεικνὺς δι᾽ αὐτῶν τῶν πραγμάτων, ὅτι οὐ βουλόμενος τὸν θάνατον ἐπαγαγεῖν τῷ γένει τῷ ἡμετέρῳ διὰ τὴν τῆς ἐντολῆς παράβασιν τοῦτον κατεδίκασε, τὸν τὴν ἐντολὴν δεξάμενον, τοῦτον ζῶντα μεθίστησι. Καὶ εὐηρέστησε, φησὶν, Ἐνὼχ τῷ Θεῷ, καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός. Ὁρᾷς σοφίαν Δεσπότου; Μετέθηκε ζῶντα, οὐχὶ ἀθανασίαν ἐχαρίσατο, ἵνα μὴ ἐκλύσῃ τοῦ πλημμελήματος τὸν φόβον, ἀλλ᾽ ἀφῆκεν ἀκμάζειν τῷ τῶν ἀνθρώπων γένει. Διὰ τοῦτο πάλιν ἀμυδρῶς, ὡς εἰπεῖν, καὶ λανθανόντως ἀνακαλέσασθαι βούλεται τὴν ἀπόφασιν, ἣν κατὰ τοῦ Ἀδὰμ ἐξήνεγκε. Ἀλλ᾽ οὐ ποιεῖ αὐτὸ φανερὸν, ἵνα ὁ φόβος ἀντὶ σωφρονισμοῦ γένηται Διὰ τοῦτο εὐαρεστήσαντα τὸν Ἐνὼχ μετέθηκεν. Εἰ δέ τις βούλοιτο περιεργάζεσθαι, καὶ λέγειν, καὶ ποῦ αὐτὸν μετέθηκε; καὶ εἰ μέχρι τοῦ παρόντος διήρκεσε;

μανθανέτω μὴ λογισμοῖς ἀνθρωπίνοις κατακολουθεῖν, καὶ τὰ παρὰ τοῦ Θεοῦ πολυπραγμονεῖν, ἀλλὰ πιστεύειν τοῖς λεγομένοις. Ὅταν γὰρ ὁ Θεὸς ἀποφαίνηταί τι, οὐ δεῖ ἀντιβλέπειν τοῖς ῥηθεῖσιν, ἀλλὰ τὰ παρὰ τοῦ Θεοῦ λεγόμενα ἀξιοπιστότερα ἡγεῖσθαι, κἂν μὴ φαίνηται τῶν ὑπὸ τοῖς ὀφθαλμοῖς κειμένων τοῖς ἡμετέροις. Ὅτι γὰρ μετέθηκεν αὐτὸν εἶπεν ἡ θεία Γραφὴ, καὶ ὅτι ζῶντα μετέθηκε, καὶ πεῖραν μὴ λαβόντα θανάτου, ἀλλὰ διὰ τῆς οἰκείας εὐαρεστήσεως ἀνώτερον γεγονότα τῆς ἐξενεχθείσης ἀποφάσεως κατὰ τοῦ τῶν ἀνθρώπων γένους. Ποῦ δὲ αὐτὸν μετέθηκεν, καὶ ὅπως νῦν διάγει τοῦτο οὐ προσέθηκεν.

εʹ. Εἶδες ἀγαθότητα Δεσπότου, πῶς εὑρὼν ἄνδρα τὴν ἀρετὴν κατωρθωκότα, οὐκ ἀπεστέρησεν αὐτὸν τῆς ἀξίας, ἣν τῷ πρωτοπλάστῳ ἐχαρίσατο πρὸ τῆς παραβάσεως τῆς ἐντολῆς, διδάσκων ἡμᾶς, ὅτι κἀκεῖνος, εἰ μὴ τὴν ἀπάτην προετίμησε τῆς δοθείσης ἐντολῆς, τῶν αὐτῶν ἂν ἠξίωτο ἢ καὶ μειζόνων; Καὶ ἔζησε, φησὶ, Μαθουσάλα ἔτη ἑκατὸν ὀγδοήκοντα ἑπτὰ, καὶ ἐγέννησε τὸν Λάμεχ· καὶ ἔζησε Λάμεχ ἔτη ἑκατὸν ὀγδοήκοντα, καὶ ἐγέννησεν υἱὸν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Νῶε, λέγων· Οὗτος δὴ ἀναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν, καὶ ἀπὸ τῶν λυπηρῶν τῶν χειρῶν ἡμῶν, καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο Κύριος ὁ Θεός. Ὅρα πάλιν διὰ τῆς προσηγορίας τοῦ νῦν τεχθέντος ὑπὸ τοῦ Λάμεχ μυστηρίων τὸ μέγεθος, καὶ προῤῥήσεως ὑπερβολὴν, καὶ φιλανθρωπίαν ἄφατον τοῦ ἀγαθοῦ Θεοῦ. Ἐπειδὴ γὰρ τῇ οἰκείᾳ προγνώσει τὰ μέλλοντα προεώρα, ἰδὼν τὴν κακίαν τῶν ἀνθρώπων αὐξανομένην, προλέγει διὰ τῆς τοῦ παιδὸς προσηγορίας τὰ μέλλοντα καταλήψεσθαι κακὰ ἅπαν τὸ τῶν ἀνθρώπων γένος, ἵνα κἂν τῷ φόβῳ σωφρονισθέντες ἀπόσχωνται τῆς κακίας, ἕλωνται δὲ τὴν ἀρετήν. Καὶ ὅρα μακροθυμίαν Δεσπότου, πρὸ πόσου χρόνου τὴν πρόῤῥησιν γενέσθαι ποιεῖ, ἵνα καὶ τὴν οἰκείαν ἐπιδείξηται φιλανθρωπίαν, καὶ πάσης ἀπολογίας ἀποστερήσῃ τοὺς τὴν τιμωρίαν μέλλοντας δέχεσθαι.

Ἀλλ᾽ ἴσως ἄν τις εἴποι καὶ πόθεν τῷ Λάμεχ τὸ τοσοῦτον μέγεθος τῆς προῤῥήσεως; μὴ γὰρ μέμνηται ἡ Γραφὴ, ὅτι ἐνάρετός τις ἦν καὶ θαυμαστός; Μὴ ξενισθῇς, ἀγαπητέ· σοφὸς γὰρ ὢν καὶ εὐμήχανος ὁ Δεσπότης, καὶ δι᾽ ἀναξίων πολλάκις συγχωρεῖ προλέγεσθαι θαυμαστὰ καὶ μεγάλα πράγματα, καὶ οὐκ ἐν τῇ Παλαιᾷ μόνον τοῦτο, ἀλλὰ καὶ ἐν τῇ Καινῇ. Ἄκουε γὰρ τοῦ εὐαγγελιστοῦ περὶ τοῦ Καϊάφα τοῦ τῶν Ἰουδαίων ἀρχιερέως λέγοντος· Τοῦτο δὲ ἀφ᾽ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλ᾽ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, προεφήτευσεν. ὅτι ἤμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν, οὐχ ὑπὲρ τοῦ λαοῦ μόνον, ἀλλ᾽ ἵνα καὶ τὰ ἔθνη τὰ ἐσκορπισμένα συναγάγῃ εἰς ἕν. Εὑρήσεις τοιοῦτόν τι πάλιν καὶ ἐπὶ τοῦ Βαλαὰμ γινόμενον. Κληθεὶς γὰρ ὥστε καταράσασθαι τὸν λαὸν, οὐ μόνον οὐ κατηράσατο, ἀλλὰ καὶ προεφήτευσε μεγάλα καὶ θαυμαστὰ πράγματα, οὐ περὶ τοῦ λαοῦ μόνον, ἀλλὰ καὶ περὶ τῆς τοῦ Σωτῆρος ἐπιδημίας.

Μὴ τοίνυν ξενίζου, εἰ καὶ νῦν ὁ Λάμεχ προσηγορίαν ἐπιθεὶς τῷ παιδὶ τοιαύτην ἐπιτίθησιν, ἀλλὰ τῷ Θεῷ λόγισαι τὸ πᾶν τῷ διὰ τῆς εὐμηχάνου αὐτοῦ σοφίας πάντα οἰκονομοῦντι. Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Νῶε· ἑρμηνεύεται γὰρ αὐτοῦ τὸ ὄνομα ἀνάπαυσις. Τὴν οὖν πανωλεθρίαν ἐκείνην, τὴν μετὰ τοσούτων ἐτῶν ἀριθμὸν συμβήσεσθαι μέλλουσαν, ἀνάπαυσιν καλεῖ· καθάπερ καὶ Ἰώβ φησι· Θάνατος ἀνδρὶ ἀνάπαυσις. Ἐπειδὴ γὰρ πολὺν καὶ σφόδρα μέγαν ἔχει τὸν κάματον ἡ κακία, τὴν ταύτης ἀποχὴν καὶ τὴν ἀναίρεσιν, ἣν διὰ τοῦ κλυδωνίου ἐκείνου ἔμελλον ὑφίστασθαι, ἀνάπαυσιν καλεῖ. Καὶ ἐκάλεσε, φησὶ, τὸ ὄνομα αὐτοῦ Νῶε. Εἶτα ἑρμηνεύων ἡμῖν τοῦ ὀνόματος τὴν προσηγορίαν φησίν· Οὗτος δὲ ἀναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν· ἀπὸ τῆς κακίας, φησὶν, ἀποστήσει· Καὶ ἀπὸ τῶν λυπηρῶν τῶν χειρῶν ἡμῶν· καὶ πάλιν τὸ αὐτὸ ἀπὸ τῶν πράξεων, φησὶ, τῶν πονηρῶν. Οὐδὲ γὰρ ἐπειδὴ αἱ χεῖρες ἐλυποῦντο, οὕτω τοῦτό φησιν, ἀλλ᾽ ἐπειδὴ διὰ τῆς τούτων ἐργασίας καὶ τῆς πονηρᾶς πράξεως τὰ τῆς λύπης αὐτοῖς ηὔξετο.

Καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο Κύριος ὁ Θεός. Ἐλευθερώσει ἡμᾶς πάντων, φησὶ, τῶν ἐπικειμένων κακῶν, καὶ τοῦ περὶ τὴν γῆν πονεῖσθαι καὶ ταλαιπωρεῖσθαι τὴν κατάραν δεξαμένην διὰ τὴν τοῦ πρωτοπλάστου παράβασιν. Ἐννόει γάρ μοι λοιπὸν, ἀγαπητὲ, πῶς τὸ παιδίον τοῦτο κατὰ μικρὸν αὐξανόμενον διδασκαλίας ὑπόθεσις ἅπασι τοῖς ὁρῶσιν ἐγίνετο Μόνον γάρ τις ἐπυνθάνετο τοῦ παιδίου τὴν προσηγορίαν, καὶ εὐθέως ἡ ἑρμηνεία τῆς προσηγορίας ἐδίδασκε τῶν μελλόντων συμβήσεσθαι τὸν ὄλεθρον. Εἰ μὲν γάρ τις ἁπλῶς εἶπεν ἐνηχηθεὶς, ὅτι τόδε ἔσται, κἂν λήθῃ παραδοθῇ τὸ ῥηθὲν, καὶ οὐκ ἂν πάντες ἐγίνωσκον τῆς τιμωρίας τὸ ἀφόρητον· νυνὶ δὲ οὗτος ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς στρεφόμενος, εὐκαίρως, ἀκαίρως ὑπόμνησις ἐγίνετο τῆς τοῦ Θεοῦ ἀγανακτήσεως.

Καὶ ἵνα μάθωμεν ἀκριβῶς ἐπὶ πόσον χρόνον διήρκεσεν ὁ υἱὸς διὰ τῆς προσηγορίας τῆς ἑαυτοῦ πᾶσι παραινῶν ἀποστῆναι μὲν τῆς κακίας, ἑλέσθαι δὲ τὴν ἀρετὴν, καὶ διαφυγεῖν τὴν τοσαύτην ἀγανάκτησιν, φησί· Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων, καὶ ἐγέννησε Νῶε τρεῖς υἱούς. Ὅρα πάλιν ἄλλον δίκαιον μετὰ γυναικὸς καὶ τέκνων, πολλὴν τὴν περὶ τὸν Θεὸν εὐαρέστησιν κατωρθωκότα, καὶ ἀπεναντίας ἅπασι τὴν τῆς ἀρετῆς ὁδὸν ἑλόμενον, καὶ οὐδὲν οὔτε ὑπὸ τοῦ γάμου, οὔτε ὑπὸ τῆς παιδοτροφίας κωλυθέντα. Τέως δὲ ἀναγκαῖον ἐκπλαγῆναι τοῦ Θεοῦ τὴν ἄφατον μακροθυμίαν, καὶ τῶν τότε ἀνθρώπων τὴν ἀγνωμοσύνην τὴν ὑπερβάλλουσαν. Ἰδοὺ γὰρ πεντακόσια ἔτη τέως διήρκεσεν ὁ δίκαιος οὗτος βοῶν, καὶ διαμαρτυρόμενος διὰ τῆς ἑαυτοῦ προσηγορίας τὸ μέλλον ἔσεσθαι κλυδώνιον κατὰ πᾶσαν τὴν οἰκουμένην διὰ τὴν τῆς κακίας ἐπίτασιν καὶ οὐδὲ οὕτως ἀποστῆναι τῆς κακίας ἠβουλήθησαν. Ἀλλ᾽ ὁ φιλάνθρωπος Θεὸς οὐδὲ μετὰ τὴν τοσαύτην πρόῤῥησιν, οὐδὲ μετὰ τὸν τοσούτων ἀριθμὸν ἐτῶν τὴν τιμωρίαν ἐπάγει, ἀλλὰ πάλιν αὔξων αὐτοῦ τὴν μακροθυμίαν, καὶ ἕτερον οὐκ ὀλίγων ἐτῶν ἀριθμὸν προστίθησι τῇ οἰκείᾳ ἀνεξικακίᾳ. Οὐ γὰρ διὰ τοῦτο παρήγαγε τὴν τῶν ἀνθρώπων φύσιν, ὥστε τιμωρήσασθαι, ἀλλὰ τοὐναντίον ἅπαν, ὥστε τῶν μυρίων ἀγαθῶν τὴν ἀπόλαυσιν δωρήσασθαι. Διὰ τοῦτο ὁρᾷς αὐτὸν πανταχοῦ μέλλοντα, καὶ ἀναβαλλόμενον ἐν ταῖς τιμωρίαις.

Ἀλλ᾽ ἵνα μὴ τῷ πλήθει τῶν λεγομένων καταχώσωμεν ὑμῶν τὴν μνήμην, μέχρι τούτου στήσαντες τὸν λόγον εἰς τὴν ἐπιοῦσαν τὰ λειπόμενα ταμιευσόμεθα. ϛʹ. Ταῦτα δὲ μὴ ἁπλῶς ἀκούωμεν, ἀγαπητοὶ, ἀλλὰ παιδευώμεθα τῆς ἀρετῆς ἐπιμελεῖσθαι, καὶ τὴν περὶ τὸν Θεὸν εὐαρέστησιν περὶ πολλοῦ ποιεῖσθαι, καὶ μήτε οἰκίας προστασίαν, μήτε γυναικὸς φροντίδα, μήτε παίδων ἐπιμέλειαν, μήτε ἄλλο μηδὲν προβαλλώμεθα, καὶ νομίσωμεν ἀρκεῖν ἡμῖν εἰς ἀπολογίαν τοῦ ῥᾳθύμως καὶ ἠμελημένως ζῇν, μηδὲ τὰ ψυχρὰ ἐκεῖνα καὶ ἀνόνητα ῥήματα προφέρωμεν, καὶ λέγωμεν· κοσμικός εἰμι, γυναῖκα ἔχω, καὶ τέκνων φροντίδα ποιοῦμαι. Ταῦτα τοῖς πλείοσιν ἔθος λέγειν, ἐπειδὰν αὐτοὺς παρακαλῶμεν εἰς τοὺς ὑπὲρ τῆς ἀρετῆς πόνους, ἢ περὶ τὴν τῶν Γραφῶν ἀνάγνωσιν πολλὴν ποιεῖσθαι τὴν σπουδήν. Οὐκ ἔστιν ἐμὸν τοῦτο, φησί· μὴ γὰρ ἀπεταξάμην; μὴ γὰρ μοναχός εἰμι; Τί λέγεις, ἄνθρωπε; Ἐκείνοις μόνοις ἀποκεκλήρωται τὸ τῆς πρὸς τὸν Θεὸν εὐαρεστήσεως; Πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, καὶ οὐδένα βούλεται ἀρετῆς ἀμελεῖν. Ἄκουε γὰρ αὐτοῦ διὰ τοῦ προφήτου λέγοντος· Οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Μή τι γέγονεν, εἰπέ μοι, τούτῳ τῷ δικαίῳ κώλυμα ἡ συνουσία τῆς γυναικὸς, ἢ ἡ τῶν παίδων φροντίς;

Μὴ τοίνυν, παρακαλῶ, μηδὲ ἡμεῖς ἀπατῶμεν ἑαυτοὺς, ἀλλ᾽ ὅσῳ ταύταις φροντίσιν ἐνεχόμεθα, τοσούτῳ μᾶλλον τὰ ἀπὸ τῆς ἀναγνώσεως τῶν θείων Γραφῶν δεχώμεθα φάρμακα. Μὴ γὰρ καὶ οὗτοι οὐ τῆς αὐτῆς ἡμῖν φύσεως ἦσαν, καὶ οὐδὲ τοσαύτας ἀφορμὰς εἶχον τὰς ἐναγούσας αὐτοὺς πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν;

Ποίας οὖν ἂν εἴημεν συγγνώμης ἄξιοι, οἱ καὶ διδασκαλίας τοσαύτης ἀπολαύοντες, καὶ τοσαύτης χάριτος ἀξιωθέντες, καὶ τῆς ἄνωθεν συμμαχίας ἀπολαύοντες, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν τὴν ἐπαγγελίαν δεξάμενοι, ἐὰν μὴ πρὸς τὸ τῶν παλαιῶν ἀνδρῶν φθάσωμεν τῆς ἀρετῆς μέτρον; Εἰ γὰρ βουλοίμεθα νήφειν, ἱκανὰ τὰ σήμερον ἡμῖν κινηθέντα διεγεῖραι ἡμᾶς πρὸς τὸν πόθον τῆς ἀρετῆς, καὶ μηδέποτε νομίζειν κώλυμα ἡμῖν γενέσθαι πρὸς τὴν ταύτης ὁδόν. Εἰ γὰρ οἱ πρὸ τοῦ νόμου ἀπὸ τῆς ἐν τῇ φύσει κειμένης διδασκαλίας εἰς τοσαύτην ἔφθασαν ἀρετὴν, τί ἔχομεν εἰπεῖν ἡμεῖς οἱ μετὰ τοσαύτην βοήθειαν, καὶ τὴν τοῦ Χριστοῦ παρουσίαν, καὶ τὰ μυρία θαύματα πόῤῥω τῆς ἀρετῆς τυγχάνοντες; Διὸ, παρακαλῶ, μὴ ἁπλῶς ἐπερχώμεθα τὰ ἐν ταῖς θείαις Γραφαῖς κείμενα, ἀλλὰ μετὰ προσοχῆς ἀναγινώσκωμεν τὰ ἐγκείμενα, ἵνα τὴν ἐξ αὐτῶν ὠφέλειαν καρπούμενοι, ὀψὲ γοῦν ποτε τῆς κατὰ Θεὸν ἀρετῆς ἀντιλαβέσθαι δυνηθῶμεν.

Εἰ γὰρ δὲ μέλλοιμεν καὶ ἡμεῖς καθ᾽ ἑκάστην ἡμέραν ὑμῖν ἐνηχεῖν τὴν πνευματικὴν ταύτην διδασκαλίαν, καὶ ὑμεῖς ἐπὶ τῆς αὐτῆς ῥᾳθυμίας μείνητε, ποῖον ὑμῖν ὄφελος ἔσται ἐκ τῆς συνεχοῦς διδασκαλίας, ἢ ἡμῖν τίς ἔσται παραμυθία ὁρῶσι τὸν τοσοῦτον ἡμῶν κάματον ἀνόνητον γινόμενον, καὶ οὐδεμίαν προκοπὴν γινομένην ἐκ τῆς ἡμετέρας σπουδῆς; Εἰπὲ γάρ μοι, οὐχὶ ἀπὸ δύο οὐσιῶν συνεστήκαμεν, ἐκ ψυχῆς λέγω καὶ σώματος; Τίνος οὖν ἕνεκεν μὴ τὴν ἴσην αὐτοὶ πρόνοιαν ἀμφοτέροις ἀπονέμομεν, ἀλλὰ τὸ μὲν σῶμα παντὶ τρόπῳ θεραπεύειν σπουδάζομεν, καὶ ἰατροῖς χρήματα διδόντες, καὶ αὐτοὶ πολλὴν περὶ αὐτὸ τὴν ἐπιμέλειαν ἐπιδεικνύμενοι, καὶ ἐσθῆτι πολυτελεῖ περιβάλλοντες, καὶ τροφὴν πλέον τοῦ δέοντος παρέχοντες, καὶ ἐν ἀνέσει διηνεκεῖ αὐτὸ εἶναι βουλόμεθα, καὶ ὑπὸ μηδενὸς ὅλως ἐνοχλεῖσθαι νοσήματος· ἀλλὰ κἂν τὸ τυχὸν τὸ ἐνοχλοῦν ᾗ, πᾶσαν κινοῦμεν μηχανὴν, ὥστε τὸ λυποῦν διορθώσασθαι; Καὶ ἐπὶ μὲν τοῦ σώματος, τοῦ ἐλάττονος λέγω τὴν οὐσίαν· τί γὰρ ἴσον εἰπέ μοι, ψυχὴ καὶ σῶμα; Εἰ γὰρ βούλει τὴν διαφορὰν ἰδεῖν, σκόπει πῶς οὐδενὸς λόγου ἄξιον εὑρίσκεται τὸ σῶμα τῆς ψυχῆς ἀναχωρησάσης.

Ὁ τοίνυν τοῦ σώματος τοσαύτην πρόνοιαν ποιούμενος, τίνος ἕνεκεν, καὶ διὰ τί τοσαύτῃ περὶ τὴν τῆς ψυχῆς πρόνοιαν ὑπεροψίᾳ κεχρῆσθαι βούλει, καὶ οὔτε τροφὴν αὐτῇ κατάλληλον προσάγειν, τὴν ἐκ τῶν θείων Γραφῶν λέγω παραίνεσιν, οὔτε τοῖς τραύμασιν αὐτῆς, καὶ τοῖς ἕλκεσι τοῖς καθαιροῦσιν αὐτῆς τὴν ἰσχὺν, καὶ τὴν παῤῥησίαν ὑποτεμνομένοις τὰ ἐπιτήδεια φάρμακα ἐπιτιθέναι, ἀλλὰ καὶ περιορᾷν ἀνέχῃ αὐτὴν, καὶ λιμῷ τηκομένην, καὶ ὑπὸ τῶν ἑλκῶν διαφθειρομένην, καὶ προκειμένην, ὡς εἰπεῖν, καθάπερ κυσὶ, τοῖς πονηροῖς καὶ ἀτόποις λογισμοῖς, ὥστε διασπᾷν, καὶ τὸν τόνον αὐτῆς ἅπαντα καθαιρεῖν;

Διὰ τί μὴ καθάπερ τοῦ σώματος τοῦ ὁρωμένου ποιούμεθα τὴν πρόνοιαν, τὸν αὐτὸν δὴ τρόπον καὶ τῆς ψυχῆς τῆς ἀσωμάτου, καὶ μὴ ὁρωμένης, ὁπότε καὶ ἡ περὶ ταύτην ἐπιμέλεια οὐ μόνον εὔκολος καὶ κούφη, ἀλλὰ καὶ ἀδάπανος, καὶ οὐδενὸς καμάτου δεομένη; Καὶ ἐνταῦθα μὲν ἐπὶ τῆς τοῦ σώματος ἐπιμελείας, καὶ τῶν τοῦ σώματος ἀῤῥωστημάτων ἀνάγκη καὶ χρημάτων πολλὴν δαπάνην γενέσθαι, καὶ τὰ μὲν αὐτῶν τοῖς ἰατροῖς προσαναλίσκειν, τὰ δὲ εἰς τὴν ἄλλην ἅπασαν θεραπείαν, πρὸς τροφὴν λέγω καὶ πρὸς ἐνδύματα, καὶ οὔπω φημὶ, ὅτι καὶ ὑπὲρ τὴν χρείαν οἱ πλείους ταῦτα δαπανῶσιν ἀμετρίᾳ πολλῇ κεχρημένοι· ἐπὶ δὲ τῆς ψυχῆς οὐδενὸς τῶν τοιούτων δεῖ, ἀλλ᾽ εἰ βουληθείης, καθάπερ ἐφ᾽ ἑκάστης ἡμέρας τῷ σώματι τὴν τροφὴν χορηγεῖς, καὶ τὰ χρήματα καταναλίσκων, οὕτω καὶ τὴν ψυχὴν μὴ περιορᾷν λιμῷ φθειρομένην καὶ παρέχειν αὐτῇ τὴν κατάλληλον τροφὴν τὴν ἐκ τῆς τῶν Γραφῶν ἀναγνώσεως, καὶ τῆς πνευματικῆς νουθεσίας παραίνεσιν· Οὐκ ἐπ᾽ ἄρτῳ μόνον γὰρ, φησὶ, ζήσεται ἄνθρωπος, ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ· ἄριστα περὶ τούτων διατιθέμενος ἔσῃ, καὶ περὶ τοῦ παρ᾽ ἡμῖν οἰκειοτέρου προσηκόντως διανοούμενος.

Ὥσπερ τοίνυν τῷ σώματι διάφορα παρέχεις ἐνδύματα, καὶ ἐπιτηδεύεις πρὸς τὴν τῶν καιρῶν τροπὴν καὶ τὴν τῶν ἐνδυμάτων ποικιλίαν, κατὰ τὸ αὐτὸ μηδὲ τὴν ψυχὴν περιόρα γυμνὴν περιιοῦσαν τῶν ἀγαθῶν πράξεων, ἀλλὰ καὶ αὐτὴν περίβαλλε ἐνδύμασι τοῖς αὐτῇ πρέπουσι· ταχέως αὐτὴν ἀνακτήσῃ, καὶ πρὸς τὴν κατὰ φύσιν ὑγίειαν ἐπαναγάγῃς. Ποῖα δὲ ἂν εἴη ταύτης ἐνδύματα; Ἐλεημοσύνη καὶ ἡ περὶ τοὺς πένητας δαψίλεια· τοῦτο τὸ μέγιστον τῆς ψυχῆς περιβόλαιον, τοῦτο τὸ φαιδρὸν αὐτῆς ἱμάτιον. Εἰ δὲ βούλει μὴ μόνον ἐνδύματα παρέχειν, ἀλλ᾽ ὁμοίως τῷ σώματι καλλωπίζειν, προστίθει καὶ τὴν διὰ τῶν εὐχῶν βοήθειαν, καὶ τὴν τῶν ἁμαρτημάτων ἐξομολόγησιν, καὶ τῇ συνεχείᾳ τῶν δακρύων ἀποσμήχων αὐτῆς τὸ πρόσωπον μὴ διαλίπῃς. Καθάπερ γὰρ πάσῃ σπουδῇ τὴν ὄψιν τοῦ σώματος καθ᾽ ἑκάστην ἡμέραν ἐκπλύνεις, ὥστε μηδαμοῦ ῥύπον τινὰ ἐπικείμενον τῇ ὄψει δυσειδῆ αὐτὴν δεικνύναι· ὡσαύτως καὶ ἐπὶ τῆς ψυχῆς ποιεῖν σπούδαζε, καὶ καθ᾽ ἑκάστην αὐτὴν ἀπόπλυνε θερμὰ δάκρυα προσχέων. Τούτῳ γὰρ τῷ ὕδατι ἐκείνη τὸν ῥύπον ἀποτιθεμένη φαιδροτέρα γίνεται. Καὶ ἐπειδὴ αἱ πλείους τῶν γυναικῶν διὰ πολλὴν βλακείαν τοῦ παραγγέλματος τοῦ ἀποστολικοῦ ὑπερφρονοῦσαι τοῦ κελεύοντος.

Μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ ἑαυτὰς κοσμεῖν, μετὰ πολλῆς τῆς δαψιλείας τοῦτο ἐργάζονται, οὐ γυναῖκες δὲ μόνον, ἀλλὰ καὶ ἀνδρῶν ὅσοι βλακώδεις, καὶ πρὸς τὴν τῶν γυναικῶν εὐτέλειαν ἑαυτοὺς κατάγουσι δακτυλίους περιτιθέμενοι, καὶ τῷ μεγέθει καὶ τῷ ὄγκῳ τῶν λίθων καλλωπιζόμενοι, ἐφ᾽ οἷς αἰσχύνεσθαι καὶ ἐγκαλύπτεσθαι ἐχρῆν· καὶ οὗτοι τοίνυν κἀκεῖναι εἰ τῶν ἡμετέρων ἀνάσχοιντο λόγων, τὰ χρυσία ταῦτα τὰ πολλὴν καὶ τοῖς ἀνδράσι καὶ ταῖς γυναιξὶ τὴν λύμην παρέχοντα εἰς τὸν τῆς ψυχῆς κόσμον μᾶλλον μεταγέτωσαν, καὶ ἐκείνην διὰ τούτων καλλωπιζέτωσαν. Ὥσπερ γὰρ τῷ σώματι περικείμενα, κἂν εὔμορφον ᾖ, δυσειδέστερον τοῦτο ἀπεργάζεται· οὕτω τῇ ψυχῇ περιτεθέντα, κἂν ἄμορφος ᾖ, εἰς τὴν ἄκραν εὐμορφίαν αὐτὴν μεθίστησι. Καὶ πῶς, φησὶ, δυνατὸν τῇ ψυχῇ περιθεῖναι τὰ χρυσία; Πάλιν διὰ τῆς τῶν πενήτων χειρός. Οὗτοι γὰρ δεχόμενοι τὴν ταύτης εὐμορφίαν κατασκευάζουσιν. Ἐκείνοις ἐγχείρισον τὰ χρυσία καὶ διάνειμαι εἰς τὰς αὐτῶν γαστέρας, καὶ τοσαύτην τῆς ψυχῆς εὐμορφίαν σοι παραδιδόασιν, ὡς αὐτὸν τὸν ἀληθῆ νυμφίον διὰ τῆς ὥρας ἐπισπάσασθαι, καὶ τὰ μυρία σοι ἀγαθὰ διὰ τούτου προξενῆσαι.

Ὅταν γὰρ διὰ τοῦ κάλλους ἐπισπάσῃ τὸν Δεσπότην, πάντων τῶν ἀγαθῶν ἔχεις τὴν χορηγίαν, καὶ τὴν ἄφατον εὐπορίαν ἐκτήσω· εἰ τοίνυν βουλόμεθα ἐπέραστοι γενέσθαι τῷ Δεσπότῃ, καταλιπόντες τὸ περὶ τὸν τοῦ σώματος καλλωπισμὸν ἐπτοῆσθαι, τὴν ἐκείνης εὐμορφίαν καθ᾽ ἑκάστην ἡμέραν περισκοπῶμεν, ἵνα καὶ τὴν εὔνοιαν ἐπισπασώμεθα τοῦ φιλανθρώπου Θεοῦ, καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, κράτος, τιμὴ, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.