Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Γένεσιν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλίες ΚΒ΄-ΚΗ΄: Ο δίκαιος Νώε, ο Κατακλυσμός και η νέα Διαθήκη

Η διαφθορά της ανθρωπότητας, η κατασκευή της Κιβωτού, ο Κατακλυσμός ως μέσο θείας παιδαγωγίας, η διάσωση του Νώε και η σύναψη της νέας διαθήκης του Θεού με τον άνθρωπο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 17

ΟΜΙΛΙΑ ΚΒʹ. Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων, καὶ ἐγέννησε Νῶε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. Καὶ ἐγένετο, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς. αʹ. Τὰ λείψανα τῆς χθεσινῆς τραπέζης ὑμῖν παραθεῖναι βούλομαι τήμερον· ἀλλὰ μὴ δυσχεράνῃς, ἀγαπητὲ, λείψανα ἀκούων. Ἐπὶ μὲν γὰρ τῶν αἰσθητῶν ἐδεσμάτων μετὰ μίαν καὶ δευτέραν ἡμέραν ἕωλα πολλάκις γενόμενα τὰ ἐδέσματα, ἄχρηστα γέγονε, καὶ ἀνεπιτήδεια πρὸς τροφήν· ἐπὶ δὲ τῆς πνευματικῆς τραπέζης οὐδέν ἐστι τοιοῦτον δεῖσαι. ἀλλ᾽ ὅσος ἂν παρέλθῃ χρόνος, τοσούτῳ μᾶλλον πλείονα τὴν χάριν ἐπιδείκνυται, καὶ νεαρώτερα καὶ ἀκμαιότερα εὑρίσκεται. Φέρε οὖν τὴν ὑπόσχεσιν, ἥνπερ χθὲς ὑπεσχόμεθα, εἰς ἔργον ἀγάγωμεν, καὶ τὸ χρέος τῆς διδασκαλίας καταβάλωμεν, καὶ τὴν εὐγνωμοσύνην ἐπιδειξώμεθα. Οὐδὲ γὰρ τοῖς ὑποδεχομένοις μόνον λυσιτελὴς αὕτη τυγχάνει, καθάπερ ἐπὶ τῶν χρεῶν, ἀλλὰ καὶ ἐμοὶ τῷ καταβάλλοντι. Καὶ τί λέγω ἐμοὶ τῷ καταβάλλοντι; Τοιαύτη τούτου τοῦ χρέους τοῦ πνευματικοῦ ἡ φύσις, ὅτι ὅσῳ ἂν καταβάλληται, τοσούτῳ μᾶλλον αὔξεται, καὶ πλείονα τὴν περιουσίαν ἐργάζεται, καὶ ἄφατον τὸν πλοῦτον καὶ τῷ καταβάλλοντι καὶ τοῖς ὑποδεχομένοις. Εἶδες καινὴν χρέους φύσιν καὶ ξένον καταβολῆς εἶδος;

Τοιαῦτα γὰρ τὰ πνευματικά· τῇ διανομῇ μᾶλλον αὔξεται, καὶ τῇ τῶν πλειόνων μεταλήψει πλείων ἡ περιουσία γίνεται, καὶ οὔτε ὁ καταβάλλων αἴσθησίν τινα τῆς καταβολῆς λαμβάνει, ἀλλὰ καὶ αὔξεται αὐτῷ τὰ τῆς περιουσίας, καὶ οἱ ὑποδεχόμενοι ἐν πλείονι περιουσίᾳ καθίστανται. Ἐπεὶ οὖν τοιαύτη τῶν πνευματικῶν τούτων ἡ φύσις, μετὰ πάσης προθυμίας καὶ ἡμεῖς πρὸς τὴν ἔκτισιν σπεύδωμεν, καὶ ὑμεῖς πρὸς τὴν ὑποδοχὴν τὰς ἀκοὰς εὐτρεπίσατε, ἵνα ἕκαστος ὑμῶν ἡπλωμένοις τοῖς τῆς διανοίας κόλποις ὑποδεξάμενος τὰ παρ᾽ ἡμῶν λεγόμενα, οὕτως οἴκαδε ἀναχωρήσῃ.

Πάλιν γὰρ τὴν κατὰ τὸν δίκαιον Νῶε ὑπόθεσιν εἰς μέσον ἀγαγεῖν βούλομαι, ἵνα τοῦ δικαίου τὴν πολλὴν ἀρετὴν καταμάθητε, καὶ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ τὴν μακροθυμίαν τὴν πάντα λόγον ὑπερβαίνουσαν.

Ἐμάθετε χθὲς, πῶς ἐκ προοιμίων τῆς γεννήσεως ὁ δίκαιος οὗτος δεξάμενος παρὰ τοῦ πατρὸς τὴν προσηγορίαν, πᾶσι τοῖς τότε ἀνθρώποις οὖσι περιῄει διδάσκαλος τῶν συμφορῶν, μονονουχὶ βοῶν καὶ λέγων διὰ τοῦ οἰκείου ὀνόματος· ἀπόστητε τῆς κακίας, μετέρχεσθε τὴν ἀρετὴν, φοβήθητε τὴν ἐπηρτημένην κόλασιν· κοινὸν ἅπασαν τὴν οἰκουμένην καταλήψεται κλυδώνιον.

Πολλὴ τῆς ἀγανακτήσεως ἡ ὑπερβολὴ, ἐπειδὴ καὶ πολλὴ τῆς κακίας ἡ φορά. Καὶ τοῦτο οὐκ ἐπὶ δυσὶν ἢ τρισὶν ἔτεσιν ἐποίει, ἀλλ᾽ ἐπὶ πεντακόσια ἔτη διήρκεσε ταῦτα παραινῶν. Εἴδετε μακροθυμίαν Δεσπότου; εἴδετε ἀγαθότητος ὑπερβολήν; εἴδετε ἀνεξικακίαν ἄφατον; εἴδετε κακίας ἐπίτασιν; εἴδετε ἀγνωμοσύνης μέγεθος; Μέχρι γὰρ τούτου, ὡς ἴστε, χθὲς ἡμῖν τὰ τῆς διδασκαλίας τέλος ἔλαβεν· ἀναγκαῖον τοίνυν σήμερον καταμαθεῖν, ὅπως ὁ φιλάνθρωπος Δεσπότης τὴν οἰκείαν ἀγαθότητα μιμούμενος οὐδὲ μέχρι τῶν πεντακοσίων ἐτῶν ἔστη, ἀλλὰ καὶ ἑτέραν προσθήκην περὶ τοὺς τοσαῦτα ἡμαρτηκότας προνοίας ἐπεδείξατο. Καὶ ἦν Νῶε, φησὶν, ἐτῶν πεντακοσίων. Ἐπίτηδες ἡμῖν τὸν ἀριθμὸν τῶν ἐτῶν τοῦ δικαίου ἐπεσημήνατο ἡ θεία Γραφὴ, ἵνα μάθωμεν ἐν πόσῳ χρόνῳ διετέλεσε παραινῶν αὐτοῖς, καὶ πῶς ἐκεῖνοι μὲν τὴν τῆς κακίας ὁδὸν ἑλόμενοι, ἐν ταύτῃ κατεδαπανῶντο· ὁ δὲ δίκαιος ἀπεναντίας ἅπασι πορευόμενος τὴν ἄκραν ἀρετὴν ἐπεδείξατο, ὥστε καὶ τὴν παρὰ τοῦ Θεοῦ ἐπισπάσασθαι εὔνοιαν, καὶ πάντων ὑπευθύνων τῇ τιμωρίᾳ γενομένων, αὐτὸν μόνον διαφυγεῖν μετὰ τῶν αὐτῷ προσηκόντων. Ἐντεῦθεν μανθάνομεν, ὅτι ἐὰν νήφωμεν καὶ μὴ ῥᾳθυμῶμεν, οὐ μόνον οὐδὲν ἡμᾶς βλάπτει τὸ μεταξὺ τῶν κακῶν ἀναμεμίχθαι, ἀλλὰ καὶ ἀκριβεστέρους περὶ τὴν ἀρετὴν ἐργάζεται.

Διὰ γὰρ τοῦτο καὶ ὁ φιλάνθρωπος Θεὸς οὕτως ᾠκονόμησε, κατὰ ταὐτὸν ἅπαντας εἶναι καὶ τοὺς πονηροὺς καὶ τοὺς ἀγαθοὺς, ἵνα καὶ τῶν πονηρῶν ἡ κακία ἐγκόπτηται, καὶ τῶν ἀγαθῶν ἡ ἀρετὴ λαμπροτέρα δεικνύηται, καὶ τὰ μέγιστα κερδάνωσιν οἱ ῥᾴθυμοι, ἐὰν βούλωνται, ἀπὸ τῆς τῶν σπουδαίων συνουσίας. Ἐννόει γάρ μοι τοῦ δικαίου τούτου τὸ ἐνάρετον, ὅπως ἐν πλήθει τοσούτῳ πολλῇ τῇ ῥύμῃ πρὸς τὴν κακίαν φερομένων μόνος αὐτὸς τὴν ἐναντίαν ἦλθεν ὁδὸν, τὴν ἀρετὴν προτιμοτέραν τῆς κακίας ἑλόμενος, καὶ οὔτε ἡ συμφωνία, οὔτε τὸ τοσοῦτον πλῆθος ὀκνηρότερον αὐτὸν εἰργάσατο πρὸς τὴν τῆς ἀρετῆς ὁδὸν, ἀλλ᾽ ἤδη προλαβὼν ἐπλήρου τὸ παρὰ τοῦ μακαρίου Μωϋσέως μέλλον ῥηθήσεσθαι, ὅτι Οὐκ ἔσῃ μετὰ πολλῶν ἐπὶ κακίᾳ.

Καὶ τὸ θαυμαστὸν καὶ παράδοξον, ὅτι καὶ πολλοὺς ἔχων, μᾶλλον δὲ ἅπαντας ἐπὶ τὴν κακίαν προτρεπομένους καὶ τὴν τῶν πονηρῶν πράξεων ἐργασίαν, καὶ οὐδενὸς ὄντος τοῦ πρὸς τὴν ἀρετὴν ἐνάγοντος, οἴκοθεν ἐπὶ ταύτην μετὰ τοσαύτης ὥρμησε τῆς σφοδρότητος, ὥστε τοσούτῳ πλήθει ἀπεναντίας ἐλθεῖν· καὶ οὔτε ἔδεισεν, οὔτε ὑπείδετο τὴν κακὴν συμφωνίαν, οὔτε ἔπαθέ τι τοιοῦτον, οἷον εἰκὸς ἦν τοὺς ῥᾳθυμοῦντας παθεῖν, οἳ ἐπειδὰν ἴδωσι πολλοὺς κατὰ ταὐτὸ συμφωνίαν ἐπιδεικνυμένους, ταύτην ἀφορμὴν καὶ προκάλυμμα τῆς οἰκείας ῥᾳθυμίας προβαλλόμενοί φασι· τί δὴ μέλλω ἐγὼ παρὰ τούτους ἅπαντας ξένον τι καὶ καινὸν βουλεύεσθαι, καὶ τοσούτῳ πλήθει ἐναντιοῦσθαι, καὶ πρὸς τοσοῦτον δῆμον πόλεμον ἀναδέχεσθαι;

Μὴ γὰρ δικαιότερος ἐγὼ παρὰ τούτους ἅπαντας τυγχάνω; Τίς μοι χρεία τῆς τοσαύτης ἀπεχθείας; τί μοι ὄφελος τοῦ τοσούτου μίσους; Οὐδὲν τῶν ἀνονήτων τούτων ἐβουλεύσατο, οὐδὲ ἐνενόησεν· ἀλλὰ πάλιν ἐκεῖνο προλαβὼν ἐπλήρου τὸ εἰρημένον παρὰ τοῦ προφήτου, ὅτι Κρείσσων εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι. Μὴ γὰρ ἡ κοινωνία, φησὶ, καὶ τὸ συγκατασπασθῆναι τῷ πλήθει πρὸς τὴν κακίαν αὐτομολοῦντι ἐξελέσθαι με δυνήσεται τῆς τιμωρίας; ᾜδει γὰρ, ᾔδει σαφῶς ὅτι ἕκαστος ὑπὲρ τῆς οἰκείας σωτηρίας τὰς εὐθύνας δώσει, καὶ οὐκ ἔστιν ἕτερον ὑπὲρ τοῦ ἁμαρτάνοντος οὔτε κόλασιν ὑπομεῖναι, οὔτε ἀμοιβῆς τινος ἐπιτυχεῖν. Διὰ τοῦτο ὁ δίκαιος καθάπερ σπινθὴρ ἐν μέσῳ πελάγει τυγχάνων, οὐ μόνον οὐκ ἐσβέννυτο, ἀλλὰ καὶ καθ᾽ ἑκάστην ἡμέραν λαμπρότερον ἠφίει τὸ φῶς, διδάσκαλος πᾶσι γινόμενος διὰ τῶν ἑαυτοῦ ἔργων.

Εἶδες ὡς αὐτεξούσιον ἡμῶν τὴν φύσιν ὁ Δεσπότης ἐδημιούργησε; Πόθεν γὰρ, εἰπέ μοι, ἐκεῖνοι μὲν πρὸς τὴν κακίαν ἔσπευδον, καὶ τῇ τιμωρίᾳ ὑπευθύνους ἑαυτοὺς καθίστων, οὗτος δὲ τὴν ἀρετὴν ἑλόμενος, καὶ τὴν πρὸς ἐκείνους κοινωνίαν φυγὼν, τῆς τιμωρίας πεῖραν οὐκ ἐλάμβανεν;

Οὐκ εὔδηλον, ὅτι διὰ τὸ ἕκαστον οἰκείᾳ προαιρέσει ἢ τὴν ἀρετὴν αἱρεῖσθαι; Εἰ γὰρ μὴ τοῦτο ἦν, μηδὲ ἐν τῇ φύσει τῇ ἡμετέρᾳ τὰ τῆς ἐξουσίας ἔκειτο, οὔτε ἐκείνους κολάζεσθαι ἔδει, οὔτε τούτους ἀμοιβὰς λαμβάνειν τῆς ἀρετῆς· ἀλλ᾽ ἐπειδὴ ἐν τῇ προαιρέσει τῇ ἡμετέρᾳ κατέλιπε μετὰ τὴν ἄνωθεν χάριν τὸ πᾶν, διὰ τοῦτο καὶ τοῖς ἁμαρτάνουσι κολάσεις ἀπόκεινται, καὶ τοῖς κατορθοῦσιν ἀντιδόσεις καὶ ἀμοιβαί. Καὶ ἦν, φησὶ, Νῶε ἐτῶν πεντακοσίων, καὶ ἐγέννησε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. Σκόπει τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν.

Ἐπειδὴ διηγήσατο ἡμῖν τῶν ἐτῶν τοῦ δικαίου τὸν ἀριθμὸν, δεικνύουσα τῆς μακροθυμίας τοῦ Δεσπότου τὴν ὑπερβολὴν, βούλεται πάλιν καὶ τὴν ἐπίτασιν τῆς ἀνεξικακίας τοῦ Δεσπότου δήλην ἡμῖν ποιῆσαι, καὶ τῆς κακίας τῶν ἀνθρώπων τὴν πολλὴν φοράν.

βʹ. Ἀλλ᾽ ἀκούσωμεν αὐτῶν τῶν παρὰ τοῦ Μωϋσέως ῥηθέντων· Πνεύματι γὰρ φθεγγόμενος ἅπαντα μετὰ ἀκριβείας ἡμᾶς διδάξαι βούλεται. Καὶ ἐγένετο, φησὶν, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς. Οὐχ ἁπλῶς προσέθηκε τὸ, Καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς, ἀλλ᾽ ἵνα τὸ πολὺ πλῆθος ἡμῖν ἐμφήνῃ. Ὅπου γὰρ τοσοῦτον τὸ τῶν ῥιζῶν πλῆθος, ἀνάγκη πολλοὺς τίκτεσθαι τοὺς κλάδους. Ἰδόντες δὲ, φησὶν, οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο.

Ἑκάστην λέξιν τῶν εἰρημένων σαφῶς κατοπτεύσωμεν, ἵνα μηδὲν ἡμᾶς παραδράμῃ τῶν ἐν τῷ βάθει κεκρυμμένων. Καὶ γὰρ ἀναγκαῖον τούτου τοῦ χωρίου πολλὴν τὴν ἔρευναν ποιήσασθαι, καὶ ἀνατρέψαι τὰς μυθολογίας τῶν ἀπερισκέπτως πάντα φθεγγομένων· καὶ πρῶτον μὲν εἰπεῖν ἅπερ λέγειν τολμῶσι, καὶ δείξαντας τὴν ἀτοπίαν τῶν παρ᾽ αὐτῶν λεγομένων, οὕτω τὸν ἀληθῆ νοῦν τῆς Γραφῆς διδάξαι τὴν ὑμετέραν ἀγάπην, ὥστε μὴ ἁπλῶς ὑπέχειν τὰς ἀκοὰς τοῖς τὰ βλάσφημα ἐκεῖνα φθεγγομένοις, καὶ κατὰ τῆς ἑαυτῶν κεφαλῆς τολμῶσι λέγειν. Φασὶ γὰρ ὅτι οὐ περὶ ἀνθρώπων τοῦτο εἴρηται, ἀλλὰ περὶ ἀγγέλων· τούτους γὰρ υἱοὺς Θεοῦ προσηγόρευσε. Πρῶτον μὲν δειξάτωσαν, ποῦ ἄγγελοι υἱοὶ Θεοῦ προσηγορεύθησαν· ἀλλ᾽ οὐκ ἂν ἔχοιεν οὐδαμοῦ δεῖξαι. Ἄνθρωποι μὲν γὰρ ἐκλήθησαν υἱοὶ Θεοῦ, ἄγγελοι δὲ οὐδαμῶς. Ἀλλὰ περὶ μὲν τῶν ἀγγέλων φησίν· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· περὶ δὲ τῶν ἀνθρώπων, Ἐγὼ εἶπα· Θεοί ἐστε· καὶ πάλιν· Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα· καὶ πάλιν· Πρωτότοκος υἱός μου Ἰσραήλ· ἄγγελος δὲ οὐδαμοῦ υἱὸς ἐκλήθη, οὐδὲ υἱὸς Θεοῦ. Ἀλλὰ τί φασι;

Ναὶ, ἄγγελοι μὲν ἦσαν· διότι δὲ πρὸς τὴν παράνομον ταύτην πρᾶξιν κατῆλθον, τῆς ἀξίας ἐξέπεσον. Πάλιν ἕτερον μυθωδέστερον. Τί οὖν; νῦν ἐξέπεσον, καὶ αὕτη τῆς πτώσεως αὐτοῖς ἐστιν ἡ αἰτία; Καὶ μὴν ἡ Γραφὴ ἄλλως ἡμᾶς διδάσκει, ὅτι καὶ πρὸ τῆς τοῦ πρωτοπλάστου δημιουργίας τῆς ἀξίας ἐκείνης κατηνέχθησαν καὶ ὁ διάβολος καὶ οἱ μετ᾽ αὐτοῦ, μεῖζον τῆς ἀξίας φρονήσαντες, καθάπερ καὶ σοφός τίς φησι· Φθόνῳ δὲ τοῦ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν. Εἰπὲ γάρ μοι, εἰ μὴ ἦν πρὸ τῆς τοῦ ἀνθρώπου δημιουργίας ἐκπεπτωκῶς, πῶς ἂν ἐπὶ τῆς ἀξίας μένων ἐβάσκηνε τῷ ἀνθρώπῳ;

Ποῖον γὰρ ἂν ἔχοι λόγον, ἄγγελον ἀνθρώπῳ βασκῆναι, τὸν ἀσώματον καὶ ἐν τοσαύτῃ τιμῇ τυγχάνοντα, τῷ σῶμα περικειμένῳ; Ἀλλ᾽ ἐπειδὴ ἀπὸ τῆς ἀνωτάτω δόξης εἰς ἐσχάτην ἀτιμίαν κατηνέχθη, καὶ ταῦτα ἀσώματος ὢν, εἶδε δὲ τὸν ἄνθρωπον δημιουργηθέντα, καὶ ἐν σώματι τοσαύτης τιμῆς ἀξιωθέντα διὰ τὴν τοῦ δημιουργήσαντος φιλανθρωπίαν, εἰς φθόνον ἐξήφθη, καὶ διὰ τῆς ἀπάτης, ἣν διὰ τοῦ ὄφεως προσήγαγε, τῷ τοῦ θανάτου ἐπιτιμίῳ ὑπεύθυνον τὸν ἄνθρωπον κατεσκεύασε.

Τοιοῦτον γὰρ ἡ πονηρία· οὐ δύναται πράως φέρειν τὴν ἑτέρων εὐημερίαν. Ὅτι μὲν οὖν πάλαι καὶ ὁ διάβολος καὶ πᾶσα αὐτοῦ ἡ φάλαγξ ἐκ τῆς δόξης ἐκείνης ἐξέπεσον, καὶ τῶν ἠτιμωμένων γεγόνασι, δῆλον ἅπασιν.

Ἄλλως δὲ καὶ ποίας οὐκ ἂν εἴη ἀνοίας ἀνάμεστον τὸ λέγειν, ὅτι ἄγγελοι πρὸς συνουσίαν γυναικῶν κατηνέχθησαν, καὶ ἡ ἀσώματος ἐκείνη φύσις πρὸς τὴν συναλλαγὴν τῶν σωμάτων ὑπήχθη; Ἢ οὐκ ἀκούεις τοῦ Χριστοῦ λέγοντος περὶ τῆς τῶν ἀγγέλων οὐσίας· Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται, ἀλλ᾽ εἰσὶν ὡς ἄγγελοι Θεοῦ; Οὐδὲ γὰρ οἷόν τε τὴν ἀσώματον φύσιν ἐκείνην τοιαύτην ἐπιθυμίαν δέξασθαί ποτε. Πρὸς τούτοις δὲ κἀκεῖνο ἐννοῆσαι δεῖ, ὅτι πάντη τῶν ἀτοπωτάτων ἐστὶ τοῦτο δέξασθαι τῷ λογισμῷ. Εἰ γὰρ οἱ ἅγιοι καὶ Πνεύματος ἁγίου ἠξιωμένοι οὐδὲ ὀπτασίαν ἀγγέλων ἰδεῖν ἴσχυσαν (καὶ γὰρ ὁ ἀνὴρ τῶν ἐπιθυμιῶν θεασάμενος ἀγγέλου παρουσίαν, οὐκ αὐτὴν τὴν οὐσίαν· πῶς γὰρ οἷόν τε ἀσώματον οὐσίαν ἰδεῖν; ἀλλὰ μετασχηματισθεῖσαν, τὴν ἐνέργειαν μικροῦ δεῖν καὶ αὐτὴν τὴν ψυχὴν ἀφῆκεν, καὶ ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ ἄπνους σχεδὸν ἔκειτο)· τίς ἂν κἂν σφόδρα μεμηνὼς ᾖ, καταδέξαιτο τὸ βλάσφημον τοῦτο ῥῆμα καὶ πολλῆς γέμον τῆς ἀνοίας, ὅτι ἡ ἀσώματος φύσις καὶ νοερὰ σωμάτων συμπλοκῆς ἠνέσχετο;

γʹ. Ἀλλ᾽ ἵνα μὴ ἐπὶ πολὺ ταῦτα κινοῦντες καὶ αὐτοὶ δόξωμεν εἰκῆ τὸν χρόνον κατατρίβειν, φέρε ἐπειδὴ διὰ τῶν πραγμάτων ἐπληροφορήσαμεν ὑμῶν τὴν ἀγάπην, ὡς τῶν ἀδυνάτων τοῦτο καθέστηκε, τὴν ἀλήθειαν τῶν ἐγκειμένων διδάξωμεν ὑμᾶς, πάλιν ἀναγνόντες τὰ παρὰ τῆς θείας Γραφῆς εἰρημένα· Καὶ ἐγένετο, φησὶν, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς· ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο.

Προλαβόντες ἐδιδάξαμεν ὑμᾶς, ὅτι ἔθος τῇ Γραφῇ, καὶ τοὺς ἀνθρώπους υἱοὺς Θεοῦ καλεῖν. Ἐπεὶ οὖν ἀπὸ τοῦ Σὴθ οὗτοι κατῆγον τὸ γένος, καὶ ἀπὸ τοῦ ὑπ᾽ αὐτοῦ τεχθέντος καὶ προσαγορευθέντος Ἐνὼς (Οὗτος γὰρ, φησὶν, ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ), ἐξ ἐκείνου λοιπὸν οἱ ἑξῆς τικτόμενοι υἱοὶ Θεοῦ προσηγορεύθησαν παρὰ τῆς θείας Γραφῆς, διὰ τὸ μιμεῖσθαι μέχρις ἐκείνου τῶν προγόνων τὴν ἀρετήν· υἱοὺς δὲ ἀνθρώπων ἐκάλεσε τοὺς πρὸ τοῦ Σὴθ γεγονότας, τοὺς ἀπὸ τοῦ Κάϊν, καὶ τοὺς ἐξ ἐκείνου τὸ γένος κατάγοντας. Ἐγένετο γὰρ, φησὶν, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς· ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ (οἱ ἀπὸ τοῦ Σὴθ καὶ τοῦ Ἐνὼς) τὰς θυγατέρας τῶν ἀνθρώπων (ἐκείνας τὰς ὑπ᾽ ἐκείνων τεχθείσας, περὶ ὧν εἶπεν, ὅτι Καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς), ὅτι καλαί εἰσιν. Ὅρα πῶς διὰ τῆς λέξεως ταύτης πᾶσαν ἡμῖν αὐτῶν τὴν ἀσέλγειαν ἐνέφηνεν. Οὐδὲ γὰρ δι᾽ ἐπιθυμίαν παιδοποιίας ἐπὶ τὴν πρᾶξιν ταύτην ὥρμησαν, ἀλλὰ δι᾽ ἀκρασίαν ἡδονῆς· Ἰδόντες γὰρ, φησὶ, τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν. Ἡ ἐπιθυμία τῆς εὐμορφίας εἰς τὸν ὄλεθρον αὐτοὺς τοῦτον ἤνεγκε, καὶ τὸ κάλλος τῆς ὄψεως καὶ τῆς πορνείας καὶ τῆς ἀσελγείας αὐτοῖς γεγένηται αἴτιον. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ προσέθηκεν· Ἔλαβον δὲ ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο.

Καὶ τοῦτο πάλιν ἐμφαίνοντός ἐστι τὴν πολλὴν αὐτῶν ἀσέλγειαν, ὅτι τῷ κάλλει ἡττήθησαν, καὶ χαλινὸν ἐπιθεῖναι τῇ ἀτάκτῳ ἐπιθυμίᾳ οὐκ ἠβουλήθησαν· ἀλλὰ ὑποβρύχιοι γεγόνασιν ὑπὸ τῆς θέας χειρωθέντες, καὶ διὰ τὴν παράνομον ταύτην πρᾶξιν ἐρήμους ἑαυτοὺς καταστήσαντες τῆς ἄνωθεν προνοίας.

Καὶ ἵνα μάθωμεν ὅτι οὐ νόμῳ γάμου, οὐδὲ παιδοποιίας ἕνεκεν τοῦτο διεπράξαντο, διὰ τοῦτό φησιν· Ἰδόντες ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο. Τί οὖν; τῶν ὀφθαλμῶν τὴν θέαν ἄν τις αἰτιάσαιτο; Οὐδαμῶς· οὐδὲ γὰρ ὁ ὀφθαλμὸς τοῦ ὀλίσθου αἴτιος γέγονεν, ἀλλ᾽ ἡ τῆς προαιρέσεως ῥᾳθυμία, καὶ τὸ τῆς ἐπιθυμίας ἀχαλίνωτον. Ὁ γὰρ ὀφθαλμὸς διὰ τοῦτο ἐδημιουργήθη, ὥστε διὰ τούτου κατοπτεύοντας τὰ τοῦ Θεοῦ δημιουργήματα, δοξάζειν τὸν τούτων ποιητήν. Τοῦ ὀφθαλμοῦ τοίνυν ἐστὶν ἔργον τὸ ὁρᾷν· τὸ δὲ κακῶς ὁρᾷν ἀπὸ τοῦ ἔνδοθεν ἡνιοχοῦντος λογισμοῦ γίνεται. Τὰ γὰρ μέλη πρὸς τὴν τῶν ἀγαθῶν ἐργασίαν ἡμῖν εἶναι χρήσιμα ἐδημιούργησεν ὁ Δεσπότης, καὶ ἡνιοχεῖσθαι συνεχώρησεν ὑπὸ τῆς ἀσωμάτου οὐσίας, τῆς ψυχῆς λέγω. Ἐπειδὰν οὖν ἐκείνη εἰς ῥᾳθυμίαν ἀποκλίνῃ, καὶ τὰς ἡνίας χαλάσῃ, καθάπερ ἡνίοχος οὐκ εἰδὼς τὰ ἄτακτα τῶν ἵππων σκιρτήματα καταστέλλειν, ταῖς ἡνίαις ἐνδοὺς, καὶ τοὺς ἵππους τοὺς τὸ ἅρμα ἕλκοντας καὶ ἑαυτὸν κατακρημνίζει· οὕτω δὴ καὶ ἡ προαίρεσις ἡ ἡμετέρα, ἐπειδὰν μὴ εἰδῇ τοῖς μέλεσι δεόντως κεχρῆσθαι, ταῖς ἀτάκτοις ἐπιθυμίαις ἐνδοῦσα ὑποβρύχιον ἑαυτὴν ἐργάζεται.

Διὰ τοῦτο ὁ Δεσπότης ἡμῶν Χριστὸς εἰδὼς τῆς φύσεως ἡμῶν τὸ εὐεπηρέαστον καὶ τῆς προαιρέσεως τὴν ῥᾳθυμίαν, νόμον ἔθηκεν ἀποτειχίζοντα καὶ κωλύοντα τὴν περίεργον θεωρίαν, ἵνα ἐκ πολλοῦ τοῦ διαστήματος τὴν ἐν ἡμῖν τικτομένην πυρὰν σβέσῃ, καί φησιν· Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ.

Διὰ τοῦτο, φησὶν, ἀπαγορεύω τὴν ἀκόλαστον ὄψιν, ἵνα ἐλευθερώσω τῆς ἀτόπου πράξεως. Μὴ γὰρ δὴ νομίσῃς, φησὶν, ὅτι ἡ συμπλοκὴ μόνον τὴν ἁμαρτίαν ἐργάζεται· ἡ γνώμη ἐστὶν ἡ τὴν κατάκρισιν δεχομένη. Καὶ οὗτοι τοίνυν ἐπειδὴ τὸ κάλλος εἴδοσαν, ἑάλωσαν τῇ θέᾳ· Εἶδον γὰρ, φησὶν, ὅτι καλαί εἰσι, καὶ ἔλαβον ἑαυτοῖς ἀπὸ πασῶν, ὧν ἐξελέξαντο. Ἀλλ᾽ ἴδωμεν καὶ μετὰ τὴν ἄτοπον ταύτην πρᾶξιν, καὶ τὴν ἀκόλαστον γνώμην, τοῦ Θεοῦ τὴν ἀγαθότητα. Καὶ εἶπε, φησὶ, Κύριος ὁ Θεός· Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἔτη ἑκατὸν εἴκοσι.

Ἄβυσσον φιλανθρωπίας ἔστιν ἰδεῖν ἐν τοῖς βραχέσι τούτοις ῥήμασι. Καὶ εἶπε, φησὶ, Κύριος ὁ Θεός· Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Τὸ Πνεῦμα ἐνταῦθα τὴν προνοητικὴν αὑτοῦ δύναμιν ἐκάλεσε, τὴν ἀπώλειαν αὐτῶν ἤδη προμηνύων. Καὶ ἵνα μάθῃς ὅτι περὶ τούτου ἦν ὁ λόγος, ὅρα τὸ ἐπαγόμενον· Διὰ τὸ εἶναι αὐτοὺς, φησὶ, σάρκας· τουτέστι, διὰ τὸ σαρκικαῖς πράξεσιν αὐτοὺς καταδεδαπανῆσθαι, καὶ μὴ εἰς δέον κεχρῆσθαι τῇ τῆς ψυχῆς οὐσίᾳ, ἀλλ᾽ ὡς σάρκα μόνον περικειμένους καὶ ψυχῆς ἐρήμους ὄντας, οὕτω τὸν ἑαυτῶν βίον καταναλίσκειν. Ἔθος γὰρ ἀεὶ τῇ θείᾳ Γραφῇ σάρκα τοὺς σαρκικοὺς καλεῖν, ὥσπερ τοὺς ἐναρέτους ἀσάρκους ὀνομάζειν, καθάπερ ὁ Παῦλός φησιν, Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί· οὐκ ἐπειδὴ σάρκα οὐ περιέκειντο, ἀλλ᾽ ἐπειδὴ σάρκα περικείμενοι ἀνώτεροι τῶν σαρκικῶν ἦσαν φρονημάτων. Ὥσπερ οὖν καὶ τοῖσδε διὰ τὸ ὑπερορᾷν τῶν σαρκικῶν ἔλεγεν· Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί· οὕτω καὶ ἐπὶ τούτων, ἐπειδὴ περὶ τὰς σαρκικὰς πράξεις διηνεκῶς ἦσαν ἠσχολημένοι, σάρκας αὐτοὺς ἐκάλεσε. Διὰ τὸ εἶναι αὐτοὺς σάρκας, οὐκ ἔτι συγχωρήσω ταῖς ἁμαρτίαις αὐτοὺς καταῤῥυπαίνεσθαι.

δʹ. Εἶδες ἀγανακτήσεως μέγεθος; εἶδες ἀπειλῆς ὑπερβολήν; Σκόπει πῶς τῇ ἀπειλῇ καὶ τῇ ἀγανακτήσει τὴν φιλανθρωπίαν ἔμιξε. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος· ἀπειλεῖ πολλάκις, οὐχ ἵνα εἰς ἔργον ἀγάγῃ τὴν ἀπειλὴν, ἀλλ᾽ ἵνα διορθωσάμενος αὐτοὺς μηκέτι τὴν ἀπειλὴν εἰς ἔργον ἐξενέγκῃ. Εἰ γὰρ ἐβούλετο τιμωρήσασθαι, τίνος ἕνεκεν καὶ προέλεγεν; Ἀλλ᾽ ἐπειδὴ μὴ βούλεται, διὰ τοῦτο ἀεὶ μέλλει καὶ ἀναβάλλεται, καὶ προλέγει, ἀφορμὴν παρέχων τοῖς ὑπευθύνοις φυγεῖν μὲν τὴν κακίαν, ἑλέσθαι δὲ τὴν ἀρετὴν, καὶ τῆς τιμωρίας τὴν πεῖραν διαφυγεῖν.

Ἐπεὶ οὖν ἠπείλησε τῇ πανωλεθρίᾳ αὐτοὺς παραδώσειν (τοῦτο γάρ ἐστιν, Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας· ἀντὶ τοῦ, Οὐκ ἐάσω αὐτοὺς λοιπὸν ζῇν), οὐκ ἀρκεσθεὶς τῇ τῶν πεντακοσίων ἐτῶν μακροθυμίᾳ ᾗ διὰ πάσης τῆς ζωῆς τοῦ Νῶε διὰ τῆς προσηγορίας ἐπαιδεύοντο, νῦν πάλιν ἐπιτείνων τὴν ἀγανάκτησιν, ἑτέραν αὐτοῖς προθεσμίαν ὁρίζει καί φησιν· Ἠπειλησάμην, καὶ εἶπον, καὶ δήλην ἐποίησα τὴν ἐμὴν ἀγανάκτησιν, ἣν διὰ τὸ πλῆθος τῶν ἁμαρτημάτων τῶν εἰργασμένων ἐπαχθῆναι ὑμῖν ἐστιν ἀκόλουθον· ἀλλ᾽ ἐπειδὴ καὶ τοὺς τὰ ἀνίατα ἡμαρτηκότας σωθῆναι βούλομαι, καὶ μηδένα ἀπόλλυσθαι, διὰ τοῦτο καὶ ἑκατὸν εἴκοσι ἐτῶν χρόνον πάλιν ἐνδίδωμι, ἵνα, εἰ βούλεσθε καὶ τὰ ἡμαρτημένα ἀπονίψασθαι διὰ τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς, καὶ τὴν ἀρετὴν ἑλόμενοι, τῆς τιμωρίας τὴν πεῖραν ἐκφύγητε. Ἔσονται γὰρ, φησὶν, αἱ ἡμέραι αὐτῶν ἔτη ἑκατὸν εἴκοσι.

Οἱ δὲ γίγαντες, φησὶν, ἦσαν ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις. Καὶ μετ᾽ ἐκεῖνα, ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγεννῶσαν ἑαυτοῖς, ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ᾽ αἰῶνος, οἱ ἄνθρωποι οἱ ὀνομαστοί. Γίγαντας ἐνταῦθα τοὺς ἰσχυροὺς τὸ σῶμα οἶμαι λέγειν τὴν θείαν Γραφήν. Ἐξ ἐκείνων, φησὶν, ἡ γενεὰ αὐτῶν ηὐξήθη.

Καὶ γὰρ καὶ ἀλλαχοῦ ἔστιν ἰδεῖν τοῦτο εἰρημένον· Γίγαντες, φησὶν, ἔρχονται τὸν θυμόν μου παῦσαι. Τοῦτον δὲ τὸν τῶν ἑκατὸν εἴκοσι ἐτῶν ἀριθμὸν τινὲς νομίζουσι τὸν ὅρον τῆς ζωῆς εἶναι· οὐ τοῦτο δὲ σημαίνει, ἀλλὰ τέως τὴν μακροθυμίαν ἐνδείξασθαι βούλεται, ἣν καὶ μετὰ τοσαῦτα ἁμαρτήματα ἐπ᾽ αὐτοὺς ἐπιδείκνυται.

Ἵν᾽ οὖν μάθωμεν καὶ μετὰ τὴν ἀγανάκτησιν, καὶ τὴν ἀπειλὴν, καὶ τὴν τοσαύτην τοῦ χρόνου μακροθυμίαν, ἣν εἰς μετάνοιαν αὐτοῖς δέδωκεν, ὡς οὐ μόνον οὐδὲν ἐκέρδανον, ἀλλὰ καὶ τοῖς αὐτοῖς ἐπέμειναν, διὰ τοῦτό φησιν, Ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγεννῶσαν ἑαυτοῖς, ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ᾽ αἰῶνος, οἱ ἄνθρωποι οἱ ὀνομαστοί. Εἶδες ἀγνωμοσύνης ὑπερβολήν; εἶδες ψυχὴν ἀνάλγητον; Οὔτε ὁ τῆς τιμωρίας φόβος, οὔτε ὁ τῆς μακροθυμίας χρόνος ἀπέστησεν αὐτοὺς τῶν πονηρῶν πράξεων· ἀλλ᾽ ἅπαξ κατὰ κρημνῶν κατενεχθέντες, καὶ τὸ τῆς διανοίας ὄμμα πηρωθέντες, οὐκ ἔτι λοιπὸν, καθάπερ ὑπὸ μέθης τινὸς τῆς πονηρᾶς ἐπιθυμίας καταβαπτισθέντες, ἀνενεγκεῖν ἠβουλήθησαν, καθάπερ καὶ σοφός τίς φησιν· Ἀσεβὴς ἐμπεσὼν εἰς βάθος κακῶν καταφρονεῖ.

Δεινὸν γὰρ, δεινὸν, ἀγαπητὲ, ἁλῶναι ταῖς τοῦ διαβόλου παγίσιν. Ἡ γὰρ ψυχὴ λοιπὸν καθάπερ ἐν δικτύοις ἀπειλημμένη, καὶ ὥσπερ ὗς ἐγκυλιομένη βορβόρῳ ἥδεται, οὕτω καὶ αὐτὴ ὑπὸ τῆς κακῆς συνηθείας καταχωσθεῖσα, οὐδὲ αἴσθησιν λαμβάνει τῆς τῶν ἁμαρτημάτων δυσωδίας. Διὸ χρὴ νήφειν καὶ ἐγρηγορέναι, ὥστε μηδεμίαν τῷ πονηρῷ δαίμονι παρὰ τὴν ἀρχὴν εἴσοδον παρασχεῖν, ἵνα μὴ σκοτώσας ἡμῶν τὸν λογισμὸν, καὶ τὸ διορατικὸν τῆς διανοίας ἀποτυφλώσας, παρασκευάσῃ, καθάπερ ἀπεστερημένους τοῦ ἡλιακοῦ τούτου φωτὸς, πρὸς τὰς ἀκτῖνας τοῦ τῆς δικαιοσύνης ἡλίου ὁρᾷν μὴ δυναμένους, κατὰ κρημνῶν φέρεσθαι, ὅπερ καὶ οὗτοι τότε πεπόνθασιν.

Ἄκουε γὰρ πάλιν τῆς τοῦ Θεοῦ ἀγαθότητος τὴν ἀνεξικακίαν. Ἰδὼν δὲ, φησὶ, Κύριος ὁ Θεὸς ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς. Τί βούλεται τὸ εἰρημένον, Ἰδὼν δέ; Οὐκ ἐπειδὴ ἠγνόει ὁ Δεσπότης· μὴ γένοιτο· ἀλλὰ πρὸς τὴν ἀσθένειαν τὴν ἡμετέραν ἅπαντα διηγεῖται ἡ θεία Γραφή· ἵνα ἡμᾶς διδάξῃ, ὅτι καὶ μετὰ τὴν τοσαύτην αὐτοῦ μακροθυμίαν τοῖς αὐτοῖς ἐπέμενον, ἢ καὶ χείροσι περιέβαλον ἑαυτοὺς κακοῖς, φησίν· Ἰδὼν δὲ ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς. Ἐκ γὰρ τῆς πονηρᾶς ταύτης πράξεως, καθάπερ ἀπὸ πηγῆς τινος, καὶ ἕτερα πολλὰ αὐτοῖς ἐτίκτετο ἁμαρτήματα· διὰ τοῦτό φησιν, Αἱ κακίαι τῶν ἀνθρώπων. Ὅπου γὰρ πορνεία, καὶ ἀσέλγεια, καὶ τοσαύτη ἀκολασία, εἰκὸς καὶ μέθην, καὶ παροινίαν, καὶ πολλὴν ἀδικίαν, καὶ πλεονεξίαν καὶ τὰ μυρία τίκτεσθαι κακά. Ἰδὼν δὲ, φησὶ, Κύριος ὁ Θεὸς, ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας.

εʹ. Ὅρα πῶς ἕκαστον τῶν εἰρημένων δείκνυσι τὸ μέγεθος τῶν ἡμαρτημένων. Ἐπειδὴ γὰρ εἶπε καθολικῶς, ὅτι Ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, ἐπήγαγε, Καὶ πᾶς τις. Μεγάλη τοῦ ῥήματος ἡ ἔμφασις. Οὐχ ὁ νέος, φησὶν, ἀλλὰ καὶ ὁ πρεσβύτης τὰ αὐτὰ τῷ νέῳ διαπράττεται· οὐδὲ ἀνὴρ μόνον, ἀλλὰ καὶ γυνή· οὐ δοῦλος, ἀλλὰ καὶ ἐλεύθερος· οὐ πλούσιος, ἀλλὰ καὶ πένης. Καὶ τὸ, Διανοεῖται, πολλὴν ἔχει τὴν δύναμιν.

Οὐ γὰρ ἐκ συναρπαγῆς τοῦτο ὑπομένουσιν, ἀλλ᾽ ἐν τῇ καρδίᾳ διανοούμενοι, καὶ ταῦτα καθ᾽ ἑκάστην ὥραν βουλευόμενοι, καὶ ἐν τούτοις τὴν σπουδὴν ἔχοντες, καὶ οὐδὲ ἁπλῶς καὶ ὡς ἔτυχεν ἅπαξ ἢ δεύτερον ὑποσκελισθέντες ὑπὸ τῆς ἁμαρτίας, ἵστανται τῆς κακίας, ἀλλ᾽ ἐπιμελῶς ταύτην μετέρχονται, καὶ τὰ πονηρὰ διαπράττονται· τοῦτ᾽ ἔστι μετὰ πολλῆς τῆς σπουδῆς, οὐδὲν παρέργως, οὐδὲν ἠμελημένως ὑπ᾽ αὐτῶν γίνεται, οὐδὲ πρὸς βραχὺν χρόνον, ἀλλὰ πάσας τὰς ἡμέρας, πᾶσαν αὐτῶν τὴν ζωὴν εἰς τοῦτο καταναλίσκουσιν. Εἶδες πονηρίας ἐπίτασιν; εἶδες πῶς μελέτην τὸ πρᾶγμα ἐποιοῦντο, ἐπιμελῶς ἅπαντα τὰ πονηρὰ διαπραττόμενοι, καὶ πᾶσα ἡλικία πρὸς τὴν τῆς κακίας ἐργασίαν ηὐτομόλει; Πᾶς τις, φησίν· οὐδὲ ἡ ἄωρος ἡλικία, οὐδὲ ἡ ἀπειρόκακος ἄμοιρος ἦν, ἀλλ᾽ εὐθέως καὶ ἐκ προοιμίων τὴν κακὴν ταύτην ἅμιλλαν πάντες ἐποιοῦντο, ἕκαστος τὸν πλησίον ὑπερβάλλεσθαι φιλονεικῶν ἐν τῇ τῶν πράξεων παρανομίᾳ.

Ἐννόει γάρ μοι ἐνταῦθα τὴν ὑπερβάλλουσαν τοῦ δικαίου σοφίαν, ὅτι ἐν τοσαύτῃ κακῶν συμφωνίᾳ ἴσχυσε τὴν λύμην διαφυγεῖν, καὶ μηδεμίαν ἐντεῦθεν δέξασθαι βλάβην, ἀλλὰ καθάπερ ἐξ ἑτέρας φύσεως συγκείμενος, οὕτως ἐῤῥωμένον φρόνημα ἀναλαβὼν, καὶ οἴκοθεν ἐπὶ τὴν τῆς ἀρετῆς κατόρθωσιν σπεύσας, καὶ τὴν κακὴν αὐτῶν συμφωνίαν διέφυγε, καὶ τῆς κατὰ πάντων ἐνεχθείσης πανωλεθρίας ἐκτὸς γέγονε. Καὶ ἐνεθυμήθη, φησὶ, Κύριος ὁ Θεὸς, ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς. Ὅρα πάλιν λέξεως παχύτητα καὶ συγκατάβασιν.

Ἐνεθυμήθη, φησὶν, ἀντὶ τοῦ, Μετεμελήθη· οὐκ ἐπειδὴ μεταμελεῖται Θεός· μὴ γένοιτο· ἀλλὰ κατὰ τὴν συνήθειαν τὴν ἀνθρωπίνην ἡμῖν διαλέγεται ἡ θεία Γραφὴ, ἵνα διδάξῃ ἡμᾶς, ὅτι ἡ ὑπερβολὴ τῶν ἡμαρτημένων αὐτοῖς εἰς τοσαύτην ἀγανάκτησιν τὸν φιλάνθρωπον Θεὸν ἤγαγε. Καὶ ἐνεθυμήθη, φησὶ, Κύριος ὁ Θεὸς, ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς. Μὴ γὰρ διὰ τοῦτο, φησὶ, αὐτὸν παρήγαγον, ἵνα εἰς τοσοῦτον ὄλισθον κατενεχθεὶς ἀπωλείας ἑαυτῷ αἴτιος καταστῇ; Διὰ τοῦτο ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων τοσαύτης ἠξίωσα αὐτὸν τῆς τιμῆς, καὶ τοσαύτην περὶ αὐτὸν ἐπεδειξάμην τὴν πρόνοιαν, ἵνα τὴν ἀρετὴν ἑλόμενος ἐκτὸς τῆς ἀπωλείας γένηται.

Ἐπειδὴ δὲ οὐκ εἰς δέον ἐχρήσατο τῇ φιλανθρωπίᾳ τῇ ἐμῇ, βέλτιον λοιπὸν ἐκκοπῆναι αὐτοῦ τὴν κακὴν ἐπιχείρησιν. Καὶ διενοήθη, καὶ εἶπε Κύριος ὁ Θεός· Ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἀπὸ ἑρπετῶν ἕως πετεινῶν τοῦ οὐρανοῦ, ὅτι ἐνεθυμήθην, ὅτι ἐποίησα αὐτούς. Τὰ παρ᾽ ἐμαυτοῦ πάντα, φησὶν, ἐπεδειξάμην. Ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγον, τὴν γνῶσιν τῶν πρακτέων καὶ τῶν μὴ πρακτέων ἐνέθηκα τῇ φύσει, τὸ αὐτεξούσιον ἐδωρησάμην, ἀφάτῳ τῇ μακροθυμίᾳ ἐχρησάμην, καὶ μετὰ τὸν πολὺν χρόνον ἐκεῖνον, καὶ τὴν ἀγανάκτησιν, καὶ τὴν ἀπειλὴν, ἣν εἶπον, καὶ ἑτέραν προθεσμίαν ὥρισα, βουλόμενος αὐτοὺς εἰς αἴσθησιν ἐλθόντας τῶν οἰκείων πταισμάτων ἀνακαλέσασθαι τὴν ἐμὴν ἀγανάκτησιν· ἐπειδὴ δὲ οὐδὲ οὕτως ἐκέρδανόν τι πλέον, ἀνάγκη τὴν ἀπειλὴν εἰς ἔργον ἀγαγεῖν, καὶ παντελῆ ἐξάλειψιν αὐτῶν ἐργάσασθαι, καὶ καθάπερ ζύμην τινὰ πονηρὰν ἀφανίσαι τούτων τὸ γένος, ἵνα μὴ καὶ ταῖς εἰς τὸ ἑξῆς γενεαῖς τῆς κακίας διδάσκαλοι γένωνται. Καὶ εἶπε Κύριος ὁ Θεὸς, Ἀπαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους. Ἀλλ᾽ ἴσως εἴποι τις ἄν· Τίνος ἕνεκεν τοῦ ἀνθρώπου πρὸς κακίαν ἀποκλίναντος, καὶ τὰ ἄλογα τὴν αὐτὴν αὐτῷ τιμωρίαν ὑπομένει; Εἰκότως.

Μὴ γὰρ διὰ τὴν ἑαυτῶν χρείαν τὰ ἄλογα γέγονε; Διὰ τὸν ἄνθρωπον ταῦτα παρήχθη· τούτου τοίνυν ἐκ τοῦ μέσου αἱρουμένου, ποία ἐκείνων χρεία γένοιτ᾽ ἄν; Διὰ τοῦτο καὶ ταῦτα τῆς τιμωρίας κοινωνεῖ, ἵνα μάθητε τῆς ἀγανακτήσεως τὴν ὑπερβολήν. Καὶ καθάπερ ἐξ ἀρχῆς τοῦ πρωτοπλάστου ἁμαρτῶντος, ἡ γῆ τὴν κατάραν ἐδέξατο, οὕτω καὶ νῦν τοῦ ἀνθρώπου μέλλοντος ἀφανίζεσθαι, καὶ τὰ ἄλογα κοινωνεῖ τῆς τιμωρίας. Ὥσπερ δὲ εὐδοκιμοῦντος τοῦ ἀνθρώπου, καὶ ἡ κτίσις κοινωνεῖ τῇ τοῦ ἀνθρώπου εὐημερίᾳ (καθάπερ καὶ ὁ Παῦλός φησιν· Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῶν τέκνων τῆς δόξης τοῦ Θεοῦ)· οὕτω καὶ νῦν διὰ τὸ πλῆθος τῶν ἁμαρτημάτων μέλλοντος τούτου κολάζεσθαι, καὶ πανωλεθρίᾳ παραδίδοσθαι, καὶ τὰ κτήνη, καὶ τὰ ἑρπετὰ, καὶ τὰ πετεινὰ συναπολαύει τοῦ κλυδωνίου τοῦ πᾶσαν τὴν οἰκουμένην καταλαμβάνειν μέλλοντος. Καὶ καθάπερ ἐν οἰκίᾳ, τοῦ προεστῶτος ὑπὸ τὴν δεσποτικὴν ἀγανάκτησιν γεγονότος, καὶ τοὺς συνυπηρετοῦντας πάντας εἰκὸς κοινωνεῖν τῆς κατηφείας· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐνταῦθα, καθάπερ ἐν οἰκίᾳ τῶν ἀνθρώπων ἀπολλυμένων, ἅπαντα τὰ ἐν τῇ οἰκίᾳ καὶ τὰ ὑπὸ τὴν τούτου δεσποτείαν τυγχάνοντα ἀνάγκη ὑπὸ τὴν αὐτὴν τιμωρίαν πεσεῖν. Καὶ ἐνεθυμήθην, φησὶν, ὅτι ἐποίησα αὐτούς.

Πόσης συγκαταβάσεως τουτὶ πεπλήρωται τὸ ῥῆμα; Μὴ γὰρ ἐβουλόμην, φησὶ, τοσαύτῃ τιμωρίᾳ αὐτοὺς περιβαλεῖν; Αὐτοί με τῇ ὑπερβολῇ τῆς παρανομίας εἰς τοσαύτην ἐξήνεγκαν τὴν ἀγανάκτησιν. Εἶτα ἵνα μὴ νομίσωμεν ἀφανισμὸν παντελῆ τοῦ τῶν ἀνθρώπων γίνεσθαι γένους, μηδὲ πρόῤῥιζον τὴν ἡμετέραν φύσιν ἀφανίζεσθαι, ἀλλὰ μάθωμεν ὅσον κακὸν ἁμαρτία, καὶ ὅσον ἀγαθὸν ἀρετὴ, καὶ ὅτι κρείσσων εἷς ποιῶν θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι, φησί· Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Εἰ καὶ τὸ πλῆθος ἅπαν, φησὶ, πρὸς τοσαύτην κακίαν ἐξώκειλεν, ἀλλ᾽ ὁ δίκαιος οὗτος τὸν σπινθῆρα τῆς ἀρετῆς διετήρησεν ὁμοῦ, καὶ τούτοις ἅπασι διὰ παντὸς τοῦ χρόνου διαλεγόμενος, καὶ παραινῶν ἀπαλλαγῆναι τῆς κακίας, καὶ ἑαυτὸν τῆς ἀπ᾽ αὐτῶν λύμης ἐλεύθερον καθιστάς. Καὶ ὥσπερ οὗτοι διὰ τῶν πονηρῶν πράξεων εἰς ἀγανάκτησιν τὸν φιλάνθρωπον Θεὸν ἐπεσπάσαντο οὕτω καὶ οὗτος, τὴν ἀρετὴν ἑλόμενος, Χάριν εὗρεν ἐναντίον Κυρίου Θεοῦ. Οὐ γάρ ἐστι προσωπολήπτης ὁ Θεὸς, ἀλλὰ κἂν ἕνα εὕρῃ ἐν τοσούτῳ πλήθει τὰ αὐτῷ δοκοῦντα διαπραττόμενον, οὐ περιορᾷ, ἀλλὰ τῆς οἰκείας αὐτὸν ἀξιοῖ προνοίας, καὶ ταύτῃ μᾶλλον πλείονα τὴν περὶ αὐτὸν κηδεμονίαν ἐπιδείκνυται, ὅσῳ καὶ, τοσούτων ὄντων τῶν ἐπὶ τὴν κακίαν ἑλκόντων, τὴν τῆς ἀρετῆς αὐτὸς ὁδὸν εἵλετο.

ϛʹ. Ὃ δὴ γινώσκοντες πρὸς ἓν μόνον ὁρῶμεν τὸ αὐτῷ δοκοῦν, καὶ τὸ ποιοῦν ἡμᾶς τὴν ἐκεῖθεν εὔνοιαν ἐπισπάσασθαι, καὶ μήτε φιλίᾳ χαριζόμενοι, μήτε συνηθείᾳ τινὶ δουλεύοντες ἀμελῶμεν τῆς ἀρετῆς, ἀλλὰ τῇ τοῦ Θεοῦ μακροθυμίᾳ εἰς δέον χρησώμεθα, καὶ ὡς ἔτι καιρὸν ἔχομεν, πᾶσαν ῥᾳθυμίαν ἀποθέμενοι ποθήσωμεν τὴν ἀρετὴν, μισήσωμεν τὴν κακίαν. Ἐὰν γὰρ μὴ καὶ πρὸς ταύτην πόθῳ καὶ ἐπιθυμίᾳ μετέλθωμεν, καὶ πρὸς ἐκείνην μῖσος πολὺ κτησώμεθα, οὔτε ἐκείνης τὴν λύμην διαφυγεῖν, οὐδὲ ταύτης ἐπιλαβέσθαι δυνησόμεθα. Ὅτι γὰρ ἐπιθυμούντων χρείαν ἔχει ἡ ἀρετὴ, καὶ ἐκκαιομένων εἰς τὸν περὶ αὑτῆς πόθον, ἄκουε τοῦ προφήτου λέγοντος· Τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτὸ, ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν· οὐκ ἐπειδὴ τοσοῦτον μόνον ἐστὶν ἐπιθυμητὰ, ἀλλ᾽ ἐπειδὴ τούτων τῶν ὑλῶν οὐκ ἔστιν ἑτέραν εὑρεθῆναι παρ᾽ ἡμῖν τιμιωτέραν· διὸ καὶ ἐπήγαγε, Καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. Καὶ ἐνταῦθα πάλιν, ἐπειδὴ μὴ εἶχε φύσιν εὑρεῖν τοῦ μέλιτος γλυκυτέραν, ταύτῃ ἐχρήσατο τῇ εἰκόνι.

Καθάπερ οὖν οἱ περὶ τὴν τῶν χρημάτων συλλογὴν μεμηνότες ἐπιθυμίᾳ τινὶ καὶ πόθῳ, ἐπὶ τούτῳ πᾶσαν τὴν ὁρμὴν ἔχειν σπουδάζουσι, καὶ οὐδέποτε κόρον λαμβάνουσι· μέθη γὰρ ἀκόρεστός ἐστιν ἡ φιλαργυρία· καὶ καθάπερ οἱ μεθύοντες ὅσῳ ἂν πλείονα τὸν ἄκρατον ἑαυτοῖς ἐκχέωσιν, τοσούτῳ μᾶλλον πρὸς τὸ δίψος ἐκκαίονται· οὕτω δὴ καὶ οὗτοι τὴν μανίαν ταύτην τὴν ἀκάθεκτον οὐδέποτε στῆσαι δύνανται, ἀλλ᾽ ὅσῳ ἂν αὐξομένην ἴδωσιν αὑτοῖς τὴν περιουσίαν, τοσούτῳ καὶ τὴν ἐπιθυμίαν ἀνάπτουσι, καὶ οὐ πρότερον λήγουσι τῆς πονηρᾶς ταύτης ὀρέξεως, μέχρις ἂν εἰς αὐτὸν τῆς κακίας τὸν πυθμένα κατενεχθῶσιν. Εἰ τοίνυν οὗτοι τὴν ὀλέθριον ταύτην ἐπιθυμίαν, καὶ πάντων τῶν κακῶν αἰτίαν γενομένην, μετὰ τοσούτου ἐπιδείκνυνται τοῦ τόνου, πολλῷ μᾶλλον ἡμᾶς δίκαιον τὰ κρίματα Κυρίου, τὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν τυγχάνοντα, ταῦτα δι᾽ ὅλου στρέφειν ἐν τῇ διανοίᾳ τῇ ἡμετέρᾳ, καὶ μηδὲν τῆς ἀρετῆς ἡγεῖσθαι προτιμότερον, ἀλλὰ καὶ τὰ ὀλέθρια ταῦτα πάθη ἐκτέμνειν τῆς ἑαυτῶν ψυχῆς, καὶ εἰδέναι ὅτι ἡ πρόσκαιρος αὕτη ἡδονὴ ὀδύνην τίκτειν εἴωθε διηνεκῆ, καὶ βάσανον πέρας οὐκ ἔχουσαν, καὶ μὴ ἀπατᾷν ἑαυτοὺς, μήτε νομίζειν ὅτι μέχρι τοῦ παρόντος βίου ἵσταται τὰ ἡμέτερα.

Εἰ γὰρ καὶ μὴ τοῖς ῥήμασι ταῦτα φθέγγονται οἱ πολλοὶ, ἀλλὰ καὶ πιστεύειν λέγουσι τῷ τῆς ἀναστάσεως λόγῳ, καὶ τῇ τῶν μελλόντων ἀντιδόσει· ἀλλ᾽ ἐγὼ οὐ τοῖς ῥήμασι προσέχω, ἀλλὰ τοῖς καθ᾽ ἑκάστην ἡμέραν γινομένοις. Εἰ γὰρ ἀνάστασιν προσδοκᾷς καὶ ἀντίδοσιν, τίνος ἕνεκεν οὕτω περὶ τὴν τοῦ βίου δόξαν ἐπτόησαι; Τίνος ἕνεκεν, εἰπέ μοι, κόπτεις σαυτὸν καθ᾽ ἑκάστην ἡμέραν, ὑπὲρ τὴν ἄμμον τὰ χρήματα συλλέγων, καὶ ἀγροὺς, καὶ οἰκίας, καὶ βαλανεῖα ὠνούμενος, καὶ πολλάκις ἐξ ἁρπαγῆς καὶ πλεονεξίας ταῦτα περιβαλλόμενος, καὶ πληρῶν ἐκεῖνο τὸ παρὰ τοῦ προφήτου εἰρημένον· Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι; Ἢ οὐχὶ ταῦτά ἐστι καθ᾽ ἑκάστην ἡμέραν ἰδεῖν γινόμενα; Καὶ ὁ μέν φησιν, Ἐπισκοτεῖ μοι τοῦ δεῖνος ἡ οἰκία, καὶ μυρίας προφάσεις ἐπινοεῖ, ἵνα ταύτην ἀφέληται· ἕτερος δὲ τὸν ἀγρὸν τοῦ πένητος λαβὼν συνῆψε τῷ ἑαυτοῦ.

Καὶ τὸ δὴ μεῖζον, καὶ καινὸν, καὶ ξένον, καὶ οὐδὲ συγγνώμην ἔχον, ὅτι ἐν ἑνὶ τόπῳ αὐτὸς καθήμενος, καὶ πολλάκις οὐδὲ θέλων ἑτέρωθι διαβῆναι δυνάμενος, ἢ δι᾽ ἑτέραν τινὰ πραγμάτων περίστασιν, ἢ καὶ ὑπὸ τῆς τοῦ σώματος ἀῤῥωστίας πεπεδημένος, πανταχοῦ καὶ ἐν πάσαις, ὡς εἰπεῖν, ταῖς πόλεσι βούλεται ὑπομνήματα τῆς οἰκείας πλεονεξίας κεκτῆσθαι, καὶ στήλας ἀθανάτους τῆς οἰκείας κακίας παρὰ πᾶσιν ἔχειν, καὶ τὰ μὲν ἁμαρτήματα, ἐξ ὧν ἅπαντα ταῦτα συνελέγη, τῇ οἰκείᾳ ἐπιτίθησι κεφαλῇ, καὶ φορτίον βαρὺ καὶ δυσβάστακτον ἐπιφερόμενος οὐκ αἰσθάνεται· τὴν δὲ ἐκ τούτων ἀπόλαυσιν ἑτέροις παραχωρεῖ, οὐ μετὰ τὴν τῆς ζωῆς μετάστασιν μόνον, ἀλλὰ καὶ πρὸ τῆς ἐντεῦθεν ἐξόδου.

Κἂν γὰρ μὴ ἄκων αὐτῶν γυμνωθῇ, ὑπὸ τῶν ᾠκειωμένων διασπᾶται, ὡς εἰπεῖν, καὶ διασπαράττεται ἅπαντα ταῦτα, καὶ οὐδὲ τοῦ πολλοστοῦ αὐτῶν μέρους ἐν ἀπολαύσει γίνεται. Τί δὲ λέγω ἐν ἀπολαύσει; Ἂν γὰρ βουληθῇ, πῶς ἀρκέσει μίαν ἔχων γαστέρα πρὸς τοσοῦτο πλῆθος χρημάτων;

ζʹ. Ἀλλὰ τῶν κακῶν ἁπάντων τὸ αἴτιον ἡ κενοδοξία, καὶ τὸ βούλεσθαι τὴν προσηγορίαν ἐπικεῖσθαι τὴν αὑτοῦ τοῖς ἀγροῖς, τοῖς βαλανείοις, ταῖς οἰκίαις. Τί σοι τὸ ὄφελος, ἄνθρωπε, ὅταν μετ᾽ οὐ πολὺ, πυρετοῦ καταλαβόντος, ἀθρόον ἀφιπταμένη ἡ ψυχὴ καταλιμπάνῃ σε ἔρημον καὶ γυμνὸν, μᾶλλον δὲ ἀρετῆς μὲν γεγυμνωμένον, περιβεβλημένον δὲ τὰς ἀδικίας, τὰς ἁρπαγὰς, τὰς πλεονεξίας, τοὺς στεναγμοὺς, τὸν ὀδυρμὸν, τὰ δάκρυα τῶν ὀρφανῶν, τὰς ἐπιβουλὰς, τοὺς δόλους; Πῶς δυνήσῃ τὰ μεγάλα ταῦτα φορτία τῶν ἁμαρτημάτων ἔχων ἐπικείμενα, τὴν στενὴν πύλην ἐκείνην διαβῆναι, τὴν οὐ δυναμένην δέξασθαι τὸν ὄγκον τοῦ τοσούτου μεγέθους; Ἀνάγκη τοίνυν ἔξω μένοντα, καὶ ὑπὸ τῶν φορτίων τούτων βαρούμενον ἀνήνυτα μεταγινώσκειν, ἤδη πρὸ τῶν ὀφθαλμῶν τὰ κολαστήρια ὁρῶντα ηὐτρεπισμένα, καὶ τὸ πῦρ ἐκεῖνο τὸ φοβερὸν καὶ μηδέποτε σβεννύμενον, καὶ τὸν σκώληκα τὸν ἀτελεύτητον. Ἀλλ᾽ εἴ τις ἡμῖν λόγος τῆς σωτηρίας τῆς ἡμετέρας, ὡς ἔτι καιρὸν ἔχομεν, ἀποστῶμεν τῆς κακίας, καὶ τὴν ἀρετὴν μεταδιώξωμεν, τῆς κενοδοξίας ὑπερίδωμεν. Διὰ τοῦτο γὰρ καὶ κενὴ λέγεται, ἐπειδὴ διάκενός ἐστι καὶ οὐδὲν ἔχουσα βέβαιον, οὐδὲ μόνιμον, ἀλλ᾽ ἀπάτη μόνον ὀφθαλμῶν τυγχάνει, πρὶν ἢ φανῆναι ἀφιπταμένη.

Ἢ οὐχ ὁρῶμεν τὸν σήμερον ὑπὸ τῶν ῥαβδούχων προπεμπόμενον, καὶ ὑπὸ τῶν δορυφόρων κυκλούμενον, αὔριον πολλάκις δεσμωτήριον οἰκοῦντα, καὶ μετὰ τῶν κακούργων στρεφόμενον; Τί ταύτης τῆς κενῆς καὶ ματαίας δόξης ἀπατηλότερον; Εἰ δὲ καὶ μὴ ἐν τῷ παρόντι τὰ τῆς μεταβολῆς αὐτὸν ἐκδέξηται, ὁ θάνατος πάντως ἐπελθὼν διέκοψε τὴν εὐημερίαν, καὶ ὁ σήμερον σοβῶν ἐπὶ τῆς ἀγορᾶς, καὶ εἰς δεσμωτήριον ἐμβάλλων, καὶ ἐπὶ τοῦ θρόνου καθήμενος, καὶ μεγάλα φυσῶν, καὶ τοὺς ἅπαντας ἀνθρώπους ὡς σκιὰς ὁρῶν, ἀθρόον τῇ ἑξῆς κεῖται νεκρὸς ἄπνους, δυσωδίας ἐμπεπλησμένος, μυρίαις κατηγορίαις βαλλόμενος, ὑπὸ τῶν ἀδικηθέντων, ὑπὸ τῶν μηδὲν ἀδικηθέντων, συναλγούντων τοῖς ἀδικηθεῖσι. Τί τοῦ τοιούτου ἐλεεινότερον γένοιτ᾽ ἄν;

Καὶ τὰ μὲν συλλεγέντα ἅπαντα πολλάκις ἐχθροὶ καὶ πολέμιοι πρὸς ἀλλήλους διενείμαντο· τὰ δὲ ἐκ τούτων ἐπισωρευθέντα αὐτῷ ἁμαρτήματα λαβὼν ἄπεισι, τὰς ὑπὲρ τούτων ἀπολογίας μετὰ πολλῆς ἀπαιτούμενος τῆς ἀκριβείας. Διὸ παρακαλῶ, φεύγοντες τὴν κενὴν ταύτην δόξαν, τὴν ἀληθῆ ποθήσωμεν, καὶ διαιωνίζουσαν· καὶ μήτε χρημάτων ἔρως ἡμᾶς ὑποσκελιζέτω, μήτε ἐπιθυμίας φλὸξ κατακαιέτω, μήτε φθόνος καὶ βασκανία τηκέτω, μήτε θυμὸς ἐμπρησμὸν ἡμῖν ἀπεργαζέσθω· ἀλλὰ πάντα ταῦτα τὰ πονηρὰ καὶ ὀλέθρια πάθῃ τῇ δρόσῳ τοῦ Πνεύματος κατασβέσαντες ὑπερίδωμεν τῶν παρόντων, ποθήσωμεν τὰ μέλλοντα, ἔννοιάν τινα λάβωμεν τῆς μελλούσης ἡμέρας, καὶ πολλὴν τοῦ βίου τὴν ἀκρίβειαν ἐπιδειξώμεθα.

Οὐδὲ γὰρ διὰ τοῦτο εἰς τὸν βίον τοῦτον παρήχθημεν, ἵνα μόνον ἐσθίωμεν καὶ πίνωμεν. Οὐ τὸ ζῇν διὰ τὸ φαγεῖν καὶ πιεῖν γέγονεν, ἀλλὰ διὰ τὸ ζῇν τὸ φαγεῖν καὶ πιεῖν. Μὴ τοίνυν ἀντιστρέφωμεν τὴν τάξιν, μήτε ὡς δι᾽ αὐτὸ γενόμενοι οὕτω τῇ γαστρὶ δουλεύωμεν, καὶ ταῖς τῆς σαρκὸς ἡδοναῖς· ἀλλὰ τὴν ἐντεῦθεν ἡμῖν τικτομένην βλάβην ἀναλογιζόμενοι, καταστέλλωμεν τῆς σαρκὸς τὰ κινήματα, καὶ μὴ ῥᾳθυμῶμεν, μηδὲ συγχωρῶμεν αὐτὴν κατεξανίστασθαι τῆς ψυχῆς.

Εἰ γὰρ Παῦλος ὁ τοσοῦτος καὶ τηλικοῦτος, ὁ καθάπερ ὑπόπτερος τὴν οἰκουμένην διαδραμὼν ἅπασαν, καὶ τῶν σωματικῶν ἀναγκῶν ἀνώτερος γεγονὼς, καὶ τῶν ἀῤῥήτων ἐκείνων ῥημάτων ἀκοῦσαι καταξιωθεὶς, ὧν μέχρι τῆς σήμερον οὐδεὶς ἄλλος ἤκουσε, γράφων ἔλεγεν· Ὑπωπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι· εἰ τοίνυν ἐκεῖνος ὁ τοσαύτης ἀξιωθεὶς χάριτος, μετὰ τοσαῦτα καὶ τηλικαῦτα κατορθώματα ἐδεῖτο τοῦ ὑπωπιάζειν, καὶ δουλαγωγεῖν, καὶ ὑποτάττειν τῇ τῆς ψυχῆς ἐξουσίᾳ, καὶ ὑπὸ τὴν ταύτης ἀρετὴν εἶναι ποιεῖν τοῦ σώματος τὰ σκιρτήματα (ὑπωπιάζει γάρ τις τὸ κατεξανιστάμενον, καὶ δουλαγωγεῖ τὸ ἀφηνιῶν)· τί οὖν ἂν εἴποιμεν ἡμεῖς οἱ πάντων ἔρημοι τῶν ἀγαθῶν, οἱ φορτίοις ἁμαρτημάτων βεβαρημένοι, καὶ πρὸς τούτοις πολλὴν τὴν ῥᾳθυμίαν ἐπιδεικνύμενοι; Μὴ γὰρ ἀνακωχὴν ἔχει ὁ πόλεμος οὗτος; μὴ γὰρ καιρὸν ἐπιθέσεως κέκτηται; Πάντοτε νήφειν καὶ ἐγρηγορέναι δεῖ, καὶ μηδέποτε ἐν ἀδείᾳ εἶναι· ἐπεὶ μηδέ ἐστι καιρὸς ὡρισμένος τῆς τοῦ πολεμοῦντος καὶ ἐπεμβαίνοντος ἡμῖν ἐπιθέσεως.

Ἀεὶ τοίνυν φροντίζωμεν, ἀεὶ μεριμνῶμεν περὶ τῆς σωτηρίας τῆς ἡμετέρας, ἵνα οὕτω δυνηθῶμεν καὶ αὐτοὶ ἀνάλωτοι μεῖναι, καὶ τὰς παρὰ τοῦ πολεμίου μηχανὰς διαφυγόντες τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Μονογενοῦς αὐτοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΚΓʹ. Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Αὗται δὲ αἱ γενέσεις Νῶε. Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέστησε Νῶε. αʹ. Εἴδετε ἐν τοῖς ἤδη ῥηθεῖσιν, ὅσον τῆς φιλανθρωπίας τοῦ Θεοῦ τὸ μέγεθος, καὶ πόση αὐτοῦ τῆς ἀνεξικακίας ἡ ὑπερβολή; εἴδετε τῶν τότε ἀνθρώπων τῆς κακίας τὴν ἐπίτασιν; κατεμάθετε ἐν μέσῳ τοσούτῳ πλήθει ὅση τοῦ δικαίου γέγονεν ἡ ἀρετὴ, καὶ ὅτι οὐδὲν αὐτὸν ἐλυμήνατο, οὔτε ἡ συμφωνία ἐκείνων ἐπὶ τὴν κακίαν ῥέπουσα, οὔτε τὸ μόνον ἐν μέσῳ τούτων ἀπειλῆφθαι, καὶ τὴν ἐναντίαν ὁδεύειν ὁδόν; Καθάπερ γὰρ κυβερνήτης ἄριστος τοὺς τῆς διανοίας οἴακας μετὰ πολλῆς τῆς ἀγρυπνίας μεταχειριζόμενος, οὐκ ἠφίει καταβαπτισθῆναι τὸ σκάφος ὑπὸ τῆς σφοδρότητος τῶν τῆς κακίας κυμάτων, ἀλλὰ ἀνώτερος τοῦ χειμῶνος γεγονὼς, καὶ πελάγιος σαλεύων, ὡς ἐν λιμένι καθήμενος, οὕτω τῆς ἀρετῆς τὸ πηδάλιον ἰθύνων ἐκτὸς ἑαυτὸν κατέστησε τοῦ μέλλοντος κλυδωνίου τοὺς κατὰ τὴν οἰκουμένην ἅπαντας καταλήψεσθαι. Τοσοῦτόν ἐστιν ἀρετὴ πρᾶγμα, ἀθάνατον, καὶ ἀχείρωτον, οὐκ εἶκον ταῖς τοῦ παρόντος βίου ἀνωμαλίαις, ἀλλ᾽ ὑπεράνω τῶν τῆς κακίας δικτύων ἀφιπταμένη, καθάπερ ἀφ᾽ ὑψηλῆς τινος σκοπιᾶς, οὕτως ἅπαντα τὰ ἀνθρώπινα καθορῶσα, οὐδενὸς ἐπαισθάνεται τῶν τοῖς ἄλλοις λυπηρῶν φαινομένων.

Ἀλλ᾽ ὥσπερ ὁ ἐπὶ πέτρας τινὸς ὑψηλῆς ἑστὼς καταγελᾷ τῶν κυμάτων, ἐπειδὰν ἴδῃ ταῦτα προσρηγνύμενα μὲν τῇ πέτρᾳ, εἰς ἀφρὸν δὲ εὐθὺς διαλυόμενα· οὕτω δὴ καὶ ὁ τὴν ἀρετὴν μετιὼν, ἐν ἀσφαλεῖ χωρίῳ καθεστὼς οὐδὲν ἀηδὲς ὑπομένει ὑπὸ τῆς τῶν πραγμάτων ταραχῆς, ἀλλ᾽ ἐν ἡσυχίᾳ κάθηται τῇ τῶν οἰκείων λογισμῶν ἐντρυφῶν γαλήνῃ, καὶ ἐννοῶν, ὡς οὐδὲν τῶν ποταμίων ῥευμάτων διενήνοχε τὰ τοῦ παρόντος βίου πράγματα μετὰ τοσαύτης εὐκολίας καὶ ῥύμης παρατρέχοντα.

Καθάπερ γὰρ ἔστιν ἰδεῖν τὰ τῆς θαλάσσης κύματα νῦν μὲν εἰς ὕψος ἄφατον αἰρόμενα, ἀθρόον δὲ πάλιν ταπεινούμενα· τὸν αὐτὸν δὴ τρόπον καὶ τοὺς ἀρετῆς ἀμελοῦντας, καὶ τὴν κακίαν μετιόντας ὁρῶμεν, νῦν μὲν μεγαλοφρονοῦντας, καὶ τὰς ὀφρῦς ἀνασπῶντας, καὶ περὶ τὰ τοῦ παρόντος βίου πράγματα ἐπτοημένους, ἀθρόον δὲ ταπεινουμένους, καὶ εἰς ἐσχάτην ἐλαυνομένους πενίαν. Τούτους γὰρ καὶ ὁ μακάριος Δαυῒδ ὁ προφήτης αἰνιττόμενος ἔλεγε· Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ· ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα.

Καὶ καλῶς εἶπε, Μὴ φοβοῦ. Μή σε θορυβείτω, φησὶν, ἡ τοῦ πλούτου περιουσία, καὶ ἡ τῆς δόξης περιφάνεια. Ὄψει γὰρ μετ᾽ οὐ πολὺ χαμαὶ κείμενον, ἀνενέργητον, νεκρὸν, ἐῤῥιμμένον, σκωλήκων γιγνόμενον τροφὴν, γυμνὸν τούτων ἁπάντων γιγνόμενον, καὶ οὐδὲν ὅλως μεθ᾽ ἑαυτοῦ ἀπενεγκεῖν δυνηθέντα, ἀλλ᾽ ἐνταῦθα ἅπαντα καταλιπόντα.

Μὴ τοίνυν τὰ παρόντα ἰδὼν ἀγωνιάσῃς, μηδὲ μακαρίσῃς τὸν μετὰ βραχὺν χρόνον ἐν ἐρημίᾳ τούτων μέλλοντα γίνεσθαι. Τοιοῦτον γὰρ ἡ παροῦσα εὐημερία, καὶ ἡ τοῦ πλούτου φύσις· οὐ συναποδημεῖ τοῖς ἐντεῦθεν μεθισταμένοις, ἀλλ᾽ ἐνταῦθα αὐτὴν ἅπασαν καταλιπόντες, γυμνοὶ καὶ ἔρημοι ἀπίασι, μόνην τὴν κακίαν περιβεβλημένοι, καὶ τὰ ἐκ ταύτης αὐτοῖς συλλεγέντα ἁμαρτημάτων φορτία. Ἐπὶ δὲ τῆς ἀρετῆς τοιοῦτον οὐδέν· ἀλλὰ καὶ ἐνταῦθα ἀνωτέρους τῶν ἐπιβουλευόντων καθίστησι, καὶ ἀναλώτους ἐργάζεται, καὶ διηνεκῆ τὴν ἡδονὴν χαρίζεται, καὶ οὐκ ἀφίησι τῆς τῶν πραγμάτων ἀνωμαλίας αἴσθησιν λαβεῖν, καὶ ἐντεῦθεν ἀποδημοῦσι συμμεθίσταται, καὶ τότε μάλιστα, ὅτε χρῄζομεν τῆς παρ᾽ αὐτῆς συμμαχίας, καὶ κατὰ τὴν ἡμέραν ἐκείνην τὴν φοβερὰν πολλὴν ἡμῖν παρέχει τὴν βοήθειαν, ἥμερον ἡμῖν καθιστῶσα τοῦ δικαστοῦ τὸ ὄμμα· καὶ καθάπερ ἐνταῦθα παρόντων τῶν δεινῶν ἀνωτέρους καθίστησι τῶν δεινῶν, οὕτω καὶ ἐν τῷ μέλλοντι ἐξαρπάζει τοὺς αὐτὴν ἐπιφερομένους τῶν κολαστηρίων ἐκείνων. Καὶ οὐ τοῦτο μόνον, ἀλλ᾽ ἔτι καὶ τῆς τῶν ἀποῤῥήτων ἀγαθῶν ἀπολαύσεως πρόξενος ἡμῖν γίνεται. Καὶ ἵνα μάθῃς, ὅτι ταῦτα οὕτως ἔχει, καὶ οὐχ ἁπλῶς καὶ εἰκῆ ψυχαγωγοῦντες ὑμᾶς τούτοις κεχρήμεθα τοῖς ῥήμασιν, ἐκ τῶν νῦν προκειμένων δεῖξαι πειράσομαι τῇ ὑμετέρᾳ ἀγάπῃ.

Ὅρα γὰρ πῶς ὁ θαυμάσιος οὗτος, ὁ Νῶε λέγω, παντὸς τοῦ τῶν ἀνθρώπων γένους εἰς τὴν κατ᾽ αὐτῶν ἀγανάκτησιν ἐκκαλεσαμένου τὸν φιλάνθρωπον Δεσπότην, οὗτος διὰ τῆς οἰκείας ἠδυνήθη ἀρετῆς καὶ τῆς ἀγανακτήσεως τὴν πεῖραν διαφυγεῖν, καὶ πολλὴν τὴν παρ᾽ αὐτοῦ εὔνοιαν ἐφελκύσασθαι. Καὶ εἰ βούλει, τέως περὶ τῶν ἐν τῷ παρόντι βίῳ διαλεχθῶμεν. Ἴσως γάρ τινες τοῖς μέλλουσι καὶ μὴ ὁρωμένοις διαπιστοῦσιν. Ἴδωμεν τοίνυν ἐκ τῶν ἐνταῦθα γινομένων, τίνα μὲν τοὺς πρὸς τὴν κακίαν αὐτομολήσαντας διεδέξατο, τίνων δὲ ὁ τὴν ἀρετὴν ἑλόμενος ἠξιώθη.

Ἐπειδὴ γὰρ διὰ τὴν πολλὴν τῆς κακίας ἐπίτασιν ἀπεφήνατο ὁ ἀγαθὸς Θεὸς πανωλεθρίᾳ τὸ τῶν ἀνθρώπων γένος καταδικάσειν, εἰπὼν, Ἀπαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, καὶ δεικνὺς τῆς ἀγανακτήσεως αὐτοῦ τὴν ὑπερβολὴν, οὐ κατὰ τοῦ τῶν ἀνθρώπων γένους μόνον τὴν ἀπόφασιν ἐξήνεγκεν, ἀλλὰ καὶ κατὰ πάντων τῶν κτηνῶν, καὶ τῶν ἑρπετῶν, καὶ τῶν πετεινῶν· τῶν γὰρ ἀνθρώπων, δι᾽ οὓς ταῦτα παρήχθη, ἀπόλλυσθαι μελλόντων, καὶ ὑποβρυχίων γίνεσθαι, εἰκότως καὶ ταῦτα τῆς τιμωρίας συναπήλαυσεν· ἐπειδὴ οὖν ἡ ἀπόφασις ἀόριστος ἦν, καὶ οὐδεμίαν ἔχουσα διαίρεσιν, ἵνα μάθῃς τὸ ἀπροσωπόληπτον τοῦ Θεοῦ, καὶ ὅτι ταῖς καρδίαις ταῖς ἡμετέραις ἐμβατεύων οὐδένα περιορᾷ, ἀλλὰ κἂν μικράν τινα ἀφορμὴν εὕρῃ παρ᾽ ἡμῶν εἰσφερομένην, ἄφατον αὐτοῦ ἐπιδείκνυται τὴν φιλανθρωπίαν, φησὶν ἡ Γραφὴ, ἵνα μὴ νομίσωμεν ὅτι παντελὴς ἀφανισμὸς γίνεται τοῦ τῶν ἀνθρώπων γένους, ἀλλὰ γνῶμεν, ὅτι διὰ τὴν οἰκείαν αὐτοῦ ἀγαθότητα ἀφίησι σπινθῆρά τινα σώζεσθαι, καὶ ῥίζαν τῷ τῶν ἀνθρώπων γένει, ὥστε πάλιν εἰς μακροὺς ἐκταθῆναι κλάδους· Νῶε δὲ, φησὶν, εὗρε χάριν ἐναντίον τοῦ Θεοῦ.

βʹ. Σκόπει τῆς Γραφῆς τὴν ἀκρίβειαν, ὅπως οὐδὲ τὴν τυχοῦσαν συλλαβὴν ἔστιν εὑρεῖν ἁπλῶς κειμένην. Ἐπειδὴ γὰρ ἐδίδαξεν ἡμᾶς τὴν ὑπερβολὴν τῆς κακίας τῶν ἀνθρώπων, καὶ τῆς τιμωρίας τὸ μέγεθος τῆς μελλούσης ἐπάγεσθαι τοῖς ταύτης ἐργάταις, διδάσκει ἡμᾶς καὶ τὸν ἐν τοσούτῳ πλήθει δυνηθέντα τὴν ἀρετὴν ἀκέραιον διασῶσαι.

Ἔστι μὲν γὰρ καὶ καθ᾽ ἑαυτὴν ἡ ἀρετὴ θαυμαστή. Ὅταν δὲ καὶ ἐν μέσῳ τῶν κωλυόντων τυγχάνων τις ταύτην μετίῃ, πολλῷ μᾶλλον θαυμαστοτέραν αὐτὴν ἀποφαίνει. Διὰ τοῦτο ὥσπερ θαυμάζουσα τὸν δίκαιον ἡ θεία Γραφή φησιν, ὅτι μεταξὺ τῶν τοσούτων διὰ τὴν κακίαν μελλόντων ἀγανακτήσεως πειρᾶσθαι, Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Εὗρε χάριν, ἀλλ᾽ Ἐναντίον τοῦ Θεοῦ· οὐχ ἁπλῶς, Εὗρε χάριν, ἀλλ᾽, Ἐναντίον Κυρίου τοῦ Θεοῦ· ἵνα ἡμᾶς διδάξῃ ὅτι ἕνα τοῦτον εἶχε τὸν σκοπὸν, ὥστε τὸν ἀκοίμητον ἐκεῖνον ὀφθαλμὸν ἐπαινέτην ἔχειν, καὶ οὐδεὶς αὐτῷ λόγος τῆς τῶν ἀνθρώπων δόξης, οὐδὲ τῆς ἀτιμίας, καὶ τοῦ γέλωτος.

Εἰκὸς γὰρ αὐτὸν ἀπεναντίας ἅπασι τὴν ἀρετὴν μετιέναι βουλόμενον πολλὴν ὑπομένειν τὴν χλεύην καὶ τὸν γέλωτα, πάντων τῶν τὴν κακίαν μετιόντων εἰωθότων ἀεὶ ἐπισκώπτειν τοὺς ταύτην φεύγειν βουλομένους, καὶ ἀρετὴν αἱρουμένους, ὅπερ καὶ νῦν πολλάκις γίνεται. Καὶ πολλοὺς τῶν ῥᾳθύμων ὁρῶμεν μὴ φέροντας τὸν γέλωτα καὶ τὴν χλευασίαν, ἀλλὰ προτιμῶντας τὴν παρὰ τῶν ἀνθρώπων δόξαν τῆς ἀληθοῦς καὶ ἀεὶ μενούσης, ὑποσυρομένους καὶ συγκατασπωμένους τῇ τῶν ἑτέρων ἀνθρώπων κακίᾳ. Ψυχῆς γάρ ἐστι γενναίας καὶ στεῤῥῷ τῷ φρονήματι κεχρημένης τὸ δυνηθῆναι ἀντισχεῖν πρὸς τοὺς διασύρειν βουλομένους, καὶ μὴ πρὸς ἀρέσκειαν τῶν ἀνθρώπων τι διαπράττεσθαι, ἀλλὰ πρὸς τὸν ἀκοίμητον ἐκεῖνον ὀφθαλμὸν τείνειν τὸ ὄμμα, καὶ τὴν παρ᾽ ἐκείνου εὐφημίαν μόνον ἀναμένειν, καὶ τούτων ὑπερορᾷν, καὶ μηδὲν ἡγεῖσθαι αὐτῶν τὸν ἔπαινον, μήτε τὸν ψόγον, ἀλλὰ καθάπερ σκιὰς καὶ ὀνείρατα παρατρέχειν. Καὶ ἐνταῦθα μὲν πολλοὶ πολλάκις τὴν ὕβριν οὐ φέροντες δέκα ἢ εἴκοσι ἀνθρώπων, ἢ καὶ ἐλαττόνων, ὑπεσκελίσθησαν καὶ κατέπεσον.

Ἔστι γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν. Οὐδὲ γὰρ τὸ τυχόν ἐστιν ὑπεριδεῖν τῶν ὀνειδιζόντων, καὶ καταγελώντων, καὶ κωμῳδεῖν βουλομένων· ἀλλ᾽ ὁ δίκαιος οὗτος οὐχ οὕτως. Οὐ μόνον γὰρ δέκα καὶ εἴκοσι καὶ ἑκατὸν ἀνθρώπων, ἀλλὰ καὶ πάσης τῆς τῶν ἀνθρώπων φύσεως, καὶ μυριάδων τοσούτων ὑπερεῖδεν. Εἰκὸς γὰρ ἅπαντας αὐτοὺς καταγελᾷν, κωμῳδεῖν, χλευάζειν, πολλὴν τὴν παροινίαν περὶ αὐτὸν ἐπιδείκνυσθαι, ἴσως δὲ ἢ καὶ βούλεσθαι διασπᾷν, εἰ οἷόν τε ἦν. Πολλὴν γὰρ ἀεὶ τὴν μανίαν ἐπιδείκνυται ἡ κακία κατὰ τῆς ἀρετῆς· ἀλλ᾽ οὐ μόνον οὐδὲν αὐτὴν βλάπτει, ἀλλὰ καὶ τὸ πολεμεῖν ἰσχυροτέραν αὐτὴν ἀπεργάζεται. Τοσαύτη γὰρ τῆς ἀρετῆς ἡ ἰσχὺς, ὅτι ἐν τῷ πάσχειν τῶν ποιούντων περιγίνεται, καὶ ἐν τῷ πολεμεῖσθαι τῶν πολεμούντων ἀνωτέρα καθίσταται. Καὶ τοῦτο ἔνεστι μὲν ἐκ πολλῶν συνιδεῖν.

Ἵνα δὲ ἀφορμὰς ὑμῖν παράσχωμεν (Δίδου γὰρ φησὶ, σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται), ἀναγκαῖον καὶ ἐκ τῆς Παλαιᾶς καὶ ἐκ τῆς Καινῆς τὰ παραδείγματα ὑμῖν παραγαγεῖν. Ἐννόει μοι τοίνυν τὸν Ἄβελ· οὐχὶ ἀνῃρέθη ὑπὸ τοῦ Κάϊν; οὐχὶ ἐπὶ τοῦ ἐδάφους ἦν ἐῤῥιμμένος; Ἀλλὰ μὴ τοῦτο σκόπει, ὅτι ἐκράτησε καὶ περιεγένετο, καὶ ἀνεῖλε τὸν φθονούμενον, καὶ οὐδὲν ἠδικηκότα· ἀλλὰ τὰ μετὰ ταῦτα λογίζου, ὅτι ὁ μὲν ἀναιρεθεὶς, ἐξ ἐκείνου μέχρι τοῦ νῦν ἀνακηρύττεται, καὶ στεφανοῦται, καὶ ὁ τοσοῦτος χρόνος τὴν μνήμην οὐκ ἐμάρανεν· ὁ δὲ ἀνελὼν, καὶ περιγενόμενος, καὶ τότε ζωὴν θανάτου βαρυτέραν ὑπέμενε, καὶ ἐξ ἐκείνου μέχρι τοῦ νῦν οὗτος μὲν στηλιτεύεται, καὶ τὰς παρὰ πάντων κατηγορίας δέχεται, ἐκεῖνος δὲ καθ᾽ ἑκάστην ἡμέραν ἐν τοῖς ἁπάντων ᾄδεται στόμασι. Καὶ ταῦτα μὲν ἐν τῷ παρόντι βίῳ, τὰ δὲ ἐν τῷ μέλλοντι αἰῶνι ποῖος λόγος, ποία διάνοια παραστῆσαι δυνήσεται; Καὶ οἶδα μὲν ὅτι συνετοὶ ὄντες πολλὰ καὶ διάφορα ἕτερα τοιαῦτα εὑρήσετε ἐν ταῖς Γραφαῖς κείμενα. Διὰ γὰρ τοῦτο γέγραπται πρὸς ὠφέλειαν τὴν ἡμετέραν, ὥστε ταῦτα μανθάνοντας φεύγειν μὲν τὴν κακίαν, προτιμᾷν δὲ τὴν ἀρετήν. Βούλει καὶ ἐν τῇ Καινῇ τὸ αὐτὸ τοῦτο ἰδεῖν; Ἄκουε τοῦ μακαρίου Λουκᾶ τὸ αὐτὸ τοῦτο διηγουμένου περὶ τῶν ἀποστόλων, ὅτι μαστιγωθέντες ἀνεχώρουν ἀπὸ τοῦ συνεδρίου χαίροντες, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι.

Καίτοι γε αἱ μάστιγες οὐ χαρᾶς ἦσαν ἀφορμαὶ, ἀλλὰ λύπης καὶ ἀθυμίας· ἀλλὰ αἱ διὰ τὸν Θεὸν μάστιγες, καὶ ἡ ὑπόθεσις, δι᾽ ἣν ἐμαστίζοντο, τὴν χαρὰν αὐτοῖς ἔτικτε. Καὶ οἱ μὲν μαστιγώσαντες ἐν ἀπορίᾳ πολλῇ καὶ ἀμηχανίᾳ καθεστήκεισαν, οὐκ εἰδότες ὅ τι πράξωσιν. Ἄκουε γὰρ αὐτῶν καὶ μετὰ τὰς μάστιγας διαπορούντων, καὶ λεγόντων· Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Τί λέγεις; Ἐμαστίξατε, μυρία κακὰ διεθήκατε, καὶ ἔτι ἀπορεῖτε; Τοσοῦτόν ἐστιν ἰσχυρὸν πρᾶγμα καὶ ἀχείρωτον ἡ ἀρετὴ, καὶ ἐν αὐτῷ τῷ πάσχειν τῶν ποιούντων περιγινομένη.

γʹ. Ἀλλ᾽ ἵνα μὴ μακρὸν ποιῶμεν τὸν λόγον, ἀναγκαῖον πάλιν ἐπανελθεῖν ἐπὶ τὸν δίκαιον τοῦτον, καὶ ἐκπλαγῆναι αὐτοῦ τῆς ἀρετῆς τὴν ὑπερβολὴν, πῶς ἴσχυσε τοσούτου δήμου καταγελῶντος, ἐπεμβαίνοντος, χλευάζοντος, κωμῳδοῦντος (πάλιν γὰρ τὰ αὐτὰ λέγω, καὶ λέγων οὐ παύσομαι) ὑπεριδεῖν, καὶ ἀνώτερος γενέσθαι. Πῶς; Ἐγὼ λέγω· Ἐπειδὴ διηνεκῶς ἑώρα πρὸς τὸν ἀκοίμητον ὀφθαλμὸν, ἐκεῖ τεταμένον εἶχε τῆς διανοίας τὸ ὄμμα, καὶ λοιπὸν τούτων ἁπάντων ὡς οὐδὲν ὄντων ἐφρόντιζε.

Καὶ γὰρ οὕτως ἔχει· ἐπειδὰν γάρ τις τρωθῇ τῷ ἔρωτι ἐκείνῳ, καὶ εἰς τὸν πρὸς τὸν Θεὸν πόθον ἑαυτὸν ἐκτείνῃ, οὐδὲν ἕτερον ὁρᾷ τῶν ὁρωμένων, ἀλλὰ διηνεκῶς ἐκεῖνον φαντάζεται τὸν ποθούμενον, καὶ ἐν νυκτὶ, καὶ ἐν ἡμέρᾳ, καὶ κοιταζόμενος, καὶ διανιστάμενος. Μὴ τοίνυν σε ξενιζέτω, εἰ καὶ ὁ δίκαιος οὗτος ἅπαξ ἐκεῖ τείνας αὑτοῦ τὴν διάνοιαν, οὐδενὸς ἐφρόντιζε τῶν ὑποσκελίζειν ἐπιχειρούντων.

Τὰ γὰρ παρ᾽ ἑαυτοῦ ἐπιδειξάμενος, καὶ τὴν ἄνωθεν χάριν ἐπισπασάμενος ἀνώτερος ἁπάντων ἐγίνετο· Νῶε γὰρ, φησὶν, εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Εἰ καὶ πάσῃ τῇ τῶν τότε ἀνθρώπων φύσει οὐκ ἦν ἐπίχαρις, οὐδὲ ποθεινὸς, διὰ τὸ μὴ βούλεσθαι τὴν αὐτὴν αὐτοῖς ὁδεύειν ὁδὸν, ἀλλὰ πρὸς ἐκεῖνον τὸν τὰς καρδίας ἐμβατεύοντα χάριν εὗρε, καὶ ἐκεῖνος αὐτοῦ τὴν γνώμην ἀπεδέξατο. Τί γὰρ, εἰπέ μοι, βλάβος ἐντεῦθεν ἐγένετο ἀπὸ τῆς τῶν ὁμογενῶν χλεύης καὶ τοῦ καταγέλωτος, τοῦ πλάσαντος τὰς καρδίας ἡμῶν, καὶ συνιέντος εἰς πάντα τὰ ἔργα ἡμῶν, ἀνακηρύττοντος τὸν ἄνδρα καὶ στεφανοῦντος;

Τί δὲ ὄφελος ἀνθρώπῳ γένοιτ᾽ ἂν παρὰ πάσης τῆς οἰκουμένης θαυμαζομένῳ καὶ ἐπαινουμένῳ, παρὰ δὲ τοῦ τῶν ὅλων δημιουργοῦ καὶ τοῦ ἀπαραλογίστου δικαστοῦ ἐπὶ τῆς ἡμέρας ἐκείνης τῆς φοβερᾶς κρινομένῳ; Ταῦτα τοίνυν εἰδότες, ἀγαπητοὶ, μηδένα λόγον ποιώμεθα τοῦ παρὰ τῶν ἀνθρώπων ἐπαίνου, μηδὲ τὴν παρὰ τούτων εὐφημίαν ἐκ παντὸς τρόπου ζητῶμεν, ἀλλὰ καὶ δι᾽ ἐκεῖνον μόνον τὸν ἐτάζοντα καρδίας καὶ νεφροὺς, καὶ τὰ τῆς ἀρετῆς ἔργα μετίωμεν, καὶ τὴν κακίαν φεύγωμεν.

Διὰ γὰρ τοῦτο καὶ ὁ Χριστὸς παιδεύων ἡμᾶς μὴ κεχηνέναι πρὸς τὰς παρὰ τῶν ἀνθρώπων εὐφημίας, μετὰ πολλὰ ἕτερα τελευταῖον καὶ τοῦτο ἐπήνεγκε λέγων· Οὐαὶ ὑμῖν, ὅταν καλῶς εἴπωσιν ὑμᾶς πάντες οἱ ἄνθρωποι.

Σκόπει πῶς διὰ τοῦ, Οὐαὶ, ἡμῖν ἐνεφάνισε ποταπὴ τοῖς τοιούτοις κείσεται τιμωρία. Τὸ γὰρ οὐαὶ τοῦτο θρηνῶδές ἐστιν ἐπίφθεγμα· μονονουχὶ γὰρ ταλανίζων αὐτούς φησιν· Οὐαὶ ὑμῖν, ὅταν καλῶς εἴπωσιν ὑμᾶς πάντες οἱ ἄνθρωποι. Καὶ ὅρα τοῦ ῥητοῦ τὴν ἀκρίβειαν.

Οὐκ εἶπεν ἁπλῶς, οἱ ἄνθρωποι, ἀλλὰ, Πάντες οἱ ἄνθρωποι. Οὐδὲ γὰρ οἷόν τε τὸν ἐνάρετον, καὶ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν ὁδεύοντα, καὶ ταῖς ἐντολαῖς τοῦ Χριστοῦ κατακολουθοῦντα παρὰ πάντων ἀνθρώπων ἐπαινεῖσθαι καὶ θαυμάζεσθαι. Πολλὴ γὰρ τῆς κακίας ἡ ἐπίτασις, καὶ ἡ πρὸς τὴν ἀρετὴν ἐναντίωσις. Εἰδὼς οὖν ὁ Δεσπότης, ὅτι τὸν μετὰ ἀκριβείας τὴν ἀρετὴν μετιόντα, καὶ τὸν παρ᾽ αὐτοῦ μόνον ἐκδεχόμενον ἔπαινον, τῶν ἀδυνάτων ἂν εἴη παρὰ πάντων ἀνθρώπων ἐπαινεῖσθαι, καὶ καλῶς ἀκούειν, διὰ τοῦτο ταλανίζει τοὺς διὰ τὸν παρὰ τούτων ἔπαινον τῆς ἀρετῆς ἀμελοῦντας. Ἡ γὰρ παρὰ πάντων εὐφημία τεκμήριον ἂν εἴη μέγιστον τοῦ μὴ πολὺν τῆς ἀρετῆς λόγον ποιεῖσθαι. Πῶς γὰρ παρὰ πάντων ἐπαινεθείη ὁ ἐνάρετος, εἰ βούλοιτο τοὺς ἀδικουμένους ἐξαρπάζειν τῶν ἀδικούντων, τοὺς ἐπηρεαζομένους τῶν κακῶς ποιεῖν βουλομένων; Πάλιν εἰ βούλοιτο διορθοῦν τοὺς ἁμαρτάνοντας, καὶ ἐπαινεῖν τοὺς κατορθοῦντας, οὐκ εἰκὸς τοὺς μὲν ἐπαινεῖν, τοὺς δὲ ψέγειν;

Διὰ τοῦτό φησιν· Οὐαὶ ὑμῖν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι. Πῶς οὖν οὐκ ἄξιον θαυμάζειν καὶ ἐκπλήττεσθαι τὸν δίκαιον τοῦτον, ὅτι ἅπερ ὁ Χριστὸς παραγενόμενος ἐδίδασκε, ταῦτα προλαβὼν ὑπὸ τοῦ ἐν τῇ φύσει ἐγκειμένου νόμου παιδευθεὶς μετὰ πολλῆς μετῄει τῆς ὑπερβολῆς, καὶ τὸν παρὰ τῶν ἀνθρώπων ἔπαινον ἀποπεμψάμενος, διὰ τῆς τῶν βεβιωμένων ἀρετῆς τὴν παρὰ τῷ Θεῷ χάριν εὑρεῖν ἐσπούδαζε; Νῶε γὰρ, φησὶν, εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Ἀλλ᾽ ὅτι μὲν διὰ τὴν προσοῦσαν αὐτῷ ἀρετὴν εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ, διηγήσατο ἡμῖν ὁ θαυμάσιος οὗτος προφήτης ἐνηχούμενος ὑπὸ τοῦ ἁγίου Πνεύματος· ἀναγκαῖον δὲ καὶ τὰ ἑξῆς εἰρημένα καταμαθεῖν, καὶ ἰδεῖν καὶ τὴν ψῆφον τὴν παρὰ τοῦ Θεοῦ περὶ αὐτοῦ γινομένην.

Αὗται δὲ, φησὶν, αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέστησε Νῶε. Ξένος γενεαλογίας τρόπος. Εἰποῦσα γὰρ ἡ θεία Γραφὴ, Αὗται δὲ αἱ γενέσεις Νῶε, καὶ τὰς ἀκοὰς ἡμῶν ἀναπτερώσασα, ὡς μέλλουσα τὴν γενεαλογίαν αὐτοῦ διηγεῖσθαι, καὶ τίς μὲν αὐτοῦ πατὴρ ἐγένετο, πόθεν δὲ τὸ γένος κατῆγε, καὶ ὅπως εἰς τὸν βίον παρήχθη, καὶ τὰ ἄλλα ἅπαντα, ἅπερ ἔθος τοῖς τὰς γενεαλογίας ἐξηγουμένοις διηγεῖσθαι, ταῦτα πάντα καταλιποῦσα, καὶ τῆς συνηθείας ἀνωτέρω γενομένη, φησί· Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέστησε Νῶε. Εἶδες θαυμαστὴν γενεαλογίαν; Νῶε, φησὶν, ἄνθρωπος. Ὅρα καὶ τὸ κοινὸν ὄνομα τῆς φύσεως ἀντ᾽ ἐγκωμίου τῷ δικαίῳ γινόμενον. Ἐπειδὴ γὰρ ἐκεῖνοι καὶ τὸ ἄνθρωποι εἶναι ἀπώλεσαν διὰ τὸ πρὸς τὰ τῆς σαρκὸς ἡδονὰς ὀλισθῆσαι, οὗτος, φησὶν, ἐν τοσούτῳ δήμῳ τοῦ ἀνθρώπου τὴν εἰκόνα διέσωσε. Τοῦτο γὰρ ἄνθρωπος, ὅταν ἀρετὴν μετίῃ. Οὐδὲ γὰρ τὸ μορφὴν ἔχειν τοῦ ἀνθρώπου, καὶ ὀφθαλμοὺς, καὶ ῥῖνα, καὶ στόμα, καὶ παρειὰς, καὶ τὰ λοιπὰ μέλη, τοῦτο ἄνθρωπον ἀποδείκνυσι· ταῦτα γὰρ μέλη τυγχάνει τοῦ σώματος. Ἄνθρωπον γὰρ ἐκεῖνον ἂν καλέσαιμεν τὸν τὴν εἰκόνα τοῦ ἀνθρώπου διασώζοντα. Τί δέ ἐστι τοῦ ἀνθρώπου ἡ εἰκών; Τὸ λογικὸν εἶναι. Τί οὖν; φησίν· ἐκεῖνοι οὐκ ἂν εἶεν λογικοί;

Ἀλλ᾽ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ἐνάρετον εἶναι, καὶ τὸ τὰ κακὰ διαφεύγειν, καὶ τῶν ἀτόπων παθῶν κρατεῖν, τὸ ταῖς ἐντολαῖς τοῦ Δεσπότου κατακολουθεῖν, τοῦτο ἄνθρωπος. δʹ. Καὶ ἵνα μάθῃς, ὅτι ἔθος τῇ Γραφῇ τοὺς τὴν κακίαν μετιόντας καὶ τῆς ἀρετῆς ἀμελοῦντας μηδὲ τῆς τοῦ ἀνθρώπου προσηγορίας ἀξιοῦν, ἄκουε τοῦ Θεοῦ λέγοντος, καθάπερ χθὲς ἐλέγομεν· Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ἐγὼ γὰρ, φησὶ, μετὰ τῆς σαρκὸς καὶ τῆς ψυχῆς τὴν ἐξουσίαν ἐδωρησάμην· αὐτοὶ δὲ ὡς σάρκα μόνον περικείμενοι, οὕτω τῆς κατὰ τὴν ψυχὴν ἀρετῆς ἀμελοῦντες ὅλοι τῆς σαρκὸς λοιπὸν γεγόνασιν.

Εἶδες πῶς διὰ τὴν κακίαν σάρκα αὐτοὺς καλεῖ, καὶ οὐκ ἀνθρώπους; Καὶ πάλιν προϊοῦσα, ὡς αὐτίκα μάλα εἴσεσθε, γῆν αὐτοὺς ὀνομάζει ἡ θεία Γραφὴ, διὰ τὸ τοῖς γηΐνοις φρονήμασι καταδεδαπανῆσθαι· φησὶ γὰρ, Ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ· οὐ περὶ τῆς γῆς τῆς αἰσθητῆς λέγουσα, ἀλλὰ τοὺς ἐνοικοῦντας γῆν ὀνομάζουσα.

Ἀλλαχοῦ δὲ οὔτε σάρκα, οὔτε γῆν ὀνομάζει, οὐδὲ εἶναι αὐτοὺς ἡγεῖται ἐν τῷ παρόντι βίῳ, διὰ τὸ τῆς ἀρετῆς ἐρήμους εἶναι. Ἄκουε γὰρ τοῦ προφήτου βοῶντος, καὶ λέγοντος ἐν μέσῃ τῇ μητροπόλει τῶν Ἱεροσολύμων, ὅπου μυριάδες τοσαῦται, ὅπου ἄπειρα πλήθη· Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος· οὐκ ἐπειδὴ μὴ παρῆσαν, ἀλλ᾽ ἐπειδὴ παρόντες τῶν μὴ παρόντων οὐδὲν ἄμεινον διέκειντο. Καὶ πάλιν ἑτέρωθι, Περιδράμετε, φησὶ, καὶ ἴδετε, εἰ ἔστιν εἷς ποιῶν κρῖμα καὶ δικαιοσύνην, καὶ ἵλεως ἔσομαι.

Εἶδες πῶς ἐκεῖνον μόνον οἶδε καλεῖν ἄνθρωπον ἡ ἁγία Γραφὴ τὸν τὴν ἀρετὴν μετιόντα, τοὺς δὲ λοιποὺς οὐδὲ εἶναι νομίζει, ἀλλὰ ποτὲ μὲν σάρκας ὀνομάζει, ποτὲ δὲ γῆν; Διὰ τοῦτο καὶ νῦν τὴν γενεαλογίαν τοῦ δικαίου διηγεῖσθαι ἐπαγγελλομένη ἡ θεία Γραφή φησι· Νῶε ἄνθρωπος· οὗτος γὰρ μόνος ἄνθρωπος, οἱ δὲ λοιποὶ οὐκ ἄνθρωποι, ἀλλὰ μορφὴν μὲν ἔχοντες ἀνθρώπων, τῇ δὲ πονηρίᾳ τῆς προαιρέσεως τὴν εὐγένειαν τῆς φύσεως προδεδωκότες, καὶ ἀντὶ ἀνθρώπων πρὸς τὴν τῶν θηρίων ἀλογίαν ἐκπεσόντες. Ὅτι γὰρ καὶ ἀνθρώποις τοῖς λογικοῖς, ἐπειδὰν πρὸς κακίαν ἀποκλίνωσι, καὶ τῶν ἀλόγων παθῶν αἰχμάλωτοι γένωνται, τῶν θηρίων τὰς προσηγορίας ἐπιτίθησιν αὐτοῖς ἡ θεία Γραφὴ, ἄκουε ποτε μὲν αὐτῆς λεγούσης, Ἵπποι θηλυμανεῖς ἐγένοντο.

Ὅρα πῶς διὰ τὴν ἄμετρον λαγνείαν τὴν τοῦ ἀλόγου προσηγορίαν ἐπιτίθησιν. Ἄλλοτε δὲ, Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ἐνταῦθα τοὺς τοῦ θηρίου τὸ ὕπουλον καὶ δολερὸν μιμουμένους ἐμφαίνει. Καὶ πάλιν κύνας ἐνεοὺς ἑτέρους καλεῖ. Καὶ πάλιν, Ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, τοὺς πρὸς τὴν διδασκαλίαν τῆς ἀρετῆς τὰς ἀκοὰς ἀποφράττοντας αἰνιττομένη.

Καὶ πολλὰ εὕροι τις ἂν ὀνόματα ἐπιτιθέμενα παρὰ τῆς θείας Γραφῆς τοῖς διὰ ῥᾳθυμίαν πρὸς τὰ τῶν ἀλόγων καταφερομένοις πάθη. Καὶ οὐκ ἐν τῇ Παλαιᾷ μόνον τοῦτο ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἐν τῇ Καινῇ. Ἄκουε γὰρ τοῦ Βαπτιστοῦ Ἰωάννου λέγοντος τοῖς Ἰουδαίοις, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Εἶδες πῶς καὶ ἐνταῦθα τῆς γνώμης αὐτῶν τὸ δολερὸν ἀπὸ τῆς τοῦ θηρίου προσηγορίας ᾐνίξατο; Τί οὖν ἐλεεινότερον γένοιτο τῶν τὴν κακίαν μετιόντων, ὅταν καὶ αὐτῆς τῆς προσηγορίας τοῦ καλεῖσθαι ἄνθρωποι ἀποστερῶνται, καὶ διὰ τοῦτο πλείονα τὴν τιμωρίαν ὑπέχωσιν, ὅτι πολλὰς ἀπὸ τῆς φύσεως ἀφορμὰς δεξάμενοι, ταύτας προδεδώκασιν ἑκόντες ὑποσυρέντες καὶ πρὸς τὴν κακίαν αὐτομολοῦντες, Ἐπεὶ οὖν οἱ τότε πάντες ἀναξίους ἑαυτοὺς τῆς προσηγορίας κατέστησαν καὶ τοῦ ὀνομάζεσθαι ἄνθρωποι, ὁ δὲ δίκαιος οὗτος ἐν τοσούτῳ ἀρετῆς αὐχμῷ τοσαύτην ἐπεδείξατο τῆς οἰκείας ἀρετῆς τὴν ὑπερβολὴν, ἀρξαμένη διηγεῖσθαι ἡ θεία Γραφὴ τοῦ ἀνδρὸς τὴν γενεαλογίαν φησί· Νῶε δὲ ἄνθρωπος. Ἔστι καὶ ἐπ᾽ ἄλλου δικαίου ταύτην εὑρεῖν τὴν προσηγορίαν ἀντὶ μεγίστου ἐγκωμίου ἐγκειμένην, καὶ πρὸ τῶν ἄλλων ἁπασῶν ἀπὸ ταύτης τῆς προσηγορίας ἀνακηρυττόμενον, τὸν τὴν ἀρετὴν μετὰ ἀκριβείας ἐπιδεικνύμενον.

Τίς οὖν ἐστιν; Ὁ μακάριος Ἰὼβ, ὁ τῆς εὐσεβείας ἀθλητὴς, ὁ τῆς οἰκουμένης στεφανίτης, ὁ μόνος τὰ ἀνήκεστα ἐκεῖνα ὑπομείνας, καὶ τὰ μυρία βέλη δεξάμενος παρὰ τοῦ πονηροῦ δαίμονος ἐκείνου, καὶ ἄτρωτος διαμείνας, καὶ καθάπερ ἀδάμας τις οὕτω πάσας τὰς προσβολὰς ἐνεγκεῖν δυνηθεὶς, καὶ οὐ μόνον οὐ καταβαπτισθεὶς ὑπὸ τῶν τοσούτων κυμάτων, ἀλλὰ καὶ ἀνώτερος τῶν κυμάτων γενόμενος· καὶ τὰ τῆς οἰκουμένης πάθη ἐν τῷ οἰκείῳ σώματι δεξάμενος, ταύτῃ μᾶλλον λαμπρότερος ἀνεδείκνυτο. Οὐ μόνον γὰρ οὐ κατέπτηξεν αὐτὸν ἡ συνέχεια τῆς τῶν δεινῶν ἐμβολῆς, ἀλλὰ καὶ εἰς μείζονα εὐχαριστίαν αὐτὸν διήγειρε, καὶ δι᾽ ἁπάντων τὴν οἰκείαν εὐγνωμοσύνην ἐπεδείκνυτο, καιρίαν τῷ διαβόλῳ διδοὺς τὴν πληγὴν, καὶ δεικνὺς ὡς ἀνηνύτοις ἐπιχειρεῖ καὶ πρὸς κέντρα λακτίζει. Τοῦτον τοίνυν τὸν ἅγιον καὶ πρὸ τῶν ἄθλων καὶ πρὸ τῶν ἀγώνων τῶν τοσούτων ἐπαινῶν ὁ φιλάνθρωπος Θεὸς καὶ ἀνακηρύττων, φησὶ πρὸς τὸν διάβολον· Προσέσχες τῇ διανοίᾳ σου τῷ θεράποντί μου Ἰὼβ, ὅτι οὐκ ἔστι κατ᾽ αὐτὸν ἄνθρωπος τῶν ἐπὶ τῆς γῆς, ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; Εἶδες καὶ τοῦτον ἀπὸ τοῦ κοινοῦ τῆς φύσεως ὀνόματος πρότερον ἀνακηρυττόμενον; Προσέσχες, φησὶ, τῷ θεράποντί μου Ἰὼβ, ὅτι οὐκ ἔστιν ὅμοιος αὐτῷ ἄνθρωπος;

Καὶ μὴν ἅπαντες ὅμοιοι, ἀλλ᾽ οὐχὶ κατὰ τὴν ἀρετὴν, ἀλλὰ κατὰ τὸν τῆς μορφῆς λόγον· οὐ τοῦτο δὲ ἄνθρωπος, ἀλλ᾽ ὅταν τις κακίας ἀπεχόμενος τὴν ἀρετὴν μετίῃ.

εʹ. Εἶδες τίνας ἀνθρώπους οἶδε καλεῖν ἡ θεία Γραφή; Διὰ τοῦτο καὶ ἐξ ἀρχῆς ἰδὼν τὸν ὑπ᾽ αὐτοῦ δημιουργηθέντα ὁ τῶν ὅλων Δεσπότης ἔλεγε· Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν, καὶ καθ᾽ ὁμοίωσιν, τοῦτ᾽ ἔστιν, ἵνα ἄρχων ᾖ καὶ τῶν ὁρωμένων ἁπάντων καὶ τῶν ἐν αὐτῷ τικτομένων παθῶν· ἵνα ἄρχῃ, καὶ μὴ ἄρχηται.

Ἐὰν μέντοι προδοὺς τὴν ἀρχὴν ἄρχηται μᾶλλον, ἢ ἄρχῃ, ἀπόλλυσι καὶ τὸ εἶναι ἄνθρωπος, καὶ πρὸς τὴν τῶν ἀλόγων προσηγορίαν ἑαυτὸν μετατίθησι. Διά τοι τοῦτο καὶ νῦν τὴν ἀρετὴν τοῦ δικαίου τούτου ἀνακηρῦξαι βουλομένη ἡ θεία Γραφή φησιν, Αὗται αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δίκαιος. Ἰδοὺ καὶ ἕτερον ἐγκωμίου μέγιστον εἶδος, Δίκαιος· διὰ ταύτης τῆς προσηγορίας τὴν καθόλου ἀρετὴν ταύτην ἐμφαίνει. Τὸ γὰρ δίκαιος ὄνομα ἔθος ἡμῖν ἐπὶ τῶν πᾶσαν ἀρετὴν μετιόντων λέγειν. Εἶτα ἵνα μάθῃς ὅπως πρὸς αὐτὸ τὸ ἄκρον τῆς ἀρετῆς ἔφθασεν, ὅπερ καὶ τότε ἀπῃτεῖτο παρὰ τῆς φύσεως τῆς ἡμετέρας, φησὶ, Δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ. Πάντα πληρώσας, φησὶν, ἅπερ ἐχρῆν ἄνθρωπον ἐπιδείξασθαι ἀρετὴν ἑλόμενον (τοῦτο γάρ ἐστι, Τέλειος), οὐδὲν ἐλλελοιπὼς, ἐν οὐδενὶ χωλεύων.

Οὐ τὸ μὲν κατορθώσας, ἐν τῷ δὲ διαμαρτὼν, ἀλλ᾽ ἐν πάσῃ ἀρετῇ τέλειος ἦν· τοῦτο γὰρ ἐχρῆν αὐτὸν ἐπιδείξασθαι. Εἶτα, ἵνα ἐκ τοῦ χρόνου καὶ ἐκ τῆς συγκρίσεως περιφανέστερον ἡμῖν τὸν δίκαιον ἀπεργάσηται, φησί· Τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· ἐν τῷ καιρῷ ἐκείνῳ, ἐν τῇ γενεᾷ αὐτοῦ τῇ διεστραμμένῃ, τῇ πρὸς τοσαύτην κακίαν ἀποκλινάσῃ, τῇ μηδὲ ἴχνος τῆς ἀρετῆς ἐπιδείξασθαι βουληθείσῃ. Ἐν ἐκείνῃ τοίνυν τῇ γενεᾷ, ἐν ἐκείνοις τοῖς χρόνοις οὗτος ὁ δίκαιος οὐ μόνον ἀρετὴν ἐπεδείξατο, ἀλλὰ καὶ εἰς τὴν ἄκραν κορυφὴν τῶν ἀρετῶν ἔφθασε τέλειος γεγονὼς, καὶ ἐν ἅπασιν ἀπηρτισμένος. Ὅπερ γὰρ ἔφθην εἰπὼν, μείζονα δείκνυσιν ἀεὶ τῆς ἀρετῆς τὸν ὄγκον τὸ μεταξὺ τῶν πολεμούντων αὐτὴν κατορθοῦσθαι, καὶ ἐν μέσῳ τῶν κωλυόντων τὴν αὐτὴν ἐπιδείκνυσθαι ἀκρίβειαν. Διὸ δὴ καὶ ὁ δίκαιος οὗτος πλειόνων ἀξιοῦται τῶν ἐπαίνων. Καὶ οὐδὲ μέχρι τούτου ἵσταται ἀνακηρύττουσα αὐτὸν ἡ θεία Γραφὴ, ἀλλὰ δεικνύουσα ἡμῖν τῆς ἀρετῆς αὐτοῦ τὴν ὑπερβολὴν, καὶ ὅτι τὴν ψῆφον ἄνωθεν ἐδέξατο, εἰποῦσα, Τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ, φησί· Τῷ Θεῷ εὐηρέστησε Νῶε. Τοσαύτη ἦν τῆς ἀρετῆς αὐτοῦ ἡ περιουσία, ὡς τὸν παρὰ τοῦ Θεοῦ ἔπαινον ἐπισπάσασθαι.

Τῷ Θεῷ γὰρ, φησὶν, εὐηρέστησε Νῶε· ἵνα εἴπῃ ὅτι ἀπόδεκτος παρὰ τῷ Θεῷ γέγονεν, ἤρεσε τῷ ἀκοιμήτῳ ἐκείνῳ ὀφθαλμῷ διὰ τῶν αὐτῷ κατορθωμένων, καὶ ἐκείνου τὴν εὔνοιαν ἐφελκύσατο ἡ τῶν βεβιωμένων πρᾶξις, καὶ οὐ μόνον τῆς μελλούσης κατὰ πάντων ἐκφέρεσθαι ἀγανακτήσεως ἠλευθέρωσεν, ἀλλὰ καὶ ἑτέρων προστάτην αὐτὸν ἀπειργάσατο. Τῷ Θεῷ, γὰρ, φησὶν, εὐηρέστησε Νῶε. Τίς ἂν τούτου μακαριστότερος γένοιτ᾽ ἂν, τοῦ δυνηθέντος τοσαύτην ἐπιδείξασθαι τὴν ἀρετὴν, ὡς τὸν ἁπάντων Δεσπότην ἐπαινέτην ἔχειν;

Τῶν μὲν οὖν αὐτῷ πεπραγμένων τοῦτο παντὸς πλούτου, πάσης δόξης, καὶ δυναστείας, καὶ τῆς ἄλλης ἁπάσης ἀνθρωπίνης εὐημερίας τῷ νοῦν ἔχοντι προτιμότερον ἂν εἴη· τοῦτο τῷ γνησίαν περὶ τὸν Θεὸν ἀγάπην ἐπιδεικνυμένῳ βασιλείας ἂν εἴη ποθεινότερον. Ἡ γὰρ ἀληθὴς βασιλεία ἐστὶν αὕτη, τὸ δυνηθῆναι ἡμᾶς διὰ τῆς ἀρίστης πολιτείας εὐμενῆ καὶ ἵλεω καταστῆσαι ἑαυτοῖς τὸν Δεσπότην. Οὐδὲ γὰρ γέενναν διὰ τοῦτο φοβεῖσθαι ὀφείλομεν καὶ δεδοικέναι, διὰ τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον καὶ τὰς φοβερὰς τιμωρίας, καὶ τὰς διηνεκεῖς κολάσεις, ἀλλὰ διὰ τὸ προσκροῦσαι τῷ οὕτως ἀγαθῷ Δεσπότῃ, καὶ τῆς ἐκείνου εὐνοίας ἐκτὸς ἡμᾶς στῆναι· ὥσπερ οὖν καὶ ἐπὶ τὴν βασιλείαν διὰ τοῦτο σπεύδειν ἡμᾶς χρὴ, διὰ τὸν περὶ αὐτὸν πόθον, ἵνα τῆς ἐκείνου ῥοπῆς ἀπολαύωμεν.

Ὥσπερ γὰρ βασιλείας ποθεινότερον τὸ εὐνοϊκῶς περὶ ἡμᾶς διακεῖσθαι τὸν φιλάνθρωπον ἡμῶν Δεσπότην, οὕτω γεέννης χαλεπώτερον τὸ τῆς ἐκεῖθεν εὐνοίας ἐκπεσεῖν. Εἴδετε πόσης ἡμῖν ὠφελείας γέγονεν ὑπόθεσις ἡ προσηγορία μόνη τοῦ δικαίου, καὶ ὅσον ἡμῖν θησαυρὸν νοημάτων ἔτεκεν ἡ γενεαλογία τοῦ θαυμασίου τούτου ἀνδρός; Μιμώμεθα τοίνυν τῆς θείας Γραφῆς τοὺς κανόνας, καὶ ἐὰν βουλώμεθά τινων γενεαλογίας ἐξηγεῖσθαι, μὴ πατέρας, καὶ πάππους, καὶ ἐπιπάππους εἰς μέσον φέρωμεν, ἀλλὰ τοῦ γενεαλογουμένου τὴν ἀρετὴν ἐκκαλύπτωμεν.

Οὗτος γὰρ ἄριστος γενεαλογίας τρόπος. Τί γὰρ ὄφελος ἐκ πατέρων εἶναι λαμπρῶν καὶ ἐναρέτων, αὐτὸν δὲ ἔρημον εἶναι τῆς ἀρίστης πολιτείας; ἢ πάλιν τί βλάβος ἂν γένοιτο ἐκ πατέρων εἶναι καὶ προγόνων δυσγενῶν, καὶ ἀφανῶν, αὐτὸν δὲ πολλῇ κομᾷν τῇ ἀρετῇ;

Ἐπεὶ καὶ ὁ δίκαιος οὗτος τοιοῦτος γεγονὼς, καὶ τὴν τοῦ Θεοῦ εὔνοιαν ἐπισπασάμενος, οὐκ ἀπὸ τοιούτων γέγονε προγόνων· οὐδὲ γὰρ ὡς ἐναρέτων αὐτῶν ἐμνημόνευσεν ἡ θεία Γραφή· καὶ ὅμως ἴσχυσε τοσούτων ὄντων κωλυμάτων, καὶ ὑπὸ τοσούτων ἐμποδιζόμενος, εἰς αὐτὴν τὴν ἄκραν ἀνελθεῖν τῆς ἀρετῆς· ἵνα μάθῃς ὅτι τὸν βουλόμενον νήφειν, καὶ ἐγρηγορέναι, καὶ πολλὴν τῆς οἰκείας σωτηρίας ποιεῖσθαι τὴν πρόνοιαν, οὐδέν ἐστι τὸ διακωλύον.

Ὥσπερ γὰρ εἰς ῥᾳθυμίαν ἀποκλίναντες καὶ ὑπὸ τῶν τυχόντων βλαπτόμεθα, οὕτως ἐὰν βουληθῶμεν νήφειν, κἂν μυρίοι ὦσιν οἱ πρὸς τὴν κακίαν ἕλκοντες, οὐδὲν ἡμῶν τῇ σπουδῇ λυμήνασθαι δυνήσονται, καθάπερ οὐδὲ τὸν δίκαιον τοῦτον ἴσχυσαν τοσοῦτοι ὄντες ὀκνηρότερον περὶ τὴν ἀρετὴν ἐργάσασθαι. Μηδεὶς τοίνυν ἕτερόν τινα αἰτιάσθω, καὶ ἐφ᾽ ἑτέρους τὴν αἰτίαν μεταγαγέτω, ἀλλὰ τῇ οἰκείᾳ ῥᾳθυμίᾳ τὸ πᾶν ἐπιγραφέτω. Καὶ τί λέγω ἐφ᾽ ἑτέρους; Μηδὲ αὐτὸν τὸν διάβολον νομιζέτω τις ἱκανὸν εἶναι κωλῦσαι τὴν ἐπὶ τὴν ἀρετὴν φέρουσαν ὁδὸν δύνασθαι· ἀλλ᾽ ἀπατᾷ μὲν καὶ ὑποσκελίζει τοὺς ῥᾳθυμοτέρους, οὐ μὴν κωλύει καὶ βιάζεται· καὶ τοῦτο αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα δείκνυσιν, ὅτι ἡνίκα μὲν ἂν βουλώμεθα νήφειν, τοσοῦτον τὸν τόνον ἐπιδεικνύμεθα. ὡς μηδὲ πολλῶν ὄντων τῶν προτρεπόντων ἐπὶ τὴν τῆς κακίας ὁδὸν, ἀνέχεσθαι τῆς συμβουλῆς, ἀλλὰ παντὸς ἀδάμαντος στεῤῥοτέρους ἡμᾶς γίνεσθαι, καὶ ἀποφράττειν τοῖς τὰ φαῦλα συμβουλεύουσι τὰς ἀκοάς. Ὅταν δὲ ῥᾳθυμῶμεν, καὶ μηδενὸς ὄντος τοῦ συμβουλεύοντος ἢ ὑποσκελίζοντος, οἴκοθεν κινούμενοι ἐπὶ τὴν κακίαν ὁρμῶμεν.

Εἰ γὰρ μὴ ἐν τῇ προαιρέσει ἡμῶν ἔκειτο, μηδὲ ἐν τῇ τῆς γνώμης ἐξουσίᾳ, μηδὲ αὐτεξούσιον ἡμῶν τὴν φύσιν ὁ φιλάνθρωπος Θεὸς κατεσκεύασεν, ἐχρῆν ἢ ἅπαντας εἶναι κακοὺς τοὺς τῆς αὐτῆς φύσεως κοινωνοῦντας καὶ τοῖς αὐτοῖς πάθεσιν ὑποκειμένους, ἢ πάντας εἶναι ἐναρέτους. Ὅταν δὲ ἴδωμεν τοὺς ὁμογενεῖς ἡμῖν, καὶ ὑπὸ τῶν αὐτῶν παθῶν ἐνοχλουμένους, οὐ τὰ αὐτὰ ἡμῖν ὑπομένοντας, ἀλλὰ καὶ ἐῤῥωμένῳ τῷ λογισμῷ ἡνιοχοῦντας τὴν φύσιν, καὶ περιγινομένους τῶν ἀτάκτων σκιρτημάτων, καὶ χαλινοῦντας ἐπιθυμίαν, κρατοῦντας ὀργὴν, βασκανίαν φεύγοντας, φθόνον ἐξορίζοντας, τῆς λύσσης τῶν χρημάτων ὑπερορῶντας, δόξης ἔλαττον φροντίζοντας, πάσης τῆς τοῦ παρόντος βίου εὐημερίας καταγελῶντας, καὶ πρὸς τὴν ἀληθῆ δόξαν ἐπτοημένους, καὶ τὸν παρὰ τοῦ Θεοῦ ἔπαινον πάντων τῶν ὁρωμένων προτιμῶντας· οὐκ εὔδηλον ὅτι τῇ οἰκείᾳ σπουδῇ ταῦτα κατορθοῦν δυνήσονται μετὰ τὴν ἄνωθεν χάριν, καὶ ἡμεῖς τῇ οἰκείᾳ ῥᾳθυμίᾳ κεχρημένοι προδιδόαμεν ἡμῶν τὴν σωτηρίαν, ἐρήμους ἑαυτοὺς καθιστῶντες τῆς ἐκεῖθεν εὐνοίας;

ϛʹ. Διὸ παρακαλῶ ταῦτα λογιζομένους, καὶ συνεχῶς κινοῦντας ἐν τῇ διανοίᾳ, μηδέποτε τὸν διάβολον αἰτιᾶσθαι, ἀλλὰ τὴν ῥᾴθυμον ἡμῶν γνώμην. Καὶ ταῦτα λέγω οὐκ ἐκεῖνον ἀπαλλάξαι βουλόμενος κατηγορίας· μὴ γένοιτο· καὶ γὰρ ἔρχεται ὡς λέων ἁρπάσαι, καὶ ὠρυόμενος, καὶ τίνα καταπίῃ ζητῶν· ἀλλὰ καὶ ἡμᾶς ἀσφαλεστέρους ποιῆσαι θέλων, ἵνα μὴ νομίζωμεν ἐκτὸς εἶναι ἐγκλημάτων, οὕτως εὐκόλως πρὸς τὴν κακίαν αὐτομολοῦντες, καὶ μὴ τὰ ψυχρὰ ἐκεῖνα λέγωμεν ῥήματα· Τίνος ἕνεκεν ἀφῆκεν αὐτὸν ὁ Θεὸς τοιοῦτον ὄντα πονηρὸν, ὥστε ὑποσκελίζειν καὶ καταβάλλειν; Μεγίστης γὰρ ἂν εἴη ταῦτα τὰ ῥήματα ἀγνωμοσύνης. Ἀλλ᾽ ἐκεῖνο σὺν ἑαυτῷ σκόπει, ὅτι διὰ τοῦτο μάλιστα αὐτὸν κατέλιπεν, ἵνα τῷ φόβῳ συνωθούμενοι, καὶ τοῦ πολεμίου τὴν ἔφοδον προσδοκῶντες, πολλὴν ἀγρυπνίαν καὶ διηνεκῆ τὴν νῆψιν ἐπιδεικνυώμεθα, τῇ τῶν ἀμοιβῶν ἐλπίδι, καὶ τῇ ἀντιδόσει τῶν αἰωνίων ἐκείνων καὶ ἀποῤῥήτων ἀγαθῶν πάντα τῆς ἀρετῆς τὸν κάματον ὑποτεμνόμενοι. Καὶ τί θαυμάζεις εἰ τὸν διάβολον διὰ τοῦτο κατέλιπε κηδόμενος ἡμῶν τῆς σωτηρίας, καὶ διεγείρων ἡμῶν τὴν ῥᾳθυμίαν, καὶ ὑπόθεσιν ἡμῖν στεφάνων κατασκευάζων; Αὐτὴν τὴν γέενναν διὰ τοῦτο παρεσκεύασεν, ἵνα ὁ τῆς τιμωρίας φόβος καὶ τῆς κολάσεως τὸ ἀφόρητον πρὸς τὴν βασιλείαν ἡμᾶς συνωθήσῃ.

Εἶδες εὐμήχανον τοῦ Δεσπότου φιλανθρωπίαν; πῶς πάντα ποιεῖ καὶ πραγματεύεται, ὡς μὴ μόνον σῶσαι τοὺς ὑπ᾽ αὐτοῦ δημιουργηθέντας, ἀλλὰ καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν ἀξιῶσαι; Διὰ τοῦτο καὶ τὸ αὐτεξούσιον ἡμῖν δεδώρηται, καὶ ἐν τῇ φύσει καὶ ἐν τῷ συνειδότι ἡμῶν ἐναπέθετο τὴν γνῶσιν τῆς κακίας καὶ τῆς ἀρετῆς, καὶ τὸν διάβολον συνεχώρησεν εἶναι, καὶ τὴν γέενναν ἠπείλησεν, ἵνα μήτε τῆς γεέννης πεῖραν λάβωμεν καὶ τῆς βασιλείας ἐπιτύχωμεν. Καὶ τί θαυμάζεις εἰ ταῦτα ἅπαντα διὰ τοῦτο ἐπραγματεύσατο, καὶ μυρία ἕτερα;

Δούλου μορφὴν ὁ ἐν τοῖς κόλποις τοῖς πατρικοῖς τυγχάνων λαβεῖν κατεδέξατο, καὶ πάντα τὰ ἄλλα ὑπομεῖναι τὰ σωματικὰ, καὶ ἐκ γυναικὸς γεννηθῆναι, καὶ ἐκ παρθένου τεχθῆναι, καὶ ἐννεαμηνιαῖον κυοφορηθῆναι χρόνον, καὶ σπάργανα δέξασθαι, καὶ πατέρα αὐτοῦ νομισθῆναι τὸν Ἰωσὴφ τὸν μνηστῆρα τῆς Μαρίας, καὶ κατὰ μικρὸν αὐξηθῆναι, καὶ περιτμηθῆναι, καὶ θυσίαν ἀνενεγκεῖν, καὶ πεινῆσαι, καὶ διψῆσαι, καὶ κοπιάσαι, καὶ τελευταῖον καὶ θάνατον ὑπομεῖναι, καὶ θάνατον οὐχ ἁπλῶς, ἀλλὰ τὸν ἐπονείδιστον νομιζόμενον, τὸν σταυροῦ λέγω· καὶ ταῦτα ἅπαντα δι᾽ ἡμᾶς καὶ τὴν σωτηρίαν τὴν ἡμετέραν κατεδέξατο ὁ τῶν ἁπάντων δημιουργὸς, ὁ ἀναλλοίωτος, ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα παραγαγὼν, ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, οὗ τῆς δόξης τὴν ἀστραπὴν οὐδὲ τὰ Χερουβὶμ, αἱ ἀσώματοι δυνάμεις ἐκεῖναι, ἰδεῖν δύνανται, ἀλλ᾽ ἀποστρέφουσαι τὰς ὄψεις τῇ προβολῇ τῶν πτερύγων τὸ θαῦμα ἡμῖν ἐπιδείκνυνται· ὃν διὰ παντὸς ὑμνοῦσιν ἄγγελοι, ἀρχάγγελοι, καὶ μυρίαι μυριάδες· οὗτος δι᾽ ἡμᾶς, καὶ τὴν σωτηρίαν τὴν ἡμετέραν, ἄνθρωπος γενέσθαι κατεδέξατο, καὶ τῆς ἀρίστης πολιτείας ἡμῖν τὴν ὁδὸν ἔτεμε, καὶ δι᾽ ὧν αὐτὸς ἦλθε τὴν αὐτὴν ἡμῖν φύσιν ἀναλαβὼν, ἀρκοῦσαν διδασκαλίαν ἐναπέθετο.

Ποία τοίνυν ἡμῖν λείπεται λοιπὸν ἀπολογία, τοσούτων διὰ τὴν ἡμετέραν σωτηρίαν προηγουμένων, εἰ μέλλοιμεν ἀνόνητα ἅπαντα δεικνύναι, διὰ τῆς ῥᾳθυμίας τῆς τούτων προδιδόντες ἡμῶν τὴν σωτηρίαν; Διὸ παρακαλῶ νήφειν, καὶ μὴ ἁπλῶς συνηθείᾳ τῶν ἄλλων κατακολουθεῖν, ἀλλὰ τὴν ἑαυτῶν ζωὴν καθ᾽ ἑκάστην ἡμέραν πολυπραγμονεῖν, καὶ εἰδέναι, τί μὲν ἡμῖν ἡμάρτηται, τί δὲ κατώρθωται· καὶ οὕτω τῶν ἡμαρτημένων τὴν διόρθωσιν ποιώμεθα, ἵνα καὶ τὴν ἄνωθεν ῥοπὴν ἐπισπασώμεθα, καὶ εὐάρεστοι τῷ Θεῷ γενώμεθα, καθάπερ ὁ δίκαιος οὗτος, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΚΔʹ. Ἐγέννησε δὲ Νῶε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ· ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. αʹ. Οὐ τὰ τυχόντα ἡμᾶς ὠφέλησε χθὲς ἡ τοῦ δικαίου Νῶε γενεαλογία. Καὶ γὰρ ἔγνωμεν θαυμαστὸν γενεαλογίας τρόπον, καὶ εἴδομεν τὸν δίκαιον ἀνακηρυττόμενον οὐκ ἀπὸ τῆς τῶν προγόνων περιφανείας, ἀλλ᾽ ἀπὸ τῆς τῶν οἰκείων τρόπων ἀρετῆς, δι᾽ ἣν καὶ τοσαύτην ἐδέξατο μαρτυρίαν παρὰ τῆς θείας Γραφῆς· Νῶε γὰρ, φησὶν, ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέστησε Νῶε. Εἰς ταῦτα γὰρ βραχέα τὰ ῥήματα ἅπασαν διδασκαλίαν χθὲς κατηναλώσαμεν. Ἡ γὰρ τῶν θείων λογίων φύσις ἐν ὀλίγοις ῥήμασι πολὺν ἐπιδείκνυται τῶν νοημάτων τὸν πλοῦτον, καὶ ἄφατον χαρίζεται τὸν θησαυρὸν τοῖς μετὰ ἀκριβείας τὴν ἔρευναν ποιεῖσθαι βουλομένοις. Διὸ δὴ, παρακαλῶ, μηδὲν ἁπλῶς διατρέχωμεν τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων, ἀλλὰ κἂν ὀνομάτων κατάλογος ᾖ, κἂν ἱστορίας διήγησις, τὸν ἐγκεκρυμμένον ἀνιχνεύωμεν θησαυρόν. Διὰ γὰρ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Ἐρευνᾶτε τὰς Γραφάς. Ἐπειδὴ οὐ πανταχοῦ ἐξ ἐπιπολῆς ἔστιν εὑρεῖν τὸν νοῦν τῶν ἐγγεγραμμένων, ἀλλὰ χρεία καὶ πολλῆς ἐρεύνης ἐστὶν ἡμῖν, ὥστε μηδὲν ἡμᾶς λαθεῖν τῶν ἐν τῷ βάθει κειμένων.

Εἰ δὲ ἡ προσηγορία μόνη τῆς φύσεως, τὸ ἄνθρωπος ὄνομα λέγω, τοσαύτην ἡμῖν ἔτεκε χθὲς ὠφελείας ὑπόθεσιν, πόσον οὐ καρπωσόμεθα κέρδος, εἰ ἕκαστον τῶν ἐν τῇ Γραφῇ μετὰ προσοχῆς καὶ ἀγρύπνου διανοίας ἐπίωμεν; Καὶ γὰρ φιλάνθρωπον ἔχομεν Δεσπότην, καὶ ἐπειδὰν ἴδῃ μεριμνῶντας ἡμᾶς, καὶ πόθον πολὺν ἐπιδεικνυμένους πρὸς τὴν τῶν θείων λογίων κατανόησιν, οὐκ ἀφίησιν ἑτέρου τινὸς δεηθῆναι, ἀλλ᾽ εὐθέως φωτίζει τὸν ἡμέτερον λογισμὸν, καὶ τὴν παρ᾽ αὑτοῦ ἔλλαμψιν χαρίζεται, καὶ κατὰ τὴν εὐμήχανον αὑτοῦ σοφίαν πᾶσαν τὴν ἀληθῆ διδασκαλίαν ἐντίθησι τῇ ἡμετέρᾳ ψυχῇ. Διὰ τοῦτο καὶ προτρέπων ἡμᾶς ἐπὶ τοῦτο, καὶ προθυμοτέρους ἐργαζόμενος, μακαρισμῶν ἀξίους ἀπέφηνε τοὺς τὸν τοιοῦτον πόθον ἐπιδεικνυμένους, λέγων, Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.

Ὅρα σοφίαν διδασκάλου· οὐ διὰ τοῦ μακαρισμοῦ μόνον προέτρεψεν, ἀλλὰ καὶ τῷ εἰπεῖν, Οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ἐδίδαξε τοὺς ἀκούοντας μεθ᾽ ὅσης προθυμίας προσήκει πρὸς τὴν τῶν πνευματικῶν λογίων ἔρευναν ὁρμᾷν. Καθάπερ γὰρ, φησὶν, οἱ πείνης προηγησαμένης μετὰ προθυμίας ἀφάτου ἐπὶ τὴν τροφὴν ἐπείγονται, καὶ οἱ ἀπὸ τοῦ πολλοῦ δίψους ἐκκαιόμενοι τῷ πόματι μετὰ σπουδῆς προσίασι· κατὰ τὸν αὐτὸν δὴ τρόπον προσήκει, καθάπερ πεινῶντας καὶ διψῶντας, οὕτω τῇ διδασκαλίᾳ τῇ πνευματικῇ προσιέναι. Οἱ γὰρ τοιοῦτοι οὐ μόνον μακαρισμῶν ἄξιοι, ἀλλὰ καὶ τῶν σπουδαζομένων ἐπιτεύξονται. Καὶ γὰρ, Χορτασθήσονται, φησὶ, τοῦτ᾽ ἔστιν, ἐμπλησθήσονται· πληρώσουσιν αὑτῶν τὴν ἐπιθυμίαν τὴν πνευματικήν.

Ἐπεὶ οὖν τοιοῦτον ἔχομεν Δεσπότην, οὕτως ἀγαθὸν, οὕτω φιλότιμον, φέρε καὶ ἡμεῖς ἐπ᾽ αὐτὸν καταφύγωμεν, καὶ τὴν παρ᾽ αὐτοῦ ῥοπὴν ἐπισπασώμεθα, ἵνα καὶ αὐτὸς τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος φωτίσῃ ἡμῶν τὸν λογισμὸν, πρὸς τὸ κατοπτεύειν τῶν θείων Γραφῶν τὴν δύναμιν· καὶ ὑμεῖς δὲ μετὰ πολλῆς τῆς προθυμίας, καθάπερ πεινῶντες καὶ διψῶντες, οὕτω τὴν πνευματικὴν διδασκαλίαν ὑποδέξασθε. Ἴσως γὰρ, ἴσως ὁ ἀγαθὸς καὶ εὐμήχανος Δεσπότης, κἂν ἡμεῖς εὐτελεῖς ὦμεν, καὶ μηδενὸς λόγου ἄξιοι, ἀλλὰ δι᾽ ὑμᾶς καὶ τὴν ὠφέλειαν τὴν ὑμετέραν χορηγήσει λόγον ἡμῖν ἐν ἀνοίξει τοῦ στόματος εἰς δόξαν αὐτοῦ, καὶ εἰς οἰκοδομὴν ὑμετέραν. Εἰς τὴν ἄνωθεν τοίνυν χάριν τὸ πᾶν ἐπιῤῥίψαντες, κἀκεῖνον ἐπικαλεσάμενοι τὸν σοφίζοντα τοὺς τυφλοὺς, καὶ τρανοῦντα τὰς γλώσσας τῶν μογιλάλων, ἁψώμεθα καὶ τῶν προσφάτως ἀνεγνωσμένων, ἵν᾽ ἅπερ ἂν αὐτὸς χορηγήσῃ τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος, ταῦτα παραθῶμεν τῇ ὑμετέρᾳ ἀγάπῃ. Ἀλλὰ συντείνατέ μοι, παρακαλῶ, τὴν διάνοιαν, καὶ μετὰ ἀκριβείας προσέχετε τοῖς λεγομένοις, πάντα βιωτικὸν λογισμὸν ἑαυτῶν ἀποστήσαντες, ἵνα καθάπερ εἰς λιπαρὰν καὶ βαθύγεων ἄρουραν, τῶν βοτανῶν καὶ τῶν ἀκανθῶν ἐκκεκαθαρμένων, οὕτω τὸν πνευματικὸν σπόρον καταβάλωμεν. Αὗται δὲ, φησὶν, αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέστησε Νῶε.

Ἄχρι τούτου τέλος ἔσχε τὰ τῆς διδασκαλίας χθές· διὸ χρὴ τὰ λειπόμενα εἰς μέσον προθεῖναι. Ἐγέννησε δὲ, φησὶ, Νῶε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. Οὐχ ἁπλῶς ἡμῖν ἡ θεία Γραφὴ καὶ τὸν καιρὸν καὶ τὸν ἀριθμὸν ἐπεσημήνατο τῶν παίδων τοῦ δικαίου, ἀλλὰ καὶ ἐντεῦθεν ἡμῖν λανθανόντως παραδηλῶσαι βουλομένη τῆς πολλῆς αὐτοῦ ἀρετῆς τὴν ὑπερβολήν. Ἀνωτέρω γὰρ εἰποῦσα, ὅτι Νῶε ἦν ἐτῶν πεντακοσίων, τότε ἐπήγαγε, Καὶ ἐγέννησε τρεῖς υἱούς· διδάσκουσα ἡμᾶς τῆς ἐγκρατείας αὐτοῦ τὸ ὑπεράγαν μέγεθος, καὶ ὅτι πάντων τῶν τότε ὄντων ἀνθρώπων τοσαύτῃ ἀκρασίᾳ κεχρημένων, καὶ πολλὴν τὴν λαγνείαν ἐπιδεικνυμένων, καὶ πάσης, ὡς εἰπεῖν, τῆς ἡλικίας ἐπὶ τὴν κακίαν αὐτομολησάσης· ἀκούετε γὰρ τῆς θείας Γραφῆς λεγούσης, Ἰδὼν δὲ Κύριος ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται τὰ πονηρὰ ἐπιμελῶς ἐν τῇ καρδίᾳ αὐτοῦ ἐκ νεότητος, καὶ σαφῶς ἡμῖν δεικνυούσης, ὅτι καὶ νέοι ἐνίκων τοὺς προβεβηκότας, καὶ οἱ γέροντες τῶν νέων οὐκ ἔλαττον ἐμάνησαν, καὶ ὅτι καὶ αὐτὴ ἡ ἀπειρόκακος ἡλικία πρὸς τὴν κακίαν πολλὴν εἶχε τὴν ῥοπήν.

βʹ. Ἵνα τοίνυν μάθωμεν, ὅπως τούτων ἁπάντων πολλὴν τὴν λύσσαν καὶ τὴν μανίαν ἐπιδεικνυμένων, ὁ δίκαιος οὗτος ἔμεινε μόνος τὸν τῆς σωφροσύνης ἆθλον μετὰ τῆς ἄλλης ἀρετῆς κατορθῶν, μέχρις ὅτε εἰς τὸ πεντακοσιοστὸν ἔτος ἔφθασε. Μετὰ τὸ εἰπεῖν γὰρ, Ἦν Νῶε ἐτῶν πεντακοσίων, τότε φησὶ, Καὶ ἐγέννησε Νῶε τρεῖς υἱούς. Εἶδες, ἀγαπητὲ, τοῦ δικαίου τὴν ὑπερβάλλουσαν ἐγκράτειαν; Μὴ γὰρ δὴ ἁπλῶς αὐτὰ παραδράμωμεν, ἀλλὰ καὶ τὸν καιρὸν ἐννοήσαντες ἐκεῖνον, καὶ τὴν κακίαν τὴν κατὰ παντὸς τοῦ τῶν ἀνθρώπων γένους διὰ τὴν πολλὴν ῥᾳθυμίαν ἐπιπολάζουσαν, σκοπήσωμεν πόσης ἦν ἀρετῆς καὶ φιλοθέου γνώμης, ἐν τοσούτῳ μήκει χρόνου τῆς ἐπιθυμίας τὴν λύτταν χαλινῶσαι, καὶ ἀπεναντίας τοῖς ἄλλοις ἅπασιν ἐλθεῖν, καὶ μὴ μόνον τῆς παρανόμου μίξεως ἀποσχέσθαι, ἀλλὰ καὶ τῆς νενομισμένης, καὶ τῆς ἔξω τυγχανούσης ἐγκλημάτων. Καὶ ἐγέννησε, φησὶ, Νῶε τρεῖς υἱοὺς τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ, Ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. Ἐμοὶ δοκεῖ τῇ τοῦ Θεοῦ οἰκονομίᾳ ὑπηρετούμενον τὸν δίκαιον τοῦτον καὶ νῦν τῆς μίξεως ἀνασχέσθαι, καὶ τοὺς παῖδας τούτους ἔχειν.

Ἐπειδὴ γὰρ διὰ τὸ τῆς κακίας μέγεθος καὶ τὴν ὑπερβάλλουσαν πονηρίαν πανωλεθρία ἔμελλε τὴν οἰκουμένην καταλήψεσθαι, ὁ δὲ φιλάνθρωπος Θεὸς καθάπερ ῥίζαν τινὰ καὶ ζύμην ἐβούλετο τὸν δίκαιον καταλιπεῖν, ἵνα ἀπαρχὴ γένηται μετὰ τὸν ἐκείνων ἀφανισμὸν τῶν μετὰ ταῦτα μελλόντων ἔσεσθαι· ταύτης ἕνεκεν τῆς αἰτίας, μετὰ πεντακόσια ἔτη τούτους τοὺς τρεῖς παῖδας ἐσχηκὼς, μέχρι τούτων ἵσταται, δεικνὺς δι᾽ αὐτῶν τῶν πραγμάτων, ὅτι τῇ μελλούσῃ παρὰ τοῦ Θεοῦ φιλανθρωπίᾳ εἰς τὸ τῶν ἀνθρώπων γένος ἔσεσθαι ὑπηρετούμενος τοῦτο πεποίηκε. Καὶ ἵνα μάθῃς, ὅτι οὐχ ἁπλῶς στοχασμός ἐστι ταυτὶ τὰ ῥήματα, σκόπει τῆς Γραφῆς τὴν ἀκρίβειαν. Ἐπειδὴ γὰρ εἶπε, ὅτι ἔσχεν ὁ δίκαιος τοὺς τρεῖς υἱοὺς, εὐθέως ἐπήγαγεν· Ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας.

Εἶδες ἐπὶ τῆς αὐτῆς φύσεως πολλὴν καὶ ἄφατον τὴν διαφοράν; Ἐπὶ μὲν γὰρ τοῦ δικαίου ἔλεγεν ἡ Γραφὴ, Νῶε ἄνθρωπος δίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ· ἐπὶ δὲ τῶν λοιπῶν ἁπάντων φησὶν, Ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. Τῷ ὀνόματι τῆς γῆς τὸ τῶν ἀνθρώπων πλῆθος ὀνομάζει.

Ἐπειδὴ γὰρ πᾶσαι αὐτῶν αἱ πράξεις γήϊναι ἐτύγχανον, διὰ τοῦτο τῷ τῆς γῆς ὀνόματι τὴν εὐτέλειαν αὐτῶν ἐμφαίνει, καὶ τῆς κακίας τὴν ὑπερβολήν. Καθάπερ γὰρ ἐπὶ τοῦ πρωτοπλάστου, μετὰ τὴν παράβασιν καὶ τὴν ἀφαίρεσιν τῆς δόξης τῆς πρότερον περιστελλούσης αὐτὸν, τῷ ἐπιτιμίῳ τοῦ θανάτου αὐτὸν ὑπαγαγὼν ἔλεγε, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· οὕτω δὴ καὶ ἐνταῦθα, ἐπειδὴ ἦν πολλὴ τῶν κακῶν ἡ ἐπίτασις, φησὶν, Ἐφθάρη δὲ ἡ γῆ. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐφθάρη δὲ ἡ γῆ, ἀλλ᾽ Ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. Τῷ εἰπεῖν, Ἐφθάρη, πᾶσαν τὴν κακίαν αὐτῶν ἐνέφηνεν.

Οὐδὲ γὰρ ἔστιν εἰπεῖν, ὅτι ἑνὶ καὶ δύο ἁμαρτήμασιν ὑπευθύνους ἑαυτοὺς κατέστησαν, ἀλλὰ πάσας τὰς παρανομίας μετὰ πολλῆς τῆς δαψιλείας διεπράττοντο· διὸ καὶ ἐπήγαγε, Καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. Οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχε τὴν κακίαν ἐπετήδευον, ἀλλ᾽ ἑκάστην ἁμαρτίαν μετὰ πολλῆς τῆς ἐπιτάσεως ἐπεδείκνυντο. Καὶ ὅρα πῶς λοιπὸν οὐδὲ μνήμης αὐτοὺς ψιλῆς ἀξιῶσαι ἀνέχεται, ἀλλὰ τῷ τῆς γῆς ὀνόματι αὐτοὺς καλεῖ, δεικνῦσα καὶ τῆς κακίας τὴν ὑπερβολὴν, καὶ τῆς τοῦ Θεοῦ ἀγανακτήσεως τὸ μέγεθος. Ἐφθάρη δὲ ἡ γῆ, φησὶν, ἐναντίον τοῦ Θεοῦ, τοῦτ᾽ ἔστιν, ἀπεναντίας τοῖς τοῦ Θεοῦ προστάγμασιν ἅπαντα διεπράττοντο, καταπατοῦντες τοῦ Θεοῦ τὰς ἐντολὰς, καὶ τὸν ἐν τῇ φύσει κείμενον τῇ ἀνθρωπίνῃ διδάσκαλον διὰ τῆς οἰκείας ῥᾳθυμίας προδεδωκότες.

Καὶ ἐπλήσθη, φησὶν, ἡ γῆ ἀδικίας. Εἶδες, ἀγαπητὲ, ὅσον κακὸν ἁμαρτία, πῶς καὶ αὐτῆς τῆς προσηγορίας, καὶ τοῦ ἀνθρώπους ὀνομάζεσθαι λοιπὸν ἀναξίους ἀπεργάζεται; Ἄκουε πάλιν καὶ τῶν ἑξῆς· Καὶ εἶδε Κύριος ὁ Θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη.

Ὅρα πάλιν γῆν αὐτοὺς ὀνομαζομένους. Εἶτα, ἐπειδὴ καὶ ἅπαξ καὶ δεύτερον καὶ τρίτον γῆν αὐτοὺς ὠνόμασεν, ἵνα μή τις ὑπολάβῃ περὶ τῆς γῆς τῆς αἰσθητῆς ταῦτα εἰρῆσθαι, φησὶν, Ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς. Οὐδὲ νῦν ἀνθρώπους αὐτοὺς καλέσαι κατηξίωσεν, ἀλλὰ τῷ τῆς σαρκὸς ὀνόματι μόνον ἐνδείξασθαι ἡμῖν βούλεται, ὅτι οὐ περὶ τῆς γῆς ταῦτά φησιν, ἀλλὰ περὶ τῶν ἀνθρώπων τῶν σάρκα περικειμένων, καὶ ταῖς γηΐναις πράξεσιν ἑαυτοὺς καταναλωσάντων.

Ἔθος γὰρ τῇ Γραφῇ, καθάπερ πολλάκις εἴπομεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, τοὺς σαρκικὸν φρόνημα ἐπιδειξαμένους, καὶ μηδὲν ὑψηλὸν φανταζομένους τῷ τῆς σαρκὸς ὀνόματι προσαγορεύειν, καθάπερ καὶ ὁ μακάριος Παῦλός φησιν· Οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται.

Τί οὖν; αὐτὸς ὁ ταῦτα λέγων οὐχὶ σάρκα περιέκειτο; Ἀλλ᾽ οὐ τοῦτό φησιν, ὅτι οἱ σάρκα περικείμενοι, οὐ δύνανται ἀρέσαι οὗτοι τῷ Θεῷ, ἀλλ᾽ ὅτι οἱ μηδένα τῆς ἀρετῆς λόγον ποιούμενοι, ἀλλὰ πάντα τὰ σαρκικὰ φρονοῦντες, καὶ περὶ τὰς ταύτης ἡδονὰς κατασπώμενοι, καὶ μηδεμίαν τῆς ψυχῆς τῆς ἀσωμάτου καὶ νοερᾶς φροντίδα ποιούμενοι. Ἐπεὶ οὖν διὰ τῶν εἰρημένων ἐδίδαξεν ἡμᾶς ἡ θεία Γραφὴ τῶν ἁμαρτημάτων τὸ πλῆθος, τῆς κακίας τὴν ὑπερβολὴν, τῆς ἀγανακτήσεως τοῦ Θεοῦ τὸ μέγεθος, καὶ ὅτι διὰ τὴν τῶν παρανόμων ἔργων ἐπιτήδευσιν καὶ ἅπαξ καὶ δεύτερον καὶ τρίτον γῆν αὐτοὺς ὠνόμασε, καὶ τῷ τῆς σαρκὸς ὀνόματι προσηγόρευσεν, ἀποστερήσασα τοῦ τῆς κοινῆς φύσεως ὀνόματος, διὰ τῶν ἐπαγομένων τὴν ἄφατον ἡμῖν τοῦ Θεοῦ φιλανθρωπίαν ἐνδείκνυται, καὶ τῆς συγκαταβάσεως τὴν ὑπερβολήν. Τί γάρ φησι; Καὶ εἶπεν ὁ Θεὸς πρὸς Νῶε.

γʹ. Ὅρα ἀγαθότητος ὑπερβολήν. Καθάπερ γὰρ φίλος φίλῳ, οὕτω λοιπὸν κοινοῦται τῷ δικαίῳ περὶ τῆς τιμωρίας, ἣν ἐπάγειν μέλλει τῷ τῶν ἀνθρώπων γένει, καί φησι· Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ᾽ αὐτῶν. Καὶ ἰδοὺ ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν. Τί ἐστι, Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ; Πολλὴν, φησὶν, ἐπεδειξάμην τὴν μακροθυμίαν, πολλὴν τὴν ἀνεξικακίαν, οὐ βουλόμενος ταύτην ἐπάγειν τὴν τιμωρίαν, ἣν ἐπάγειν μέλλω· ἀλλ᾽ ἐπειδὴ πολλὴ τῶν ἡμαρτημένων αὐτοῖς ἡ ὑπερβολὴ εἰς αὐτὸν ἤγαγεν αὐτοὺς τὸν καιρὸν, καὶ τέλος δεῖ λοιπὸν ἐπιτεθῆναι, καὶ ἐκκοπῆναι αὐτῶν τὴν κακίαν, ὥστε μὴ περαιτέρω προβῆναι· Καιρὸς γὰρ, φησὶ, παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ. Ὅρα καὶ ἐνταῦθα, πῶς καθάπερ ἀνωτέρω ἔλεγε, Πᾶς τις διανοεῖται, οὕτω καὶ νῦν, Παντὸς ἀνθρώπου. Πάντες γὰρ συμφωνοῦσι, πρὸς τὴν παρανομίαν ηὐτομόλησαν, φησὶ, καὶ οὐκ ἔστιν εὑρεῖν ἐν τοσούτῳ πλήθει τινὰ τῆς ἀρετῆς λόγον ποιούμενον. Καιρὸς γὰρ, φησὶ, παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ. Καιρὸς, τοῦτ᾽ ἔστιν, ἔφθασεν ὁ καιρὸς, καθ᾽ ὃν δεῖ τὴν τομὴν ἐπιθεῖναι, καὶ τὴν νομὴν τοῦ ἕλκους ἐπισχεῖν.

Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ· ὡσανεὶ μηδενὸς ἐφορῶντος, καὶ μέλλοντος εὐθύνας ἀπαιτεῖν τῶν αὐτοῖς πεπλημμελημένων, οὕτω πρὸς τὰς παρανόμους πράξεις ἑαυτοὺς ἐξέδωκαν, οὐκ ἐννοοῦντες ὅτι ἐμὲ λαθεῖν οὐχ οἷόν τε τὸν τὴν σύστασιν τῆς ζωῆς χαριζόμενον, καὶ σῶμα καὶ ψυχὴν χαρισάμενον, καὶ τοσούτων ἀγαθῶν τὴν χορηγίαν παρεσχηκότα. Καιρὸς τοίνυν παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ. Εἶτα ὥσπερ ἀπολογούμενος τῷ δικαίῳ, καὶ δεικνὺς ὅτι ἡ τῶν ἡμαρτημένων αὐτοῖς ὑπερβολὴ εἰς ταύτην αὐτὸν ἐκκαλεῖται τὴν ἀγανάκτησιν, φησὶν, Ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ᾽ αὐτῶν. Μὴ γὰρ παρέλιπόν τι, φησὶ, τῶν εἰς κακίαν συντεινόντων; Τοσοῦτον ἐπεδείξαντο τὸ μέγεθος, ὡς καὶ ὑπερβλύζειν λοιπὸν τὴν κακίαν, καὶ πᾶσαν τὴν γῆν τῆς κακίας ἐμπεπλῆσθαι.

Διά τοι τοῦτο καὶ αὐτοὺς καταφθείρω, καὶ τὴν γῆν, Καὶ ἰδοὺ, φησὶν, ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν. Ἐπειδὴ αὐτοὶ προλαβόντες διὰ τῶν παρανόμων πράξεων ἑαυτοὺς κατέφθειραν, διὰ τοῦτο παντελῆ πανωλεθρίαν ἐπάγω, καὶ ἀφανισμὸν ἐργάζομαι, καὶ αὐτῶν, καὶ τῆς γῆς, ἵνα καθαρμόν τινα δυνηθῇ δέξασθαι ἡ γῆ, καὶ ἀποκαθήρασθαι τοῦ ῥύπου τῶν τοσούτων ἁμαρτημάτων. Ἐννόει μοι λοιπὸν ποίαν εἰκὸς ἔχειν ψυχὴν τὸν δίκαιον τοῦτον ταῦτα ἀκούοντα παρὰ τοῦ Δεσπότου. Εἰ γὰρ καὶ πολλὴν ἀρετὴν ἑαυτῷ συνῄδει, ἀλλ᾽ ὅμως οὐκ ἀναλγήτως ἐδέχετο τὰ λεγόμενα.

Φιλόστοργον γὰρ τῶν δικαίων τὸ γένος, καὶ ὑπὲρ τῆς τῶν ἄλλων σωτηρίας πάντα ἂν ἕλοιντο εὐκόλως ὑπομεῖναι. Πῶς τοίνυν εἰκὸς ἦν ἐκ τῶν ῥημάτων τούτων συνέχεσθαι τὸν θαυμάσιον τοῦτον ὑπογράφοντα ἤδη τῷ λογισμῷ τὴν ἁπάντων ἀπώλειαν, καὶ τὴν τῆς κτίσεως ἁπάσης φθορὰν, ἴσως οὐδὲ περὶ αὑτοῦ τι χρηστὸν ὑποπτεύοντα;

Οὐδέπω γὰρ ἦν αὐτῷ τοῦτο φανερόν. Ἵν᾽ οὖν μὴ διαταράττηται τὸν λογισμὸν, ἀλλὰ μικράν τινα παραμυθίαν ἐν τῷ τοιούτῳ μεγέθει τῆς ἀθυμίας σχεῖν δυνηθῇ, ἐπειδὴ ἐδίδαξεν αὐτὸν τῆς κακίας αὐτῶν τὴν ὑπερβολὴν, καὶ ὅτι καιρὸς κατεπείγει λοιπὸν ἀπαιτῶν βαθεῖαν αὐτοὺς δέξασθαι τὴν τομὴν, φησὶ πρὸς αὐτόν· Ἐκείνους μὲν κοινὸς ὄλεθρος ἐκδέξεται, Σὺ δὲ ποίησον σεαυτῷ κιβωτόν. Τί ἐστι, Σὺ δέ; Ἐπειδὴ οὐκ ἐκοινώνησας αὐτοῖς τῆς κακίας, ἀλλὰ καὶ μετὰ ἀρετῆς τὸν βίον ὅλον διήνυσας, διὰ τοῦτό σοι προστάττω κιβωτὸν κατασκευάσαι. Ἐκ ξύλων τετραγώνων, ἀσήπτων.

Νοσσιὰς ποιήσεις τὴν κιβωτὸν, καὶ ἀσφαλτώσεις ἔξωθεν καὶ ἔσωθεν αὐτὴν τῇ ἀσφάλτῳ. Ἔστω δὲ τριακοσίων πηχῶν τὸ μῆκος, καὶ πεντήκοντα τὸ πλάτος, καὶ τριάκοντα τὸ ὕψος. Ἐπισυνάγων ποιήσεις τὴν κιβωτὸν, καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν, τὴν δὲ θύραν ποιήσεις ἐκ πλαγίων, κατάγαια διώροφα καὶ τριώροφα ποιήσεις αὐτήν. Σκόπει Θεοῦ συγκατάβασιν καὶ δύναμιν ἄφατον, καὶ φιλανθρωπίαν πάντα λόγον ὑπερβαίνουσαν. Ὁμοῦ καὶ τὴν περὶ τὸν δίκαιον πρόνοιαν ἐπιδείκνυται προστάττων αὐτῷ τὴν κιβωτὸν κατασκευάσαι, καὶ διαταξάμενος καὶ τὸν τρόπον τῆς κατασκευῆς, καὶ τὸ πλάτος, καὶ τὸ ὕψος, καὶ παραμυθίαν αὐτῷ χαρίζεται μεγίστην, ἐλπίδας αὐτῷ σωτηρίας ὑπογράφων διὰ τῆς κατασκευῆς, κἀκείνους τοὺς τοσαῦτα ἡμαρτηκότας βουλόμενος διὰ τῆς κατασκευῆς τῆς κιβωτοῦ εἰς ἔννοιαν ἐλθόντας τῶν αὐτοῖς εἰργασμένων, καὶ μετάνοιαν ἐπιδειξαμένους τῆς ἀγανακτήσεως τὴν πεῖραν μὴ λαβεῖν. Οὐδὲ γὰρ ὀλίγος χρόνος πάλιν αὐτοῖς πρὸς μετάνοιαν παρεσχέθη διὰ τῆς κατασκευῆς τῆς κιβωτοῦ, ἀλλὰ καὶ σφόδρα πολὺς, καὶ ἱκανὸς, εἰ μὴ σφόδρα ἦσαν ἀγνώμονες, καταπτῆξαι πρὸς τὴν διόρθωσιν τῶν ἐπταισμένων. Εἰκὸς γὰρ ἕκαστον αὐτῶν, ὁρῶντα τὸν δίκαιον τεκταινόμενον τὴν κιβωτὸν, τὴν αἰτίαν πυνθάνεσθαι τῆς κατασκευῆς, εἶτα μαθόντα τοῦ Θεοῦ τὴν ἀγανάκτησιν, εἰς αἴσθησιν ἐλθεῖν τῶν οἰκείων ἁμαρτημάτων, εἴπερ ἐβούλοντο.

Ἀλλ᾽ ἐκεῖνοι οὐδὲ ἐντεῦθεν ἐκέρδανάν τι πλέον, οὐκ ἐπειδὴ οὐκ ἠδύναντο, ἀλλ᾽ ἐπειδὴ οὐκ ἠβουλήθησαν.

δʹ. Ἐπειδὴ τοίνυν τὰ περὶ τῆς κατασκευῆς τῆς κιβωτοῦ τῷ δικαίῳ διετάξατο, κοινοῦται αὐτῷ καὶ τῆς τιμωρίας τὸ εἶδος, ἧς ἤμελλεν ἐπάγειν, καί φησι· Σὺ μὲν ταύτην κατασκεύασον καθὰ διεταξάμην, ἐγὼ δὲ, ἐπειδὰν πληρώσῃς τὴν κατασκευὴν, καὶ τὰ κατὰ σὲ ἐν ἀσφαλείᾳ καταστήσω. Ἐγὼ δὲ ἰδοὺ ἐπάγω τὸν κατακλυσμὸν, ὕδωρ ἐπὶ τὴν γῆν, καταφθεῖραι πᾶσαν σάρκα, ἐν ᾗ ἐστι πνεῦμα ζωῆς ὑποκάτω τοῦ οὐρανοῦ, καὶ ὅσα ἂν ᾖ ἐπὶ τῆς γῆς τελευτήσει. Ὅρα πῶς καὶ διὰ τῆς ἀπειλῆς δείκνυσι τῶν ἡμαρτημένων αὐτοῖς τὸ μέγεθος, καί φησι· Καὶ τὴν αὐτὴν τιμωρίαν ἐπάξω καὶ τοῖς λογικοῖς, καὶ τοῖς ἀλόγοις. Ἐπειδὴ γὰρ τὴν αὑτῶν προεδρίαν προδεδώκασι, καὶ πρὸς τὴν τῶν ἀλόγων μετέπεσον κακίαν, οὐδεμίαν διαφορὰν ἕξει ἡ τιμωρία. Ἐπάγω γὰρ κατακλυσμὸν ὕδατος καταφθεῖραι πᾶσαν σάρκα, ἐν ᾗ ἐστι πνεῦμα ζωῆς ὑποκάτω τοῦ οὐρανοῦ. Καὶ τὰ κτήνη, φησὶ, καὶ τὰ πετεινὰ, καὶ τὰ θηρία, τὰ καὶ τετράποδα, καὶ ὅσα ἐστὶν ὑποκάτω τοῦ οὐρανοῦ, καταφθαρήσεται.

Καὶ ἵνα μάθῃς, ὅτι οὐδὲν καταλειφθήσεται, φησὶ, Καὶ ὅσα ἐστὶν ἐπὶ τῆς γῆς τελευτήσει. Καὶ γὰρ καθαρσίου λοιπὸν δεῖται ἡ οἰκουμένη, ἀλλὰ τοῦτο μή σε ταραττέτω, μηδὲ συγχείτω σου τὸν λογισμόν. Ὁρῶν γὰρ αὐτῶν τοῦ ἕλκους τὸ ἀνίατον, στῆσαι βούλομαι τὰ τῆς κακίας ῥεύματα, ἵνα μὴ μείζοσι τιμωρίαις ἑαυτοὺς ὑπευθύνους καταστήσωσι. Διὸ καὶ νῦν τὴν ἑαυτοῦ φιλανθρωπίαν μιμούμενος, καὶ ἀγαθότητι κεραννὺς τὴν ἀγανάκτησιν, τοιαύτην ἐπάγω τὴν τιμωρίαν, ὡς ἀνώδυνον αὐτοῖς γενέσθαι καὶ ἀνεπαίσθητον. Οὐδὲ γὰρ πρὸς τὸ τῶν ἡμαρτημένων αὐτοῖς μέγεθος ἀφορῶν, οὐδὲ τίνων ἄξιοι τυγχάνουσιν, ἀλλὰ τὰ μετὰ ταῦτα προορῶν, καὶ τούτοις βούλομαι τὴν ἁρμόττουσαν τιμωρίαν ἐπαγαγεῖν, καὶ τοὺς ἑξῆς μέλλοντας ἔσεσθαι τῆς ἐκ τούτων ἀπαλλάξαι λύμης. Μὴ τοίνυν κατηφὴς ἔσο, μηδὲ θορυβοῦ ταῦτα ἀκούων. Εἰ γὰρ καὶ ἐκείνους ἀξία τῶν ἡμαρτημένων δίκη καταλήψεται, ἀλλὰ Στήσω τὴν διαθήκην μου μετὰ σοῦ. Ἐπειδὴ πάντες οἱ προλαβόντες ἀναξίους ἑαυτοὺς κατέστησαν, καὶ οὐ γεγόνασιν εὐγνώμονες περὶ τὰς ἐμὰς ἐντολὰς, μετὰ σοῦ λοιπὸν στήσω τὴν διαθήκην μου. Καὶ γὰρ ὁ πρωτόπλαστος, μετὰ τοσαύτας εὐεργεσίας ἀπάτην ὑπομείνας, παρέβη μου τὰς ἐντολὰς, καὶ ὁ ἐξ ἐκείνου πάλιν τεχθεὶς εἰς αὐτὸν τῆς κακίας τὸν πυθμένα ὤλισθε· διὸ καὶ διηνεκῆ τὴν τιμωρίαν ἐδέξατο μετὰ τῆς κατάρας.

Ἀλλ᾽ οὐδὲ ταῖς τούτου τιμωρίαις οἱ μετ᾽ αὐτὸν ἐσωφρονίσθησαν, ἀλλὰ καὶ ἐπεδαψιλεύσαντο, ὡς καὶ τῆς γενεαλογίας αὐτοὺς ἀποδοκιμασθῆναι. Μετὰ δὴ ταῦτα εὑρὼν τὸν Ἐνὼχ τῆς ἀρετῆς τὴν εἰκόνα διασώζοντα, διὰ τὴν πολλὴν εὐαρέστησιν ζῶντα αὐτὸν μετέθηκα, δεικνὺς καὶ τοῖς τὴν ἀρετὴν μετιοῦσιν, ὅσων καταξιοῦνται τῶν ἀμοιβῶν, καὶ βουλόμενος τοὺς ἑξῆς ζηλωτὰς ἐκείνου καταστῆσαι, καὶ τὴν αὐτὴν ἐκείνῳ βαδίσαι ὁδόν. Ἐπεὶ τοίνυν, πάντων λοιπὸν ἐπὶ τὴν κακίαν αὐτομολησάντων, σὲ μόνον εὗρον ἐν τοσούτῳ πλήθει δυνάμενον ἀνακαλέσασθαι τοῦ προπάτορος τὴν παράβασιν, μετὰ σοῦ στήσω τὴν διαθήκην μου. Ἡ γὰρ τῶν βεβιωμένων σοι πρᾶξις ἀξιόπιστόν σε δείκνυσι πρὸς τὸ δέξασθαι τὰς παρ᾽ ἐμοῦ ἐντολάς. Εἶτα ἵνα μὴ καὶ ταῦτα ἀκούων ὁ δίκαιος ἐκεῖνος ἔτι ἀθυμῇ, ὡς μόνος μέλλων καταλειφθήσεσθαι, παραμυθούμενος αὐτὸν, ὡς εἰπεῖν, πάλιν φησίν· Εἰσελεύσῃ δὲ εἰς τὴν κιβωτὸν σὺ, καὶ οἱ υἱοί σου, καὶ ἡ γυνή σου, καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ. Εἰ γὰρ καὶ πολὺ τῆς τοῦ δικαίου ἀρετῆς ἐλείποντο, ἀλλ᾽ ὅμως τῆς ὑπερβαλλούσης ἐκείνων κακίας ἐκτὸς ἦσαν.

Ἄλλως δὲ καὶ διὰ δύο ταύτας τὰς αἰτίας τῆς σωτηρίας ἀπολαύουσι, μίαν μὲν, εἰς τιμὴν τοῦ δικαίου· ἔθος γὰρ τῷ φιλανθρώπῳ Θεῷ τιμᾷν τοὺς αὑτοῦ δούλους, καὶ χαρίζεσθαι αὐτοῖς πολλάκις τὴν ἑτέρων σωτηρίαν, ὃ καὶ ἐπὶ τοῦ μακαρίου Παύλου πεποίηκε, τοῦ διδασκάλου τῆς οἰκουμένης, τοῦ πανταχοῦ τὰς ἀκτῖνας τῆς οἰκείας διδασκαλίας ἀφιέντος.

Ἡνίκα γὰρ οὗτος ἐπὶ τὴν Ῥώμην ἀνήγετο, χειμῶνος κατὰ τὴν θάλατταν πολλοῦ γενομένου, καὶ πάντων τῶν ἐν τῷ πλοίῳ περὶ αὐτῆς τῆς σωτηρίας δεδοικότων, καὶ οὐδεμίαν ἐλπίδα χρηστὴν ἐχόντων διὰ τὸ τοῦ κλυδωνίου μέγεθος, καλέσας ἅπαντάς φησιν· Εὐθυμεῖτε, ἄνδρες. Ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ἡμῶν πλὴν τοῦ πλοίου. Παρέστη γάρ μοι ταύτῃ τῇ νυκτὶ τοῦ Θεοῦ, οὗ εἰμι καὶ λατρεύω, ἄγγελος λέγων, Μὴ φοβοῦ, Παῦλε, κεχάρισται γάρ σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ. Εἶδες πῶς ἡ ἀρετὴ τοῦ ἀνδρὸς τὴν σωτηρίαν ἐκείνοις προεξένησε; μᾶλλον δὲ οὐχ ἡ ἀρετὴ μόνον, ἀλλὰ καὶ ἡ φιλανθρωπία τοῦ Δεσπότου.

Τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν διὰ μίαν μὲν αἰτίαν ταύτην· δι᾽ ἑτέραν δὲ, ἐπειδὴ ἐβούλετο ζύμην τινὰ καὶ ῥίζαν τοῦ μέλλοντος εἰς τὸ ἑξῆς συνίστασθαι γένους καταλειφθῆναι· οὐκ ἐπειδὴ ἀδύνατον ἦν τῷ Θεῷ καὶ ἄνωθεν πάλιν διαπλάσαι, καὶ ἐξ ἑνὸς μόνου τὸ γένος αὐξῆσαι· ἀλλ᾽ ἐπειδὴ οὕτως ἐδοκίμασε, τὴν οἰκίαν ἀγαθότητα μιμούμενος.

εʹ. Σκόπει δὲ καὶ διὰ τῶν ἑξῆς τοῦ Θεοῦ τὴν ἀγαθότητα. Ὥσπερ γὰρ ἐν τῇ ἀπειλῇ τῆς τιμωρίας, μετὰ τοῦ τῶν ἀνθρώπων γένους καὶ τὰ κτήνη καὶ τὰ ἑρπετὰ, καὶ τὰ πετεινὰ, καὶ τὰ θηρία ἀπολέσθαι εἶπεν· οὕτω καὶ ἐνταῦθα διὰ τὸν δίκαιον καὶ ἐκ τούτων εἰσαχθῆναι εἰς τὴν κιβωτὸν ἀφ᾽ ἑκάστου γένους προστάττει μίαν συζυγίαν, ὥστε σπέρμα καὶ ἀπαρχὴν γενέσθαι τοῦ μετὰ ταῦτα μέλλοντος ἔσεσθαι πλήθους. Καὶ ἀπὸ πάντων, φησὶ, τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν θηρίων, καὶ ἀπὸ πάσης σαρκὸς, δύο δύο ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτὸν, ἵνα τρέφῃς μετὰ σεαυτοῦ· ἄρσεν καὶ θῆλυ ἔσονται. Ἀπὸ πάντων τῶν ὀρνέων τῶν πετεινῶν κατὰ γένος, καὶ ἀπὸ τῶν κτηνῶν κατὰ γένος, καὶ ἀπὸ τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς κατὰ γένος, δύο δύο ἀπὸ πάντων εἰσελεύσονται πρὸς σὲ, τρέφεσθαι μετὰ σεαυτοῦ, ἄρσεν καὶ θῆλυ.

Τοῦτο μὴ ἁπλῶς παραδράμῃς, ἀγαπητέ· ἐννόησον γὰρ ὅσον ἔτικτε τῷ δικαίῳ τὸν θόρυβον, ἐννοοῦντι τὴν τούτων ὅλων ἐπιμέλειαν. Οὐ γὰρ ἤρκει αὐτῷ ἡ φροντὶς τῆς γυναικὸς, καὶ τῶν παίδων, καὶ τῶν τούτων γυναικῶν, ἀλλὰ καὶ ἡ μέριμνα τῶν τοσούτων ἀλόγων καὶ ἡ διατροφὴ προσετίθετο. Ἀλλ᾽ ἀνάμεινον μικρὸν, καὶ ὄψει τοῦ Θεοῦ τὴν ἀγαθότητα, καὶ ὅπως ἐπικουφίζει τὴν ἐπικειμένην φροντίδα τῷ δικαίῳ. Σὺ δὲ λήψῃ σεαυτῷ, φησὶν, ἀπὸ πάντων τῶν βρωμάτων ὧν ἔδεσθε, καὶ συνάξεις πρὸς σεαυτὸν, καὶ ἔσται σοι καὶ ἐκείνοις φαγεῖν. Μὴ νομίσῃς, φησὶν, ἀπρονόητόν σε καταλιμπάνεσθαι.

Ἰδοὺ γὰρ προστάττω καὶ τὰ πρὸς τὴν ὑμετέραν τροφὴν ἀρκοῦντα, καὶ τὰ πρὸς διατροφὴν τῶν ἀλόγων ἅπαντα εἰσαχθῆναι εἰς τὴν κιβωτὸν, ὥστε μήτε ὑμᾶς λιμοῦ καὶ στενοχωρίας πεῖραν λαβεῖν, μήτε τὰ ἄλογα διαφθαρῆναι οὐκ ἔχοντα τὴν κατάλληλον τροφήν.

Καὶ ἐποίησε, φησὶ, Νῶε πάντα ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεὸς, οὕτως ἐποίησεν. Ὅρα μοι πάλιν καὶ ἐνταῦθα ἐγκωμίου μέγεθος. Ἐποίησε, φησὶ, Νῶε πάντα ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός. Οὐ τὸ μὲν τῶν ἐπιταχθέντων εἰς ἔργον ἤγαγε, τοῦ δὲ ἠμέλησεν, ἀλλὰ πάντα τὰ ἐνταλθέντα ἐποίησε, καὶ Οὕτως ἐποίησεν, ὥσπερ ἐνετείλατο αὐτῷ· οὐδὲν παρέλιπεν, ἀλλὰ πάντα ἐπλήρωσε, καὶ ἔδειξε καὶ δι᾽ αὐτῶν τῶν ἔργων, ὅτι δικαίως ἠξιώθη εὐνοίας παρὰ τοῦ Δεσπότου. Πόσων στεφάνων οὐκ ἀξία ἂν γένοιτο ἡ μαρτυρία αὕτη, ἧς ἀπήλαυσε παρὰ τῆς θείας Γραφῆς ὁ δίκαιος; Τίς ἂν γένοιτο μακαριστότερος τοῦ πάντα εἰς ἔργον ἀγαγόντος τὰ παρὰ τοῦ Θεοῦ ἐνταλθέντα, καὶ τοσαύτην ὑπακοὴν περὶ τὰ ἐπιταχθέντα ἐπιδειξαμένου; Καὶ ἵνα μάθῃς ὅσης ἀξιοῦται διὰ τοῦτο τῆς προῤῥήσεως παρὰ τοῦ τῶν ἁπάντων δημιουργοῦ, ἄκουε τῶν ἑξῆς· Καὶ εἶπε, φησὶ, Κύριος ὁ Θεὸς πρὸς Νῶε· Εἴσελθε σὺ καὶ πᾶς ὁ οἶκός σου εἰς τὴν κιβωτόν. Εἶτα ἵνα μάθωμεν, ὡς οὐ χάριτι μόνον σώζει τὸν δίκαιον, ἀλλὰ καὶ τῶν πόνων τὰς ἀμοιβὰς αὐτῷ δίδωσι, καὶ τῆς ἀρετῆς τὰς ἀντιδόσεις, φησί· Διὰ τοῦτό σε προστάττω εἰς τὴν κιβωτὸν εἰσελθεῖν μετὰ τοῦ οἴκου σου, Ὅτι σε εἶδον δίκαιον ἐναντίον ἐμοῦ ἐν τῇ γενεᾷ ταύτῃ. Μεγάλη καὶ ἀξιόπιστος ἡ μαρτυρία.

Τί γὰρ ἂν γένοιτο ταύτης μεῖζον, ὅταν αὐτὸς ὁ Δημιουργὸς, ὁ καὶ εἰς τὸ εἶναι παραγαγὼν, τοιαῦτα ψηφίζηται περὶ τοῦ δικαίου; Ὅτι σε, φησὶν, εἶδον δίκαιον ἐναντίον ἐμοῦ. Ἡ ἀληθὴς ἀρετὴ αὕτη, ὅταν ἐναντίον τοῦ Θεοῦ τις ταύτην ἐπιδείκνυται, ὅταν ὁ ὀφθαλμὸς ἐκεῖνος ὁ ἀπαραλόγιστος τὴν ψῆφον φέρῃ. Εἶτα διδάσκων ἡμᾶς ὁ φιλάνθρωπος Θεὸς τὸ μέτρον τῆς ἀρετῆς, ὅπερ ἀπῄτει τότε παρὰ τοῦ δικαίου (οὐ γὰρ τὸ αὐτὸ μέτρον παρ᾽ ἑκάστου βούλεται τῆς ἀρετῆς εἰσφέρεσθαι, ἀλλὰ τῇ διαφορᾷ τῶν χρόνων καὶ τὴν διαφορὰν τῆς ἀρετῆς ἐπιζητεῖ), φησὶν, Ὅτι σε εἶδον δίκαιον ἐναντίον ἐμοῦ ἐν τῇ γενεᾷ ταύτῃ, εἰς κακίαν ἀποκλινάσῃ τοσαύτην, ἐν τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ, τὴν τοσαύτην ἀγνωμοσύνην ἐπιδειξαμένῃ. Σὲ εἶδον δίκαιον, σὲ μόνον εὗρον εὐγνώμονα, σὲ εἶδον τῆς ἀρετῆς πολὺν ποιούμενον λόγον· σὺ μόνος ἐναντίον μου δίκαιος ὤφθης, τούτων ἁπάντων ἀπολλυμένων· σὲ προστάττω εἰσελθεῖν μετὰ τοῦ οἴκου σου παντὸς εἰς τὴν κιβωτόν· ἀπὸ δὲ τῶν κτηνῶν τῶν καθαρῶν κελεύω σε εἰσαγαγεῖν ἑπτὰ ἑπτά. Ἐπειδὴ προλαβὼν προσέταξεν ἀδιορίστως ἀπὸ πάντων μίαν συζυγίαν εἰσαχθῆναι· διὰ τοῦτο νῦν φησιν, Ἀπὸ δὲ τῶν καθαρῶν ἑπτὰ ἑπτὰ, ἀπὸ δὲ τῶν μὴ καθαρῶν δύο δύο, ἄρσεν καὶ θῆλυ. Εἶτα τὴν αἰτίαν διδάσκων ἐπήγαγε, Διαθρέψαι σπέρμα ἐπὶ πᾶσαν τὴν γῆν.

Ἄξιον δὲ ἐνταῦθα διερευνῆσαι καὶ ἰδεῖν, πόθεν ᾔδει ὁ δίκαιος τίνα μὲν ἦν καθαρὰ, τίνα δὲ ἀκάθαρτα. Οὐδέπω γὰρ ἦν ἡ διαίρεσις αὕτη γεγενημένη, ἣν μετὰ ταῦτα ὁ Μωϋσῆς ἐνομοθέτησε τοῖς Ἰουδαίοις. Πόθεν οὖν ᾔδει; Οἴκοθεν, κινούμενος ἀπὸ τῆς ἐν τῇ φύσει ἐναποκειμένης διδασκαλίας, μετὰ δὲ ταύτης καὶ ὁ λογισμὸς ὑπηγόρευσεν. Οὐδὲν γὰρ ἀκάθαρτον τῶν παρὰ τοῦ Θεοῦ γεγενημένων.

Πῶς γὰρ ἀκάθαρτον καλέσαιμέν τι τῶν δημιουργηθέντων, ἅπαξ τῆς ἄνωθεν ψήφου περὶ αὐτῶν γεγενημένης καὶ εἰπούσης τῆς θείας Γραφῆς, ὅτι Εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν; Ἀλλὰ λοιπὸν ἡ φύσις ἀφ᾽ ἑαυτῆς κινουμένη τὴν διάκρισιν ταύτην ἐπεδείξατο. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἐννόησόν μοι ἔτι καὶ νῦν, ὅπως ἔν τισι μὲν τόποις τινῶν ἀπέχονται ἔνιοι ὡς ἀκαθάρτων καὶ μὴ νενομισμένων, ἔνιοι δὲ τούτων πάλιν τὴν μετάληψιν ποιοῦνται, τῆς συνηθείας αὐτοὺς ἐπὶ τοῦτο ἀγούσης. Οὕτως οὖν καὶ τότε αὐτὴ ἡ ἐναποκειμένη γνῶσις τῷ δικαίῳ ἐδίδασκε, τίνα μὲν ἦν πρὸς βρῶσιν ἐπιτήδεια, τίνα δὲ ἀκάθαρτα, οὐκ ὄντα, ἀλλὰ νομιζόμενα. Τίνος ἕνεκεν, εἰπέ μοι, ὄνον ἀκάθαρτον ἡγούμεθα, καίτοι οὐδὲν ἕτερον σιτούμενον ἢ σπέρματα, ἕτερα δὲ τῶν τετραπόδων πρὸς βρῶσιν ἐπιτήδεια νομίζομεν, καίτοι ἀκαθάρτου τροφῆς μεταλαμβάνοντα;

Οὕτως ἡ παρὰ τοῦ Θεοῦ χορηγηθεῖσα τῇ φύσει γνῶσις τούτων διδάσκαλος ἐγίνετο. Ἑτέρως δὲ ἔστιν εἰπεῖν, ὅτι καὶ ὁ προστάξας Θεὸς τὴν γνῶσιν αὐτῷ τούτων δήλην ἐποίησεν. Ἀλλὰ περὶ μὲν τῶν καθαρῶν καὶ ἀκαθάρτων ἀρκούντως εἰρήκαμεν.

ϛʹ. Πάλιν δὲ ἕτερον ἡμῖν ἀνακύπτει ζήτημα· Τί δήποτε ἀπὸ μὲν τῶν ἀκαθάρτων δύο δύο, ἀπὸ δὲ τῶν καθαρῶν ἑπτὰ ἑπτά; καὶ πάλιν· Τίνος ἕνεκεν οὐχ ἓξ, οὐδὲ ὀκτὼ, ἀλλ᾽ ἑπτά; Τάχα εἰς πολὺ μῆκος ὁ λόγος ἡμῖν ἐκτείνεται· ἀλλ᾽ εἰ μὴ ἀπεκάμετε, καὶ βούλεσθε, συντόμως καὶ περὶ τούτων διδάξομεν τὴν ὑμετέραν ἀγάπην, ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις χορηγήσῃ. Πολλοὶ γὰρ πολλὰ περὶ τούτων μυθολογοῦσι, καὶ ἐντεῦθεν ἀφορμὴν λαμβάνοντες παρατηρήσεις ἀριθμῶν ἐπιδείκνυνται. Ὅτι δὲ οὐκ ἔστι παρατήρησις, ἀλλ᾽ ἡ ἄκαιρος φιλοπραγμοσύνη τῶν ἀνθρώπων ταῦτα ἀναπλάττειν ἐπιχειρεῖ, ὅθεν καὶ αἱ πλείους τῶν αἱρέσεων ἐτέχθησαν, αὐτίκα μάλα εἴσεσθε.

Καὶ γὰρ ὡς ἐπὶ τὸ πλεῖστον (ἵνα δόξωμεν ὡς ἐκ περιουσίας ἐπιστομίζειν τοὺς τὰ ἀπὸ τῶν οἰκείων λογισμῶν ἐπεισφέροντας) εὑρίσκομεν ἐν ταῖς Γραφαῖς μᾶλλον τὸν τῆς συζυγίας ἀριθμὸν σωζόμενον. Καὶ γὰρ ἡνίκα ἀπέστελλε τοὺς μαθητὰς, δύο δύο αὐτοὺς ἀπέστελλε, καὶ αὐτοὶ δὲ πάντες δώδεκα ἦσαν, καὶ τὰ Εὐαγγέλια τέσσαρα τὸν ἀριθμόν ἐστιν. Ἀλλὰ ταῦτα περιττὸν κινεῖν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, δεδιδαγμένης ἅπαξ τοῖς τοιούτοις ἀποφράττειν τὰς ἀκοάς. Ἀναγκαῖον δὲ λοιπὸν εἰπεῖν, τίνος ἕνεκεν ἑπτὰ ἑπτὰ ἀπὸ τῶν καθαρῶν εἰσαχθῆναι εἰς τὴν κιβωτὸν προσέταξε. Τὸ μὲν πλείονα προστάξαι τῶν καθαρῶν εἰσαχθῆναι, διὰ τὸ παραμυθίαν τινὰ ἔχειν καὶ τὸν δίκαιον, καὶ τοὺς σὺν αὐτῷ τῆς ἐξ ἐκείνων ἀπολαύσεως μετέχοντας τὸ δὲ ἑπτὰ ἑπτὰ, καὶ τοῦτο πάλιν, εἰ τὴν αἰτίαν μάθοιτε, ἀπόδειξις ἂν εἴη μεγίστη τῆς φιλοθέου γνώμης τοῦ δικαίου.

Ἐπειδὴ γὰρ ᾔδει ὁ φιλάνθρωπος Θεὸς τοῦ ἀνδρὸς τὴν ἀρετὴν, καὶ ὅτι δίκαιος ὢν, καὶ τοσαύτης ἀπολαύσας παρὰ τοῦ Δεσπότου φιλανθρωπίας, καὶ τοῦ τοσούτου κλυδωνίου διαφυγὼν τὴν πεῖραν, ἤμελλε μετὰ τὴν ἀπαλλαγὴν τῶν δεινῶν, καὶ τὸ ἐλευθερωθῆναι τῆς ἐν τῇ κιβωτῷ διαγωγῆς, τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείκνυσθαι, καὶ βούλεσθαι θυσίας ἀνενέγκαι ὑπὲρ εὐχαριστίας τῶν γεγενημένων καὶ ὑπηργμένων αὐτῷ, ἵνα μὴ τοῦτο ποιῶν ἀκρωτηριάσῃ τὰς συζυγίας, διὰ τοῦτο προειδὼς αὐτοῦ τῆς γνώμης τὸ εὐχάριστον κελεύει ἑπτὰ ἑπτὰ εἰσάγεσθαι ἀφ᾽ ἑκάστου γένους τῶν ὀρνέων, ἵνα τῆς πανωλεθρίας παυσαμένης καὶ τὸν οἰκεῖον σκοπὸν ἐπιδείξηται, καὶ τῇ συζυγίᾳ τῶν πετεινῶν καὶ τῶν λοιπῶν ὀρνέων μὴ λυμήνηται, ὃ δὴ καὶ προϊούσης τῆς διδασκαλίας μαθήσεσθε, ἐπειδὰν εἰς αὐτὸν τὸν τόπον παραγενώμεθα.

Ὄψεσθε γὰρ τὸν δίκαιον τοῦτον τοῦτο πεποιηκότα. Ἐμάθετε τὴν αἰτίαν, δι᾽ ἣν ἑπτὰ ἑπτὰ εἰσαγαγεῖν προσετάχθη. Μηκέτι λοιπὸν ἀνέχεσθε τῶν μυθολογεῖν ἐπιχειρούντων, καὶ καταστοιχειουμένων τῆς θείας Γραφῆς, καὶ τὰ ἀπὸ τοῦ οἰκείου νοὸς ἐπεισφερόντων τοῖς θείοις διδάγμασιν. Ἐπειδὴ τοίνυν διετάξατο πάντα σαφῶς, καὶ περὶ τῶν ὀρνέων, καὶ περὶ τῶν καθαρῶν, καὶ περὶ τῶν ἀκαθάρτων, καὶ τῆς τούτων διατροφῆς, φησὶ πρὸς τὸν δίκαιον· Ἔτι γὰρ ἡμερῶν ἑπτὰ, καὶ ἰδοὺ ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, καὶ ἐξαλείψω πᾶσαν τὴν ἐξανάστασιν, ἣν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους.

Σκόπει μοι καὶ ἐκ τῶν νῦν εἰρημένων τῆς ἀγαθότητος αὐτοῦ τὴν ὑπερβολὴν, πῶς μετὰ τὴν τοσαύτην μακροθυμίαν καὶ νῦν πρὸ ἑπτὰ ἡμερῶν προλέγει, βουλόμενος τῷ φόβῳ σωφρονεστέρους αὐτοὺς ποιῆσαι, καὶ εἰς μετάνοιαν ἀγαγεῖν. Καὶ ὅτι διὰ τοῦτο προλέγει, ἵνα μὴ ἐπαγάγῃ τὰ παρ᾽ αὐτοῦ εἰρημένα, ἐννόει μοι τοὺς Νινευΐτας, καὶ βλέπε πόση ἡ διαφορὰ τούτων κἀκείνων. Μετὰ γὰρ τοσαῦτα ἔτη ἀκούσαντες ὅτι ἐπὶ θύραις ἐστὶ τὰ δεινὰ, οὐδὲ οὕτω τῆς κακίας ἔστησαν.

Καὶ μὴν εἰώθαμέν πως, μελλούσης μὲν τῆς τιμωρίας, ῥᾳθυμεῖν καὶ διαναβάλλεσθαι· ἐπειδὰν δὲ πλησίον ὦμεν τῶν λυπεῖν δυναμένων, τότε συστέλλεσθαι καὶ πολλὴν ἐπιδείκνυσθαι τὴν μεταβολήν· ὃ δὴ καὶ ἐπὶ τῶν Νινευϊτῶν γέγονεν. Ἐπειδὴ γὰρ ἤκουσαν, ὅτι Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται, οὐ μόνον οὐκ ἀπηγόρευσαν, ἀλλὰ καὶ διανέστησαν πρὸς τὸ ῥηθὲν, καὶ τοσαύτην τῶν κακῶν τὴν ἀποχὴν ἐποιήσαντο, καὶ οὕτως ἀκριβῆ τὴν ἐξομολόγησιν ἐπεδείξαντο, ὡς καὶ μέχρι τῶν ἀλόγων ἐπεκτεῖναι αὐτοὺς τὰ τῆς ἐξομολογήσεως· οὐχ ὅτι δὲ τὰ ἄλογα ἐξωμολογήσαντο (πῶς γὰρ τὰ λόγων ἔρημα;), ἀλλ᾽ ἵνα διὰ τούτων ἐπισπάσωνται εἰς τὴν περὶ αὑτοὺς φιλανθρωπίαν τὸν ἀγαθὸν Δεσπότην. Κηρύξαντες γὰρ, φησὶ, νηστείαν, προσέταξαν οἱ περὶ τὸν βασιλέα, καὶ τὰ κτήνη, καὶ τοὺς βόας, καὶ πάντα τὰ ἄλογα μήτε νομῆς μετασχεῖν, μήτε ὕδατος, ἀλλὰ πᾶσα τότε ἡ τῶν ἀνθρώπων φύσις σάκκον περιβαλ[λ]ομένη, καὶ αὐτὸς ὁ ἐπὶ τοῦ θρόνου καθήμενος βασιλεὺς, πολλὴν καὶ σύντονον τὴν ἐξομολόγησιν ἐποιήσαντο, καὶ ταῦτα οὐκ εἰδότες ὅτι διαφεύξονται τὴν τιμωρίαν. Ἔλεγον γὰρ, Τίς οἶδεν, εἰ ἄρα μετανοήσει ὁ Θεὸς ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησε ποιῆσαι ἡμῖν;

ζʹ. Εἶδες βαρβάρων εὐγνωμοσύνην; εἶδες πῶς οὐδὲ ἡ τῶν ἡμερῶν στενοχωρία αὐτοὺς ὀκνηροτέρους εἰργάσατο, οὐδὲ ἀπαγορεῦσαι πεποίηκεν; Ὅρα καὶ τούτους μετὰ τοσοῦτον ἀριθμὸν ἐτῶν ἀκούσαντας, ὅτι ἔτι ἑπτὰ ἡμέραι, καὶ ὁ κατακλυσμὸς ἐπάγεται, οὐδὲ οὕτως ἐπιστρεφομένους, ἀλλ᾽ ἀναλγήτως διακειμένους, ὅθεν ὡμολογημένον ἂν εἴη, ὅτι ἡ προαίρεσις ἡ ἡμετέρα τῶν κακῶν ἁπάντων αἰτία. Ἰδοὺ γὰρ καὶ οὗτοι ἄνθρωποι, κἀκεῖνοι ἄνθρωποι, καὶ τῆς αὐτῆς φύσεως, ἀλλ᾽ οὐ τῆς αὐτῆς προαιρέσεως.

Διὸ οὐδὲ τῶν αὐτῶν ἀπήλαυσαν, ἀλλ᾽ οἱ μὲν διέφυγον τὴν καταστροφὴν, τοῦ ἀγαθοῦ Θεοῦ ἀρκεσθέντος αὐτῶν τῇ μετανοίᾳ διὰ τὴν οἰκείαν φιλανθρωπίαν, οἱ δὲ ὑποβρύχιοι γενόμενοι πανωλεθρίᾳ παρεδόθησαν. Ἔτι γὰρ, φησὶν, ἡμερῶν ἑπτὰ, ἐπάγω ὑετὸν ἐπὶ τῆς γῆς. Εἶτα αὐξῆσαι τὸν φόβον βουλόμενός φησι· Τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. Τί γάρ; οὐκ ἦν αὐτῷ δυνατὸν, εἴπερ ἐβούλετο, ἐν μιᾷ ἡμέρᾳ πάντα τὸν ὑετὸν ἐπαγαγεῖν; Τί δὲ λέγω ἐν μιᾷ ἡμέρᾳ; Ἐν μιᾷ ῥοπῇ. Ἀλλ᾽ ἐπίτηδες τοῦτο ποιεῖ βουλόμενος ὁμοῦ καὶ τὸν φόβον ἐπιτεῖναι, καὶ ἀφορμὴν αὐτοῖς παρασχεῖν τοῦ κἂν πρὸς αὐταῖς ταῖς θύραις γενομένους τὴν τιμωρίαν διαφυγεῖν. Καὶ ἐξαλείψω, φησὶ, πᾶσαν τὴν ἐξανάστασιν, ἣν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους. Ὅρα πῶς καὶ ἅπαξ καὶ δεύτερον προλέγει, καὶ οὐδὲ οὕτω καθικνεῖται. Ταῦτα δὲ πάντα ἐποίει, ἵνα ἡμᾶς διδάξῃ, ὅτι δικαίως αὐτοῖς τὴν τοσαύτην τιμωρίαν ἐπήγαγε, καὶ μηδεὶς ἔχῃ μέμφεσθαι τῶν ἀνοήτων, καὶ λέγειν, ὅτι Εἰ ἐμακροθύμησεν, ἄρα ἂν ἀπέσχοντο τῆς κακίας, καὶ ἐπανῆλθον πρὸς τὴν ἀρετήν.

Διὸ καὶ τῶν ἐτῶν τὸν ἀριθμὸν δῆλον ἡμῖν ποιεῖ, καὶ τῆς κιβωτοῦ τὴν κατασκευὴν προστάττει. Καὶ μετὰ ταῦτα ἅπαντα καὶ πρὸ τῶν ἑπτὰ ἡμερῶν προλέγει, ἵνα πάντων τῶν ἀπερισκέπτως φθέγγεσθαι βουλομένων ἐπιστομίσῃ τὴν ἀναίσχυντον γλῶσσαν. Καὶ ἐποίησε, φησὶ, Νῶε πάντα ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός. Ὅρα πῶς καὶ νῦν ἀνακηρύττει τοῦ δικαίου τὴν εὐγνωμοσύνην καὶ τὴν ὑπακοὴν ἡ θεία Γραφὴ, διδάσκουσα ὡς οὐδὲν τῶν ἐπιταχθέντων παρέλιπεν, ἀλλὰ πάντα πληρώσας, τῆς οἰκείας ἀρετῆς καὶ διὰ τούτου τὴν ἀπόδειξιν παρέσχετο.

ηʹ. Τοῦτον τοίνυν καὶ ἡμεῖς μιμησώμεθα τὸν δίκαιον, καὶ τὰς παρὰ τοῦ Θεοῦ ἐντολὰς ἡμῖν δεδομένας πληροῦν σπουδάζωμεν, καὶ μὴ καταφρονῶμεν τῶν παρὰ τοῦ Θεοῦ δεδομένων ἡμῖν νόμων, ἀλλ᾽ ἔναυλον ἔχοντες τούτων τὴν μνήμην, πρὸς τὴν τούτων κατόρθωσιν ἐπειγώμεθα, καὶ μὴ ῥᾳθύμως τὰ κατὰ τὴν ἑαυτῶν σωτηρίαν οἰκονομῶμεν, καὶ μάλιστα ὅτι πολλῷ μεῖζον μέτρον ἀρετῆς νῦν ἀπαιτούμεθα, ὅσῳ καὶ μειζόνων ἀπηλαύσαμεν. Διὸ καὶ ὁ Χριστὸς ἔλεγεν, Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Σκοπῶμεν τοίνυν καθ᾽ ἑαυτοὺς, καὶ μὴ ἁπλῶς παρατρέχωμεν τὸ εἰρημένον, ἀλλὰ ἐννοήσωμεν, ὅση κείσεται κόλασις τοῖς μὴ μόνον ὑπερβαίνειν ἐκείνους μὴ σπουδάζουσιν, ἀλλὰ καὶ ἔλαττον αὐτῶν ἔχουσι, καὶ μὴ ἀνεχομένοις μήτε ὀργὴν ἀφεῖναι τῷ πλησίον, μήτε καθαρὰν τὴν γλῶτταν διατηρεῖν ἀπὸ τῶν ὅρκων, μήτε τῷ ὀφθαλμῷ βουλομένοις ἀποτειχίζειν τὴν ἐπιβλαβῆ θέαν, καὶ τοῦ Δεσπότου προστάττοντος, μὴ μόνον ἀδικούμενον φέρειν γενναίως, ἀλλὰ καὶ ἐπιδαψιλεύεσθαι· Τῷ θέλοντι γάρ σοι, φησὶ, κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον.

Ἡμεῖς δὲ πολλάκις καὶ ἀδικεῖν ἐπιχειροῦμεν τὸν πλησίον, ἢ καὶ ἀμύνασθαι τὸν ἀδικοῦντα, καίτοι προσταττόμενοι μὴ μόνον τοὺς ἀγαπῶντας ἀγαπᾷν (Τοῦτο γὰρ καὶ οἱ τελῶναι, φησὶ, ποιοῦσιν), ἀλλὰ καὶ πρὸς τοὺς ἐχθραίνοντας γνησίως διακεῖσθαι, οὐδὲ πρὸς τοὺς ἀγαπῶντας τὴν ἴσην ἀγάπην ἐπιδεικνύμεθα.

Διὰ ταῦτα ἀλγῶ καὶ ὀδυνῶμαι ὁρῶν τῆς μὲν ἀρετῆς τοσαύτην ἐν ἡμῖν τὴν σπάνιν, τῆς δὲ κακίας καθ᾽ ἑκάστην ἡμέραν τὴν ἐπίτασιν γινομένην, καὶ οὔτε τῆς γεέννης τὸν φόβον ἐκκόπτοντα ἡμῶν τὴν ἐπὶ τὴν κακίαν ὁρμὴν, οὔτε τῆς βασιλείας τὸν πόθον προτρεπόμενον ἐπὶ τὴν τῆς ἀρετῆς ὁδὸν, ἀλλὰ πάντας, ὡς εἰπεῖν, βοσκημάτων δίκην ἀπαγομένους, καὶ οὐδεμίαν ἔννοιαν λαμβάνοντας οὔτε τῆς φοβερᾶς ἐκείνης ὥρας, οὔτε τῶν παρὰ τοῦ Θεοῦ τεθέντων ἡμῖν νόμων, ἀλλὰ πρὸς τὴν τῶν ἀνθρώπων ὑπόληψιν ἅπαντας ἐπτοημένους, καὶ τὸν παρὰ τούτων ἔπαινον θηρωμένους, καὶ μηδὲ ἀκούειν τοῦ Εὐαγγελίου λέγοντος, Πῶς δύνασθε ὑμεῖς πιστεῦσαι δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, καὶ τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; Ὥσπερ δὲ οἱ ταύτης ἐφιέμενοι, ἐκείνης παντελῶς ἐκπίπτουσιν, οὗτος οἱ ἐκείνης διηνεκῶς ἐξηρτημένοι, οὐδὲ ταύτης ἀποστεροῦνται.

Καὶ γὰρ αὐτὸς προλαβὼν ἐπηγγείλατο λέγων, Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· καὶ τῷ περὶ ἐκείνην ἔχοντι τὸν πόθον ταῦτα πάντα ἕπεται. Ὁ γὰρ ἐκεῖ πτερώσας αὐτοῦ τὴν διάνοιαν, πάσης τῆς παρούσης εὐημερίας, ὡς οὐδὲ οὔσης, ὑπερορᾷ. Οἱ γὰρ τῆς πίστεως ὀφθαλμοὶ ὅταν ἐκεῖνα κατοπτεύωσι τὰ ἀπόῤῥητα ἀγαθὰ, οὐδὲ αἴσθησιν λαμβάνουσι τῶν ὁρωμένων· τοσοῦτο τὸ μέσον ἐκείνων καὶ τούτων. Ἀλλ᾽ οὐδένα ὁρῶ προτιμῶντα τῶν ὁρωμένων τὰ μὴ ὁρώμενα. Διὸ λύπη μοί ἐστι, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου, ὅτι οὐδὲ ἡ πεῖρα τῶν πραγμάτων ἡμᾶς ἐπαίδευσεν, οὐδὲ αἱ τοῦ Θεοῦ ὑποσχέσεις, οὐδὲ τῶν δωρεῶν τὸ μέγεθος πρὸς τὸν τῆς βασιλείας πόθον μεταστῆναι παρεσκεύασεν, ἀλλ᾽ ἔτι χαμαὶ συρόμενοι προτιμῶμεν τὰ γήϊνα τῶν οὐρανίων, τὰ πρόσκαιρα τῶν μελλόντων, τὰ πρὶν ἢ φανῆναι ἀφιπτάμενα τῶν διαιωνιζόντων, καὶ τὴν πρόσκαιρον ἡδονὴν τῆς διηνεκοῦς ἡδονῆς, καὶ τὴν βραχεῖαν εὐημερίαν ταύτην τοῦ παρόντος βίου τῶν ἀτελευτήτων αἰώνων ἐκείνων.

Οἶδα ὅτι δάκνει τὴν ἀκοὴν ταυτὶ τὰ ῥήματα, ἀλλὰ σύγγνωτε. Ἐπιθυμῶν τὴν ὑμῶν σωτηρίαν ταῦτα φθέγγομαι, καὶ βουλόμενος ἐνταῦθα μικρὸν ὑμᾶς δηχθέντας τὴν αἰώνιον κόλασιν διαφυγεῖν, ἢ πρὸς ὀλίγον ψυχαγωγηθέντας διηνεκῆ τὴν τιμωρίαν ὑπέχειν. Εἰ γὰρ ἀνάσχησθε τῶν ἐμῶν λόγων, καὶ τὴν προλαβοῦσαν ἀθυμίαν ἀποσείσεσθε, καὶ μάλιστα νῦν ὡς ἔτι ὁ βραχὺς οὗτος καιρὸς τῆς ἁγίας ὑμῖν ὑπολέλειπται τεσσαρακοστῆς, δυνήσεσθε καὶ τὰ ἡμαρτημένα ἀπονίψασθαι, καὶ πολλὴν παρὰ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν ἐπισπάσασθαι, οὐδὲ γὰρ πολλῶν ἡμερῶν δεῖται ὁ Δεσπότης, οὐδὲ χρόνου, ἀλλ᾽ ἐὰν θελήσωμεν καὶ ἐν ταῖς δυσὶ ταύταις ἑβδομάσι πολλὴν τὴν διόρθωσιν τῶν ἐπταισμένων ἡμῖν ποιησόμεθα. Εἰ γὰρ τοὺς Νινευΐτας, ἐπειδὴ τριῶν ἡμερῶν τὴν μετάνοιαν ἐπεδείξαντο, τοσαύτης ἠξίωσε φιλανθρωπίας, πολλῷ δὴ μᾶλλον ἡμᾶς οὐ περιόψεται· μόνον ἐὰν τὴν ἀληθῆ μετάνοιαν ἐπιδειξώμεθα, καὶ τῆς κακίας ἀποστάντες ἁψώμεθα τῆς ἐπὶ τὴν ἀρετὴν φερούσης ὁδοῦ. Καὶ γὰρ περὶ ἐκείνων, τῶν Νινευϊτῶν λέγω, μαρτυροῦσα ἡ θεία Γραφὴ, τοῦτό φησιν, ὅτι Εἶδεν ὁ Θεὸς ὅτι ἀπέστη ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς.

Ἐὰν τοίνυν καὶ ἡμᾶς ἴδῃ μεταταξαμένους πρὸς τὴν ἀρετὴν, καὶ ἐκκλίναντας μὲν ἀπὸ τῆς κακίας, ἐπὶ δὲ τὴν τῶν ἀγαθῶν ἐργασίαν σπεύδοντας. δέξεται καὶ ἡμῶν τὴν ἐπιστροφὴν, καὶ τῶν φορτίων ἐλευθερώσας τῶν ἁμαρτημάτων παρέξει τὰς παρ᾽ ἑαυτοῦ δωρεάς.

Οὐδὲ γὰρ ἡμεῖς οὕτω τῆς τῶν ἁμαρτημάτων ἀπαλλαγῆς ἐπιθυμοῦμεν, καὶ σωτηρίας ἐφιέμεθα, ὡς αὐτὸς σπεύδει καὶ ἐπείγεται κἀκείνων ἡμῖν τὴν ἀπαλλαγὴν δωρήσασθαι, καὶ τῆς σωτηρίας τὴν ἀπόλαυσιν παρασχεῖν. Διὰ τοῦτο, παρακαλῶ, διεγείρωμεν ἑαυτῶν τὸν λογισμὸν, καὶ ἕκαστος ἐξεταστὴς ἑαυτῷ γινέσθω, εἴ τι πλέον αὐτῷ κατώρθωται ἐν τῷ παρελθόντι χρόνῳ, εἴ τινα ὄνησιν ἔσχεν ἐκ τῆς συνεχοῦς ταύτης διδασκαλίας, εἴ τι ἐκαρπώσατο εἰς τὴν τοῦ πλησίον κατάστασιν, εἴ τινα τῶν ἐλαττωμάτων διώρθωσε τῶν ἑαυτοῦ, εἴ τινα πρὸς φιλοσοφίαν προτροπὴν ἐδέξατο ἐκ τῆς καθημερινῆς ἡμῶν παραινέσεως· καὶ τοῖς μὲν ἤδη κατωρθωμένοις προσθήκην ἐπινοείτω, καὶ μηδέποτε παυέσθω τῆς καλῆς ταύτης ἐργασίας.

Εἰ δέ τις ὑπὸ τῆς συνηθείας τῆς περὶ αὐτὸν κεκρατημένος ὁρᾷ ἑαυτὸν τοῖς αὐτοῖς ἐπιμένοντα, βιασάσθω ἑαυτοῦ τὸν λογισμὸν, δίκην ἀπαιτήσας τῆς τοσαύτης ῥᾳθυμίας, καὶ μὴ ἀνάσχοιτο περαιτέρω προελθεῖν, ἀλλὰ μέχρι τούτου στήσας τὰ τῆς πονηρᾶς συνηθείας, ἐκκοπτέτω τὴν ὁρμὴν, ἀναχαιτιζέτω τὸν λογισμὸν, εἰς ἔννοιαν ἑαυτὸν ἀγέτω τῆς φοβερᾶς ἐκείνης ἡμέρας, ἀναλογιζέσθω τῆς φρικτῆς ταύτης τραπέζης τὴν ἀπόλαυσιν, καὶ τοῦ ἐντεῦθεν ἐκπηδῶντος πυρὸς τὴν φαιδρότητα, καὶ τὴν καυστικὴν δύναμιν, καὶ οἵαν ἀπαιτεῖ τοῦ προσιόντος εἶναι τὴν διάνοιαν, παντὸς ῥύπου, πάσης κηλῖδος καθαρεύουσαν, καὶ τῶν ἀτόπων λογισμῶν τὴν συνουσίαν ἐκτρεπομένην, ἵν᾽ οὕτως ἑαυτοὺς εὐτρεπίσαντες ταῖς μεταξὺ ταύταις ἡμέραις δυνηθῶμεν, καθ᾽ ὅσον οἷόν τε ἐκκαθάραντες ἑαυτοὺς, καὶ τῆς ἐντεῦθεν ἀπολαύσεως μετασχεῖν, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀξιωθῆναι, ὧν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΚΕʹ. Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς. αʹ. Τῆς ὑποθέσεως βούλομαι πάλιν ἅψασθαι, περὶ ἧς πρώην διελέχθην ὑμῶν τῇ ἀγάπῃ, καὶ τὴν κατὰ τὸν δίκαιον Νῶε πάλιν ἱστορίαν εἰς μέσον ἀγαγεῖν. Πολὺς γὰρ ὁ τῆς ἀρετῆς τοῦ δικαίου πλοῦτος, καὶ προσήκει ἡμᾶς κατὰ δύναμιν ἡμετέραν πάντα κατὰ μικρὸν διερευνησαμένους πολλὴν ὑμῖν τὴν εὐπορίαν ἐντεῦθεν παρασχεῖν.

Ἀλλὰ συντείνατε μοι, παρακαλῶ, τὴν διάνοιαν, ἵνα μηδὲν ὑμᾶς διαφύγῃ τῶν ἐγκειμένων νοημάτων. Ἀναγκαῖον δὲ πρότερον ὑπομνῆσαι ὑμῶν τὴν ἀγάπην, μέχρι τίνος ἡμῖν πρώην ἔληξε τὰ τῆς διδασκαλίας, ἵνα ἐκεῖθεν πάλιν ἀναλαβόντες σήμερον τὸν λόγον, οὕτως ὑφάνωμεν τοῖς εἰρημένοις καὶ τὰ νῦν μέλλοντα ῥηθήσεσθαι.

Οὕτω γὰρ ὑμῖν εὐσύνοπτα ἔσται καὶ τὰ νῦν λεγόμενα. Ποῦ οὖν τὸ τέλος ἔσχεν ἡμῖν τὰ τῆς διδασκαλίας; Εἶπε, φησὶ, Κύριος ὁ Θεὸς τῷ Νῶε· Εἴσελθε σὺ καὶ πᾶς ὁ οἶκός σου εἰς τὴν κιβωτὸν, ὅτι σε εἶδον δίκαιον ἐναντίον ἐμοῦ ἐν τῇ γενεᾷ ταύτῃ· ἀπὸ δὲ τῶν κτηνῶν τῶν καθαρῶν εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτὰ, καὶ ἀπὸ τῶν κτηνῶν τῶν μὴ καθαρῶν δύο δύο.

Ἔτι γὰρ ἑπτὰ ἡμερῶν, ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, καὶ ἐξαλείψω πᾶσαν τὴν ἐξανάστασιν, ἣν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους. Καὶ ἐποίησε Νῶε πάντα ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός. Μέχρι τούτου στήσαντες τὸν λόγον ἐνταῦθα κατεπαύσαμεν τὴν διδασκαλίαν. Μέμνησθε γὰρ ἴσως καὶ αὐτοὶ, ὅτε τὴν αἰτίαν εἰρήκαμεν ὑμῶν τῇ ἀγάπῃ, τίνος ἕνεκεν ἀπὸ μὲν τῶν καθαρῶν ἑπτὰ προσέταξεν εἰσαχθῆναι, ἀπὸ δὲ τῶν ἀκαθάρτων δύο δύο. Φέρε οὖν λοιπὸν σήμερον τοῖς ἑξῆς ἀναγνωσθεῖσιν ἐπεξέλθωμεν, καὶ ἴδωμεν τί διηγεῖται ἡμῖν ἡ θεία Γραφὴ μετὰ τὴν εἴσοδον τοῦ Νῶε εἰς τὴν κιβωτόν. Νῦν γὰρ, εἰ καί ποτε ἄλλοτε, μάλιστα πολλὴν ἐπιδείκνυσθαι ἡμᾶς προσήκει τὴν σπουδὴν, ὅτε διὰ τὸν τῆς νηστείας καιρὸν καὶ τῆς ἡδίστης ὑμῶν συντυχίας συνεχῶς ἀπολαύομεν, καὶ τῆς περὶ τὴν τρυφὴν ἀδηφαγίας ἀπηλλάγμεθα, καὶ διεγηγερμένων ἔχοντες τὸν λογισμὸν δυνάμεθα μετὰ ἀκριβείας προσέχειν τοῖς λεγομένοις. Πόθεν οὖν ἡμῖν ἡ ἀρχὴ γέγονε τῶν σήμερον ἀναγνωσθέντων, ἀναγκαῖον εἰπεῖν. Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, φησὶ, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς.

Προσέχετε, παρακαλῶ, καὶ μὴ ἁπλῶς παραδράμωμεν τὸ εἰρημένον· ἔχει γάρ τινα πλοῦτον ἐγκεκρυμμένον ταυτὶ τὰ βραχέα ῥήματα, καὶ ἐὰν συντείνωμεν ἡμῶν τὴν διάνοιαν, καὶ ἐξ αὐτοῦ τούτου δυνησόμεθα καταμαθεῖν τῆς τε φιλανθρωπίας τοῦ Δεσπότου τὴν ὑπερβολὴν, καὶ τῆς τῶν τότε ἀνθρώπων κακίας τὴν πολλὴν ἐπίτασιν. Νῶε δὲ ἦν ἐτῶν, φησὶν, ἑξακοσίων. Οὐχ ἁπλῶς ἡμᾶς τὸν ἀριθμὸν τῶν ἐτῶν ἐδίδαξε τοῦ δικαίου, οὐδὲ ἵνα αὐτὸ τοῦτο μάθωμεν, πόσων ἦν ἐτῶν ὁ δίκαιος, ἀλλ᾽ ἐπειδὴ προλαβοῦσα ἐδίδαξεν ἡμᾶς ἡ θεία Γραφὴ ἤδη εἰποῦσα, ὅτι Νῶε δὲ ἦν ἐτῶν πεντακοσίων, καὶ μετὰ τὸ γνώριμον ἡμῖν ποιῆσαι τῶν ἐτῶν τὸν ἀριθμὸν, τότε διηγήσατο τῶν ἀνθρώπων τὴν πολλὴν περὶ τὴν κακίαν ῥοπὴν, καὶ ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος· διό φησιν ὁ Θεὸς, Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας, προμηνύων αὐτοῖς τῆς ἀγανακτήσεως αὐτοῦ τὴν ὑπερβολήν· εἶτα ἵνα δῷ αὐτοῖ, καιρὸν ἀρκοῦντα πρὸς τὸ μεταβαλέσθαι, καὶ τὴν πεῖραν διαφυγεῖν τῆς ἀγανακτήσεως, φησίν· Ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἔτη ἑκατὸν εἴκοσι· ἀντὶ τοῦ, μακροθυμήσω ἔτι μετὰ τὰ πεντακόσια ἔτη.

Οὐδὲ γὰρ ἐπαύσατο ὁ δίκαιος οὗτος ἐν τοῖς πεντακοσίοις ἔτεσι διὰ τῆς οἰκείας προσηγορίας πάντας αὐτοὺς ὑπομιμνήσκων, καὶ ἐνάγων, εἴπερ ἐβούλοντο προσέχειν, ὥστε καὶ τῆς κακίας ἀποστῆναι καὶ πρὸς τὴν ἀρετὴν μετατάξασθαι. Ἀλλ᾽ ὅμως, φησὶ, καὶ νῦν ἔτι ἑκατὸν εἴκοσι ἐτῶν ἀριθμὸν ὑπισχνοῦμαι μακροθυμήσειν, ἵνα τῷ μεταξὺ χρόνῳ εἰς δέον χρησάμενοι, καὶ τὴν κακίαν φύγωσι, καὶ τῆς ἀρετῆς ἀντιλάβωνται.

Καὶ οὐ μόνον τῇ ὑποσχέσει τῶν ἐτῶν ἑκατὸν εἴκοσι ἠρκέσθη, ἀλλὰ καὶ τῷ δικαίῳ προστάττει κιβωτὸν τεκτήνασθαι, ἵνα καὶ αὐτὴ ἡ ὄψις τῆς κιβωτοῦ πάλιν ἀρκοῦσαν αὑτοῖς ὑπόμνησιν παράσχῃ, καὶ μηδεὶς ἀγνοήσῃ τῆς μελλούσης τιμωρίας ἐπάγεσθαι τὸ μέγεθος. Αὐτὸ γὰρ τοῦτο τὸν δίκαιον ἐκεῖνον καὶ εἰς τὴν ἄκραν τῆς κορυφῆς φθάσαντα τοσαύτην ποιεῖσθαι σπουδὴν περὶ τὴν τῆς κιβωτοῦ κατασκευὴν, ἱκανὸν πάντας τοὺς νοῦν ἔχοντας εἰς ἀγωνίαν καὶ φόβον ἐμβαλεῖν, καὶ πεῖσαι ἐξευμενίσασθαι τὸν οὕτως ἥμερον καὶ φιλάνθρωπον Δεσπότην.

Εἰ γὰρ οἱ βάρβαροι ἐκεῖνοι, οἱ Νινευῖται λέγω· πάλιν γὰρ αὐτοὺς ἀναγκαῖον εἰς μέσον ἀγαγεῖν, ἵνα ταύτῃ καὶ μᾶλλον δειχθῇ καὶ τούτων ἡ ὑπερβάλλουσα κακία, κἀκείνων ἡ πολλὴ εὐγνωμοσύνη. Καὶ γὰρ ὁ Δεσπότης ἡμῶν τότε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ, τῇ τῆς κρίσεως λέγω, δούλους καὶ δούλους εἰς μέσον ἄγων, οὕτω τὴν κατάκρισιν ἐργάζεται, ὅταν δειχθῶσιν οἱ τῶν αὐτῶν ἀπολαύσαντες καὶ τῶν αὐτῶν μετασχόντες μὴ τὴν αὐτὴν ἀρετὴν μετελθόντες· πολλάκις δὲ καὶ ἐξ ἀνίσων ποιεῖται τὰς συγκρίσεις, ἵνα πλείονα τὴν κατάκρισιν τοῖς ἐῤῥᾳθυμηκόσιν ἐπαγάγῃ. Διὰ τοῦτο καὶ ἐν τοῖς Εὐαγγελίοις ἔλεγεν· Ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτὴν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε· μονονουχὶ λέγων, ὅτι οἱ βάρβαροι οἱ μηδεμιᾶς ἐπιμελείας ἀπολαύσαντες, οἱ μὴ προφητικῶν διδαγμάτων ἀκούσαντες, οἱ σημεῖα μὴ θεασάμενοι, οἱ θαύματα μὴ ἰδόντες, ἀλλ᾽ ἑνὸς ἀνθρώπου ἐκ ναυαγίου διασωθέντος ῥήματα ἀκούσαντες πολλὴν αὐτοῖς τὴν ἀπόγνωσιν παρασχεῖν δυνάμενα, καὶ εἰς ἀμηχανίαν ἐμβαλεῖν, ὡς καὶ ὑπεριδεῖν τῶν παρ᾽ αὐτοῦ λεγομένων, οὐ μόνον οὐ κατεφρόνησαν τῶν τοῦ προφήτου ῥημάτων, ἀλλὰ καὶ εἰς τριῶν ἡμερῶν στενοχωρίαν ἀποληφθέντες, οὕτως ἀκριβῆ καὶ συντεταμένην τὴν μετάνοιαν ἐπεδείξαντο, ὥστε τὴν ἀπόφασιν ἀνακαλέσασθαι τοῦ Δεσπότου.

Οὗτοι οὖν, φησὶ, κατακρινοῦσι ταύτην τὴν γενεὰν, τὴν τοσαύτης ἀπολαύσασαν ἐπιμελείας, τὴν προφητικαῖς ἐντραφεῖσαν βίβλοις, τὴν σημεῖα καὶ τέρατα καθ᾽ ἑκάστην ἡμέραν θεωμένην. Εἶτα ἵνα καὶ τούτων τῆς ἀπιστίας δείξῃ τὴν ὑπερβολὴν, κἀκείνων τὴν ἄφατον εὐγνωμοσύνην, ἐπήγαγεν, Ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε· ἐκεῖνοι μὲν, φησὶν, εὐτελῆ ἄνθρωπον θεασάμενοι τὸν Ἰωνᾶν, καὶ ἐδέξαντο τὸ παρ᾽ αὐτοῦ κήρυγμα, καὶ ἀκριβεστάτην ἐπεδείξαντο τὴν μετάνοιαν· οὗτοι δὲ οἱ πολλῷ πλείω τοῦ Ἰωνᾶ, καὶ αὐτὸν τὸν τῶν ὅλων δημιουργὸν ὁρῶντες σὺν αὐτοῖς συναναστρεφόμενον, καὶ τοσαῦτα καὶ τοιαῦτα θαυμάσια ἐφ᾽ ἑκάστης ἐργαζόμενον, λεπροὺς καθαίροντα, νεκροὺς ἐγείροντα, τὰ πηρώματα τῆς φύσεως διορθούμενον, δαίμονας ἐλαύνοντα, νόσους ἰώμενον, μετ᾽ ἐξουσίας πολλῆς ἁμαρτημάτων ἄφεσιν χαριζόμενον, οὐδὲ τὴν αὐτὴν τοῖς βαρβάροις πίστιν ἐπεδείξαντο.

βʹ. Ἀλλ᾽ ἐπὶ τὴν ἀκολουθίαν ἐπανέλθωμεν τοῦ λόγου, ἵνα εἰδῇς καὶ τούτων τῆς ἀγνωμοσύνης τὴν ἐπίτασιν, καὶ ἐκείνων τῆς εὐγνωμοσύνης τὸ ἐπίπονον· καὶ ὅτι κἀκεῖνοι μὲν ἐν τρισὶν ἡμέραις στενοχωρηθέντες, οὐδὲ οὕτως ἀπηγόρευσαν αὐτῶν τὴν σωτηρίαν, ἀλλ᾽ ἐπὶ τὴν μετάνοιαν σπεύσαντες καὶ τὰ ἡμαρτημένα ἀπενίψαντο, καὶ τῆς φιλανθρωπίας τοῦ Δεσπότου ἀξίους ἑαυτοὺς κατέστησαν· οὗτοι δὲ αὐτοὶ ἑκατὸν εἴκοσι ἐτῶν προθεσμίαν λαβόντες πρὸς μετάνοιαν, οὐδὲ οὕτως ἀπώναντό τι πλέον. Διὸ καὶ ὁ Δεσπότης ὁρῶν αὐτῶν τῆς κακίας τὴν ὑπερβολὴν, καὶ ἐπειδὴ εἶδεν εἰς πολλὴν κακίαν ἐξοκείλαντας, ταχεῖαν αὐτοῖς ἐπάγει τὴν διόρθωσιν, τῆς κακῆς αὐτῶν ζύμης τὴν πονηρίαν ἀφανίσας, καὶ ἐκποδὼν ποιήσας. Διὰ τοῦτό φησι· Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς. Τέως ἐμάθομεν ὅτι ἡνίκα μὲν ἡ ἀγανάκτησις γέγονε τοῦ Δεσπότου, καὶ ἡ πρόῤῥησις, πεντακοσίων ἦν ἐτῶν. Ὅτε δὲ ἐπήχθη ὁ κατακλυσμὸς, ἑξακοσίων, ὡς ἑκατὸν ἔτη ἐν τῷ μέσῳ γενέσθαι, καὶ μηδὲ ἐν τοῖς ἑκατὸν ἔτεσι κερδᾶναι αὐτούς τι πλέον, τοσαύτης ἀπολαύοντας διδασκαλίας ἐκ τῆς κατασκευαζομένης ὑπὸ τοῦ Νῶε κιβωτοῦ. Ἀλλ᾽ ἴσως ἄν τις μαθεῖν ἐπιζητήσειε, τίνος ἕνεκεν εἰπὼν, Ἑκατὸν εἴκοσι ἔτη ἔσονται αἱ ἡμέραι αὐτῶν, καὶ ἐπαγγειλάμενος τοσαῦτα μακροθυμήσειν, πρὸ τῆς τούτων συμπληρώσεως τὴν πανωλεθρίαν ἐπήγαγε.

Καὶ τοῦτο τῆς αὐτοῦ φιλανθρωπίας μέγιστον ἂν εἴη δεῖγμα. Ἐπειδὴ γὰρ εἶδε καθ᾽ ἑκάστην ἡμέραν ἀνίατα ἁμαρτάνοντας, καὶ οὐ μόνον οὐδὲν κερδαίνοντας ἐκ τῆς ἀφάτου μακροθυμίας, ἀλλὰ καὶ ἐπιτείνοντας τὰ ἕλκη, διὰ τοῦτο συνέτεμε τὸν χρόνον, ὥστε μὴ μείζονι τιμωρίᾳ ὑπευθύνους αὐτοὺς καταστῆναι.

Καὶ ποία, φησὶ, μείζων ἦν ταύτης τιμωρία; Ἔστιν, ἀγαπητὲ, καὶ μείζων, καὶ φοβερωτέρα, καὶ διαρκὴς, ἡ κατὰ τὸν μέλλοντα αἰῶνα. Ὅτι γὰρ κἂν ἐνταῦθα δίκην τινὲς ὑποσχῶσιν, οὐδὲ τὴν ἐκεῖ τιμωρίαν διαφεύξονται, ἀλλὰ κουφοτέραν ὑποστήσονται διὰ τῶν ἐνταῦθα συμβάντων, τὸ μέγεθος τῶν ἐκεῖ κολαστηρίων ὑποτεμνόμενοι, ἄκουε τοῦ Χριστοῦ λέγοντος καὶ ταλανίζοντος τὴν Βηθσαϊδᾶ· Οὐαί σοι, Χωραζεὶμ, φησὶν, οὐαί σοι, Βηθσαϊδᾶ, ὅτι εἰ ἐν Σοδόμοις ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν. Διὸ λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν.

Ὁρᾷς, ἀγαπητὲ, πῶς τῷ εἰπεῖν, Ἀνεκτότερον, ἔδειξεν ὅτι καὶ οἱ τοσαύτην ἐνταῦθα δίκην δόντες, καὶ τὸν ἐμπρησμὸν ἐκεῖνον τὸν καινὸν καὶ ξένον ὑπομείναντες, κἀκεῖ τινα τιμωρίαν ὑποστήσονται, κουφοτέραν δὲ ὅμως διὰ τὸ προλαβόντας ἐνταῦθα τοσαύτης πειραθῆναι τῆς ἀγανακτήσεως; Ἵν᾽ οὖν μὴ καὶ οὗτοι ἐπιτείνοντες τὰ ἁμαρτήματα μείζονος τιμωρίας ἑαυτοὺς ὑπευθύνους καταστήσωσιν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Δεσπότης ὁρῶν αὐτῶν τὸ ἀμετανόητον, ὃν ὑπέσχετο μακροθυμήσειν, χρόνον συνέτεμεν. Ὥσπερ γὰρ ἐπὶ τῶν τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδεικνυμένων διὰ τὴν προσοῦσαν αὐτῷ ἀγαθότητα ἀνακαλεῖται τὰς παρ᾽ αὐτοῦ ἀποφάσεις, καὶ μεταβαλλομένους προσίεται, καὶ τῆς ἐπικειμένης ἀπαλλάττει τιμωρίας· οὕτω πάλιν ἐπειδὰν ἐπαγγέλληται ἢ ἀγαθά τινα παρέξειν, ἢ προθεσμίαν μετανοίας, ἴδῃ δὲ ἀναξίους γεγονότας, καὶ τότε πάλιν ἀνακαλεῖται αὐτοῦ τὰς ὑποσχέσεις. Διὰ τοῦτο καὶ διὰ τοῦ προφήτου ἔλεγε· Πέρας λαλήσω ἐπὶ ἔθνη, καὶ ἐπὶ βασιλείας, τοῦ ἀπολλύειν καὶ κατασκάπτειν· καὶ ἐὰν μετανοήσωσι, μετανοήσω κἀγὼ ἐφ᾽ οἷς ἐλάλησα ποιῆσαι αὐτοῖς· καὶ πάλιν, Πέρας λαλήσω ἐπὶ ἔθνη καὶ ἐπὶ βασιλείας, τοῦ ἀνοικοδομεῖν· καὶ ἐὰν ἁμάρτωσι, μετανοήσω κἀγὼ ἐφ᾽ οἷς ἐλάλησα ποιῆσαι αὐτοῖς. Εἶδες πῶς παρ᾽ ἡμῶν τὰς ἀφορμὰς λαμβάνει καὶ τῆς φιλανθρωπίας ἣν περὶ ἡμᾶς ἐπιδείκνυται, καὶ τῆς ἀγανακτήσεως;

Διά τοι τοῦτο καὶ νῦν ἐπειδὴ οὐκ εἰς δέον ἐχρήσαντο τῇ τοῦ χρόνου παρατάσει, συντέμνει τὸν καιρόν. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος ἔλεγε πρὸς τοὺς ἀναλγήτως διακειμένους, καὶ τὴν διὰ τῆς μετανοίας δεδομένην ἡμῖν σωτηρίαν οὐ προσιεμένους. Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ; Εἶδες πῶς καὶ ὁ θαυμάσιος οὗτος τῆς οἰκουμένης διδάσκαλος σαφῶς ἡμᾶς ἐδίδαξεν, ὅτι οἱ τῇ μακροθυμίᾳ τοῦ Θεοῦ τῇ πρὸς μετάνοιαν ἡμῖν παρασχεθείσῃ μὴ χρώμενοι εἰς δέον, μείζονι δίκῃ καὶ τιμωρίᾳ ἑαυτοὺς ὑπευθύνους καθιστῶσι; Διὰ τοῦτο καὶ νῦν ὁ φιλάνθρωπος Θεὸς μονονουχὶ ἀπολογούμενος. καὶ δεικνὺς τὴν αἰτίαν, δι᾽ ἣν πρὸ τῆς τῶν καιρῶν συμπληρώσεως ἐπήγαγε τὸν κατακλυσμὸν, ἐπισημαίνεται ἡμῖν τῶν ἐτῶν τοῦ δικαίου τὸν ἀριθμὸν, καί φησι· Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων. Οἱ γὰρ ἐν τοῖς ἑκατὸν ἔτεσι μεταβαλέσθαι μὴ βουληθέντες, τί πλέον ἂν ἐκέρδανον ἀπὸ τῶν εἴκοσι ἐτῶν, ἢ τὸ πλείονα τὴν προσθήκην ἐργάσασθαι;

Δεικνὺς γὰρ αὐτοῦ τῆς ἀφάτου φιλανθρωπίας καὶ ἀγαθότητος τὴν ὑπερβολὴν, καὶ πρὸ ἑπτὰ ἡμερῶν μηνῦσαι αὐτοῖς τὴν ἐπαγωγὴν τοῦ κατακλυσμοῦ οὐ παρῃτήσατο, ἵνα κἂν τῇ στενοχωρίᾳ τοῦ καιροῦ συσταλέντες τινὰ μεταβολὴν ἐπιδείξωνται.

γʹ. Καὶ ὅρα φιλανθρωπίαν Δεσπότου, πῶς διαφόρως καθάπερ ἰατρὸς ἄριστος μεθώδευσεν αὐτῶν τὴν νόσον. Ἐπειδὴ γὰρ ἀνίατα ἦν αὐτῶν τὰ τραύματα, τοσοῦτον μῆκος αὐτοῖς προθεσμίας παρέσχετο, βουλόμενος κἂν διὰ τοῦ πλήθους τοῦ χρόνου εἰς αἴσθησιν αὐτοὺς ἐλθόντας ἀνακαλέσασθαι αὐτοῦ τῆς ἀγανακτήσεως τὴν ἀπόφασιν.

Ἔθος γὰρ αὐτῷ ἀεὶ, ἐπειδὴ κήδεται τῆς σωτηρίας τῆς ἡμετέρας, προλέγειν ἃς μέλλει ἐπάγειν τιμωρίας, διὰ τοῦτο μόνον, ἵνα μὴ ἐπαγάγῃ· ὡς εἴ γε ἐπαγαγεῖν ἐβούλετο, οὐκ ἂν εἶπεν· ἀλλ᾽ ἐπίτηδες προλέγει, ἵνα ἡμεῖς μαθόντες, καὶ τῷ φόβῳ σωφρονισθέντες μεταβάλωμεν αὐτοῦ τὴν ἀγανάκτησιν, καὶ τὰς ἀποφάσεις αὐτοῦ ἀκύρους καταστήσωμεν. Οὐδὲν γὰρ οὕτως αὐτὸν εὐφραίνει ὡς ἡ ἐπιστροφὴ ἡ ἡμετέρα, καὶ ἡ ἀπὸ τῆς κακίας ἐπὶ τὴν ἀρετὴν ἐπάνοδος. Σκόπει οὖν πῶς καὶ τούτων τὴν νόσον ἐμεθόδευσε, πρότερον μὲν τῷ τοσοῦτον δοῦναι χρόνον προθεσμίας πρὸς μετάνοιαν, ἔπειτα ἐπειδὴ εἶδεν ἀναισθήτως διακειμένους, καὶ οὐδὲν ἀπὸ τοῦ πλήθους τοῦ χρόνου κερδαίνοντας, καὶ πρὸς αὐταῖς ταῖς θύραις, ὡς εἰπεῖν, τοῦ κατακλυσμοῦ, προλέγει οὐ πρὸ τριῶν ἡμερῶν, καθάπερ ἐπὶ τῶν Νινευιτῶν, ἀλλὰ πρὸ ἑπτά. Καὶ γὰρ θαῤῥῶν ἂν εἴποιμι διὰ τὸ εἰδέναι τοῦ Δεσπότου τοῦ ἡμετέρου τῆς φιλανθρωπίας τὴν ὑπερβολὴν, ὅτι καὶ ἐν ταῖς ἑπτὰ ἡμέραις, εἰ ἐβουλήθησαν ἀκριβῆ τὴν μετάνοιαν ἐπιδείξασθαι, διέφυγον ἂν τοῦ κατακλυσμοῦ τὴν πεῖραν. Ἐπεὶ οὖν οὔτε ἡ παράτασις τοῦ τοσούτου χρόνου, οὔτε ἡ στενοχωρία τοῦ καιροῦ καθικέσθαι αὐτῶν τῆς κακίας ἠδυνήθη, ἐπήγαγε κατακλυσμὸν ἐν τῷ ἑξακοσιοστῷ ἔτει τοῦ Νῶε. Νῶε δὲ, φησὶ, ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς.

Εἴδετε, ἀγαπητοὶ, πόσης ἡμῖν ὠφελείας ὑπόθεσις γέγονε τὸ γνῶναι τὸν ἀριθμὸν τῶν ἐτῶν τοῦ δικαίου, καὶ ὅσων ἐτῶν ἦν, ἡνίκα ὁ κατακλυσμὸς ἐπῆλθε;

Φέρε δὴ καὶ τοῖς ἀκολούθως εἰρημένοις ἐπεξέλθωμεν. Ἐπειδὴ γὰρ ἤρξατο ὁ κατακλυσμὸς, φησὶν, Εἰσῆλθε δὲ Νῶε, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ εἰς τὴν κιβωτὸν, διὰ τὸ ὕδωρ τοῦ κατακλυσμοῦ. Καὶ ἀπὸ τῶν πετεινῶν τῶν καθαρῶν, καὶ ἀπὸ τῶν πετεινῶν τῶν μὴ καθαρῶν, καὶ ἀπὸ τῶν ἑρπετῶν δύο δύο. Ἀπὸ πάντων εἰσῆλθε πρὸς Νῶε εἰς τὴν κιβωτὸν ἄρσεν καὶ θῆλυ, καθ᾽ ἃ ἐνετείλατο Κύριος τῷ Νῶε. Οὐχ ἁπλῶς προσέθηκε τὸ, Καθ᾽ ἃ ἐνετείλατο Κύριος τῷ Νῶε, ἀλλ᾽ ἵνα πάλιν αὐξήσῃ τοῦ δικαίου τὸν ἔπαινον, καὶ ὅτι πάντα οὕτως ἐπλήρωσε, καθάπερ διετάξατο ὁ Δεσπότης, καὶ οὐδὲν παρέλιπε τῶν παρ᾽ αὐτοῦ εἰρημένων αὐτῷ. Καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας, καθάπερ ὑπέσχετο, φησὶν, ὁ Δεσπότης, καὶ τὸ ὕδωρ τοῦ κατακλυσμοῦ ἐγένετο ἐπὶ τῆς γῆς, ἐν τῷ ἑξακοσιοστῷ ἔτει ἐν τῇ ζωῇ τοῦ Νῶε, τοῦ δευτέρου μηνὸς, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός. Ὅρα τῆς Γραφῆς τὴν ἀκρίβειαν, πῶς οὐ μόνον τὸν ἐνιαυτὸν ἡμᾶς ἐδίδαξε, καθ᾽ ὃν ὁ κατακλυσμὸς γέγονεν, ἀλλὰ καὶ τὸν μῆνα κατάδηλον ἐποίησε καὶ τὴν ἡμέραν. Εἶτα ἵνα τῇ διηγήσει τοὺς μετὰ ταῦτα σωφρονεστέρους ἐργάσηται, καὶ τὸν φόβον αὐξήσῃ τῶν γεγενημένων, φησίν· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐῤῥάγησαν πᾶσαι αἱ πηγαὶ τῆς ἀβύσσου, καὶ οἱ καταῤῥάκται τοῦ οὐρανοῦ ἠνεῴχθησαν, καὶ ἐγένετο ὁ ὑετὸς ἐπὶ τῆς γῆς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας.

Ὅρα πόσῃ κέχρηται καὶ νῦν ἡ ἁγία Γραφὴ τῇ συγκαταβάσει, καὶ πρὸς τὴν συνήθειαν τὴν ἀνθρωπίνην πάντα διαλέγεται. Οὐκ ἐπειδὴ καταῤῥάκται εἰσὶν ἐν τῷ οὐρανῷ, ἀλλ᾽ ἀπὸ τῶν συντρόφων ἡμῖν ὀνομάτων ἅπαντα διαλέγεται, μονονουχὶ λέγουσα, ὅτι προσέταξε μόνον ὁ Δεσπότης, καὶ εὐθέως ἡ τῶν ὑδάτων φύσις ὑπήκουσε τῷ ἐπιτάγματι τοῦ δημιουργοῦ, καὶ πάντοθεν συῤῥέουσα πάντα τὸν κόσμον ἐπέκλυσε.

Καὶ τὸ ἐν τεσσαράκοντα ἡμέραις καὶ νυξὶν ἐπαγαγεῖν τὸν κατακλυσμὸν, καὶ τοῦτο πάλιν μέγιστον εἶδος τῆς αὐτοῦ φιλανθρωπίας. Ἐβούλετο γὰρ διὰ πολλὴν ἀγαθότητα κἂν ἐνίους ἐξ αὐτῶν σωφρονισθέντας διαφυγεῖν τὴν παντελῆ ἀπώλειαν, ὁρῶντας ἐν ὀφθαλμοῖς καὶ τῶν ὁμογενῶν τὴν ἀπώλειαν, καὶ τὴν μέλλουσαν αὐτοὺς καταλήψεσθαι πανωλεθρίαν. Εἰκὸς γὰρ ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ φανερόν τι μέρος ἐπικλυσθῆναι, καὶ ἐν τῇ δευτέρᾳ προσθήκην τινὰ γενέσθαι· ὡσαύτως καὶ ἐν τῇ τρίτῃ, καὶ ἐφεξῆς. Καὶ διὰ τοῦτο εἰς τεσσαράκοντα ἡμέρας παρέτεινε καὶ τεσσαράκοντα νύκτας, ἵνα πᾶσαν αὐτῶν ἀπολογίας πρόφασιν περικόψῃ. Εἰ γὰρ ἐβούλετο καὶ προσέταξεν, ἠδύνατο καὶ ἐν μιᾷ ῥοπῇ τὰ πάντα ἐπικλύσαι, ἀλλὰ τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος καὶ τῇ τοσαύτῃ παρατάσει τῶν ἡμερῶν ἐχρήσατο. Εἶτά φησιν, Ἐν τῇ ἡμέρᾳ ταύτῃ εἰσῆλθε Νῶε εἰς τὴν κιβωτὸν, καὶ Σὴμ, καὶ Χὰμ, καὶ Ἰάφεθ, καὶ ἡ γυνὴ τοῦ Νῶε, καὶ αἱ τρεῖς γυναῖκες τῶν υἱῶν αὐτοῦ, καὶ πάντα τὰ θηρία κατὰ γένος, καθάπερ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Νῶε. Ὅτε, φησὶν, ἀρχὴν ἔλαβε τὰ τοῦ κατακλυσμοῦ κατὰ τὸ πρόσταγμα τοῦ Δεσπότου, εἰσῆλθε Νῶε εἰς τὴν κιβωτὸν μετὰ τῶν υἱῶν καὶ τῆς γυναικὸς αὐτοῦ, καὶ τῶν γυναικῶν τῶν υἱῶν αὐτοῦ, καὶ πάντα τὰ θηρία κατὰ γένος. Καὶ ἔκλεισε, φησὶ, Κύριος ὁ Θεὸς ἔξωθεν αὐτοῦ τὴν κιβωτόν.

δʹ. Σκόπει καὶ ἐνταῦθα λέξεως συγκατάβασιν. Ἔκλεισεν ὁ Θεὸς ἔξωθεν αὐτοῦ τὴν κιβωτὸν, ἵνα διδάξῃ ἡμᾶς ὅτι ἐν ἀσφαλείᾳ πολλῇ κατέστησε τὸν δίκαιον. Τὸ δὲ, Ἔκλεισε, διὰ τοῦτο προσέθηκε, καὶ Ἔξωθεν, ὥστε μὴ ἐξεῖναι τῷ δικαίῳ ὁρᾷν τὴν πανωλεθρίαν γινομένην, καὶ πλείονα καὶ αὐτὸν τὴν συντριβὴν ὑπομένειν. Εἰ γὰρ καὶ ἀναλογιζόμενος ἐν διανοίᾳ τὸ χαλεπὸν ἐκεῖνο κλυδώνιον, καὶ ὑπογράφων τῷ λογισμῷ τὴν ἀπώλειαν τοῦ τῶν ἀνθρώπων γένους, τῶν ἀλόγων ἁπάντων τὴν κοινὴν τελευτὴν, καὶ ἀνθρώπων, καὶ κτηνῶν, καὶ αὐτῆς τῆς γῆς, ὡς εἰπεῖν, τὸν ἀφανισμὸν, συνεχεῖτο καὶ διεταράττετο. Εἰ γὰρ καὶ πονηροὶ ἦσαν οἱ ἀπολλύμενοι, ἀλλ᾽ αἱ τῶν δικαίων ψυχαὶ πολλὴν εἰώθασι τὴν συμπάθειαν ἐπιδείκνυσθαι, ἐπειδὰν ἴδωσι τιμωρουμένους τοὺς ἀνθρώπους· καὶ εὑρήσεις ἕκαστον τῶν δικαίων καὶ τῶν προφητῶν πολλὴν ὑπὲρ αὐτῶν τὴν ἱκετηρίαν τιθεμένους, καθάπερ ὁ πατριάρχης πεποίηκεν ἐπὶ τῶν Σοδόμων, καθάπερ οἱ προφῆται πάντες ποιοῦντες διετέλεσαν.

Καὶ γὰρ ὁ μὲν ἔλεγεν· Οἴ μοι, Κύριε, ἐξαλείφεις σὺ τὸ κατάλοιπον τοῦ Ἰσραήλ; ἕτερος δέ φησι· Ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης οὐκ ἔχοντας ἡγούμενον; Ἐπεὶ οὖν καὶ ἄνευ τούτου ὁ δίκαιος οὗτος διεταράττετο τὸν λογισμὸν, καὶ συνεχεῖτο τὴν διάνοιαν, ἵνα μὴ καὶ ἡ ὄψις καὶ ἡ θέα εἰς πλείονα αὐτὸν ἐμβάλῃ συντριβὴν, καθάπερ ἐν δεσμωτηρίῳ κατακλείει αὐτὸν ἐν τῇ κιβωτῷ, ὥστε μὴ τοῖς ὀφθαλμοῖς ὁρᾷν τὰ γινόμενα, μηδὲ εἰς δειλίαν καταστῆναι.

Εἰκὸς γὰρ ἦν αὐτὸν ὁρῶντα τῶν ὑδάτων τὴν πλημμύραν ἀγωνιᾶσαι μὴ καὶ αὐτὸς ὑποβρύχιος γένηται. Κηδόμενος τοίνυν αὐτοῦ ὁ φιλάνθρωπος Θεὸς, οὐ συγχωρεῖ οὐδὲ θεάσασθαι τῶν ὑδάτων τὴν φορὰν, οὔτε ἰδεῖν τὴν γινομένην ἀπώλειαν, καὶ τὴν τῆς οἰκουμένης πανωλεθρίαν. Ἐγὼ δὲ ὅταν λογίσωμαι τὴν ἐν τῇ κιβωτῷ τοῦ δικαίου τούτου διαγωγὴν, ἐκπλήττομαι καὶ θαυμάζω, καὶ πάλιν τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ τὸ πᾶν λογίζομαι. Εἰ μὴ γὰρ ἐκείνη ἦν ἡ νευροῦσα αὐτοῦ τὸν λογισμὸν, καὶ τὰ δύσκολα εὔκολα ἐργαζομένη, πῶς ἂν, εἰπέ μοι, ἐνεγκεῖν ἠδυνήθη καθάπερ ἐν εἱρκτῇ τινι καὶ δεσμωτηρίῳ χαλεπῷ οὕτως αὐτόθι ἐγκεκλεισμένος; πῶς δὲ ἴσχυσεν, εἰπέ μοι, ἀντισχεῖν πρὸς τὸν τοσοῦτον πάταγον τῶν κυμάτων; Εἰ γὰρ ἐν πλοίῳ τυγχάνοντες οἱ ἄνθρωποι, καὶ ἱστίῳ κεχρημένοι. καὶ τὸν κυβερνήτην ὁρῶντες ἐπὶ τῶν οἰάκων καθήμενον, καὶ τῇ οἰκείᾳ τέχνῃ πρὸς τὴν τῶν ἀνέμων ῥύμην ἱστάμενον, ἐπειδὰν ἴδωσι κυμάτων σφοδρότητα, ἀποθνήσκουσι τῷ δέει, καὶ περὶ αὐτῆς, ὡς εἰπεῖν, σωτηρίας δεδοίκασι· τί ἂν εἴποι τις περὶ τοῦ δικαίου τούτου; Καθάπερ γὰρ ἐν δεσμωτηρίῳ, ὡς ἔφθην εἰπὼν, τυγχάνων ἐν τῇ κιβωτῷ, ὧδε κἀκεῖσε περιεφέρετο, οὐ τὸν οὐρανὸν ἰδεῖν δυνάμενος, οὐχ ἑτέρωθί που τοὺς ὀφθαλμοὺς ἀνατεῖναι, ἀλλ᾽ ἔνδον συνεχόμενος καὶ οὐδὲν ὅλως ἰδεῖν ἔχων ὃ παραμυθίαν αὐτῷ τινα φέρειν ἠδύνατο.

Ἐπὶ μὲν γὰρ τῶν τὴν θάλατταν πλεόντων, κἂν τὰ κύματα κορυφωθῇ, ἔξεστι καὶ εἰς τὸν οὐρανὸν ἀναβλέποντα πολλάκις, καὶ κορυφὴν ὅρους θεασάμενον, καὶ πόλιν μακρὰν κατοπτεύσαντα μικράν τινα παραψυχὴν λαβεῖν· εἰ δὲ πολὺς καὶ ἀφόρητος ὁ χειμὼν γένοιτο, ἐν δέκα ἢ ὀλίγῳ πλείοσιν ἡμέραις, καὶ μετὰ τοὺς πολλοὺς χειμῶνας ἐκείνους καὶ τοὺς κινδύνους, εἰς τὴν γῆν ἐκριφέντες, καὶ μικρὸν ἀνέντες, πάντων ἐκείνων τῶν λυπηρῶν λήθην λαμβάνουσιν.

Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτο, ἀλλ᾽ ἐπὶ ἐνιαυτὸν ὁλόκληρον τὸ καινὸν καὶ ξένον ᾤκει δεσμωτήριον, οὐδὲ τὸν ἀέρα ἀναπνεῦσαι δυνάμενος. Πῶς γὰρ, πανταχόθεν ἠσφαλισμένης τῆς κιβωτοῦ; Πῶς ἀντέσχεν, εἰπέ μοι; πῶς διήρκεσεν; Εἰ γὰρ ἀπὸ σιδήρου καὶ ἀδάμαντος αὐτοῖς συνειστήκει τὰ σώματα, πῶς ἂν ἠδυνήθησαν μήτε ἀέρος ἀπολαύοντες μήτε ἀνέμου, οἳ τοῦ ἀέρος οὐκ ἔλαττον τὰ σώματα ἡμέτερα ἀνακτήσασθαι πεφύκασι, μήτε τοὺς ὀφθαλμοὺς ἑστιᾶσαι ἔχοντες πρὸς τὴν τοῦ οὐρανοῦ θέαν, ἢ πρὸς τὴν τῶν ἀνθῶν τῶν ἀπὸ τῆς γῆς ποικιλίαν; Πῶς δὲ οὐχὶ καὶ ἀπετυφλώθησαν τὰς ὄψεις ἐπὶ τοσοῦτον οὕτω διάγοντες; Καὶ εἰ ἀνθρωπίνοις λογισμοῖς ταῦτα βουληθείημεν καταμαθεῖν, κἀκεῖνο δεῖ ἐννοῆσαι, πόθεν ὕδατος ποτίμου χορηγίαν ἔσχον ἐν τῇ κιβωτῷ διάγοντες. Καὶ ἵνα ταῦτα παρῶ, πῶς ἠδυνήθη ὁ δίκαιος οὗτος μετὰ τῶν υἱῶν καὶ τῶν γυναικῶν τὴν μετὰ τῶν ἀλόγων καὶ τῶν θηρίων καὶ τῶν λοιπῶν πτηνῶν ἀνασχέσθαι διαγωγήν; πῶς ἤνεγκε τὴν δυσωδίαν; πῶς ἠνέσχετο τὴν σὺν αὐτοῖς οἴκησιν; Καὶ τί ταῦτα λέγω; Πῶς αὐτὰ τὰ ἄλογα ἠδυνήθη ἀντισχεῖν, καὶ μὴ διαφθαρῆναι ἐν τοσούτῳ μήκει χρόνου, μήτε ἀέρος σπάσαι δυνάμενα, μήτε κινούμενα, ἀλλ᾽ ἐν ἑνὶ τόπῳ καθειργμένα;

Ἴστε γὰρ, ἴστε, ὅτι καὶ ἐπὶ τῆς ἡμετέρας φύσεως καὶ ἐπὶ τῆς τῶν ἀλόγων, κἂν ἀέρος ἀπολαύωμεν, κἂν τῶν ἄλλων ἁπάντων, διηνεκῶς δὲ ἑνὶ τόπῳ ὦμεν συγκεκλεισμένοι, οὐδὲν τὸ κωλύον ἀπολέσθαι καὶ διαφθαρῆναι. Πόθεν οὖν ἠδυνήθη ὁ δίκαιος οὗτος μετὰ πάντων τῶν ἐν τῇ κιβωτῷ τοσοῦτον διαρκέσαι χρόνον;

Οὐδαμόθεν ἑτέρωθεν ἢ ἀπὸ τῆς ἄνωθεν ῥοπῆς τῆς πάντα δυναμένης. Αὐτὸ γὰρ τὸ τὴν κιβωτὸν ὧδε κἀκεῖσε περιφερομένην μὴ καταποντισθῆναι ὑπὸ τῆς τοσαύτης τῶν ὑδάτων φορᾶς, οὐδενὸς ὄντος τοῦ κυβερνῶντος, οὐ τῆς ἄνωθεν γέγονε ῥοπῆς; Οὐδὲ γὰρ ἔχεις εἰπεῖν, ὅτι ἐν πλοίου σχήματι ἦν, ὡς δύνασθαι τέχνῃ τινὶ ἡνιοχεῖν αὐτῆς τὴν πορείαν. Κιβωτὸς ἦν πάντοθεν πεφραγμένη· καὶ διὰ τὸ πρόσταγμα τοῦ δημιουργοῦ, οὐ μόνον οὐδὲν αὐτὴν ἐλυμήνατο ἡ τῶν ὑδάτων φορὰ, ἀλλὰ καὶ ὑψηλοτέρα γενομένη ἐν πολλῇ ἀσφαλείᾳ καθίστη τοὺς ἐνοικοῦντας.

Ὅταν οὖν ὁ Θεὸς ἐργάσηταί τι, ἀγαπητὲ, μὴ βούλου λογισμοῖς ἀνθρωπίνοις ἐξετάζειν τὰ παρ᾽ αὐτοῦ γινόμενα· ὑπερβαίνει γὰρ τὴν ἔννοιαν τὴν ἡμετέραν, καὶ οὐκ ἄν ποτε δυνηθείη ἀνθρωπίνη διάνοια ἐφικέσθαι καὶ καταλαβεῖν τὸν λόγον τῶν ὑπ᾽ αὐτοῦ δημιουργηθέντων.

εʹ. Διὸ προσήκει ἀκούοντας ἡμᾶς ὅτι ὁ Θεὸς προσέταξε, πείθεσθαι καὶ εἴκειν τοῖς παρ᾽ αὐτοῦ λεγομένοις. Δημιουργὸς γὰρ ὢν τῆς φύσεως κατὰ τὸ αὐτῷ δοκοῦν ἅπαντα μεταῤῥυθμίζει καὶ μεταπλάττει. Καὶ ἔκλεισε Κύριος ὁ Θεὸς ἔξωθεν αὐτοῦ τὴν κιβωτόν. Πολλὴ τοῦ δικαίου τούτου ἡ ἀρετὴ, καὶ τῆς πίστεως ἡ ὑπερβολή.

Αὕτη γὰρ, αὕτη καὶ τεκτήνασθαι τὴν κιβωτὸν παρεσκεύασε, καὶ τὴν οἴκησιν πράως ἐνεγκεῖν, καὶ τῆς στενοχωρίας ἀνασχέσθαι καὶ τῆς μετὰ τῶν θηρίων διαγωγῆς καὶ τῶν ἀλόγων ἁπάντων. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος εἰς μνήμην αὐτοῦ ἐλθὼν, καὶ ἀνακηρύττων αὐτὸν, ἐβόα λέγων· Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, δι᾽ ἧς κατέκρινε τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.

Εἶδες πῶς ἡ πίστις ἡ εἰς τὸν Θεὸν καθάπερ ἄγκυρά τις ἀσφαλὴς παρεσκεύασεν αὐτὸν, καὶ τῆς κιβωτοῦ τὴν κατασκευὴν ποιήσασθαι, καὶ τῆς οἰκήσεως ἀνασχέσθαι; Αὕτη γὰρ αὐτῷ καὶ τῆς σωτηρίας ὑπόθεσις γέγονε, «Δι᾽ ἧς, φησὶ, κατέκρινε τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος·» οὐκ ἐπειδὴ αὐτὸς ἔκρινεν, ἀλλ᾽ ἐπειδὴ ὁ Δεσπότης συγκρίσεως τὴν κατάκρισιν ἐπάγει· τῶν γὰρ αὐτῶν ἀπολαύσαντες τῷ δικαίῳ, οὐ τὴν αὐτὴν αὐτῷ μετῆλθον τῆς ἀρετῆς ὁδόν· διὰ τῆς πίστεως μὲν οὖν, ἣν ἐπεδείξατο, κατέκρινεν ἐκείνους τοὺς πολλὴν τὴν ἀπιστίαν ἐπιδειξαμένους, καὶ μὴ πιστεύσαντας τῇ προῤῥήσει.

Ἐγὼ δὲ μετὰ πάντων καὶ τοῦ δικαίου ἐκπλήττομαι τὴν ἀρετὴν, καὶ τοῦ Δεσπότου τὴν ἀγαθότητα καὶ τὴν ἄφατον φιλανθρωπίαν, ὅταν ἐννοήσω πῶς ἠδυνήθη μεταξὺ τῶν θηρίων διάγειν, τῶν λεόντων λέγω, καὶ τῶν παρδάλεων, καὶ τῶν ἄρκτων, καὶ τῶν λοιπῶν τῶν ἀγρίων καὶ ἀτιθάσσων.

Ἀναμνήσθητί μοι ἐνταῦθα, ἀγαπητὲ, τῆς ἀξίας ἧς ἀπήλαυεν ὁ πρωτόπλαστος πρὸ τῆς παρακοῆς, καὶ λογίζου τοῦ Θεοῦ τὴν ἀγαθότητα. Ἐπειδὴ γὰρ ἡ παράβασις ἐκείνου ἠκρωτηρίασε τὴν δεδομένην ἐξουσίαν, εὗρε δὲ ὁ ἀγαθὸς Δεσπότης ἕτερον ἄνδρα δυνάμενον ἀνακαλέσασθαι τὴν ἀρχαίαν εἰκόνα, καὶ διασώζοντα τῆς ἀρετῆς τοὺς χαρακτῆρας, καὶ πολλὴν περὶ τὰς ἐντολὰς τὴν ὑπακοὴν ἐπιδεικνύμενον, πάλιν εἰς τὴν ἀρχαίαν τιμὴν αὐτὸν ἀνάγει, μονονουχὶ διδάσκων ἡμᾶς δι᾽ αὐτῶν τῶν πραγμάτων τῆς ἐξουσίας τοῦ Ἀδὰμ τὸ μέγεθος, ἢν εἶχε πρὸ τῆς παρακοῆς.

Ἡ ἀρετὴ τοίνυν τοῦ δικαίου ἐπιλαβομένη τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἀνεκαλέσατο τὴν προτέραν ἀρχὴν, καὶ πάλιν τὰ θηρία τὴν ὑποταγὴν ἐπεγίνωσκον. Ἔνθα γὰρ ἂν ἴδῃ θηρία δίκαιον, ἐπιλανθάνεται τῆς οἰκείας φύσεως, μᾶλλον δὲ οὐ τῆς φύσεως, ἀλλὰ τῆς θηριωδίας, καὶ μένοντα ἐν τῇ φύσει τὴν θηριωδίαν εἰς τὴν ἡμερότητα μεταβάλλει.

Καὶ ὅρα τοῦτο ἐπὶ τοῦ Δανιὴλ γινόμενον. Ὑπὸ γὰρ τῶν λεόντων κυκλούμενος, ὥσπερ ὑπὸ προβάτων δορυφορούμενος, οὕτως ἀδεῶς διῆγεν· ἡ γὰρ τοῦ δικαίου παῤῥησία ἐχαλίνου τῶν θηρίων τὴν φύσιν, καὶ οὐκ εἴα τὰ τῶν θηρίων αὐτοὺς ἐπιδείκνυσθαι. Τὸν αὐτὸν δὴ τρόπον ὁ θαυμάσιος οὗτος τὴν μετὰ τῶν θηρίων διαγωγὴν μετ᾽ εὐκολίας ἔφερε, καὶ οὔτε ἡ στενοχωρία, οὔτε ἡ τοῦ χρόνου παράτασις, οὔτε τὸ οὕτως ἐγκεκλεῖσθαι, καὶ μήτε τὸν ἀέρα ἀναπνεῖν ναρκῆσαι αὐτὸν παρεσκεύασεν, ἀλλὰ τῇ πίστει τῇ εἰς τὸν Θεὸν ἅπαντα κοῦφα αὐτῷ ἐφαίνετο, καὶ οὕτω διῆγεν ἐν τῷ χαλεπῷ ἐκείνῳ δεσμωτηρίῳ, ὡσανεὶ ἡμεῖς ἐν λειμῶσι καὶ δενδρικοῖς τόποις. Τὸ γὰρ ἐπίταγμα τοῦ Δεσπότου τὰ δυσχερῆ ῥᾴδια αὐτῷ φαίνεσθαι παρεσκεύασε. Τοιοῦτον γὰρ τῶν δικαίων τὸ ἔθος· ὅταν τι δι᾽ αὐτὸν ὑπομένουσιν, οὐ τῇ ὄψει τῶν γινομένων προσέχουσιν, ἀλλὰ τὴν ὑπόθεσιν λογιζόμενοι μετ᾽ εὐκολίας ἅπαντα φέρουσιν. Ἐπεὶ καὶ Παῦλος, ὁ τῶν ἐθνῶν διδάσκαλος, τὰ δεσμωτήρια, τὰς ἀπαγωγὰς, τοὺς καθημερινοὺς κινδύνους, τὰς πολλὰς ἐκείνας καὶ ἀφορήτους θλίψεις ἐλαφρὰς ἐκάλει, οὐκ ἐπειδὴ τῇ φύσει τοιαῦται ἦσαν, ἀλλ᾽ ἐπειδὴ ἡ ὑπόθεσις τῶν γινομένων τοσαύτην αὐτῷ τὴν γνώμην κατεσκεύαζεν, ὡς μηδὲ ἐπιστρέφεσθαι πρὸς τὰ ἐπιόντα δεινά. Ἄκουε γὰρ αὐτοῦ λέγοντος· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ᾽ ὑπερβολὴν αἰώνιον βάρος δόξης ἡμῖν κατεργάζεται.

Ἡ προσδοκία, φησὶ, τῆς μελλούσης καταλήψεσθαι δόξης, καὶ τῆς διηνεκοῦς ἐκείνης ἀνέσεως κούφως ἡμᾶς ποιεῖ φέρειν τὰς ἐπαλλήλους ταύτας θλίψεις, καὶ ἐλαφρὰς αὐτὰς ἡγεῖσθαι. Εἶδες ὅπως ὑποτέμνεται ὁ πρὸς τὸν Θεὸν πόθος τὴν τῶν δεινῶν ἐπίτασιν, καὶ οὐδὲ αἴσθησιν συγχωρεῖ λαβεῖν τῶν ἐπιόντων; Διά τοι τοῦτο καὶ ὁ μακάριος οὗτος πάντα πράως ἔφερε, τῇ πίστει τῇ εἰς τὸν Θεὸν καὶ τῇ ἐλπίδι τρεφόμενος. Καὶ ἔκλεισε, φησὶ, Κύριος ὁ Θεὸς ἔξωθεν αὐτοῦ τὴν κιβωτόν. Καὶ ἐγένετο ὁ κατακλυσμὸς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἐπὶ τῆς γῆς, καὶ ἐπεφέρετο ἡ κιβωτός.

Σκόπει πάλιν πῶς τῇ διηγήσει αὔξει τὸν φόβον, καὶ ἐξογκοῖ τὸ γεγενημένον. Ἐγένετο γὰρ, φησὶν, ὁ κατακλυσμὸς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, καὶ ἐπληθύνθη τὸ ὕδωρ, καὶ ἐπῆρε τὴν κιβωτὸν, καὶ ὑψώθη ἀπὸ τῆς γῆς. Καὶ ἐπεκράτει τὸ ὕδωρ, καὶ ἐπληθύνετο σφόδρα ἐπὶ τῆς γῆς, καὶ ἐπεφέρετο ἡ κιβωτὸς ἐπάνω τοῦ ὕδατος· τὸ δὲ ὕδωρ ἐπεκράτει σφόδρα σφοδρῶς ἐπὶ τῆς γῆς.

ϛʹ. Ὅρα πῶς ἀκριβῶς ἡμῖν διηγεῖται τὴν πολλὴν τῶν ὑδάτων φορὰν, καὶ ὅτι ἐφ᾽ ἑκάστης αὔξησιν ἐλάμβανεν ἡ πλημμύρα τῶν ὑδάτων. Ἐπεκράτει γὰρ τὸ ὕδωρ, φησὶ, σφόδρα σφοδρῶς, καὶ ἐπεκάλυψε πάντα τὰ ὄρη τὰ ὑψηλὰ, ἃ ἦν ὑποκάτω τοῦ οὐρανοῦ. Δεκαπέντε πήχεις ἐπάνω ὑψώθη τὸ ὕδωρ, καὶ ἐπέκλυζεν ἅπαντα τὰ ὄρη. Εἰκότως ᾠκονόμησεν ὁ φιλάνθρωπος Δεσπότης κλεισθῆναι τὴν κιβωτὸν, ὥστε μὴ ὁρᾷν τὸν δίκαιον τὰ γινόμενα. Εἰ γὰρ ἡμεῖς μετὰ τοσοῦτον ἐτῶν ἀριθμὸν, καὶ μετὰ τοσαύτας γενεὰς ἀκούοντες μόνον τῆς Γραφῆς τὴν διήγησιν συστελλόμεθα, καὶ ἐν ἀμηχανίᾳ γινόμεθα, τί εἰκὸς ἦν τὸν δίκαιον ἐκεῖνον παθεῖν, εἴ γε τοῖς ὀφθαλμοῖς ἑώρα τὴν ἄβυσσον ἐκείνην τὴν ἀφόρητον; Πῶς γὰρ ἂν ἠδυνήθη κἂν πρὸς βραχὺ ἀντισχεῖν; οὐχὶ δὲ εὐθέως ἐκ πρώτης ὄψεως ἂν ἐξέστη τῆς ψυχῆς ἀποστάσης, καὶ μηκέτι δυνηθείσης ἐνεγκεῖν τῶν τοσούτων δεινῶν τὴν θέαν; Ἐννόει γάρ μοι, ἀγαπητὲ, πῶς νῦν μικρᾶς ἐπομβρίας γενομένης ἐναγώνιοι γινόμεθα, περὶ τοῦ παντὸς δεδοίκαμεν, περὶ αὐτῆς, ὡς εἰπεῖν, τῆς ζωῆς ἀπαγορεύομεν.

Τί τοίνυν εἰκὸς ἦν τὸν δίκαιον ἐκεῖνον τότε παθεῖν πρὸς τοσοῦτον ὕψος ὁρῶντα τὰ ὕδατα κορυφούμενα; Ἐπάνω γὰρ, φησὶ, τῶν ὀρέων δεκαπέντε πήχεις ὑψώθη τὸ ὕδωρ. Ἀναμνήσθητί μοι ἐνταῦθα, ἀγαπητὲ, τῶν παρὰ τοῦ Δεσπότου ῥηθέντων, ὅτε ἔλεγεν· Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας· καὶ πάλιν· Ἐφθάρη ἡ γῆ, καὶ ἐπλήσθη ἡ γῆ τῆς ἀδικίας· καὶ, Εἶδε Κύριος τὴν γῆν, καὶ ἦν κατεφθαρμένη, ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτῆς. Ἐπεὶ τοίνυν ὁλοκλήρου καθαρσίου ἐδεῖτο ἡ οἰκουμένη, καὶ ἐχρῆν αὐτὴν ἅπαντα τὸν ῥύπον ἀποκαθάρασθαι, καὶ τὴν ζύμην ἅπασαν τῆς προλαβούσης πονηρίας ἀναιρεθῆναι, καὶ μηδὲ ἴχνος τῆς κακίας ἀπολειφθῆναι, ἀλλ᾽ ὥσπερ ἀναστοιχείωσίν τινα γενέσθαι, καθάπερ τεχνίτης ἄριστος, ἐπειδὰν λάβῃ σκεῦος ὑπὸ τοῦ χρόνου παλαιωθὲν καὶ καταδαπανηθὲν, ὡς εἰπεῖν, ὑπὸ τοῦ ἰοῦ, καὶ εἰς τὸ πῦρ ἐμβαλὼν, καὶ παρασκευάσας πάντα τὸν ἰὸν ἀποθέσθαι, μεταπλάττει καὶ μετασκευάζει, καὶ εἰς τὴν ἀρχαίαν εὐμορφίαν ἐπανάγει· οὕτω καὶ ὁ Δεσπότης ὁ ἡμέτερος ἅπασαν τὴν οἰκουμένην διὰ τοῦ τότε κατακλυσμοῦ καθάρας, καὶ ὡς εἰπεῖν, ἐλευθερώσας τῆς κακίας τῶν ἀνθρώπων, καὶ τοῦ μολυσμοῦ, καὶ τῆς φθορᾶς τῆς πολλῆς, λαμπροτέραν αὐτὴν ἀπειργάσατο, ἄνωθεν ἡμῖν δείξας αὐτῆς φαιδρὸν τὸ πρόσωπον, καὶ οὐ συγχωρήσας οὐδὲ ἴχνος τῆς προτέρας ἀμορφίας καταλειφθῆναι.

Ὑψώθη, φησὶν, ἐπάνω τῶν ὀρέων δεκαπέντε πήχεις τὸ ὕδωρ.

Οὐχ ἁπλῶς ἡμῖν ταῦτα διηγεῖται ἡ Γραφὴ, ἀλλ᾽ ἵνα μάθωμεν, ὅτι οὐ μόνον ἄνθρωποι, καὶ κτήνη, καὶ τετράποδα, καὶ ἑρπετὰ ὑποβρύχια γέγονεν, ἀλλὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὅσα ἐν τοῖς ὄρεσι διῃτᾶτο, θηρία λέγω καὶ ἕτερα ἄλογα ζῶα. Διὰ τοῦτό φησι, Καὶ ὑψώθη ἐπάνω τῶν ὀρέων δεκαπέντε πήχεις, ἵνα μάθῃς ὅτι τὰ τῆς ἀποφάσεως τοῦ Δεσπότου εἰς ἔργον ἐξῆλθεν· ἔλεγε γὰρ, ὅτι Ἔτι ἑπτὰ ἡμέραι, καὶ ἐπάγω κατακλυσμὸν ἐπὶ τὴν γῆν, καὶ ἐξαλείψω ἅπασαν τὴν ἐξανάστασιν, ἢν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἀπὸ ἑρπετῶν ἕως πετεινῶν τοῦ οὐρανοῦ. Οὐχ ἵνα τοίνυν ἁπλῶς τὴν εἰς ὕψος τῶν ὑδάτων κορυφὴν ἡμᾶς διδάξῃ, ἡ θεία Γραφὴ ταῦτα διηγεῖται, ἀλλ᾽ ἵνα μετὰ τούτου συνιδεῖν δυνηθῶμεν, ὅτι οὐδὲν ὅλως, οὐ τῶν ἀλόγων, οὐ τῶν θηρίων, οὐ τῶν κτηνῶν ὑπελείφθη, ἀλλὰ πάντα ἐξηλείφθη μετὰ τοῦ τῶν ἀνθρώπων γένους. Ἐπειδὴ δι᾽ αὐτὸν ἅπαντα ταῦτα παρήχθη, τούτου μέλλοντος ἀφανίζεσθαι, εἰκότως καὶ ταῦτα συναπολαύει τῆς ἀπωλείας.

Εἶτα ἐπειδὴ ἐδίδαξεν ἡμᾶς εἰς ὅσον ὕψος ἐκορυφώθη τῶν ὑδάτων ἡ φύσις, καὶ ὅτι ὑπερανέβη τὰς κορυφὰς τῶν ὁρέων ἑτέρους δέκα πέντε πήχεις, τὴν ἑαυτῆς ἀκρίβειαν μιμουμένη πάλιν φησί· Καὶ ἀπέθανε πᾶσα σὰρξ κινουμένη ἐπὶ τῆς γῆς, καὶ πετεινῶν, καὶ τῶν θηρίων, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς, καὶ πᾶς ἄνθρωπος, καὶ πάντα ὅσα ἔχει πνοὴν ζωῆς, καὶ πᾶς ὃς ἦν ἐπὶ τῆς ξηρᾶς ἀπέθανεν. Οὐχ ἁπλῶς ᾐνίξατο λέγουσα, Καὶ πᾶς ὃς ἦν ἐπὶ τῆς ξηρᾶς, ἀλλ᾽ ἵνα σε διδάξῃ, ὅτι πάντες μὲν ἀπολώλασιν, ὁ δὲ δίκαιος μόνος μετὰ τῶν ἐν τῇ κιβωτῷ πάντων διεσώθη. Ἐκεῖνοι γὰρ προλαβόντες, κατὰ τὴν τοῦ Θεοῦ διαταγὴν καταλιπόντες τὴν ξηρὰν, τὴν κιβωτὸν κατέλαβον.

Καὶ ἐξήλειψε πᾶν τὸ ἀνάστημα, ὃ ἦν ἐπὶ προσώπου πάσης τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνων, καὶ ἑρπετῶν, καὶ πετεινῶν τοῦ οὐρανοῦ, καὶ ἐξηλείφθησαν ἀπὸ τῆς γῆς. Ὅρα πῶς καὶ ἅπαξ καὶ δεύτερον καὶ πολλάκις τὴν πανωλεθρίαν διδάσκει τὴν γεγενημένην, καὶ ὅτι οὐδὲν τῶν ὄντων διέφυγεν, ἀλλὰ πάντες ὑπὸ τῶν ὑδάτων ἀπεπνίγησαν, καὶ τὸ τῶν ἀνθρώπων γένος, καὶ τὸ τῶν ἀλόγων. Καὶ κατελείφθη, φησὶ, μόνος Νῶε, καὶ οἱ μετ᾽ αὐτοῦ ἐν τῇ κιβωτῷ. Καὶ ὑψώθη τὸ ὕδωρ ἐπὶ τῆς γῆς ἑκατὸν πεντήκοντα ἡμέρας. Ἐπὶ τοσαύτας, φησὶν, ἡμέρας ἔμεινε κορυφούμενον τὸ ὕδωρ.

Ἐννόει μοι πάλιν ἐνταῦθα τοῦ δικαίου τὴν μεγαλοψυχίαν καὶ τῆς ἀνδρείας τὴν ὑπερβολήν. Τί οὐκ ἂν ἔπαθεν ὑπογράφων τῇ διανοίᾳ καὶ ὁρῶν, ὡς εἰπεῖν, τῷ λογισμῷ τὰ σώματα τὰ ἀνθρώπινα, καὶ τὰ τῶν κτηνῶν, τῶν καθαρῶν καὶ τῶν ἀκαθάρτων, τὸν κοινὸν θάνατον ὑπομείναντα, καὶ ὁμοῦ πεφυρμένα, καὶ οὐδεμίαν διαφορὰν γενομένην; Καὶ μετὰ τούτου πάλιν, ἐπειδὰν τὸ καθ᾽ ἑαυτὸν ἀναλογιζόμενος, τὴν μόνωσιν, τὴν ἐρημίαν, τὴν διαγωγὴν ἐκείνην τὴν ὀδυνηρὰν, καὶ οὐδεμίαν οὐδαμόθεν παραμυθίαν, οὐκ ἀπὸ συντυχίας, οὐκ ἀπὸ θέας, ἀλλ᾽ οὐδὲ τὸν χρόνον εἰδὼς ἀκριβῶς, πόσον ἤμελλεν ἀνέχεσθαι τῆς ἐν τῷ δεσμωτηρίῳ ἐκείνῳ διαγωγῆς; Ἕως γὰρ ὁ κτύπος τῶν ὑδάτων καὶ ὁ πάταγος ἦν, καθ᾽ ἑκάστην ἡμέραν ἀκμάζοντα αὐτῷ τὸ φόβον ἐνειργάζετο. Τί γὰρ ἦν εἰκὸς αὐτὸν χρηστὸν ὑποπτεῦσαι, ὁρῶντα ἐπὶ ἑκατὸν πεντήκοντα ἡμέρας ἐπὶ τῆς ταυτότητος τὰ ὕδατα μένοντα, καὶ εἰς ὕψος ἐγειρόμενα, καὶ οὐδὲ τὸ τυχὸν λήγοντα;

Ἀλλ᾽ ὅμως ἔφερε γενναίως, εἰδὼς τοῦ Δεσπότου τὸ εὐμήχανον, καὶ ὅτι δημιουργὸς ὢν τῆς φύσεως ἅπαντα ποιεῖ καὶ μετασκευάζει πρὸς ὃ βούλεται, καὶ οὐκ ἐδυσχέραινε πρὸς τὴν ἐκεῖσε διαγωγήν. Ἡ γὰρ τοῦ Θεοῦ ῥοπὴ συνεφαπτομένη ἐνεύρου αὐτοῦ τὴν προθυμίαν, καὶ ἀρκοῦσαν παρεῖχε παραμυθίαν, οὐκ ἀφιεῖσα καταπεσεῖν τοὺς λογισμοὺς, καὶ οὐδὲ ἀγεννές τι καὶ ἄνανδρον λογίσασθαι.

Ἐπειδὴ γὰρ προλαβὼν τὰ παρ᾽ ἑαυτοῦ παρέσχε, τῆς ἀρετῆς τὴν ἀκρίβειαν, τῆς δικαιοσύνης τὴν ἐπίτασιν, τῆς πίστεως τὴν ὑπερβολὴν, καὶ τὰ παρὰ τοῦ Δεσπότου λοιπὸν αὐτῷ μετὰ δαψιλείας ἐχορηγεῖτο, ἡ ὑπομονὴ, ἡ ἀνδρεία, τὸ πράως ἅπαντα φέρειν, τὸ ἀνασχέσθαι τῆς οἰκήσεως τῆς ἐν τῇ κιβωτῷ, τὸ μηδεμίαν λύμην ἐκεῖθεν δέξασθαι, τὸ μὴ διαφθαρῆναι, μηδὲ δυσχερᾶναι τὴν μετὰ τῶν ἀλόγων διαγωγήν.

ζʹ. Τοῦτον οὖν, παρακαλῶ, τὸν δίκαιον καὶ ἡμεῖς μιμώμεθα, καὶ τὰ παρ᾽ ἑαυτῶν σπουδάζωμεν εἰσφέρειν, ἵνα ἀξίους ἑαυτοὺς κατασκευάσωμεν τῶν παρὰ τοῦ Θεοῦ δωρεῶν. Διὰ τοῦτο γὰρ ἀναμένει τὰς παρ᾽ ἡμῶν ἀφορμὰς, ἵνα πολλὴν ἐπιδείξηται τὴν φιλοτιμίαν. Μὴ τοίνυν διὰ ῥᾳθυμίαν ἀποστερῶμεν ἑαυτοὺς τῶν παρ᾽ αὐτοῦ δωρεῶν. ἀλλὰ σπεύδωμεν, καὶ ἐπειγώμεθα τῆς ἀρχῆς ἐπιλαβέσθαι, καὶ τῆς ὁδοῦ τῆς ἐπὶ τὴν ἀρετὴν ἅψασθαι, ἵνα τῆς ἄνωθεν συμμαχίας ἀπολαύοντες, καὶ πρὸς τὸ τέλος φθάσαι δυνηθῶμεν. Οὐδὲ γὰρ οἷόν τέ τι χρηστὸν ἡμᾶς ποτε κατορθῶσαι μὴ τῆς ἄνωθεν ῥοπῆς ἀπολαύσαντας. Καθάπερ οὖν εἰς ἄγκυραν ἀσφαλῆ καὶ βεβαίαν ἐξαρτήσαντες ἑαυτοὺς τῆς εἰς τὸν Θεὸν ἐλπίδος, οὕτως ὦμεν, καὶ μὴ πρὸς τὸν πόνον βλέπωμεν τῆς ἀρετῆς, ἀλλὰ τὴν μετὰ τὸν πόνον ἀμοιβὴν λογιζόμενοι κούφως ἅπαντα φέρωμεν.

Ἐπεὶ καὶ ἔμπορος, ἐπειδὰν τὸν λιμένα ἐκβαίνῃ, καὶ τοῦ πελάγους ἐν μέσῳ γένηται, οὐ τοὺς πειρατὰς, καὶ τὰ ναυάγια, καὶ τὰ θηρία τὰ κατὰ θάλασσαν, καὶ τὰς τῶν ἀνέμων ἐμβολὰς, καὶ τοὺς ἐπαλλήλους χειμῶνας, καὶ ἀποτυχίας λογίζεται μόνον, ἀλλὰ καὶ τὰ μετὰ τὸ διαφυγεῖν ταῦτα προσγινόμενα κέρδη, καὶ τῇ ἐλπίδι τρεφόμενος ἅπαντα μετ᾽ εὐκολίας καταδέχεται τὰ προλαβόντα μοχθηρὰ, ἵνα πλείονα περιβάληται χρήματα, καὶ οὕτως οἴκαδε ἐπανέλθῃ. Καὶ ὁ γηπόνος δὲ οὐ τοὺς κατὰ τὴν γεωργίαν μόχθους ἐννοεῖ μόνον, καὶ τὰς ἐπομβρίας, καὶ τῆς γῆς τὴν ἀποτυχίαν, καὶ τῆς ἐρυσίβης τὴν ἔφοδον, καὶ τῶν ἀκρίδων τὴν λύμην, ἀλλὰ καὶ τὴν ἅλω καὶ τὰ δράγματα ὑπογράφων τοῖς λογισμοῖς, ἅπαντα φέρει γενναίως, οὐδεμίαν τῶν πόνων αἴσθησιν λαμβάνων διὰ τὴν τῶν χρηστῶν προσδοκίαν, καίτοι ἀδήλου τῆς ἐλπίδος οὔσης, ἀλλ᾽ ὅμως ταῖς χρηστοτέραις ἐλπίσι τρεφόμενος, οὐκ ἀπαγορεύει πρὸς τοὺς πόνους, ἀλλὰ πάντα τὰ παρ᾽ ἑαυτοῦ εἰσφέρει, ἀναμένων τῶν πόνων λαβεῖν τὰς ἀμοιβάς.

Καὶ ὁ στρατιώτης δὲ πάλιν ὅπλα περιτίθεται, καὶ εἰς τὸν πόλεμον ἔξεισι, καὶ οὐκ ἐννοεῖ μόνον τὰ τραύματα καὶ τὰς σφαγὰς, καὶ τὰς τῶν πολεμίων ἐφόδους, καὶ τὰς ἄλλας ταλαιπωρίας, ἀλλὰ τὴν νίκην καὶ τὰ τρόπαια ἑαυτῷ ὑπογράφων, οὕτω τὴν τῶν ὅπλων παντευχίαν περιβάλλεται, καὶ ἀδηλίας πολλῆς οὔσης καὶ ἀποτυχίας, πάντα τοιοῦτον ἀπωσάμενος λογισμὸν, καὶ χρηστὰς ἐλπίδας ἑαυτῷ ὑπογράφων, πάντα ὄκνον ἀποτίθεται, καὶ λαβὼν τὰ ὅπλα πρὸς τὴν τῶν πολεμίων παράταξιν ὁρμᾷ. Εἰ τοίνυν, ἀγαπητοὶ, καὶ ἔμπορος, καὶ γηπόνος, καὶ στρατιώτης, ἔνθα καὶ ἄδηλος ἡ ἐλπὶς, καὶ ἀποτυχίαι πλείους, καὶ τὰ κωλύματα, καθάπερ ἠκούσατε, πολλὰ καὶ διάφορα, καὶ ὅμως οὐδεὶς τούτων ἀπαγορεύων πρὸς τοὺς πόνους ἀφίσταται τῆς χρηστοτέρας ἐλπίδος, ποίας ἂν ἡμεῖς συγγνώμης τύχοιμεν ἀποκνοῦντες πρὸς τὴν ἀρετὴν, καὶ οὐχὶ πάντα πόνον αὐτομάτως καταδεχόμενοι, οὕτως ἀσφαλοῦς οὔσης τῆς ἐλπίδος, καὶ τοσούτων ἀποκειμένων ἡμῖν τῶν ἀγαθῶν, καὶ μετὰ πολλῆς τῆς περιουσίας νικώσης τῆς ἀμοιβῆς πάντα τὰ παρ᾽ ἡμῶν γινόμενα; Ἄκουε τοίνυν τοῦ μακαρίου Παύλου λέγοντος μετὰ τοσαύτας καὶ τηλικαύτας θλίψεις, καὶ τὰς ἀπαγωγὰς, καὶ τὰ δεσμωτήρια, καὶ τοὺς θανάτους τοὺς καθημερινούς· Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.

Κἂν καθ᾽ ἑκάστην ἡμέραν, φησὶ, θανάτοις ἑαυτοὺς ἐκδῶμεν, ὅπερ ἡ φύσις οὐ δέχεται, εἰ καὶ ἡ γνώμη νικῶσα τὴν φύσιν διὰ τὴν τοῦ Δεσπότου φιλανθρωπίαν στεφανοῦται, οὐδὲν ἄξιον ὑπομένομεν τῶν μελλόντων ἡμᾶς, φησὶ, διαδέχεσθαι τῶν ἀγαθῶν, καὶ τῆς δόξης τῆς μελλούσης ἀποκαλύπτεσθαι εἰς ἡμᾶς. Ὅρα πόσον τῆς δόξης τὸ μέγεθος ἧς ἀπολαύουσιν οἱ τὴν ἀρετὴν μεταδιώκοντες, ὡς νικᾷν αὐτὴν πάντα, ὅσαπερ ἄν τις ἐπιδείξασθαι δυνηθῇ· κἂν γὰρ εἰς αὐτὴν τὴν κορυφὴν φθάσῃ, καὶ οὕτω λείπεται. Τί γὰρ τοσοῦτον ἄνθρωπος ἐπιδείξασθαι δύναται, ὡς ἐπαξίως ἀθλῆσαι τῆς τοῦ Δεσπότου φιλοτιμίας; Εἰ δὲ Παῦλος ὁ τοσοῦτος καὶ τηλικοῦτος ἔλεγεν, Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς, ὁ λέγων, Καθ᾽ ἡμέραν ἀποθνήσκω, καὶ πάλιν, Περισσότερον πάντων ἐκοπίασα· τί ἂν εἴποιμεν ἡμεῖς, οἱ μηδὲ τὸν τυχόντα κάματον ὑπὲρ τῆς ἀρετῆς ἀναδέξασθαι βουλόμενοι, ἀλλ᾽ ἀεὶ τὴν ἄνεσιν μεταδιώκοντες, καὶ τοῦτο περισκοποῦντες, ὅπως μηδεμίαν πεῖραν λάβωμεν τῶν λυπηρῶν, καὶ ταῦτα εἰδότες, ὅτι οὐχ οἷόν τε ἑτέρως τῆς ἐκεῖ τυχεῖν ἀνέσεως, μὴ πρότερον ἐνταῦθα τὸν διὰ τῆς ἀθλήσεως ποθήσαντας βίον;

Αἱ γὰρ θλίψεις αὗται πρόξενοι γίνονται τῆς πρὸς τὸν Θεὸν εὐαρεστήσεως, καὶ τὸ μικρὸν ἐνταῦθα κάμνειν πολλὴν ἡμῖν ἐκεῖ τὴν παῤῥησίαν χαρίζεται, μόνον ἐὰν βουλώμεθα κατὰ τὴν συμβολὴν τούτου τοῦ τῆς οἰκουμένης διδασκάλου πορεύεσθαι.

Ἐννόει, ἀγαπητὲ, ὅτι κἂν λυπηρὰ ᾖ τὰ συμπίπτοντα, ἀλλὰ πρόσκαιρα· τὰ μέντοι ἐκεῖ διαδεξόμενα ἡμᾶς ἀγαθὰ, ἀθάνατα καὶ αἰώνια. Τὰ γὰρ βλεπόμενα, φησὶ, πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα, αἰώνια. Ἐνέγκωμεν τοίνυν γενναίως τὰ πρόσκαιρα, καὶ μὴ ἀποκάμωμεν πρὸς τοὺς τῆς ἀρετῆς πόνους, ἵνα τῶν αἰωνίων ἀπολαύσωμεν, καὶ ἀεὶ μενόντων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Κϛʹ. Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε, καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ πάντων τῶν πετεινῶν, καὶ πάντων τῶν ἑρπετῶν, ὅσα ἦν μετ᾽ αὐτοῦ ἐν τῇ κιβωτῷ. Καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ. αʹ. Μεγάλη καὶ ἄφατος ἐν τοῖς πρόσφατον ἀναγνωσθεῖσι δείκνυται ἡ τοῦ Θεοῦ φιλανθρωπία, καὶ τῆς ἀγαθότητος αὐτοῦ ἡ ὑπερβολὴ, ἣν οὐ μόνον περὶ τὸ λογικὸν τοῦτο ζῶον ἐπιδείκνυται, τὸν ἄνθρωπον λέγω, ἀλλὰ καὶ περὶ τὴν τῶν ἀλόγων ζώων φύσιν. Δημιουργὸς γὰρ τῶν ἁπάντων τυγχάνων, εἰς πάντα τὰ ὑπ᾽ αὐτοῦ δημιουργηθέντα τὴν οἰκείαν ἐκτείνει ἀγαθότητα, διὰ πάντων ἡμῖν ἐνδεικνύμενος, ὅσην ποιεῖται πρόνοιαν τοῦ τῶν ἀνθρώπων γένους, καὶ ὅτι πάντα ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐπραγματεύσατο διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν. Κἂν κολάζῃ τοίνυν, κἂν τιμωρῆται, ἀπὸ τῆς αὐτῆς ἀγαθότητος καὶ ταῦτα κἀκεῖνα ποιεῖ. Οὐδὲ γὰρ πάθει καὶ ὀργῇ τὰς τιμωρίας ἐπάγει, ἀλλὰ τὴν κακίαν ἐγκόψαι βουλόμενος, καὶ ὥστε μὴ πάνυ αὐτὴν προβῆναι. Ἐπεὶ καὶ νῦν, ὡς ἀκούετε, κατακλυσμὸν δι᾽ οὐδὲν ἕτερον ἐπήγαγεν, ἀλλὰ κηδόμενος τῶν πρὸς τοσαύτην κακίαν ἑαυτοὺς ἐκδεδωκότων.

Καὶ ποία, φησὶ, κηδεμονία, τὸ πάντας ὑπὸ τῶν ὑδάτων ἀναιρεθῆναι; Μὴ ἀπερισκέπτως φθέγγου, ἄνθρωπε, ἀλλ᾽ εὐγνώμονι διανοίᾳ τὰ παρὰ τοῦ Δεσπότου γινόμενα δέχου, καὶ τότε γνώσῃ, ὅσης καὶ τοῦτο μάλιστα κηδεμονίας. Τὸ γὰρ τοὺς τὰ ἀνήκεστα ἁμαρτάνοντας, καὶ καθ᾽ ἑκάστην ἡμέραν τὰ τραύματα ἐπιτείνοντας, καὶ τὰ ἕλκη ἀνίατα ἐργαζομένους, ἐκ τῆς κακίας ἀπαλλάττειν, οὐχὶ κηδεμονίας ἦν τῆς μεγίστης; Καὶ αὐτὸς δὲ ὁ τῆς τιμωρίας τρόπος οὐ πάσης γέμει φιλανθρωπίας;

Τὸ γὰρ τοὺς καὶ ἄνευ τούτου μέλλοντας τὸ τῆς φύσεως χρέος ἐκτίνειν, οὕτως ἀλύπως ἐν μέρει τιμωρίας τὴν ζωὴν ἀποθέσθαι, καὶ μήτε αἴσθησιν τοῦ γεγενημένου λαβεῖν, ἀλλ᾽ ἀνωδύνως καὶ ἀναλγητὶ τὴν τιμωρίαν δέξασθαι, πόσης οὐκ ἂν εἴη σοφίας καὶ ἀγαθότητος; Καὶ αὐτὸ γὰρ πάλιν εἴ τις εὐσεβεῖ λογισμῷ καταμάθοι τὸ γεγενημένον, ὅτι οὐκ εἰς τοὺς τιμωρηθέντας μόνον τὰ τῆς εὐεργεσίας γέγονεν, ἀλλὰ καὶ οἱ εἰς τὸ ἑξῆς μέλλοντες ἔσεσθαι δύο τὰ μέγιστα ἐντεῦθεν ἐκαρπώσαντο ἀγαθὰ, [τό τε μὴ ἁλῶναι ἐν τοῖς αὐτοῖς, καὶ τὸ ἐκ τούτων τῶν γεγενημένων σωφρονεστέρους γεγενῆσθαι,] πόσην οὐκ ὤφειλον τῷ Θεῷ χάριν ὑπὲρ τούτων ὁμολογεῖν, ὅτι καὶ τῇ τιμωρίᾳ ἐκείνων καὶ τῷ δέει τοῦ μὴ τὰ αὐτὰ παθεῖν σωφρονέστεροι γεγόνασιν οἱ μετὰ ταῦτα, καὶ τῷ ἁπάσης τῆς κακίας καὶ πονηρίας τὴν ζύμην ἀναιρεθῆναι, καὶ μηδένα καταλειφθῆναι διδάσκαλον αὐτοῖς τῆς κακίας καὶ τῆς πονηρίας; Εἶδες πῶς καὶ αἱ κολάσεις αὐτοῦ καὶ αἱ τιμωρίαι εὐεργεσίαι μᾶλλόν εἰσι, καὶ τὴν πρόνοιαν αὐτοῦ μάλιστα τὴν περὶ τὴν τῶν ἀνθρώπων φύσιν δεικνύουσι;

Καὶ εἴ τις βουληθείη ἄνωθεν καὶ ἐξ ἀρχῆς ταῦτα ἀπαριθμήσασθαι, εὑρήσει ἀπὸ τοῦ αὐτοῦ σκοποῦ ἁπάσας τὰς τιμωρίας ἐπάγοντα τοῖς ἡμαρτηκόσιν. Ἐπεὶ καὶ τὸν Ἀδὰμ, ἡνίκα παρέβη, οὐ κολάζων μόνον, ἀλλὰ καὶ εὐεργετῶν ἐξέβαλε τοῦ παραδείσου. Καὶ ποία, φησὶν, εὐεργεσία τὸ ἐκπεσεῖν τῆς ἐν τῷ παραδείσῳ διαγωγῆς;

Μὴ ἁπλῶς τοῖς γινομένοις πρόσεχε, ἀγαπητὲ, μηδὲ παρέργως τὰ παρὰ τοῦ Θεοῦ γινόμενα καταμάνθανε, ἀλλὰ πρὸς τὸ βάθος κατόπτευε τῆς πολλῆς αὐτοῦ ἀγαθότητος, καὶ εὑρήσεις ἅπαντα διὰ τοῦτο παρ᾽ αὐτοῦ γινόμενα.

Εἰπὲ γάρ μοι, εἰ καὶ μετὰ τὴν παράβασιν τῶν αὐτῶν ἀπήλαυσεν ὁ Ἀδὰμ, ποῦ οὐκ ἂν ἐξεκυλίσθη; Εἰ γὰρ μετὰ τοσαύτας παραγγελίας ἀνασχέσθαι κατεδέξατο τῆς ἀπάτης τοῦ ὄφεως, καὶ τὴν ἐπιβουλὴν δέξασθαι τοῦ διαβόλου, ἣν δι᾽ αὐτοῦ προσήγαγε τῇ τῆς ἰσοθεῖας ἐλπίδι φυσήσας αὐτοὺς, καὶ εἰς τὴν τῆς παραβάσεως ἁμαρτίαν ἐμβαλὼν, εἰ καὶ μετὰ ταῦτα ἐπὶ τῆς αὐτῆς ἔμενεν ἀξίας καὶ διαγωγῆς, πῶς οὐκ ἂν πολλῷ μᾶλλον ἀξιοπιστότερον ἡγήσατο τὸν πονηρὸν ἐκεῖνον δαίμονα τοῦ τῶν ὅλων δημιουργοῦ, καὶ μείζονα τῆς οἰκείας ἀξίας πάλιν ἐφαντάσθη;

Καὶ γὰρ τοιαύτη τῶν ἀνθρώπων ἡ φύσις· ὅταν ἁμαρτάνουσα μὴ ἀναχαιτίζηται, ἀλλ᾽ ἀδείας ἀπολαύει, περαιτέρω προϊοῦσα κατὰ κρημνῶν ἄπεισιν. Ἄλλως δὲ καὶ ἑτέρωθεν ἔχω δεῖξαι, ὅτι φιλανθρωπίαν τὴν ἑαυτοῦ ἐπιδεικνύμενος καὶ ἐξελθεῖν αὐτὸν τοῦ παραδείσου προσέταξε, καὶ τῷ τοῦ θανάτου ἐπιτιμίῳ ὑπεύθυνον κατέστησε, τῇ μὲν ἐκβολῇ, καὶ τῷ πλησίον κατοικίσαι σωφρονέστερον ἐργαζόμενος καὶ εἰς τὸ ἑξῆς ἀσφαλέστερον, καὶ διὰ τῶν ἔργων αὐτὸν διδάσκων τοῦ ἀπατεῶνος τὴν ἐπιβουλήν. Τὸ δὲ τοῦ θανάτου ἐπιτίμιον πάλιν διὰ τοῦτο ἐπήγαγεν, ἵνα μὴ λοιπὸν διὰ τῆς παρακοῆς τῇ ἁμαρτίᾳ ὑπεύθυνος γεγονὼς ἀθάνατα ἁμαρτάνῃ. Οὐ δοκεῖ οὖν σοι ταῦτα πάντα τῆς μεγίστης εἶναι φιλανθρωπίας, καὶ τὸ ἐκβαλεῖν τοῦ παραδείσου, καὶ τὸ τιμωρήσασθαι τῷ τοῦ θανάτου ἐπιτιμίῳ; Ἔχω δὲ καὶ ἕτερόν τι προσθεῖναι.

Ποῖον δὴ τοῦτο; Ὅτι καὶ ταύτην αὐτῷ τὴν ἀγανάκτησιν ἐπήγαγεν, οὐκ εἰς αὐτὸν μόνον περιιστῶν τὰ τῆς εὐεργεσίας, ἀλλὰ καὶ τοὺς ἑξῆς βουλόμενος διὰ τῶν εἰς ἐκεῖνον γεγενημένων σωφρονίσασθαι. Εἰ γὰρ, καὶ τούτων γενομένων, ὁ ἐξ αὐτοῦ τεχθεὶς, ὁ Κάϊν λέγω, ὁρῶν ἐν ὀφθαλμοῖς τοῦ πατρὸς τὴν ἐκ τοῦ παραδείσου ἐκβολὴν, τῆς δόξης ἐκείνης τῆς ἀφάτου τὴν ἔκπτωσιν, τῆς κατάρας ἐκείνης τὸ μέγεθος τῆς λεγούσης, Γῆ εἰ, καὶ εἰς γῆν ἀπελεύσῃ, οὐδὲ οὕτως ἐσωφρονίσθη, ἀλλὰ μείζοσι κακοῖς ἑαυτὸν περιέπειρεν· εἰ μὴ εἶδε τὰ εἰς τὸν πατέρα γεγενημένα, ποῦ οὐκ ἂν μανίας ἤλασε; Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι καὶ αὐτὸν τὸν τὰ τοιαῦτα ἡμαρτηκότα καὶ τῷ ἐναγεῖ φόνῳ τὴν δεξιὰν μολύναντα τιμωρούμενος, φιλανθρωπίᾳ τὴν τιμωρίαν ἐκέρασε.

βʹ. Καὶ ἵνα μάθῃς ἐκ τῶν εἰς τοῦτον γεγενημένων τῆς ἀγαθότητος τοῦ Θεοῦ τὸ μέγεθος, ἡνίκα μὲν εἰς αὐτὸν ὕβρισε, καὶ τὴν θυσίαν μέλλων προσάγειν πολλὴν τὴν καταφρόνησιν ἐπεδείξατο, οὐκ ὀρθῶς διελὼν, ἀλλ᾽ ἁπλῶς καὶ ὡς ἔτυχε τὴν προσαγωγὴν ποιησάμενος, οὐδὲν πρὸς αὐτὸν εἶπε βαρὺ οὐδὲ ἐπαχθές· καίτοι γε τὸ ἁμαρτηθὲν οὐ τὸ τυχὸν ἦν, ἀλλὰ καὶ σφόδρα μέγα. Εἰ γὰρ ἀνθρώπους τοὺς ὁμογενεῖς οἱ τιμᾷν βουλόμενοι, τῶν πρωτείων καὶ τῶν ἐξαιρέτων αὐτοῖς παραχωροῦσι, κἀκεῖνα προσάγειν σπουδάζουσιν, ἃ μάλιστα πάντων αὐτοῖς τιμιώτερα εἶναι δοκεῖ· ἄνθρωπον δὲ ὄντα καὶ Θεῷ προσάγοντα πῶς οὐκ ἐχρῆν τὰ τιμιώτερα καὶ ἐξαίρετα προσάγειν;

Τοσοῦτον τοίνυν αὐτοῦ ἁμαρτόντος, καὶ τοσαύτην ἐπιδειξαμένου τὴν καταφρόνησιν, οὐκ ἀπῄτησε δίκην, οὐδὲ τιμωρίαν ὑπὲρ τῶν γεγενημένων εἰσεπράξατο, ἀλλ᾽ ὡσανεὶ φίλος φίλῳ μετὰ πάσης ἡμερότητος διαλεγόμενος οὕτω διελέχθη λέγων· Ἥμαρτες, ἡσύχασον. Μόνον τὸ ἁμαρτηθὲν αὐτῷ ἔδειξε, καὶ συνεβούλευσε μὴ περαιτέρω προβῆναι. Εἶδες ὑπερβολὴν ἀγαθότητος; Ἀλλ᾽ ἐπειδὴ ἐκεῖνος οὐ μόνον οὐκ ἐκέρδανέ τι ἐκ τῆς τοσαύτης ἀνεξικακίας, ἀλλὰ καὶ τοῖς προλαβοῦσι μείζονα προσέθηκε, καὶ ἐπὶ τὴν σφαγὴν ἠπείχθη τοῦ ἀδελφοῦ, καὶ οὕτω μὲν πολλὴν εἰς αὐτὸν ἐπιδείκνυται τὴν μακροθυμίαν, πυνθανόμενος πρότερον καὶ διδοὺς αὐτῷ τόπον ἀπολογίας· ἐπειδὴ δὲ ἐνέμεινεν ἀναισχυντῶν, τότε τὴν τιμωρίαν ἐπάγει σωφρονισμοῦ ἕνεκεν, πολλὴν καὶ αὐτὴν ἔχουσαν μεμιγμένην τὴν παρ᾽ αὐτοῦ φιλανθρωπίαν.

Ὁρᾷς πῶς, ἡνίκα μὲν εἰς αὐτὸν ἥμαρτε, καὶ ἁμαρτίαν οὐ τὴν τυχοῦσαν, ἀπεπέμψατο· ὅτε δὲ κατὰ τοῦ ἀδελφοῦ τὴν δεξιὰν ὥπλισε, τότε καὶ τὴν ἐπιτίμησιν καὶ τὴν κατάραν ἐδέξατο. Οὕτω νῦν καὶ ἡμεῖς ποιῶμεν, καὶ μιμώμεθα τὸν Δεσπότην τὸν ἡμέτερον· καὶ τὰ μὲν εἰς ἡμᾶς ἁμαρτήματα παραπέμπωμεν, καὶ συγχωρῶμεν τοῖς εἰς ἡμᾶς πλημμελοῦσιν· ὅταν δὲ εἰς τὸν Θεὸν συντείνῃ, τότε δίκας ἀπαιτῶμεν. Ἀλλ᾽ οὐκ οἶδ᾽ ὅπως ἀπεναντίας. ἅπαντα διαπραττόμεθα, καὶ τὰ μὲν εἰς τὸν Θεὸν διαβαίνοντα ἁμαρτήματα οὐδὲ ὅλως ἐκδικεῖν σπουδάζομεν, ἂν δέ τι τῶν τυχόντων εἰς ἡμᾶς ἁμαρτηθείη, τούτου σφοδροὶ γινόμεθα ἐξετασταὶ καὶ κατήγοροι, οὐκ εἰδότες ὅτι ταύτῃ καὶ μειζόνως καθ᾽ ἡμῶν μᾶλλον παροξύνομεν τὸν φιλάνθρωπον Δεσπότην. Ὅτι γὰρ ἔθος τῷ Θεῷ τὰ μὲν εἰς αὑτὸν πολλάκις ἀποπέμπεσθαι, τὰ δὲ εἰς τοὺς πλησίον γινόμενα ἁμαρτήματα, ταῦτα μετὰ πολλῆς ἐκδικεῖν τῆς σφοδρότητος, ἄκουε τοῦ μὲν μακαρίου Παύλου λέγοντος· Εἴ τις γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν. Καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον, καὶ αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτῆς, μὴ ἀφιέτω αὐτόν. Εἶδες πόση ἡ συγκατάβασις; Κἂν Ἕλλην ᾖ, φησὶ, κἂν ἄπιστος, καταδέχεται δὲ τὸ συνοικέσιον, μὴ παραιτήσῃ. Καὶ πάλιν· Κἂν ἐθνικὴ τυγχάνῃ ἡ γυνὴ, κἂν ἄπιστος, βούλεται δὲ συνοικεῖν, μὴ ἀπώσῃ.

Τί γὰρ, φησὶν, οἶδας, ὦ γύναι, εἰ τὸν ἄνδρα σώσεις, ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις; Ὅρα πῶς οὐ κωλύει τὸν ἀπιστοῦντα αὐτῷ ἢ τὴν ἀπιστοῦσαν καταδέχεσθαι εἰς τὸν τοῦ συνοικεσίου νόμον. Ἄκουε δὲ πάλιν αὐτοῦ τοῦ Χριστοῦ λέγοντος τοῖς μαθηταῖς; Λέγω γὰρ ὑμῖν, ὅτι πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι.

Πολλὴ τῆς φιλανθρωπίας ἡ ὑπερβολή. Κἂν ἄπιστος ᾖ, φησὶν, ἢ ἐθνικὴ, καταδέχεται δὲ, κάτεχε· ἂν δὲ εἰς σὲ ἁμάρτῃ. καὶ τῶν συνθηκῶν ἐπιλάθηται, καὶ τὴν ἑτέρων κοινωνίαν προτιμήσῃ, ἔξεστί σοι ἐκβαλεῖν καὶ ἀπώσασθαι Ταῦτα λογιζόμενοι σπουδάζωμεν καὶ ἡμεῖς ἀμείβεσθαι τὸν Δεσπότην τῆς εἰς ἡμᾶς εὐνοίας, καὶ ὥσπερ αὐτὸς τὰ μὲν εἰς αὐτὸν ἀποπέμπεσθαι καταδέχεται, τὰ δὲ ἡμέτερα ἐκδικεῖ καὶ μετὰ πολλῆς τῆς σφοδρότητος, τὸν αὐτὸν δὴ τρόπον καὶ αὐτοὶ ποιῶμεν· καὶ ὅσα μὲν εἰς ἡμᾶς ἁμαρτάνουσιν οἱ πλησίον συγχωρῶμεν, ὅσα δὲ εἰς τὸν Θεὸν συντείνει, ταῦτα μετὰ πολλῆς τῆς σπουδῆς ἐκδικεῖν σπουδάζωμεν. Τοῦτο γὰρ καὶ ἡμᾶς ὠφελήσει τὰ μέγιστα, καὶ τοὺς τὴν διόρθωσιν δεχομένους οὐ τὰ τυχόντα ὀνίνησι. Τάχα εἰς πολὺ μῆκος ἡμῖν ἐξετάθη σήμερον τὰ προοίμια. Καὶ τί πάθω; Οὐχ ἑκὼν τοῦτο ὑπέμεινα, ἀλλ᾽ ὑπὸ τῆς ἀκολουθίας τοῦ λόγου παρασυρείς.

Ἐπειδὴ δὲ περὶ τοῦ κατακλυσμοῦ πᾶς ὁ λόγος ἐκινήθη ἡμῖν, ἀνάγκην ἔσχομεν δεῖξαι τῇ ὑμετέρᾳ ἀγάπῃ, ὅτι καὶ αἱ τιμωρίαι αἱ παρὰ τοῦ Θεοῦ φιλανθρωπίαι μᾶλλόν εἰσιν ἢ τιμωρίαι, ὥσπερ οὖν αὐτὸς ὁ κατακλυσμός.

Καθάπερ γὰρ πατὴρ φιλόστοργος, κηδεμονίᾳ τῇ περὶ τὴν ἡμετέραν φύσιν πάντα διαπράττεται. Ἵνα δὲ καὶ ἐκ τῶν νῦν ἡμῖν προκειμένων καὶ ἐκ τῶν σήμερον ἀναγνωσθέντων μάθητε αὐτοῦ τῆς φιλανθρωπίας τὸ μέγεθος, ἀκούσωμεν αὐτῶν τῶν τῆς θείας Γραφῆς ῥημάτων.

Ἐπειδὴ γὰρ χθὲς ἐδίδαξεν ἡμᾶς ὁ μακάριος Μωϋσῆς λέγων, ὅτι Ὑψώθη τὸ ὕδωρ ἐπὶ τῆς γῆς ἡμέρας ἑκατὸν πεντήκοντα (μέχρι γὰρ τούτου ἡμῖν ἐπληρώθη τὰ τῆς διδασκαλίας), σήμερόν φησι, Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε, καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ πάντων τῶν πετεινῶν, καὶ πάντων τῶν ἑρπετῶν, ὅσα ἦν μετὰ αὐτοῦ ἐν τῇ κιβωτῷ.

γʹ. Θέα μοι πάλιν τῆς θείας Γραφῆς τὴν συγκατάβασιν. Καὶ ἐμνήσθη, φησὶν, ὁ Θεός. Θεοπρεπῶς νοῶμεν, ἀγαπητοὶ, τὰ λεγόμενα, καὶ μὴ τῇ ἀσθενείᾳ τῆς ἡμετέρας φύσεως λογιζώμεθα τῶν λέξεων τὴν παχύτητα. Ὅσον γὰρ πρὸς τὴν ἄῤῥητον φύσιν ἐκείνην, ἀνάξιον τὸ ῥῆμα· ὅσον δὲ πρὸς τὴν ἡμετέραν ἀσθένειαν, ἀκολούθως εἴρηται.

Ἐμνήσθη, φησὶν, ὁ Θεὸς τοῦ Νῶε. Ἐπειδὴ γὰρ διηγήσατο ἡμῖν ἐν τοῖς ἤδη ῥηθεῖσι, καθάπερ προλαβόντες ἐδιδάξαμεν ὑμῶν τὴν ἀγάπην, ὅτι ἐν ταῖς τεσσαράκοντα ἡμέραις καὶ τοσαύταις· νυξὶν ὁ ὑετὸς γέγονε, καὶ ἐν ἑκατὸν πεντήκοντα ἡμέραις ἐπὶ τῆς ταυτότητος διέμεινε δέκα πέντε πήχεις ὑψούμενον ἐπάνω τῶν ὀρέων, καὶ ὅτι τούτων γινομένων ὁ δίκαιος ἐν τῇ κιβωτῷ ἐτύγχανεν, οὐδὲ τὸν ἀέρα ἀναπνεῖν δυνάμενος, συνόντων αὐτῷ καὶ τῶν ἀλόγων ἁπάντων, διὰ τοῦτό φησι, Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε. Τί ἐστιν, Ἐμνήσθη; ᾬκτειρε, φησὶν, ὁ Θεὸς τὸν δίκαιον ἐν τῇ κιβωτῷ διάγοντα, ἠλέησεν αὐτὸν ἐν τοσαύτῃ στενοχωρίᾳ τυγχάνοντα, καὶ ἐν ἀμηχανίᾳ καθεστῶτα, καὶ οὐκ εἰδότα μέχρι τίνος στήσεται τὰ δεινά. Ἐννόει γάρ μοι ποίους ἀνεκίνει καθ᾽ ἑαυτὸν λογισμοὺς μετὰ τὰς τεσσαράκοντα ἡμέρας καὶ τὰς τεσσαράκοντα νύκτας, ἃς ἡ τῶν ὑδάτων φορὰ κατεφέρετο, ὁρῶν ἐπὶ ἑκατὸν πεντήκοντα ἡμέρας ἐπὶ τοῦ αὐτοῦ μέτρου τὰ ὕδατα μένοντα, καὶ οὐδὲ ὅλως λήγοντα καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐδὲ αὐτοῖς ὀφθαλμοῖς εἶχεν ἰδεῖν τὰ γεγενημένα, ἀλλ᾽ ἐγκεκλεισμένος, καὶ οὐ δυνάμενός ποθεν τῇ ὄψει ὑποβαλεῖν τὰ κατειληφότα δεινὰ, μείζονα τὴν ὀδύνην ὑπέμενε, καὶ βαρύτερα καθ᾽ ἑκάστην ἀνελογίζετο.

Ἐγὼ δὲ καὶ θαυμάζω πῶς ὑπὸ τῆς ἀθυμίας αὐτῆς οὐ κατεπόθη, εἰς ἔννοιαν ἐρχόμενος καὶ τῆς ἀπωλείας τοῦ τῶν ἀνθρώπων γένους, καὶ τῆς μονώσεως τῆς οἰκείας, καὶ τῆς χαλεπῆς ἐκείνης διαγωγῆς. Ἀλλ᾽ ἡ αἰτία πάντων αὐτῷ τῶν ἀγαθῶν ἡ πίστις ἦν ἡ εἰς τὸν Θεὸν, δι᾽ ἣν καὶ ἀντεῖχε καὶ πάντα γενναίως ἔφερε, καὶ τῇ ἐλπίδι τρεφόμενος οὐδενὸς ἐπῄσθετο τῶν λυπηρῶν.

Ἐπεὶ οὖν τὰ παρ᾽ ἑαυτοῦ παρέσχε, καὶ τὴν ὑπομονὴν ἐπεδείξατο, καὶ δαψιλῆ τὴν πίστιν εἰσήνεγκε, πολλὴν τὴν καρτερίαν ἐπιδειξάμενος, σκόπει τοῦ ἀγαθοῦ Θεοῦ τὴν πολλὴν περὶ αὐτὸν φιλανθρωπίαν. Καὶ ἐμνήσθη, φησὶν, ὁ Θεὸς τοῦ Νῶε. Οὐχ ἁπλῶς εἶπε, Καὶ ἐμνήσθη· ἀλλ᾽ ἐπειδὴ προλαβοῦσα ἡ θεία Γραφὴ τὴν μαρτυρίαν τὴν παρὰ τοῦ Θεοῦ δήλην ἡμῖν ἐποίησε περὶ τοῦ δικαίου, λέγοντος, Εἴσελθε εἰς τὴν κιβωτὸν, ὅτι σε εἶδον δίκαιον ἐν τῇ γενεᾷ ταύτῃ, διὰ τοῦτο νῦν φησι· Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε, τοῦτ᾽ ἔστι, τῆς μαρτυρίας, ἢν περὶ αὐτοῦ ἐποιήσατο, ἀνεμνήσθη, καὶ οὐ περιεῖδεν ἐπὶ πολὺ τὸν δίκαιον, ἀλλὰ μέχρι τοσούτου μακροθυμήσας, μέχρις ὅτε ἀντισχεῖν ἠδύνατο, τότε λοιπὸν τὴν παρ᾽ ἑαυτοῦ δωρεῖται χάριν. Εἰδὼς γὰρ ἡμῶν τῆς φύσεως τὴν ἀσθένειαν, ἐπειδὰν συγχωρήσῃ πειρασμόν τινα ἐπενεχθῆναι, μέχρι τοσούτου ἀφίησι, μέχρις ὅτε οἶδε δυναμένους ὑπενεγκεῖν, ἵνα καὶ ἡμῖν τῆς καρτερίας ἀρκοῦσαν τὴν ἀμοιβὴν χαρίσηται, καὶ τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείξηται· καθάπερ καὶ Παῦλός φησι· Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν. Ἐπεὶ οὖν καὶ ὁ δίκαιος οὗτος τὴν καρτερίαν καὶ τὴν ὑπομονὴν ἐπεδείξατο, πίστει τῇ εἰς τὸν Θεὸν τὴν ἐν τῇ κιβωτῷ οἴκησιν ἀνασχόμενος, Καὶ ἐμνήσθη, φησὶν, ὁ Θεὸς τοῦ Νῶε.

Εἶτα ἵνα μάθῃς αὐτοῦ τῆς φιλανθρωπίας τὴν ἄβυσσον, προσέθηκεν ἡ θεία Γραφή· Καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ πάντων τῶν πετεινῶν, καὶ πάντων τῶν ἑρπετῶν, ὅσα ἦν μετ᾽ αὐτοῦ ἐν τῇ κιβωτῷ.

Ὅρα πῶς ἅπαντα διὰ τὴν εἰς τὸν ἄνθρωπον τιμὴν ἐργάζεται. Καθάπερ γὰρ ἐπὶ τῶν ἀπολωλότων ὑπὸ τοῦ κατακλυσμοῦ ἀνθρώπων, μετ᾽ ἐκείνων καὶ τὴν τῶν ἀλόγων ζώων φύσιν ἅπασαν διέφθειρεν, οὕτω καὶ ἐνταῦθα μέλλων τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείκνυσθαι περὶ τὸν δίκαιον, διὰ τὴν εἰς αὐτὸν τιμὴν, καὶ περὶ τὴν τῶν ἀλόγων φύσιν, καὶ τὰ θηρία καὶ τὰ πετεινὰ καὶ τὰ ἑρπετὰ ἐκτείνει αὐτοῦ τὴν ἀγαθότητα. Καὶ ἐμνήσθη, φησὶν, ὁ Θεὸς τοῦ Νῶε, καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ τῶν ἑρπετῶν, καὶ ὅσα ἦν μετ᾽ αὐτοῦ ἐν τῇ κιβωτῷ. Καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ. Μνησθεὶς, φησὶ, τοῦ Νῶε, καὶ τῶν μετ᾽ αὐτοῦ ὄντων ἐν τῇ κιβωτῷ προσέταξεν ἐπισχεθῆναι τῶν ὑδάτων τὴν φορὰν, ἵνα κατὰ μικρὸν τὴν οἰκείαν ἐπιδείξηται φιλανθρωπίαν, καὶ λοιπὸν τὸν δίκαιον ἀναπνεῦσαι ποιήσῃ, καὶ τῆς τῶν λογισμῶν ταραχῆς ἐλευθερώσας εἰς γαλήνην αὐτὸν καταστήσῃ, χαρισάμενος καὶ τοῦ φωτὸς τὴν ἀπόλαυσιν καὶ τοῦ ἀέρος τὴν ἀναπνοήν. Καὶ ἐπήγαγεν ὁ Θεὸς, φησὶ, πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ. Καὶ ἐπεκαλύφθησαν αἱ πηγαὶ τῆς ἀβύσσου καὶ οἱ καταῤῥάκται τοῦ οὐρανοῦ. Ὅρα πῶς ἀνθρωπίνως ἡμῖν ἅπαντα διαλέγεται.

Ἐπεκαλύφθησαν, γὰρ, φησὶν, αἱ πηγαὶ τῆς ἀβύσσου καὶ οἱ καταῤῥάκται τοῦ οὐρανοῦ, καὶ συνεσχέθη ὁ ὑετὸς τοῦ οὐρανοῦ, μονονουχὶ λέγουσα ὅτι ἔδοξε τῷ Δεσπότῃ, καὶ πάλιν ἐπὶ τῆς οἰκείας χώρας τὰ ὕδατα ἔμεινε, καὶ οὐκ ἔτι πλεονασμὸς ἐγένετο, ἀλλὰ κατὰ μικρὸν ἔληγε. Καὶ ἐνεδίδου τὸ ὕδωρ πορευόμενον ἀπὸ τῆς γῆς, καὶ ἠλαττοῦτο τὸ ὕδωρ μετὰ πεντήκοντα καὶ ἑκατὸν ἡμέρας. Ποῖος λογισμὸς τοῦτο καταλαβεῖν ἂν δυνηθείη ποτέ; Ἔστω, ὁ ὑετὸς ἐπεσχέθη, αἱ πηγαὶ οὐκέτι πλεονασμὸν εἰργάσαντο, καὶ οἱ καταῤῥάκται τοῦ οὐρανοῦ ἐπεσχέθησαν· τὸ ὕδωρ τὸ τοσοῦτον πῶς ἔληξε; Πάντα ἄβυσσος ἦν. Πῶς οὖν ἡ τοσαύτη τῶν ὑδάτων ῥύμη ἀθρόον ἐλάττων ἐγίνετο; Τίς ἂν τοῦτο ἀνθρωπίνῳ λογισμῷ εὑρεῖν δυνηθείη ποτέ; Τί οὖν ἔστιν εἰπεῖν; Τὸ τοῦ Θεοῦ πρόσταγμα ἦν, τὸ ἐργαζόμενον τὰ πάντα.

δʹ. Μὴ τοίνυν ἡμεῖς περιεργαζώμεθα τὸ πῶς, ἀλλὰ τοῦτο μόνον πιστεύωμεν, ὅτι ἐκέλευσε καὶ ὑψώθη ἡ ἄβυσσος· προσέταξε, καὶ πάλιν τὴν οἰκείαν ἐπέσχε φορὰν, καὶ πρὸς τὸν οἰκεῖον τόπον ὑπανεχώρησεν, ὃν αὐτὸς οἶδε μόνος ὁ δημιουργήσας αὐτὴν Δεσπότης. Καὶ ἐκάθισε, φησὶν, ἡ κιβωτὸς ἐν τῷ ἑβδόμῳ μηνὶ, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνὸς, ἐπὶ τὰ ὄρη τὰ Ἀραράτ. Τὸ δὲ ὕδωρ ἠλαττοῦτο ἕως τοῦ δεκάτου μηνός· καὶ ὤφθησαν αἱ κεφαλαὶ τῶν ὀρέων ἐν τῷ δεκάτῳ μηνὶ, τῇ πρώτῃ τοῦ μηνός. Σκόπει πῶς ἀθρόον ἡ μεταβολὴ γέγονε, καὶ πόσον ἔληξεν ἡ τῶν ὑδάτων φύσις, ὡς ἐπὶ τὰ ὄρη τὴν κιβωτὸν καθίσαι. Ἀνωτέρω γὰρ εἰποῦσα ἡ Γραφὴ, ὅτι δέκα πέντε πήχεις ἐπάνω τῶν ὀρέων ὑψώθη τὸ ὕδωρ, νῦν φησιν, ὅτι ἐκάθισεν ἡ κιβωτὸς ἐπὶ τὰ ὄρη τὰ Ἀραρὰτ, καὶ κατὰ μικρὸν λοιπὸν μέχρι τοῦ δεκάτου μηνὸς ἠλαττοῦτο, καὶ τότε τῷ δεκάτῳ μηνὶ ὤφθησαν αἱ κεφαλαὶ τῶν ὀρέων. Ἐννόει μοι τοῦ δικαίου τὴν εὐτονίαν, πῶς διήρκεσεν ἐν τοσούτοις μησὶ καθάπερ ἐν σκότῳ κατακεκλεισμένος.

Καὶ ἐγένετο, φησὶ, μετὰ τὰς τεσσαράκοντα ἡμέρας, καὶ ἀνέῳξε Νῶε τὴν θυρίδα τῆς κιβωτοῦ, ἣν ἐποίησε, καὶ ἀπέστειλε τὸν κόρακα ἰδεῖν, εἰ κεκόπακε τὸ ὕδωρ. Ὅρα τὸν δίκαιον οὐδέπω τολμῶντα κατοπτεῦσαι δι᾽ ἑαυτοῦ, ἀλλὰ τὸν κόρακα ἀπέστειλε, δι᾽ ἐκείνου μαθεῖν βουλόμενος, εἴ τινα ἔστι προσδοκῆσαι χρηστὴν μεταβολήν· Καὶ ἐξελθὼν, φησὶν, οὐκ ἀνέστρεψεν, ἕως τοῦ ξηρανθῆναι τὸ ὕδωρ ἀπὸ τῆς γῆς. Οὐκ ἐπειδὴ μετὰ ταῦτα ἀνέστρεψε, τὸ, Ἕως, προσέθηκεν ἡ θεία Γραφή· ἀλλ᾽ ἰδίωμα τοῦτό ἐστι τῆς θείας Γραφῆς. Καὶ πολλαχοῦ ἄν τις εὕροι ταύτην τὴν συνήθειαν, καὶ ἐνῆν πολλὰ τοιαῦτα εὑρεῖν καὶ παραγαγεῖν εἰς μέσον· ἀλλ᾽ ἵνα μὴ πάντα παρ᾽ ἡμῶν μανθάνοντες ῥᾳθυμότεροι γίνησθε. ὑμῖν καταλιμπάνομεν διερευνᾶσθαι τὴν Γραφὴν, καὶ εὑρεῖν ὅπου τοῖς ἰδιώμασι τούτοις κέχρηται. Τέως δὲ ἡμᾶς ἀναγκαῖον εἰπεῖν τὴν αἰτίαν, δι᾽ ἣν οὐκ ἀνέστρεψε τὸ ὄρνεον. Ἴσως ληξάντων τῶν ὑδάτων ἀκάθαρτον ὂν τὸ ὄρνεον, καὶ σώμασιν ἐντυχὸν τοῖς τε ἀνθρωπίνοις, τοῖς τε τῶν ἀλόγων, καὶ τὴν κατάλληλον εὑρὸν ἑαυτῷ τροφὴν, ἐναπέμεινεν· ὅπερ καὶ αὐτὸ οὐ μικρὸν ἐγίνετο τῷ δικαίῳ τεκμήριον τῆς χρηστῆς ἐλπίδος. Εἰ γὰρ μὴ τοῦτο ἦν, μηδὲ εὗρε μικράν τινα παραμυθίαν, ὑπέστρεψεν ἄν.

Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἐντεῦθεν λοιπὸν τὴν χρηστὴν προσδοκίαν ἐσχηκὼς ὁ δίκαιος ἐκπέμπει τὴν περιστερὰν, ὄρνεον ἥμερον καὶ φιλοσύνηθες, καὶ πολλὴν εὐγνωμοσύνην ἐπιδεικνύμενον, καὶ οὐκ ἀνεχόμενον ἕτερόν τι σιτεῖσθαι ἢ σπέρματα· τῶν γὰρ καθαρῶν τυγχάνει. Καὶ ἀπέστειλε τὴν περιστερὰν, φησὶ, παρ᾽ αὐτοῦ, ἰδεῖν, εἰ κεκόπακε τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς. Καὶ μὴ εὑροῦσα ἡ περιστερὰ ἀνάπαυσιν τοῖς ποσὶν αὐτῆς, ὑπέστρεψε πρὸς αὐτὸν εἰς τὴν κιβωτὸν, ὅτι ὕδωρ ἦν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς. Ἄξιον ἐνταῦθα διερευνήσασθαι πῶς ἀνωτέρω εἰποῦσα ἡ ἁγία Γραφὴ, ὅτι αἱ κεφαλαὶ τῶν ὀρέων ὤφθησαν, νῦν φησιν, ὅτι οὐχ εὑροῦσα ἡ περιστερὰ ἀνάπαυσιν ὑπέστρεψε πρὸς αὐτὸν εἰς τὴν κιβωτὸν, ὅτι τὸ ὕδωρ ἦν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς. Μετὰ ἀκριβείας ἀναγνῶμεν τὸ εἰρημένον, καὶ εἰσόμεθα τὴν αἰτίαν. Οὐ γὰρ εἶπεν ἁπλῶς, Οὐχ εὑροῦσα ἀνάπαυσιν, ἀλλὰ, Τοῖς ποσὶν αὐτῆς, προσέθηκεν, ἵνα διδάξῃ ἡμᾶς, ὅτι εἰ καὶ ἔληξεν ἐκ μέρους τὰ ὕδατα καὶ αἱ κεφαλαὶ τῶν ὀρέων ὤφθησαν, ἀλλ᾽ ἔτι ἀπὸ τῆς πλησμονῆς τῶν ὑδάτων καὶ αὐταὶ τῶν ὀρέων αἱ κεφαλαὶ βορβορώδεις, ἢ τελματώδους ἰλύος ἦσαν πεπληρωμέναι. Διὸ οὐδὲ στῆναί που ἰσχύσασα ἡ περιστερὰ, οὐδὲ τροφὴν κατάλληλον εὑρεῖν δυναμένη, ὑπέστρεψε, διὰ τῆς ἐπανόδου διδάσκουσα τὸν δίκαιον, ὡς ἔτι πολλὴ τῶν ὑδάτων ἐστὶν ἡ φορά.

Καὶ ἐκτείνας, φησὶ, τὴν χεῖρα ἔλαβεν αὐτὴν, καὶ εἰσήγαγεν αὐτὴν πρὸς ἑαυτὸν εἰς τὴν κιβωτόν.

Εἶδες πόση τοῦ ὀρνέου ἡ εὐγνωμοσύνη, πῶς ἐπανελθοῦσα διὰ τῆς παρουσίας ἐδίδασκε τὸν δίκαιον ἔτι τινὰ μικρὰν μακροθυμίαν ἐνδείξασθαι; Διὸ, Καὶ ἐπισχὼν, φησὶν, ἔτι ἑπτὰ ἡμέρας ἐξαπέστειλε τὴν περιστερὰν ἐκ τῆς κιβωτοῦ. Καὶ ἀνέστρεψε πρὸς αὐτὸν ἡ περιστερὰ πρὸς ἑσπέραν, καὶ εἶχε φύλλον ἐλαίας κάρφος ἐν τῷ στόματι αὐτῆς. Οὐχ ἁπλῶς ἐνταῦθα οὐδὲ εἰκῇ κεῖται τὸ, Πρὸς ἑσπέραν, ἀλλ᾽ ἵνα μάθωμεν ὅτι διὰ πάσης τῆς ἡμέρας διατραφεῖσα, καὶ εὑροῦσά τινα κατάλληλον δίαιταν, κατὰ τὴν ἑσπέραν ἐπανῆλθεν ἐπὶ τοῦ στόματος φέρουσα κάρφος ἐλαίας.

Τοιοῦτον γὰρ τὸ ζῶον, ἥμερον, καὶ ἀεὶ τὴν συνήθειαν ἐπιζητοῦν· διά τοι τοῦτο καὶ ὑπέστρεψε, καὶ διὰ τοῦ κάρφους τῆς ἐλαίας πολλὴν παραμυθίαν ἐκόμισε τῷ δικαίῳ. Ἀλλ᾽ ἴσως ἄν τις εἴποι· καὶ πόθεν εὗρε τὸ φύλλον τῆς ἐλαίας; Τὸ μὲν πᾶν ἐγίνετο τῆς τοῦ Θεοῦ οἰκονομίας, καὶ τὸ εὑρεθῆναι, καὶ τὸ τὴν περιστερὰν λαβοῦσαν ἐπὶ τοῦ στόματος ἐπανελθεῖν πάλιν πρὸς τὸν δίκαιον· ἄλλως δὲ καὶ τὸ δένδρον ἀειθαλές ἐστι, καὶ εἰκὸς, τῶν ὑδάτων ὑπονοστησάντων, ἔτι τὸ δένδρον τὴν τῶν φύλλων ἔχειν κόμην. Καὶ ἐπισχὼν, φησὶν, ἔτι ἑπτὰ ἡμέρας ἑτέρας ἐξαπέστειλε τὴν περιστερὰν, καὶ οὐ προέθετο τοῦ ἐπιστρέψαι πρὸς αὐτὸν ἔτι. Ὅρα διὰ πάντων τὸν δίκαιον ἱκανὴν παραμυθίαν λαμβάνοντα. Ὥσπερ γὰρ ἐπανελθούσης αὐτῆς, καὶ ἐπὶ τοῦ στόματος φερούσης τὸ φύλλον τῆς ἐλαίας, χρηστὰς εἶχε τὰς ἐλπίδας, οὕτω καὶ νῦν τὸ ἐξελθοῦσαν μὴ ὑποστρέψαι πάλιν, δεῖγμα μέγιστον αὐτῷ παρεῖχε τοῦ πολλὴν αὐτὴν εὑρηκέναι τὴν ἄνεσιν, καὶ λῆξιν γεγενῆσθαι τῶν ὑδάτων παντελῆ. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τῶν ἑξῆς. Καὶ ἐγένετο, φησὶ, τῷ ἑνὶ καὶ ἑξακοσιοστῷ ἔτει ἐν τῇ ζωῇ τοῦ Νῶε, τοῦ πρώτου μηνὸς, ἐξέλιπε τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς. Καὶ ἀπεκάλυψε Νῶε τὴν στέγην τῆς κιβωτοῦ, ἣν ἐποίησε, καὶ εἶδεν ὅτι ἐξέλιπε τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς.

εʹ. Πάλιν ἐνταῦθα ἔπεισί μοι θαυμάζειν καὶ ἐκπλήττεσθαι καὶ τοῦ δικαίου τὴν ἀρετὴν, καὶ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν. Πῶς γὰρ, εἰπέ μοι, μετὰ τοσοῦτον χρόνον προσβαλὼν τῷ ἀέρι, καὶ τὰς ὄψεις ἀνατείνας εἰς τὴν τοῦ οὐρανοῦ θέαν οὐκ ἀπετυφλώθη καὶ ἐπηρώθη τὰς ὄψεις; Ἴστε γὰρ, ἴστε, ὅτι μάλιστα τοῦτο πάσχειν ἔθος τοῖς ἀνθρώποις, κἂν πρὸς βραχὺ μέρος τῆς ἡμέρας ἐν σκοτεινοῖς τόποις καὶ ζοφωδεστέροις διάγοντες πρὸς τὴν τοῦ φωτὸς ἀθρόον αὐγὴν ἀτενίσαι βουληθῶσιν. Ἀλλ᾽ ὁ δίκαιος οὗτος ἐν ἐνιαυτῷ ὁλοκλήρῳ καὶ ἐν τοσούτοις μησὶ, καθάπερ ἐν σκότῳ, διάγων ἐν τῇ κιβωτῷ, καὶ νῦν ἀθρόον πρὸς τὴν τοῦ φωτὸς αὐγὴν ἐπιδὼν, οὐδὲν τοιοῦτον ἔπασχεν. Ἡ γὰρ τοῦ Θεοῦ χάρις ἦν μετὰ τῆς παρασχεθείσης αὐτῷ ὑπομονῆς, ἡ καὶ τοῦ σώματος τὰς αἰσθήσεις ἰσχυρὰς ἀπεργαζομένη, καὶ ἀνωτέρας τῶν σωματικῶν ἀναγκῶν ταύτας ποιοῦσα. Ἐν δὲ τῷ δευτέρῳ μηνὶ ἐξηράνθη ἡ γῆ, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός. Οὐχ ἁπλῶς τὴν τοσαύτην ἀκρίβειαν ποιεῖται ἡ θεία Γραφὴ, ἀλλ᾽ ἵνα μάθωμεν, ὅτι μέχρι μιᾶς ἡμέρας τοῦ ἐνιαυτοῦ ἐκείνου ἡ συμπλήρωσις γεγένηται, καθ᾽ ὃν τοῦ δικαίου ἐδείχθη ἡ ὑπομονὴ, καὶ τῆς οἰκουμένης ἁπάσης τὸ καθάρσιον γέγονεν.

Εἶτα ἐπειδὴ καθάπερ τινὰ ῥύπον ἀπεπλύνατο ἡ κτίσις ἅπασα, ἀποθεμένη τὴν ἅπασαν κηλῖδα, ἣν ἡ τῶν ἀνθρώπων κακία ἐν αὐτῇ κατεσκεύασε, καὶ φαιδρὸν αὐτῆς γέγονε τὸ πρόσωπον, τότε λοιπὸν προστάττει τὸν δίκαιον ἐξελθεῖν ἐκ τῆς κιβωτοῦ, καὶ ἐλευθεροῖ αὐτὸν τοῦ χαλεποῦ ἐκείνου δεσμωτηρίου, καί φησιν· Εἶπε Κύριος ὁ Θεὸς τῷ Νῶε· Ἔξελθε σὺ, καὶ οἱ υἱοί σου, καὶ ἡ γυνή σου, καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ· καὶ πάντα τὰ θηρία ὅσα ἐστὶ μετὰ σοῦ, καὶ πᾶσα σὰρξ ἀπὸ πετεινῶν ἕως κτηνῶν, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς ἐξάγαγε μετὰ σεαυτοῦ, καὶ αὐξάνεσθε καὶ πληθύνεσθε ἐπὶ τῆς γῆς. Σκόπει Θεοῦ ἀγαθότητα, πῶς διὰ πάντων παραμυθεῖται τὸν δίκαιον. Ἐπειδὴ γὰρ προσέταξεν αὐτὸν ἐξελθεῖν ἐκ τῆς κιβωτοῦ, καὶ τοὺς υἱοὺς, καὶ τὴν γυναῖκα, καὶ τὰς γυναῖκας τῶν υἱῶν αὐτοῦ, καὶ τὰ θηρία πάντα, ἵνα μὴ καὶ αὐτὸ τοῦτο πάλιν πολλὴν αὐτῷ κατασκεδάσῃ τὴν ἀθυμίαν, καὶ ἐναγώνιον αὐτὸν καταστήσῃ λογιζόμενον, ὡς ἐν ἐρημίᾳ ἔσται, ἐν τοσούτῳ πλάτει τῆς γῆς μόνος οἰκῶν, οὐδενὸς ὄντος ἑτέρου· εἰπὼν, ἔξελθε ἐκ τῆς κιβωτοῦ, καὶ ἐξάγαγε ἅπαντα μετὰ σεαυτοῦ, προσέθηκε, Καὶ αὐξάνεσθε καὶ πληθύνεσθε ἐπὶ τῆς γῆς.

Ὅρα πῶς πάλιν ἄνωθεν ὁ δίκαιος οὗτος ἐκείνην δέχεται τὴν εὐλογίαν, ἣν πρὸ τῆς παραβάσεως ὁ Ἀδὰμ ἐδέξατο. Ὥσπερ γὰρ ἡνίκα ἐκεῖνος ἐδημιουργήθη, ἤκουσε· Καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεὸς λέγων, Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ κατακυριεύσατε τῆς γῆς· οὕτω καὶ οὗτος νῦν, Αὐξάνεσθε καὶ πληθύνεσθε ἐπὶ τῆς γῆς.

Ὥσπερ γὰρ ἐκεῖνος ἀρχὴ καὶ ῥίζα γέγονε πάντων τῶν γεγονότων πρὸ τοῦ κατακλυσμοῦ, οὕτω καὶ ὁ δίκαιος οὗτος ζύμη τις καὶ ἀρχὴ καὶ ῥίζα γίνεται πάντων τῶν μετὰ τὸν κατακλυσμόν. Καὶ ἐντεῦθεν λοιπὸν τὰ τῆς τῶν ἀνθρώπων συστάσεως ἀρχὴν λαμβάνει, καὶ ἡ κτίσις ἅπασα τὸν οἰκεῖον ἀπολαμβάνει κόσμον, ἥ τε γῆ πρὸς καρποφορίαν διεγειρομένη, καὶ τὰ ἄλλα πάντα ὅσα διὰ τὴν τοῦ ἀνθρώπου ὑπηρεσίαν ἐδημιουργήθη. Καὶ ἐξῆλθε Νῶε, φησὶ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ᾽ αὐτοῦ· καὶ πάντα τὰ θηρία, καὶ πάντα τὰ κτήνη, καὶ πᾶν πετεινὸν, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς κατὰ γένος αὐτῶν ἐξῆλθον ἐκ τῆς κιβωτοῦ. Κατὰ τὸ τοῦ Δεσπότου, φησὶ, πρόσταγμα δεξάμενος τὴν εὐλογίαν τὴν λέγουσαν, Αὐξάνεσθε καὶ πληθύνεσθε, ἐξῆλθεν ἐκ τῆς κιβωτοῦ μετὰ τῶν ἄλλων ἁπάντων. Καὶ ἦν λοιπὸν ἐν πάσῃ τῇ γῇ ὁ δίκαιος μόνος διάγων μετὰ τῆς γυναικὸς, καὶ τῶν παιδίων, καὶ τῶν τούτων γυναικῶν. Καὶ εὐθέως ἐξελθὼν τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείκνυται, καὶ ὑπέρ τε τῶν παρεληλυθότων, ὑπέρ τε τῶν μελλόντων τὰς εὐχαριστίας ἀναφέρει τῷ ἑαυτοῦ Δεσπότῃ.

Ἀλλ᾽ εἰ δοκεῖ, ἵνα μὴ μακρὸν ποιῶμεν τὸν λόγον, εἰς τὴν ἑξῆς ταμιευσώμεθα τὰ κατὰ τὴν εὐγνωμοσύνην τοῦ δικαίου, μέχρι τούτου στήσαντες τὸν λόγον, καὶ παρακαλέσαντες ὑμῶν τὴν ἀγάπην διηνεκῶς τοῦτον τὸν μακάριον ἐν διανοίᾳ περιστρέφειν, καὶ τῆς ἀρετῆς αὐτοῦ μετὰ ἀκριβείας τὴν εὐμορφίαν καταμανθάνειν, καὶ ζηλωτὰς αὐτοῦ γίνεσθαι.

Σκόπει γάρ μοι πόσος αὐτοῦ τῆς ἀρετῆς ὁ πλοῦτος, ὅτι σήμερον ἐν τοσαύταις ἡμέραις τὰ κατ᾽ αὐτὸν διηγούμενοι, οὐδέπω καὶ νῦν τέλος ἐπιθεῖναι ἰσχύσαμεν τῇ κατ᾽ αὐτὸν ὑποθέσει. Καὶ τί λέγω τέλος ἐπιθεῖναι; Ὅσα ἂν εἴπωμεν, οὐ δυνάμεθα ἐφικέσθαι· ἀλλὰ κἂν ἡμεῖς πολλὰ δυνηθῶμεν εἰπεῖν, κἂν οἱ μεθ᾽ ἡμᾶς, οὐδὲ οὕτω πρὸς τὸ τέλος φθάσαι δυνησόμεθα· τοσοῦτόν ἐστιν ἀρετή.

Ἐὰν γὰρ βουληθῶμεν, ἅπασαν ἡμῶν τὴν φύσιν οὗτος παιδεῦσαι δυνήσεται, καὶ πρὸς τὸν τῆς ἀρετῆς ζῆλον ἐναγαγεῖν. Ὅταν γὰρ καὶ μεταξὺ τοσούτων πονηρῶν ἀναστρεφόμενος οὗτος ὁ δίκαιος, καὶ μηδένα ἔχων εὑρεῖν ὁμότροπον, πρὸς τοσοῦτον μέτρον εὑρέθη φθάνων τῆς ἀρετῆς, τίς ἡμῖν ἔσται ἀπολογία τοῖς μηδὲ τοσαῦτα κωλύματα ἔχουσι, καὶ ῥᾳθυμοῦσι πρὸς τὴν ταύτης κατόρθωσιν;

Μὴ γάρ μοι τὴν ἐν τοῖς πεντακοσίοις ἔτεσι διαγωγὴν λέγε μόνον, ὅτι κωμῳδούμενος καὶ χλευαζόμενος διετέλει ὑπὸ τῶν τὴν κακίαν μετιόντων, ἀλλὰ καὶ τὴν ἐν τῇ κιβωτῷ διατριβήν. Ὁ γὰρ ἐνιαυτὸς ἐκεῖνος ἀντίῤῥοπος εἶναί μοι δοκεῖ τοῦ παντὸς χρόνου· τοσαύτην ἐκεῖ τὴν θλίψιν ὑπομένειν ὁ δίκαιος ἠναγκάζετο, ἐν στενοχωρίᾳ τοιαύτῃ τυγχάνων, καὶ μηδὲ ἀναπνεῖν δυνάμενος, καὶ τῆς μετὰ τῶν θηρίων καὶ τῶν ἀλόγων διαγωγῆς ἀνεχόμενος, καὶ διὰ πάντων δεικνὺς αὐτοῦ τῆς γνώμης τὸ στεῤῥὸν, καὶ τὸ ἀκλινὲς τῆς προαιρέσεως, καὶ τὴν πίστιν ἣν περὶ τὸν Θεὸν ἐπεδείκνυτο, δι᾽ ἣν πάντα πράως καὶ κούφως ἔφερε. Δία τοι τοῦτο, ἐπειδὴ τὰ παρ᾽ αὐτοῦ πάντα εἰσήνεγκε, καὶ τῶν παρὰ τοῦ Θεοῦ μετὰ δαψιλείας ἀπήλαυσεν. Εἰ γὰρ καὶ στενοχωρίαν πολλὴν ὑπέμενεν ἐν τῇ διαγωγῇ τῆς κιβωτοῦ, ἀλλ᾽ ὅμως τὸ κλυδώνιον τὸ φοβερὸν καὶ τὴν πανωλεθρίαν ἐκείνην διέφυγε.

Καὶ διὰ τοῦτο μετὰ τὴν στενοχωρίαν ἐκείνην καὶ τὴν ἀφόρητον εἱρκτὴν, καὶ ἀδείας καὶ ἀνέσεως ἀπήλαυε, καὶ τῆς παρὰ τοῦ Θεοῦ εὐλογίας ἠξιοῦτο, καὶ πάλιν τὴν οἰκείαν εὐγνωμοσύνην διὰ τῶν ἔργων ἐπλήρου· καὶ πανταχοῦ εὑρήσεις τὰς ἀρχὰς παρ᾽ αὐτοῦ εἰσφερομένας. Ὥσπερ δὲ τὴν πρώτην ἅπασαν ἡλικίαν τὴν ἀρετὴν μεταδιώξας, καὶ τῆς κακίας ἐκείνων ἐκτὸς γεγονὼς, οὐ συναπήλαυσεν αὐτοῖς τῆς τιμωρίας, ἀλλὰ πάντων ὑποβρυχίων γινομένων αὐτὸς μόνος διεσώζετο· οὕτω πάλιν ἐπειδὴ πολλὴν τὴν πίστιν εἰσήνεγκε, καὶ μετ᾽ εὐχαριστίας τῆς ἐν τῇ κιβωτῷ οἰκήσεως ἠνέσχετο, πάλιν τὰ παρὰ τοῦ Θεοῦ ἠκολούθησε μετὰ πολλῆς τῆς φιλοτιμίας, καὶ ἐξενεχθεὶς τῆς κιβωτοῦ, καὶ εἰς τὴν προτέραν διαγωγὴν ἀποκατασταθεὶς, εὐθέως εὐλογίας ἀξιοῦται, καὶ πάλιν τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδειξάμενος, καὶ τὴν κατὰ δύναμιν εὐχαριστίαν ποιησάμενος, καὶ οὕτω μειζόνων ἀξιοῦται παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Καὶ γὰρ ἔθος τοῦτο τῷ Θεῷ, ἐπειδὰν μικρὰ καὶ εὐτελῆ παρ᾽ ἡμῶν εἰσενεχθῇ, ὅμως δ᾽ οὖν εἰσενεχθῇ, πολλὴν ἡμῖν τὴν παρ᾽ αὐτοῦ δωρεῖσθαι φιλοτιμίαν. Καὶ ἵνα μάθῃς καὶ τῆς ἀνθρωπίνης εὐτελείας τὴν ὑπερβολὴν, καὶ τοῦ Δεσπότου σου τὴν φιλοτιμίαν, σκόπει μοι ἐνταῦθα. Κἂν γὰρ βουληθῶμέν τι εἰσενεγκεῖν, τί τοσοῦτον δυνησόμεθα, ἢ ὅσον τὴν διὰ τῶν λόγων εὐχαριστίαν ἐπιδείξασθαι; Τὰ μέν τοι παρ᾽ αὐτοῦ διὰ τῶν ἔργων εἰς ἡμᾶς ἐκπληροῦται.

Ποῦ οὖν ἂν ἴσον γένοιτο ἔργα καὶ λόγοι; Ἀνενδεὴς γὰρ ὢν ἡμῶν ὁ Δεσπότης, οὐδενὸς δεῖται τῶν παρ᾽ ἡμῶν, εἰ μὴ τῶν ῥημάτων μόνον· καὶ αὐτὴν δὲ τὴν διὰ τῶν λόγων εὐχαριστίαν ἀπαιτεῖ, οὐχ ὡς ταύτης χρῄζων αὐτὸς, ἀλλ᾽ ἵνα ἡμᾶς παιδεύσῃ εὐγνώμονας εἶναι, καὶ ἐπιγινώσκειν τὸν τῶν ἀγαθῶν χορηγόν. Διὰ τοῦτο καὶ Παῦλος γράφων ἔλεγεν, Εὐχάριστοι γίνεσθε Οὐδὲν γὰρ οὕτως ἐπιζητεῖ παρ᾽ ἡμῶν ὁ Δεσπότης, ὡς τοῦτο τὸ κατόρθωμα. Μὴ τοίνυν ἀγνώμονες γινώμεθα, μηδὲ δι᾽ ἔργων εὐεργετούμενοι αὐτοὶ, ὀκνῶμεν τὴν διὰ τῶν λόγων εὐχαριστίαν ἀναφέρειν τῷ Δεσπότῃ· πάλιν γὰρ εἰς ἡμᾶς τὸ κέρδος περιίσταται. Ἐὰν γὰρ ἐπὶ τοῖς φθάσασιν εὐχάριστοι γινώμεθα, καὶ πρὸς τὸ τῶν μειζόνων τυχεῖν ἑαυτοῖς πολλὴν προευτρεπίζομεν τὴν παῤῥησίαν. Μόνον, παρακαλῶ, καθ᾽ ἑκάστην ἡμέραν καὶ ὥραν, εἰ οἷόν τε, ἀναλογιζώμεθα καθ᾽ ἑαυτοὺς μὴ τὰς κοινὰς μόνον εὐεργεσίας, ἃς πάσῃ τῇ φύσει ὁ τῶν ὅλων δημιουργὸς κεχάρισται, ἀλλὰ καὶ τὰς ἰδίᾳ καὶ καθ᾽ ἕκαστον ἡμῖν παρεχομένας.

Καὶ τί λέγω τὰς ἰδίᾳ καὶ καθ᾽ ἕκαστον παρεχομένας; Καὶ ὑπὲρ ὧν ἀγνοοῦντες εὐεργετούμεθα, καὶ ὑπὲρ τούτων εὐχαριστῶμεν. Ἐπειδὴ γὰρ κήδεται τῆς ἡμετέρας σωτηρίας, πολλὰ καὶ μὴ εἰδότας ἡμᾶς εὐεργετεῖ, καὶ πολλάκις καὶ κινδύνων ἐξαρπάζει, καὶ ἑτέρας εὐεργεσίας εἰς ἡμᾶς κατατίθεται. Πηγὴ γάρ ἐστι φιλανθρωπίας, καὶ οὐδέποτε παύεται τὰ ἐκεῖθεν νάματα τῇ τῶν ἀνθρώπων φύσει προχέουσα. Ἂν τοίνυν ταῦτα λογιζώμεθα, καὶ σπουδάζωμεν καὶ ὑπὲρ τῶν φθασάντων τὰς εὐχαριστίας ἀναφέρειν τῷ Δεσπότῃ, καὶ ὑπὲρ τῶν ἑξῆς τοιούτους ἑαυτοὺς κατασκευάζειν, ὥστε μὴ ἀναξίους φανῆναι τῶν παρ᾽ αὐτοῦ εὐεργεσιῶν, δυνησόμεθα καὶ πολιτείαν ἀρίστην ἐπιδείξασθαι, καὶ τῆς κακίας τὴν πεῖραν διαφυγεῖν.

Ἡ γὰρ μνήμη τῶν εὐεργεσιῶν ἱκανὴ διδάσκαλος ἡμῖν ἔσται τῆς κατ᾽ ἀρετὴν πολιτείας, οὐκ ἀφιεῖσά ποτε εἰς ῥᾳθυμίαν ἐμπεσόντας καὶ λήθην, πρὸς τὴν κακίαν αὐτομολῆσαι. Ἡ γὰρ νήφουσα καὶ ἐγρηγορυῖα ψυχὴ οὐ τότε μόνον ἐπειδὰν κατὰ ῥοῦν φέρηται τὰ πράγματα, εὐγνωμοσύνην ἐπιδείκνυται, ἀλλὰ κἂν ἐναντία τις πραγμάτων περίστασις παρακολουθήσῃ, καὶ τότε τὴν ἴσην εὐχαριστίαν ἀναφέρει, οὐδὲν ἀπὸ τῆς τῶν πραγμάτων μεταβολῆς χαυνουμένη, ἀλλὰ ταύτῃ μᾶλλον νευρουμένη, καὶ τὴν ἄφατον τοῦ Θεοῦ κηδεμονίαν λογιζομένη, καὶ ὡς εὔπορος ὢν καὶ εὐμήχανος δύναται καὶ δι᾽ ἐναντίων πραγμάτων, εἰ καὶ ἡμεῖς τὴν ἀκριβῆ κατάληψιν μὴ ἰσχύωμεν συνιδεῖν, τὴν ἑαυτοῦ κηδεμονίαν ἐπιδείξασθαι.

ϛʹ. Οὕτω τοίνυν ἅπαντα τὰ καθ᾽ ἡμᾶς παραχωροῦντες, ὅπως ἂν φέρηται τὰ πράγματα, ἡμεῖς ἓν μόνον ἔργον ἔχωμεν, τὸ διηνεκῶς αὐτῷ εὐχαριστεῖν ὑπὲρ ἁπάντων. Διὰ γὰρ τοῦτο λογικοί τινες γεγόναμεν, καὶ ταύτῃ τῶν ἀλόγων διεστήκαμεν, ἵνα τὰς εὐφημίας καὶ τοὺς ὕμνους καὶ διηνεκεῖς δοξολογίας ἀναφέρωμεν τῷ τῶν ὅλων δημιουργῷ.

Διὰ τοῦτο καὶ ψυχὴν ἡμῖν ἐνέπνευσε, καὶ γλῶσσαν ἐχαρίσατο, ἵνα τῶν παρ᾽ αὐτοῦ εἰς ἡμᾶς εὐεργεσιῶν εἰς αἴσθησιν ἐρχόμενοι, καὶ τὴν δεσποτείαν ἐπιγινώσκωμεν, καὶ τὴν εὐγνωμοσύνην ἐπιδειξώμεθα, καὶ τὴν κατὰ δύναμιν εὐχαριστίαν ἀναφέρωμεν τῷ Δεσπότῃ. Εἰ γὰρ ἄνθρωποι οἱ τῆς αὐτῆς ἡμῖν φύσεως κοινωνοῦντες, μικράν τινα πολλάκις καὶ εὐτελῆ εἰς ἡμᾶς εὐεργεσίαν καταθέμενοι, ἀπαιτοῦσι τὴν ὑπὲρ ὧν πεπόνθαμεν εὐχαριστίαν, οὐ διὰ τὴν ἡμετέραν εὐγνωμοσύνην, ἀλλ᾽ ἵνα καὶ αὐτοὶ ἐντεῦθεν λαμπρότεροι φαίνωνται· πολλῷ μᾶλλον ἐπὶ τοῦ φιλανθρώπου Θεοῦ τοῦτο πλείω ποιεῖν ἡμᾶς χρὴ, τοῦ διὰ τὴν ἡμετέραν ὠφέλειαν μόνον τοῦτο γίνεσθαι βουλομένου. Ὥσπερ γὰρ ἐπὶ τῶν ἀνθρώπων ἡ γινομένη εὐχαριστία εἰς τοὺς εὐεργετηκότας, ἐκείνους λαμπροτέρους ἐργάζεται, οὕτως ἐπὶ τοῦ φιλανθρώπου Θεοῦ ὅταν τοῦτο ποιῶμεν, ἑαυτοὺς λαμπροτέρους ἀπεργαζόμεθα· ἐπειδὴ οὐχὶ τῆς παρ᾽ ἡμῶν δεόμενος εὐφημίας τοῦτο βούλεται γίνεσθαι, ἀλλ᾽ ἵνα πάλιν εἰς ἡμᾶς περιστῇ τὸ κέρδος, καὶ μείζονος συμμαχίας ἑαυτοὺς ἀξίους καταστήσωμεν. Εἰ γὰρ καὶ μὴ δυνάμεθα κατ᾽ ἀξίαν ποτὲ τοῦτο ποιῆσαι· πῶς γὰρ, τοσαύτῃ ἀσθενείᾳ φύσεως συνδεδεμένοι; καὶ τί λέγω τὴν ἀνθρωπίνην φύσιν;

ἀλλ᾽ οὐδὲ αὐταὶ αἱ ἀσώματοι καὶ ἀόρατοι δυνάμεις, καὶ αἱ ἀρχαὶ καὶ αἱ ἐξουσίαι, καὶ τὰ Χερουβὶμ, καὶ τὰ Σεραφεὶμ τὴν κατ᾽ ἀξίαν δοξολογίαν ἀναφέρειν εὐχαριστοῦντες δυνήσονται· ἀλλ᾽ ὅμως τὴν κατὰ δύναμιν ἀνενεγκεῖν εὐχαριστίαν δίκαιον ἂν εἴη, καὶ διηνεκῶς δοξάζειν τὸν ἡμέτερον Δεσπότην καὶ διὰ τῆς τῶν λόγων εὐφημίας, καὶ διὰ τῆς ἀρίστης πολιτείας. Αὕτη γὰρ μάλιστα καὶ λαμπροτέρα γένοιτο ἡ εὐφημία, ὅταν διὰ μυρίων γλωσσῶν τὴν δοξολογίαν ἀναφέρωμεν. Ὁ γὰρ ἐνάρετος ἕκαστον τῶν εἰς αὐτὸν ὁρώντων παρασκευάζει τὸν αὐτοῦ Δεσπότην ἀνυμνεῖν· καὶ ἡ παρ᾽ ἐκείνων δοξολογία πολλὴν καὶ ἄφατον τῷ τὴν αἰτίαν παρέχοντι χαρίζεται τὴν παρὰ τοῦ Δεσπότου εὔνοιαν. Τί οὖν ἂν ἡμῶν μακαριστότερον γένοιτο, εἰ μέλλοιμεν μὴ μόνον αὐτοὶ διὰ τῆς οἰκείας γλώττης δοξάζειν τὸν ἀγαθὸν Θεὸν, ἀλλὰ καὶ πάντας τοὺς ὁμογενεῖς διεγείρειν εἰς τὴν ὑπὲρ ἡμῶν δοξολογίαν;

Τοσαύτη γὰρ τῆς ἀρετῆς ἡ ἰσχὺς, ὡς μυρίοις στόμασι δύνασθαι τὸν δημιουργὸν ἀνυμνεῖν. Οὐδὲν γὰρ ἀρίστης πολιτείας ἴσον γένοιτο, ἀγαπητέ. Διὰ τοῦτο καὶ ὁ Κύριος ἔλεγε· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.

Εἶδες πῶς καθάπερ τὸ φῶς φανὲν ἀπελαύνει τὸ σκότος, οὕτω καὶ ἡ ἀρετὴ ὀφθεῖσα καὶ τὴν κακίαν φυγαδεύει, καὶ τῆς πλάνης τὸ σκότος ἀπελάσασα πρὸς δοξολογίαν κινεῖ τῶν ὁρώντων τὴν διάνοιαν; Οὕτω τοίνυν σπουδάζωμεν ἡμῶν λάμπειν τὰ ἔργα, ὡς τὸν ἡμέτερον δοξάζεσθαι Δεσπότην.

Ταῦτα δὲ ἔλεγεν ὁ Χριστὸς, οὐχ ἵνα πρὸς ἐπίδειξίν τι πράττωμεν· μὴ γένοιτο· ἀλλ᾽ ἵνα μετὰ ἀκριβείας καὶ κατὰ τὸ αὐτῷ δοκοῦν πολιτευόμενοι μήτε βλασφημίᾳ τινὶ χώραν παρέχωμεν, καὶ διὰ τῆς τῶν ἀγαθῶν ἔργων πράξεως παρασκευάζωμεν τοὺς ὁρῶντας δοξάζειν τὸν τῶν ὅλων Θεόν. Τότε γὰρ, τότε καὶ τὴν παρ᾽ αὐτοῦ εὔνοιαν μειζόνως ἐπισπασόμεθα, καὶ τὴν κόλασιν διαφυγεῖν δυνησόμεθα, καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΚΖʹ. Καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν καθαρῶν, καὶ ἀνήνεγκεν ὁλοκάρπωσιν εἰς τὸ θυσιαστήριον. αʹ. Εἴδετε χθὲς τοῦ φιλανθρώπου Δεσπότου τὴν ἀγαθότητα, ὅπως τὸν δίκαιον ἐξήγαγεν ἐκ τῆς κιβωτοῦ, ἐλευθερώσας καὶ τῆς ἐκεῖ διαγωγῆς, καὶ ἀπαλλάξας τοῦ χαλεποῦ ἐκείνου καὶ ξένου δεσμωτηρίου, καὶ τῆς ὑπομονῆς αὐτῷ τὰς ἀμοιβὰς ἀποδέδωκεν εἰπών· Αὐξάνεσθε καὶ πληθύνεσθε. Μάθωμεν σήμερον τοῦ Νῶε τὴν εὐγνωμοσύνην, καὶ τὴν εὐχάριστον ψυχὴν, δι᾽ ἧς πάλιν πλείονα καὶ πολλῷ μείζονα ἐξεκαλέσατο τοῦ Θεοῦ τὴν περὶ αὐτὸν εὔνοιαν. Καὶ γὰρ τοιοῦτος ὁ Θεός· ἐπειδὰν ἴδῃ ἐπὶ τοῖς φθάσασιν εὐγνώμονας γεγενημένους, ἐπιδαψιλεύεται τὰς παρ᾽ ἑαυτοῦ δωρεάς. Σπουδάζωμεν τοίνυν καὶ ἡμεῖς τὴν κατὰ δύναμιν εὐχαριστίαν ἀναφέρειν τῷ Δεσπότῃ ὑπὲρ τῶν ὑπαρξάντων ἡμῖν παρ᾽ αὐτοῦ ἀγαθῶν, ἵνα καὶ μειζόνων ἀξιωθῶμεν, καὶ μηδέποτε ἐπιλανθανώμεθα τῶν παρὰ τοῦ Θεοῦ εὐεργεσιῶν εἰς ἡμᾶς γεγενημένων, ἀλλὰ ἀεὶ ταῦτα στρέφωμεν ἐπὶ τῆς διανοίας τῆς ἡμετέρας, ἵνα ὑπὸ τῆς μνήμης συνωθούμενοι διηνεκῆ τὴν εὐχαριστίαν ποιώμεθα, εἰ καὶ τοσαῦται τὸ πλῆθός εἰσιν, ὡς μηδὲ ἀρκεῖν τὸν λογισμὸν τὸν ἡμέτερον ἐξαριθμήσασθαι τὴν εἰς ἡμᾶς φιλοτιμίαν αὐτοῦ γεγενημένην.

Τί γὰρ ἄν τις λογίσαιτο τὰ ἤδη εἰς ἡμᾶς γεγενημένα, τὰ ἐπηγγελμένα, τὰ καθ᾽ ἑκάστην ἡμέραν γινόμενα· ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν, ὅτι καὶ σῶμα καὶ ψυχὴν ἐχαρίσατο, ὅτι λογικοὺς ἡμᾶς ἐδημιούργησεν, ὅτι τὸν ἀέρα τοῦτον ἀναπνεῖν ἐχαρίσατο, ὅτι τὴν κτίσιν ἅπασαν διὰ τὴν ἀνθρωπίνην φύσιν παρήγαγεν, ὅτι αὐτὸς μὲν ἐβουλήθη ἐκ προοιμίων τῆς τοῦ παραδείσου διαίτης ἀπολαύειν τὸν ἄνθρωπον, καὶ ἀνώδυνον βίον ἔχειν, καὶ μόχθοι παντὸς ἀπηλλαγμένον, καὶ μηδὲν ἔλαττον ἔχειν τῶν ἀγγέλων καὶ τῶν ἀσωμάτων ἐκείνων δυνάμεων ἐν σώματι τυγχάνοντα, ἀλλὰ καὶ ἀνώτερον εἶναι τῶν σωματικῶν ἀναγκῶν; Εἶτα ἐπειδὴ διὰ ῥᾳθυμίαν ὑπήχθη τῇ ἀπάτῃ τοῦ διαβόλου τῇ διὰ τοῦ ὄφεως προσαχθείσῃ, οὐδὲ οὕτω διέλιπε τὸν ἡμαρτηκότα, τὸν παραβεβηκότα εὐεργετῶν, ἀλλὰ καὶ δι᾽ ὧν ἐτιμωρήσατο, καθάπερ καὶ χθὲς ἐλέγομεν, τῆς οἰκείας φιλανθρωπίας τὴν ὑπερβολὴν ἐπεδείξατο, καὶ πολλὰ ἕτερα καὶ ἀναρίθμητα εὐεργεσιῶν εἴδη εἰς αὐτὸν κατέθετο. Καὶ λοιπὸν τοῦ χρόνου προϊόντος, καὶ τοῦ γένους αὐξανομένου, καὶ εἰς κακίαν ἀποκλίναντος, ἐπειδὴ ἑώρα ἀνίατα γινόμενα τὰ τραύματα, καθάπερ ζύμην τινὰ πονηρὰν, τοὺς τῆς κακίας ἐργάτας ἠφάνισε, καταλιπὼν τὸν δίκαιον τοῦτον, ῥίζαν καὶ ἀρχὴν γενέσθαι τοῦ τῶν ἀνθρώπων γένους.

Καὶ πάλιν σκόπει πόσην περὶ αὐτὸν ἐπιδείκνυται τὴν φιλοτιμίαν. Ἀπὸ τοῦ δικαίου τούτου καὶ τῶν τούτου υἱῶν ἅπασαν τὴν τῶν ἀνθρώπων φύσιν εἰς τοσοῦτον πλῆθος ἐπιδιδόναι παρεσκεύασε, καὶ κατὰ μικρὸν τοὺς δικαίους ἐκλεξάμενος, τοὺς πατριάρχας λέγω, διδασκάλους ἐπέστησε τῷ λοιπῷ τῶν ἀνθρώπων γένει, διὰ τῆς οἰκείας ἀρετῆς ἅπαντας ἐναγαγεῖν δυναμένους, καὶ καθάπερ ἰατροὺς, τοὺς νενοσηκότας θεραπεύειν δυναμένους.

Ποτὲ μὲν εἰς τὴν Παλαιστίνην, ποτὲ δὲ εἰς Αἴγυπτον κατάγει, ὁμοῦ καὶ τῶν αὑτοῦ δούλων ἐγγυμνάζων τὴν ὑπομονὴν, καὶ τὴν οἰκείαν δύναμιν περιφανεστέραν δεικνύς· καὶ διηνεκῶς οὕτω διετέλεσε φροντίζων τῆς τῶν ἀνθρώπων σωτηρίας, προφήτας ἀναδεικνὺς, καὶ σημεῖα καὶ θαύματα δι᾽ αὐτῶν ἐπιτελεῖσθαι ποιῶν. Εἶτα, ἵνα συντεμὼν εἴπω· καθάπερ γὰρ τῆς θαλάττης τὰ κύματα, κἂν μυριάκις βιασώμεθα, οὐκ ἄν ποτε δυνηθείημεν ἐξαριθμεῖσθαι, οὕτως οὐδὲ τὸ ποικίλον τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, ὧν περὶ τὴν ἡμετέραν φύσιν ἐπεδείξατο.

Τὸ δὲ τελευταῖον, ἐπειδὴ εἶδε μετὰ τοσαύτην πρόνοιαν ἔτι πολλῆς καὶ ἀφάτου φιλανθρωπίας δεομένην τὴν τῶν ἀνθρώπων φύσιν, καὶ οὐδὲν πλέον ἰσχύσαντας, οὐ τοὺς πατριάρχας, οὐ τοὺς προφήτας, οὐ τὰ θαύματα ἐκεῖνα τὰ παράδοξα, οὐ τὰς τιμωρίας καὶ τὰς νουθεσίας τὰς καθ᾽ ἕκαστον ἐπαγομένας, καὶ τὰς αἰχμαλωσίας ἐκείνας τὰς ἐπαλλήλους, ὥσπερ οἰκτείρας τὸ γένος τὸ ἡμέτερον, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἰατρὸν, τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἐκ τῶν κόλπων ἀναστήσας, ὡς εἰπεῖν, τῶν πατρικῶν, δούλου μορφὴν ἀναλαβόντα παρεσκεύασεν ἐκ παρθένου τεχθῆναι, καὶ σὺν ἡμῖν ἀναστραφῆναι, καὶ πάντα ὑπομεῖναι τὰ ἡμέτερα, ἵνα τὴν ἡμετέραν φύσιν κάτω που κειμένην ὑπὸ τοῦ τῶν ἁμαρτημάτων πλήθους ἀναγαγεῖν δυνηθῇ ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανόν. Καὶ τοῦτο ἐκπληττόμενος ὁ τῆς βροντῆς υἱὸς, καὶ ἐννοῶν τῆς ἀγάπης τοῦ Θεοῦ τὴν ὑπερβολὴν, ἣν περὶ τὸ τῶν ἀνθρώπων γένος ἐπεδείξατο, ἐβόα καὶ ἔλεγεν· Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον. Ὅρα πόσου θαύματος γέμει ἡ λέξις· Οὕτω, φησὶ, τὸ μέγεθος ἀναλογιζόμενος, ὅπερ ἤμελλεν ἐρεῖν· διὰ τοῦτο οὕτως ἤρξατο. Εἰπὲ οὖν ἡμῖν, ὦ μακάριε Ἰωάννη· Οὕτω, πῶς; εἰπὲ τὸ μέτρον, εἰπὲ τὸ μέγεθος, δίδαξον ἡμᾶς τὴν ὑπερβολήν. Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ δέδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον.

Εἶδες τὴν αἰτίαν τῆς τοῦ Υἱοῦ παρουσίας ταύτην οὖσαν, ὥστε τοὺς μέλλοντας ἀπόλλυσθαι σωτηρίας ἀφορμὴν εὑρεῖν διὰ τῆς εἰς αὐτὸν πίστεως; Τί ἄν τις λογίσαιτο εἰς ἔννοιαν ἐλθὼν τῆς φιλοτιμίας ἐκείνης τῆς μεγάλης καὶ θαυμαστῆς, καὶ πάντα νικώσης λόγον, ἣν ἐχαρίσατο τῇ φύσει τᾷ ἡμετέρᾳ διὰ τῆς τοῦ βαπτίσματος δωρεᾶς, πάντων ἡμῖν τῶν πλημμελημάτων τὴν ἀπαλλαγὴν δωρησάμενος; Ἀλλὰ τί εἴπω, Οὔτε ἡ διάνοια ἐξαρκεῖ, οὐδὲ ὁ λόγος ἐξισχύει τὰ λοιπὰ ἐξαριθμήσασθαι.

Ὅσα γὰρ ἂν εἴπω, τοσαῦτά ἐστι τὰ λείποντα, ὡς νικᾷν τῶν ἤδη ῥηθέντων τὴν ὑπερβολήν. Τί οὖν ἄν τις ἐννοήσειε τῆς μετανοίας τὴν ὁδὸν, ἣν ἐχαρίσατο διὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν τῷ ἡμετέρῳ γένει, καὶ μετὰ τὴν τοῦ βαπτίσματος δωρεὰν τὰς ἐντολὰς τὰς θαυμαστὰς, δι᾽ ὧν, εἰ βουληθείημεν, δυνησόμεθα τὴν παρ᾽ αὐτοῦ ῥοπὴν ἐπισπάσασθαι;

βʹ. Εἶδες, ἀγαπητὲ, ἄβυσσον εὐεργεσιῶν; εἶδες πόσας ἀπαριθμησάμενοι, οὐδέπω οὐδὲ τὸ πολλοστὸν εἰπεῖν ἠδυνήθημεν; Πῶς γὰρ ἀνθρωπίνη γλῶττα δυνήσεται τὰ παρὰ τοῦ Θεοῦ εἰς ἡμᾶς γεγενημένα λόγῳ διελθεῖν; Τούτων τοίνυν τοσούτων καὶ τηλικούτων ὄντων, πάλιν πολλῷ μείζους καὶ ἀποῤῥητότεραί εἰσιν αἱ εὐεργεσίαι, ἃς μετὰ τὴν ἐντεῦθεν μετάστασιν ἐν τῷ μέλλοντι αἰῶνι ἐπηγγείλατο τοῖς τὴν ὁδὸν τῆς ἀρετῆς βαδίζουσι. Καὶ ἵνα δι᾽ ὀλίγων ῥημάτων τοῦ μεγέθους αὐτῶν τὴν ὑπερβολὴν ἡμῖν παραστήσῃ, φησὶν ὁ μακάριος Παῦλος· Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Εἶδες δωρεῶν ὑπερβολήν; εἶδες πᾶσαν ἔννοιαν ἀνθρωπίνην ὑπερβαινούσας αὐτοῦ τὰς εὐεργεσίας· Ἐπὶ καρδίαν γὰρ, φησὶν, ἀνθρώπου οὐκ ἀνέβη. Ἐὰν τοίνυν βουλώμεθα ταύτας ἀναλογίζεσθαι, καὶ τὴν κατὰ δύναμιν τὴν ἡμετέραν εὐχαριστίαν ποιῆσαι, δυνησόμεθα τὴν αὐτοῦ εὔνοιαν ἐπὶ πλέον ἐπισπάσασθαι, καὶ πρὸς τὴν ἀρετὴν μᾶλλον διεγερθῆναι. Ἡ γὰρ τῶν εὐεργεσιῶν μνήμη ἱκανὴ προτρέψασθαι πρὸς τοὺς τῆς ἀρετῆς πόνους, καὶ παρασκευάσαι πάντων ὑπεριδεῖν τῶν παρόντων, καὶ πρὸς τὸν τοσαῦτα εὐεργετηκότα κεχηνέναι, καὶ τὸν περὶ αὐτὸν πόθον ἀκμάζοντα καθ᾽ ἑκάστην ἡμέραν ἐπιδείκνυσθαι.

Ἐντεῦθεν γὰρ καὶ ὁ δίκαιος οὗτος τοσαύτης ἀπήλαυσε τῆς ἄνωθεν εὐνοίας καὶ τῆς τιμῆς, ἐπειδὴ πολλὴν ὑπὲρ τῶν φθασάντων τὴν εὐγνωμοσύνην ἐπεδείξατο. Ἀλλ᾽ ἵνα σαφέστερος ἡμῖν ὁ λόγος γένηται, αὐτὴν τὴν ἀρχὴν τῶν σήμερον ἀνεγνωσμένων ἀναγκαῖον προθεῖναι ἐπὶ τῆς ὑμετέρας ἀγάπης.

Ἐπειδὴ γὰρ ἐξῆλθεν ἐκ τῆς κιβωτοῦ κατὰ τὸ πρόσταγμα τοῦ Δεσπότου, μετὰ τῶν υἱῶν, καὶ τῆς ἑαυτοῦ γυναικὸς, καὶ γυναικῶν τῶν παίδων, καὶ πάντων τῶν θηρίων καὶ τῶν πετεινῶν, καὶ ἐδέξατο παρὰ τοῦ Θεοῦ μετὰ τῆς ἐξόδου καὶ τὴν εὐλογίαν ἐκείνην τὴν πολλὴν αὐτῷ παραμυθίαν κομίζουσαν, τὴν λέγουσαν, Αὐξάνεσθε καὶ πληθύνεσθε, διδάσκουσα ἡμᾶς ἡ θεία Γραφὴ τοῦ δικαίου τὴν εὐγνωμοσύνην, φησί· Καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν, καὶ ἀνήνεγκεν ὁλοκάρπωσιν ἐπὶ τὸ θυσιαστήριον. Σκόπει μετὰ ἀκριβείας, ἀγαπητὲ, ἐκ τῶν νῦν ῥημάτων πάλιν, πῶς ἐν αὐτῇ τῇ φύσει ὁ τῶν ἁπάντων δημιουργὸς ἐναπέθετο τὴν γνῶσιν ἡμῖν ἀκριβῆ τῆς ἀρετῆς. Πόθεν γὰρ, εἰπέ μοι, τοῦτο τῷ δικαίῳ ἐπῆλθεν; Οὐδεὶς ἦν ἕτερος, πρὸς ὃν ἰδεῖν εἶχεν.

Ἀλλὰ καθάπερ ἐν ἀρχῇ ὁ ὑπὸ τοῦ πρωτοπλάστου τεχθεὶς, Ἄβελ λέγω, οἴκοθεν κινούμενος τὴν προσαγωγὴν ἐποιήσατο μετὰ πολλῆς τῆς ἀκριβείας· οὕτω δὴ καὶ νῦν ὁ δίκαιος οὗτος ἐξ οἰκείας γνώμης καὶ προαιρέσεως ὑγιοῦς κατὰ τὴν ἀνθρωπίνην δύναμιν, ὡς ἐνόμισε, διὰ τῶν θυσιῶν τὰς εὐχαριστίας ἀναφέρει τῷ Δεσπότῃ. Καὶ ὅρα αὐτὸν μετὰ πολλῆς φιλοσοφίας ἅπαντα διαπραττόμενον.

Οὔτε γὰρ οἰκοδομῆς αὐτῷ ἐδέησε λαμπρᾶς, οὐ ναοῦ, οὐκ οἴκου τινὸς θαυμαστοῦ, οὐκ ἄλλου οὐδενός· ᾔδει γὰρ, ᾔδει σαφῶς, ὅτι γνώμην ἐπιζητεῖ μόνον ὁ Δεσπότης· καὶ ἐσχεδιασμένον οἰκοδομήσας τὸ θυσιαστήριον, καὶ λαβὼν ἀπὸ τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ τῶν πετεινῶν τῶν καθαρῶν, τὰς ὁλοκαρπώσεις ἀνήνεγκε. καὶ, ὅσον εἶχε δυνάμεως, τῆς οἰκείας προαιρέσεως τὴν εὐγνωμοσύνην ἐπεδείξατο· ἣν ἀποδεξάμενος ὁ φιλάνθρωπος Θεὸς καὶ τὴν γνώμην ἐστεφάνωσε, καὶ τὴν παρ᾽ ἑαυτοῦ πάλιν φιλοτιμίαν ἐπιδείκνυται. Φησὶ γὰρ ἡ Γραφή· Καὶ ὠσφράνθη Κύριος ὀσμὴν εὐωδίας. Ὅρα πῶς ἡ γνώμη τοῦ προσάγοντος τὸν καπνὸν, καὶ τὴν κνίσσαν, καὶ πᾶσαν τὴν ἐντεῦθεν τικτομένην ἀηδίαν πολλῆς τῆς εὐωδίας ἐνέπλησε. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγε γράφων· Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν. Ὀσμὴν εὐωδίας.

Μὴ τῇ παχύτητι τῆς λέξεως προσπταίῃς, ἀλλὰ τῇ σαυτοῦ ἀσθενείᾳ τῶν ῥημάτων τὴν συγκατάβασιν λογισάμενος, νόει ἐντεῦθεν, ὅτι δεκτὴ γέγονεν ἡ προσαγωγὴ τοῦ δικαίου. Ἵνα γὰρ καὶ δι᾽ αὐτῶν τῶν πραγμάτων εἰδέναι ἔχωμεν τὸ ἀνενδεὲς τοῦ Δεσπότου, καὶ ὅτι δι᾽ οὐδὲν ἕτερον ταῦτα γίνεσθαι συνεχώρησεν, ἀλλ᾽ ἵνα εἰς εὐγνωμοσύνην ἀγάγῃ τοὺς ἀνθρώπους· διὰ τοῦτο ἀφίησιν αὐτὰς τῷ πυρὶ καταναλίσκεσθαι, ἵνα καὶ αὐτοὶ οἱ προσάγοντες μάθωσιν ἐκ τῶν γινομένων, ὡς διὰ τὴν αὐτῶν ὠφέλειαν ἅπαντα γίνεται. Τίνος δὲ ἕνεκεν, εἰπέ μοι, καὶ ὅλως συγχωρεῖ ταῦτα γίνεσθαι; Καὶ τοῦτο πάλιν συγκαταβαίνων τῇ ἀσθενείᾳ τῇ ἀνθρωπίνῃ· ἐπειδὴ γὰρ ἔμελλον κατὰ μικρὸν οἱ ἄνθρωποι εἰς ῥᾳθυμίαν ἀποκλίνοντες καὶ θεοὺς ἑαυτοῖς ἐπιφημίζειν, καὶ τούτοις τὰς θυσίας ἐπιτελεῖν, προλαβὼν καταδέχεται ἑαυτῷ ταῦτα προσάγεσθαι, ἵνα οὕτω γοῦν ἀποστήσῃ τῆς ὀλεθρίας πλάνης τοὺς μέλλοντας ὑποσύρεσθαι. Καὶ ὅτι διὰ συγκατάβασιν πάντα ταῦτα παρ᾽ αὐτοῦ συνεχωρήθη, σκόπει τοῦ χρόνου προϊόντος ὅτι καὶ περιτομὴν νομοθετεῖσθαι κατεδέξατο, οὐχ ὡς πρὸς τὴν τῆς ψυχῆς σωτηρίαν συντελέσαι τι ταύτης δυναμένης, ἀλλ᾽ ἵνα ὥσπερ σημεῖόν τι καὶ σφραγῖδα περιφέρωσι, δεῖγμα τῆς οἰκείας εὐγνωμοσύνης, οἱ τῶν Ἰουδαίων παῖδες, καὶ μὴ ἐξῇ αὐτοῖς συναναφύρεσθαι ταῖς τῶν ἐθνῶν ἐπιμιξίαις.

γʹ. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος σημεῖον αὐτὸ καλεῖ λέγων· Καὶ σημεῖον ἔδωκε περιτομῆς, σφραγῖδα. Ὅτι γὰρ πρὸς τὴν δικαιοσύνην οὐδὲν αὐτὴ συντελεῖ, ἰδοὺ καὶ οὗτος ὁ δίκαιος μηδέπω τῆς περιτομῆς νομοθετηθείσης πρὸς τοσαύτην ἔφθασεν ἀρετήν. Καὶ τί λέγω;

Αὐτὸς ὁ πατριάρχης Ἀβραὰμ, πρὶν ἢ τὴν περιτομὴν δέξασθαι, ἀπὸ τῆς πίστεως μόνης ἐδικαιώθη. Πρὸ γὰρ τῆς περιτομῆς, φησὶ, καὶ Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Τί τοίνυν μέγα φρονεῖς, ὦ Ἰουδαῖε, ἐπὶ τῇ περιτομῇ; Μάνθανε, ὅτι πρὸ ταύτης πολλοὶ δίκαιοι γεγόνασι. Καὶ γὰρ ὁ Ἄβελ ἐκ πίστεως τὴν προσαγωγὴν ἐποιήσατο, καθάπερ καὶ Παῦλός φησιν· Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ· καὶ Ἐνὼχ μετετέθη, καὶ ὁ Νῶε κατὰ τὴν πολλὴν δικαιοσύνην τὸ κλυδώνιον ἐκεῖνο τὸ χαλεπὸν διέφυγε· καὶ ὁ Ἀβραὰμ πρὸ ταύτης ἀπὸ τῆς εἰς τὸν Θεὸν πίστεως ἀνεκηρύχθη. Οὕτως ἄνωθεν καὶ ἐξ ἀρχῆς ἀπὸ πίστεως τὸ τῶν ἀνθρώπων γένος τῆς σωτηρίας ἐπέτυχε. Διά τοι τοῦτο καὶ τὰς θυσίας συνεχώρησεν ὁ φιλάνθρωπος Δεσπότης αὐτῷ προσάγεσθαι, ἵνα ἐπειδὴ ἔτι ἀτελέστερον διέκειτο ἡ φύσις ἡ ἡμετέρα, ὁμοῦ καὶ τὴν οἰκείαν εὐγνωμοσύνην ἔχῃ ἐπιδείκνυσθαι, καὶ τῆς πρὸς τὰ εἴδωλα θεραπείας πάντη διαφύγῃ τὴν λύμην. Εἰ γὰρ, καὶ τοσαύτης γενομένης συγκαταβάσεως, ὅμως οἱ πολλοὶ οὐ διέφυγον τὸν ὄλισθον, εἰ μὴ τοῦτο γέγονε, πῶς ἄν τις τὴν ἐκεῖθεν διέφυγε βλάβην; Καὶ ὠσφράνθη Κύριος ὁ Θεὸς ὀσμὴν εὐωδίας. Ἀλλ᾽ οὐκ ἐπὶ τῶν ἀγνωμόνων Ἰουδαίων οὕτως· ἀλλὰ τί; Ἄκουε τοῦ προφήτου λέγοντος, Θυμίαμα εἰς βδέλυγμά μοι ἐστὶ, μονονουχὶ δεικνύοντος τῆς προαιρέσεως τῶν προσαγόντων τὴν μοχθηρίαν.

Καθάπερ γὰρ ἐνταῦθα ἡ τοῦ δικαίου ἀρετὴ τὸν καπνὸν καὶ τὴν κνίσσαν ὀσμὴν εὐωδίας εἰργάσατο, οὕτως ἐπ᾽ ἐκείνων ἡ τῶν προσαγόντων πονηρία τὸ θυμίαμα τὸ εὐῶδες εἰς βδέλυγμα ὀσφρανθῆναι παρεσκεύασε. Πανταχοῦ τοίνυν σπουδάζωμεν, παρακαλῶ, γνώμην ὑγιῆ ἐπιδείκνυσθαι.

Αὕτη γὰρ αἰτία γίνεται πάντων τῶν ἀγαθῶν. Ὁ γὰρ ἀγαθὸς Δεσπότης οὐ τοῖς παρ᾽ ἡμῶν γινομένοις προσέχειν εἴωθεν ὡς τῇ ἔνδοθεν διανοίᾳ, ἀφ᾽ ἧς ὁρμώμενοι ταῦτα διαπραττόμεθα, καὶ πρὸς ἐκείνην βλέπων ἢ προσίεται τὰ ὑφ᾽ ἡμῶν γινόμενα, ἢ ἀποστρέφεται. Κἄν τε οὖν εὐχώμεθα, κἄν τε νηστεύωμεν, κἄν τε ἐλεημοσύνην ἐργαζώμεθα (αὗται γὰρ ἡμῶν εἰσιν αἱ πνευματικαὶ θυσίαι), κἄν τε ἕτερόν τι πνευματικὸν ἔργον ἐπιτελῶμεν, ἀπὸ γνώμης ὑγιοῦς ὁρμώμενοι τοῦτο διαπραττώμεθα, ἵνα καὶ τῶν καμάτων ἄξιον τὸν στέφανον κομισώμεθα.

Καὶ γὰρ ἂν εἴη τῶν ἀτοπωτάτων τὸν μὲν πόνον ἡμᾶς ὑπομένειν, τῆς δὲ ἀμοιβῆς ἀποστερεῖσθαι, ὅταν μὴ κατὰ τοὺς ὑπ᾽ αὐτοῦ δοθέντας νόμους τὴν ἀρετὴν μετίωμεν. Ἔστι γὰρ, ἔστι διὰ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν καὶ τὸ ἔργον μὴ ἐπιτελέσαντας, ἀπὸ τῆς γνώμης μόνον τὸν στέφανον κομίσασθαι· καὶ ἵνα μάθῃς, σκόπει μοι τοῦτο ἐπὶ τῆς ἐλεημοσύνης· ὅταν γὰρ ἴδῃς τὸν ἐπὶ τῆς ἀγορᾶς ἐῤῥιμμένον καὶ ἐσχάτῃ πενίᾳ κατεχόμενον, καὶ συναλγῇς, τείνας τε τὴν διάνοιαν εἰς τὸν οὐρανὸν εὐχαριστήσῃς τῷ Δεσπότῃ καὶ ὑπὲρ τῶν κατὰ σαυτὸν, καὶ ὑπὲρ τῆς ὑπομονῆς τοῦ πένητος, κἂν μὴ δύναιο ἐπαρκέσαι καὶ λῦσαι τὸν λιμὸν, ἀπὸ τῆς γνώμης ἀπηρτισμένον ἔλαβες τὸν μισθόν. Διὰ γὰρ τοῦτο καὶ ὁ Δεσπότης ἔλεγεν· Ὃς ἐὰν ποτίσῃ ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ, Μή τι ψυχροῦ ποτηρίου εὐτελέστερον; Ἀλλ᾽ ἡ γνώμη τὸν μισθὸν αὐτῷ προεξένησε. Τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἐναντίου εὑρήσομεν.

Ἀλλ᾽ ἀναγκαῖον γοῦν ταῦτα κινεῖν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἵνα τούτων τὴν ἀκρίβειαν εἰδότες πολλὴν τῆς εὐγνωμοσύνης ποιῆσθε τὴν ἀσφάλειαν. Ἄκουε γὰρ τί φησιν ὁ Χριστός· Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Ὁρᾷς καὶ ἐνταῦθα πάλιν ἀπὸ τῆς μοχθηρᾶς γνώμης καὶ τὴν κατάκρισιν ἑπομένην, καὶ διὰ τὴν ἀπερίσκεπτον ὄψιν, ὡς εἰς ἔργον τῆς μοιχείας ἐξελθούσης αὐτῷ, τὴν κόλασιν ἐπηρτημένην; Ταῦτα τοίνυν ἐννοοῦντες, πανταχοῦ τὴν γνώμην ἡμῶν ἀσφαλισώμεθα, ἵνα αὕτη τὰ παρ᾽ ἡμῶν γινόμενα παρασκευάσῃ εὐπρόσδεκτα γίνεσθαι.

Εἰ γὰρ τὸν καπνὸν καὶ τὴν κνίσσαν ὀσμὴν εὐωδίας ἐποίησε, τί οὐκ ἂν ἐργάσηται τὰς πνευματικὰς ἡμῶν ταύτας λατρείας, καὶ πόσης ἡμᾶς οὐ παρασκευάσῃ ἀπολαῦσαι τῆς ἄνωθεν εὐνοίας; Καὶ ὠσφράνθη, φησὶ, Κύριος ὁ Θεὸς ὀσμὴν εὐωδίας. Εἶδες τὰ παρὰ τοῦ δικαίου γεγενημένα, πῶς, ὅσον μὲν πρὸς τὴν ὄψιν τῶν γεγονότων, εὐτελῆ τυγχάνει, ἀπὸ δὲ τῆς ὑγιοῦς αὐτοῦ γνώμης καὶ πάνυ μεγάλα δείκνυται; Σκόπει μοι λοιπὸν τοῦ φιλανθρώπου Δεσπότου τὴν ἄπειρον ἀγαθότητα. Καὶ εἶπε Κύριος ὁ Θεὸς διανοηθείς· Οὐ προσθήσω ἔτι τοῦ καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων, ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος. Οὐ προσθήσω οὖν πατάξαι πᾶσαν σάρκα ζῶσαν καθὼς ἐποίησα, ἔτι πάσας τὰς ἡμέρας τῆς γῆς.

δʹ. Πολὺς τῆς εὐεργεσίας ὁ ὄγκος, καὶ πολὺ τῆς φιλανθρωπίας τὸ μέγεθος, καὶ ἄφατος τῆς ἀνεξικακίας ἡ ὑπερβολή. Καὶ εἶπε Κύριος ὁ Θεὸς διανοηθείς. Τὸ, Διανοηθεὶς, πάλιν ἀνθρωπίνως, καὶ ὡς πρὸς τὴν ἡμετέραν φύσιν. Οὐ προσθήσω ἔτι τοῦ καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων. Καὶ γὰρ ἐπὶ τοῦ πρωτοπλάστου κατηράσατο εἰπὼν, Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ· καὶ ἐπὶ τοῦ Κάϊν πάλιν ὁμοίως. Ἐπεὶ οὖν καὶ νῦν τὴν τοσαύτην πανωλεθρίαν ἐπήγαγεν, ἵνα παραμυθήσηται τὸν δίκαιον, καὶ θαῤῥεῖν παρασκευάσῃ, καὶ μὴ μέλλῃ λογίζεσθαι καθ᾽ ἑαυτὸν, τί τὸ κέρδος τῆς γεγενημένης εὐλογίας; καὶ τοῦ εἰπεῖν, Αὐξάνεσθε καὶ πληθύνεσθε, εἰ μέλλοιμεν πάλιν εἰς πλῆθος ἐπιδιδόντες ἀπόλλυσθαι; Καὶ γὰρ καὶ ἤδη εἶπεν ἐπὶ τοῦ Ἀδὰμ, Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ ἐπήγαγε κατακλυσμόν.

Ἵνα οὖν μὴ ταῦτα λογιζόμενος καὶ στρέφων ἐν τῇ διανοίᾳ διηνεκῶς τὴν ἀγωνίαν ἔχῃ, ὅρα φιλανθρωπίαν Δεσπότου. Οὐ προσθήσω, φησὶν, ἔτι καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων. Ὅρα πῶς ἐπεσημήνατο, ὅτι διὰ τὴν τούτων μοχθηρίαν τὴν κατάραν ἐπήγαγε τῇ γῇ. Εἶτα ἵνα μὴ νομίσωμεν, ὅτι ἐπειδὴ ἐπὶ τὸ βέλτιον μετεβάλοντο, διὰ τοῦτο αὐτὸς ταύτην ἐποιήσατο τὴν ὑπόσχεσιν, φησίν· Ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος.

Ξένον φιλανθρωπίας εἶδος. Ἐπειδὴ ἔγκειται, φησὶν, ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, διὰ τοῦτο, Οὐκέτι προσθήσω τοῦ καταράσασθαι τὴν γῆν. Ἐγὼ μὲν γὰρ, φησὶ, τὰ παρ᾽ ἐμαυτοῦ καὶ ἅπαξ καὶ δεύτερον ἐπεδειξάμην· ἐπειδὴ δὲ ὁρῶ τὴν κακίαν αὐξανομένην, ἐπαγγέλλομαι μηκέτι καταράσασθαι τὴν γῆν. Εἶτα δεικνὺς αὐτοῦ τῆς φιλανθρωπίας τὸ μέγεθος, ἐπήγαγεν· Οὐ προσθήσω οὖν ἔτι πατάξαι πᾶσαν σάρκα ζῶσαν, καθὼς ἐποίησα, πάσας τὰς ἡμέρας. Ὅρα μοι πῶς διὰ πάντων μεγίστην χαρίζεται τῷ δικαίῳ τὴν παραμυθίαν· μᾶλλον δὲ οὐ τῷ δικαίῳ, ἀλλὰ διὰ τὴν οἰκείαν ἀγαθότητα καὶ πάσῃ τῇ μελλούσῃ συνίστασθαι τῶν ἀνθρώπων φύσει. Τὸ γὰρ, Οὐ προσθήσω οὖν πατάξαι πᾶσαν σάρκα ζῶσαν, καὶ τὸ, Καθὼς ἐποίησα, καὶ τὸ, Πάσας τὰς ἡμέρας, τοῦτό ἐστιν ἐνδεικνυμένου, ὅτι οὐκέτι τοιοῦτον ἔσται κλυδώνιον, οὔτε τοσαύτη πανωλεθρία καταλήψεται τὴν οἰκουμένην. Εἶτα καὶ τῆς εὐεργεσίας αὐτοῦ τὸ διηνεκές· Ἐν πάσαις, φησὶ, ταῖς ἡμέραις, τοῦτ᾽ ἔστι, πάντα τὸν αἰῶνα ἐπαγγέλλομαι μηκέτι τοσαύτην ἐπιδείξασθαι τὴν ἀγανάκτησιν, οὐδὲ οὕτω σύγχυσιν ἐργάσασθαι τῆς τῶν ὡρῶν κράσεως, καὶ τῆς τῶν στοιχείων θέσεως. Διὸ καὶ ἐπήγαγε, Σπέρμα καὶ θερισμὸς, ψῦχος καὶ καῦμα, θέρος καὶ ἔαρ ἡμέραν καὶ νύκτα οὐ καταπαύσουσιν.

Ἀκίνητος, φησὶν, ἔσται αὕτη ἡ διάταξις, καὶ οὔτε ἡ γῆ διαλείψει ποτὲ τὰ παρ᾽ ἑαυτῆς τῷ τῶν ἀνθρώπων γένει χορηγοῦσα, καὶ τῶν καμάτων καὶ τῆς γεωργίας ἀποδιδοῦσα τὰς ἀμοιβὰς, οὔτε αἱ τροπαὶ μετακινηθήσονται, ἀλλὰ ψῦχος καὶ καῦμα, καὶ θέρος καὶ ἔαρ καθ᾽ ἕκαστον τοῦ ἐνιαυτοῦ κύκλον ἔσται. Ἐπειδὴ γὰρ κατὰ τὸν τοῦ κατακλυσμοῦ καιρὸν ταύτης ὅλης τῆς διατάξεως σύγχυσίς τις γέγονε, καὶ καθάπερ ἐν μιᾷ νυκτὶ, οὕτως ἐν παντὶ τῷ χρόνῳ ἐν τῇ κιβωτῷ διῆγεν ὁ δίκαιος οὗτος, διὰ τοῦτό φησι· νῦν οὔτε ἡ ἡμέρα, οὔτε ἡ νὺξ τὸν οἰκεῖον ἐλλείψει δρόμον, ἀλλὰ μέχρι τῆς συντελείας τοῦ αἰῶνος ἀκίνητος ἔσται τούτων ἡ λειτουργία.

Εἶδες παράκλησιν ἀρκοῦσαν καὶ δυναμένην ἀναστῆσαι τοῦ δικαίου τὸ φρόνημα; εἶδες τῆς εὐγνωμοσύνης οἵαν δέχεται τὴν ἀμοιβήν; Ἄκουε καὶ ἐκ τῶν ἐπαγομένων πάλιν τὴν ἄφατον φιλοτιμίαν. Καὶ εὐλόγησε, φησὶν, ὁ Θεὸς τὸν Νῶε καὶ τοὺς υἱοὺς αὐτοῦ. Καὶ εἶπεν αὐτοῖς· Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς. Καὶ ὁ τρόμος ὑμῶν καὶ ὁ φόβος ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ ἐπὶ πάντα τὰ ὄρνεα τοῦ οὐρανοῦ, καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης· ὑπὸ χεῖρας ὑμῖν πάντα δέδωκα. Καὶ πᾶν ἑρπετὸν, ὅ ἐστι ζῶν, ὑμῖν ἔσται εἰς βρῶσιν. Ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα.

Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε. Ἄξιον ἐνταῦθα θαυμάσαι τοῦ Δεσπότου τὴν ὑπερβάλλουσαν ἀγαθότητα. Ὅρα γάρ μοι πάλιν τὸν δίκαιον τοῦτον τῆς αὐτῆς εὐλογίας ἀξιούμενον τῷ Ἀδὰμ, καὶ τὴν ἀφαιρεθεῖσαν ἀρχὴν ἀνακαλεσάμενον διὰ τῆς οἰκείας ἀρετῆς, μᾶλλον δὲ διὰ τὴν ἄφατον τοῦ Δεσπότου φιλανθρωπίαν.

Ὥσπερ γὰρ ἐπ᾽ ἐκείνου ἔλεγεν, Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς, καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν ἑρπετῶν, καὶ πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν θηρίων τῆς γῆς· οὕτω νῦν φησι· Καὶ ὁ τρόμος ὑμῶν καὶ ὁ φόβος ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ ἐπὶ πάντα τὰ ὄρνεα. Καὶ πᾶν ἑρπετὸν, ὅ ἐστι ζῶν, ὑμῖν ἔσται εἰς βρῶσιν. Ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα. Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε. Ὅρα τὸν αὐτὸν κανόνα ἑτέρως διασωζόμενον, τὸν ἐπὶ τοῦ πρωτοπλάστου. Καθάπερ γὰρ ἐκεῖ μετὰ τὸ πάντων ἐγχειρίσαι τὴν ἀρχὴν, καὶ τῶν ἐν τῷ παραδείσῳ παρασχεῖν τὴν ἀπόλαυσιν, ἑνὸς ξύλου μόνον ἀπέχεσθαι ἐκέλευσεν· οὕτω δὴ καὶ ἐνταῦθα μετὰ τὴν εὐλογίαν, καὶ τὸ φοβερὸν αὐτὸν καταστῆσαι τοῖς θηρίοις, καὶ πάντα τὰ πετεινὰ καὶ τὰ ὄρνεα ὑπὸ χεῖρα ποιῆσαι, φησί· Πᾶν ἑρπετὸν ζῶν ὑμῖν ἔσται εἰς βρῶσιν· ὡς λάχανα χόρτου ὑμῖν δέδωκα τὰ πάντα. Ἐντεῦθεν ἀρχὴ κρεωφαγίας γίνεται, οὐχ ἵνα εἰς γαστριμαργίαν αὐτοὺς ἀλείψῃ, ἀλλ᾽ ἐπειδὴ ἤμελλον ἐξ αὐτῶν θυσίας ἀναφέρειν οἱ ἄνθρωποι, καὶ εὐχαριστίας ποιεῖσθαι τῷ Δεσπότῃ, ἵνα μὴ δόξωσιν ὡς ἀφιερωμένων ἀπέχεσθαι, διὰ τοῦτο τῆς βρώσεως τὴν ἐξουσίαν χαρίζεται, καὶ πολλὴν τὴν ἄδειαν παρέχει. Ὡς λάχανα χόρτου, φησὶ, δέδωκα ὑμῖν τὰ πάντα.

Εἶτα καθάπερ ἐπὶ τοῦ Ἀδὰμ τοῦ ἑνὸς ξύλου ἐνετείλατο μετὰ τὴν πάντων ἀπόλαυσιν ἀπέχεσθαι, οὕτω καὶ ἐνταῦθα, μετὰ τὸ πάντων ἀδεῶς ἐπιτρέψαι τὴν ἑστίασιν, φησί· Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε. Τί οὖν βούλεται τὸ εἰρημένον; τί ἐστι, Κρέας ἐν αἵματι ψυχῆς; Τοῦτ᾽ ἔστι, πνικτόν.

Τοῦ γὰρ ἀλόγου ἡ ψυχὴ τὸ αἷμα τυγχάνει. εʹ. Ἐπεὶ οὖν τὰς θυσίας ἤμελλον ἐπιτελεῖν τὰς διὰ τῶν ἀλόγων, μονονουχὶ διδάσκει αὐτοὺς λέγων, ὅτι τὸ μὲν αἷμα ἐμοὶ ἀφώρισται, τὸ δὲ κρέας ὑμῖν. Ταῦτα δὲ ποιεῖ, ἄνωθεν προαναστέλλων αὐτῶν τὴν ὁρμὴν τὴν περὶ τὴν ἀνδροφονίαν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ εὐλαβεστέρους αὐτοὺς ἐντεῦθεν ποιῆσαι βουλόμενος ταῦτα διατάττεται, ἄκουε τῶν ἑξῆς. Καὶ γὰρ τὸ ὑμέτερον αἷμα, φησὶ, τῶν ψυχῶν ὑμῶν, ἐκζητήσω αὐτὸ ἐκ χειρὸς πάντων τῶν θηρίων, καὶ ἐκ χειρὸς ἀνθρώπου ἀδελφοῦ ἐκζητήσω τὴν ψυχὴν τοῦ ἀνθρώπου. Τί οὖν; ἡ ψυχὴ τοῦ ἀνθρώπου τὸ αἷμα τυγχάνει; Οὐ τοῦτο λέγει· μὴ γένοιτο· ἀλλὰ τῇ συνηθείᾳ τῇ ἀνθρωπίνῃ κέχρηται, ὡς ἄν τις εἴποι τινὶ, τὸ αἷμά σου βαστάζω ἐν ταῖς χερσί μου, ἀντὶ τοῦ, τὴν ἐξουσίαν ἔχω τῆς ἀναιρέσεώς σου.

Ὅτι γὰρ οὐ τὸ αἷμά ἐστι τοῦ ἀνθρώπου ἡ ψυχὴ, ἄκουε τοῦ Χριστοῦ λέγοντος· Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Καὶ ὅρα τὴν διαφορὰν ὅσην ἐποιήσατο. Ὁ ἐκχέων, φησὶν, αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος αὐτοῦ τὸ αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον. Ἐννόησόν μοι, ὅσον τὸν φόβον διὰ τοῦ ῥήματος ἐπετείχισεν. Εἰ καὶ τὸ ὁμογενὲς, φησὶ, μὴ γίνεταί σοι κώλυμα, οὐδὲ ἡ κοινωνία τῆς φύσεως ἀφίστησί σε τῆς κακῆς ἐπιχειρήσεως, ἀλλὰ καὶ τὴν συμπάθειαν τὴν ἀδελφικὴν ἀπωσάμενος, ὅλος γίνῃ τοῦ μιαροῦ τούτου τολμήματος, ἐννόει ὅτι κατ᾽ εἰκόνα Θεοῦ δεδημιούργηται, καὶ ὅσης ἠξίωται παρὰ τοῦ Θεοῦ τῆς προεδρίας, καὶ ὅτι πάσης τῆς κτίσεως τὴν ἐξουσίαν ἀναδέδεκται, καὶ παῦσαι τῆς μοχθηρᾶς γνώμης. Τί οὖν φησιν;

Ἐὰν μυρίους τις ἐργάσηται φόνους, καὶ τοσαῦτα αἵματα ἐκχέῃ, πῶς τὴν ἀξίαν δώῃ δίκην, τοῦ αἵματος αὐτοῦ μόνου ἐκχυθέντος; Μὴ τοῦτο λογίζου, ἄνθρωπε, ἀλλ᾽ ἐννόει ὅτι τοιοῦτον μετ᾽ οὐ πολὺ δέξεται σῶμα ἄφθαρτον, τὸ δυνάμενον διηνεκῆ καὶ αἰώνιον κόλασιν ὑπέχειν.

Κἀκεῖνο δὲ σκόπει, πῶς μετὰ ἀκριβείας διετάξατο. Ἐπὶ μὲν γὰρ τοῦ ἀνθρώπου φησὶ, μὴ ἐκχέῃς αἷμα· ἐπὶ δὲ τῶν ἀλόγων οὐκ εἶπε, μὴ ἐκχέῃς, ἀλλὰ, Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε. Ἐκεῖ, μὴ ἐκχέῃς· ἐνταῦθα, μὴ φάγῃς.

Εἶδες ὅσον τὸ ἀνεπαχθὲς ἔχουσιν αὐτοῦ αἱ νομοθεσίαι; πῶς κοῦφαι καὶ ῥᾴδιαι αἱ ἐντολαί; πῶς οὐδὲν βαρὺ οὐδὲ φορτικὸν ἐπιζητεῖ παρὰ τῆς ἡμετέρας φύσεως; Λέγουσι γάρ τινες βαρὺ καὶ γεῶδες καὶ νοσοποιὸν εἶναι τὸ τῶν ἀλόγων αἷμα. Ἀλλ᾽ ἡμεῖς μὴ δι᾽ ἐκεῖνον τὸν φιλοσοφώτερον λόγον, ἀλλὰ διὰ τὴν τοῦ Δεσπότου νομοθεσίαν τὴν φυλακὴν ὀφείλομεν ἐκδείκνυσθαι. Εἶτα ἵνα μάθωμεν ἀκριβῶς τίνος ἕνεκεν τοσαύτην ταύτης τῆς ἐντολῆς τὴν ἀκρίβειαν ἐποιήσατο, καὶ ὅτι ἀναχαιτίζων τῶν ἀνθρώπων τὴν φονικὴν γνώμην φησὶν, Ὑμεῖς δὲ αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς· οὐχ ἁπλῶς εἶπεν, Ὑμεῖς δὲ, ἀλλὰ μονονουχὶ λέγων, ὑμεῖς οἱ ὀλίγοι, οἱ εὐαρίθμητοι πᾶσαν τὴν γῆν πληρώσατε, καὶ κατακυριεύσατε αὐτῆς, τοῦτ᾽ ἔστι, τὴν ἀρχὴν ἔχετε, καὶ τὴν ἐξουσίαν, καὶ τὴν ἀπόλαυσιν.

Ὅρα μοι Θεοῦ φιλανθρωπίαν, πῶς πρότερον μεγάλας τὰς εὐεργεσίας δωρούμενος, τότε καὶ νόμον καὶ ἐντολὴν δίδωσι. Καὶ καθάπερ ἐπὶ τοῦ Ἀδὰμ, μετὰ τὸ ἐγκατοικῆσαι ἐν τῷ παραδείσῳ, καὶ τὴν τοσαύτην ἀπόλαυσιν χαρίσασθαι, τότε τὴν ἀποχὴν τοῦ ξύλου ἐνετείλατο· οὕτω καὶ ἐνταῦθα μετὰ τὸ ὑποσχέσθαι μηκέτι τοιαύτην ἐπάξειν πανωλεθρίαν, μηδὲ ἀγανάκτησιν τοιαύτην ἐπιδείξασθαι, ἀλλὰ ἀκίνητα μέχρι τῆς συντελείας ἐᾷν ἅπαντα τὰ στοιχεῖα διαμένειν, ἕκαστον τὸν οἰκεῖον δρόμον καὶ τὴν οἰκείαν τάξιν ἀποπληροῦντα, καὶ εὐλογίας αὐτοὺς ἀξιῶσαι, καὶ τὴν ἀρχαίαν ἐξουσίαν δωρήσασθαι τὴν κατὰ τῶν ἀλόγων ἁπάντων, καὶ τῆς κρεωφαγίας τὴν ἄδειαν παρασχεῖν, τότε φησὶ, Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε. Εἶδες πῶς πρότερον εὐεργετεῖ καὶ τὴν φιλοτιμίαν ἄφατον ἐπιδείκνυται, καὶ τότε ἐπιτάττει; καίτοι γε ἐπ᾽ ἀνθρώπων οὐκ ἄν ποτε τοῦτο γένοιτο. Οἱ γὰρ ἄνθρωποι πρότερον βούλονται τὰ παρ᾽ ἑαυτῶν ἐπιταττόμενα εἰς ἔργον ἐκβῆναι, καὶ πολλὴν ἐπιδείξασθαι τὴν εὔνοιαν τοὺς τὰ ἐπιτάγματα δεχομένους, καὶ τὴν τούτων ἐκπλήρωσιν ποιουμένους, καὶ τότε ἄρα ἀμείβεσθαι τοὺς πολλὴν τὴν ὑπακοὴν ἐπιδειξαμένους.

Ἐπὶ δὲ τοῦ κοινοῦ πάντων Δεσπότου τὸ ἐναντίον· πρότερον εὐεργετεῖ καὶ τῷ πλήθει τῶν εὐεργεσιῶν ἐφέλκεται τὴν ἡμετέραν φύσιν, καὶ τότε κοῦφα καὶ ῥᾴδια ἐπιτάττει, ἵνα καὶ τῇ εὐκολίᾳ τῶν ἐπιταγμάτων καὶ ταῖς παραλαβούσαις εὐεργεσίαις διεγηγερμένοι, πρὸς τὴν τούτων ἐπειχθῶμεν ἐκπλήρωσιν.

Μὴ τοίνυν ῥᾳθυμῶμεν, ἀγαπητοὶ, μηδὲ ὀκνηρότεροι γινώμεθα περὶ τὴν ὑπακοὴν τῶν ἐπιταχθέντων, καὶ τὰς παραλαβούσας εὐεργεσίας λογιζόμενοι, καὶ τῶν ἐπιταγμάτων τὴν εὐκολίαν, καὶ τῶν ἐπαγγελιῶν τῶν μετὰ τὴν ἐκπλήρωσιν ἡμῖν τεταμιευμένων τὸ μέγεθος· ἀλλὰ νήφωμεν καὶ περὶ τὴν ἐργασίαν σπεύδωμεν τῶν παρὰ τοῦ Θεοῦ δεδομένων ἡμῖν ἐντολῶν, καὶ τὰς ὁδοὺς, ἃς ἐχαρίσατο τῇ ἡμετέρᾳ φύσει πρὸς τὴν τῶν ψυχῶν ἡμῶν συντελούσας σωτηρίαν, μὴ ἀποπεμψώμεθα, ἀλλὰ τῷ ὑπολειπομένῳ τῆς ζωῆς ἡμῶν χρόνῳ εἰς δέον χρησάμενοι, καὶ τὰ ἡμαρτημένα ἀπονιψώμεθα, καὶ πολλὴν ἑαυτοῖς τὴν παῤῥησίαν προαποθώμεθα, καὶ μάλιστα νῦν, ὡς ἔτι ἐνέστηκε τὸ λειπόμενον τῆς ἁγίας τεσσαρακοστῆς μέρος.

ϛʹ. Οὐδὲ γὰρ ὀλίγος ἐστὶν ὁ τῶν ἡμερῶν ἀριθμὸς ὁ ὑπολειπόμενος, εἰ βουληθείημεν μικρὸν ἀνανῆψαι. Τοῦτο δὲ εἶπον, οὐκ ἐπειδὴ τοσούτου χρόνου μόνον δεῖται τῶν ἡμαρτημένων ἡμῖν ἡ διόρθωσις, ἀλλ᾽ ἐπειδὴ Δεσπότην ἔχομεν φιλάνθρωπον καὶ ἥμερον, καὶ οὐ δεῖται χρόνου πολλοῦ· μόνον ἐὰν μετὰ πολλῆς τῆς θερμότητος καὶ τῆς νήψεως αὐτῷ προσίωμεν, ἀποστήσαντες ἑαυτοὺς τῶν βεβιωμένων ἁπάντων, καὶ προσηλώσαντες τῇ ἄνωθεν ῥοπῇ. Καὶ γὰρ οἱ Νινευῖται τοσούτῳ πλήθει ἁμαρτιῶν βεβαρημένοι, ἐπειδὴ πολλῇ καὶ ἀκριβεῖ τῇ μετανοίᾳ ἐχρήσαντο, οὐκ ἐδεήθησαν πλέον ἢ τριῶν ἡμερῶν πρὸς τὸ ἐκκαλέσασθαι τοῦ Θεοῦ τὴν ἀγαθότητα, καὶ τὴν κατ᾽ αὐτῶν ἐξενεχθεῖσαν ἀπόφασιν ἄκυρον ἀποφῆναι. Καὶ τί λέγω, οἱ Νινευῖται; Ὁ λῃστὴς ὁ ἐπὶ τοῦ σταυροῦ οὐδὲ μιᾶς ἡμέρας ἐδεήθη. Καὶ τί λέγω μιᾶς ἡμέρας; Οὐδὲ βραχείας ὥρας. Τοσαύτη ἐστὶν ἡ περὶ ἡμᾶς τοῦ Θεοῦ φιλανθρωπία. Ἐπειδὰν γὰρ ἴδῃ τὸν τόνον τῆς ἡμετέρας γνώμης, καὶ πόθῳ ζέοντι προσιόντας ἡμᾶς, οὐ μέλλει, οὐδὲ ἀναβάλλεται· ἀλλὰ ταχεῖαν παρέχει τὴν παρ᾽ ἑαυτοῦ φιλοτιμίαν, καὶ λέγει· Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι.

Ἂν τοίνυν βουληθῶμεν καὶ ἡμεῖς ἐν ταῖς ὀλίγαις ἡμέραις ταύταις σπουδήν τινα ἐπιδείξασθαι, καὶ τῇ συμμαχίᾳ τῇ ἀπὸ τῆς νηστείας εἰς δέον χρήσασθαι, καὶ τὴν ῥᾳθυμίαν ἀποτιναξάμενοι, εὐχὰς ἐκτενεῖς ποιήσασθαι πρὸς τὸν Δεσπότην, δάκρυα θερμὰ προχέειν, κατηγορεῖν συνεχῶς τῶν ἡμῖν πεπλημμελημένων, προτιθέναι καθάπερ ἰατρῷ τὰ ἡμέτερα τραύματα, καὶ τὰ τῆς ψυχῆς ἕλκη δεικνύναι, καὶ τὴν παρ᾽ αὐτοῦ ἰατρείαν ἐπιζητεῖν, καὶ τὰ ἄλλα τὰ παρ᾽ ἑαυτῶν εἰσφέρειν, συντριβὴν διανοίας, κατάνυξιν ἀκριβῆ, ἐλεημοσύνην δαψιλῆ, τὰ λοιπὰ πάθη τὰ διαταράττοντα ἡμῶν τὸν λογισμὸν χαλινοῦν, καὶ ἐξορίζειν τῆς ἡμετέρας ψυχῆς, καὶ μήτε ὑπὸ τῆς τῶν χρημάτων ἐπιθυμίας πολιορκεῖσθαι, μήτε μνησικακεῖν πρὸς τοὺς πλησίον, καὶ ἐχθρωδῶς διακεῖσθαι πρὸς τοὺς ὁμογενεῖς. Οὐδὲν γὰρ, οὐδὲν οὕτως ὁ Θεὸς μισεῖ καὶ ἀποστρέφεται, ὡς τὸν μνησικακοῦντα ἄνθρωπον καὶ τὴν ἔχθραν τὴν πρὸς τὸν πλησίον ἐπὶ τῆς ψυχῆς διηνεκῶς φυλάττοντα. Τοσαύτη γὰρ ταύτης ἐστὶ τῆς ἁμαρτίας ἡ λύμη, ὅτι καὶ φιλανθρωπίαν Θεοῦ ἀνεκαλέσατο.

Καὶ ἵνα μάθητε, ὑπομνῆσαι ὑμᾶς βούλομαι τῆς παραβολῆς τῆς ἐν τῷ Εὐαγγελίῳ κειμένης, ὅπως ἐκεῖνος ὁ τῶν μυρίων ταλάντων τὴν συγχώρησιν δεξάμενος παρὰ τοῦ δεσπότου, ἐπειδὴ προσέπεσε, καὶ ἐδεήθη, καὶ ἱκέτευσε.

Σπλαγχνισθεὶς γὰρ, φησὶν, ὁ κύριος αὐτοῦ ἀπέλυσεν αὐτὸν, καὶ τὸ δάνειον συνεχώρησεν αὐτῷ. Εἶδες εὐσπλαγχνίαν δεσπότου; Ἐκεῖνος προσέπιπτεν ἱκετεύων προθεσμίαν αὐτῷ δοθῆναι. Μακροθύμησον γὰρ ἐπ᾽ ἐμοὶ, φησὶ, καὶ πάντα σοι ἀποδώσω. Ἀλλ᾽ ὁ ἀγαθὸς δεσπότης, ὁ κηδεμὼν καὶ φιλάνθρωπος, ἐπικαμφθεὶς τῷ ἱκέτῃ, οὐχ ὅσον ᾔτησε, τοσοῦτον παρέσχεν, ἀλλ᾽ ὅσον οὐδὲ ἐνενόησε. Τοιοῦτον γὰρ αὐτῷ ἔθος ἀεὶ νικᾷν καὶ προφθάνειν τὰς ἡμετέρας αἰτήσεις. Ἐκείνου τοίνυν ἐνδοθῆναι παρακαλέσαντος, καὶ ὑποσχομένου πᾶσαν ποιήσασθαι τὴν ἔκτισιν, ὁ ἀγαθότητι νικῶν τὰ ἡμέτερα πλημμελήματα, σπλαγχνισθεὶς λοιπὸν ἀπέλυσεν αὐτὸν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. Εἶδες τί μὲν ὁ δοῦλος ᾐτήσατο, ὅσον δὲ ὁ δεσπότης ἐχαρίσατο; Ὅρα πάλιν αὐτοῦ τούτου τὴν ἀπόνοιαν. Δέον γὰρ κατὰ τὴν τοσαύτην φιλανθρωπίαν καὶ τὴν ἄφατον εὐεργεσίαν τὴν εἰς αὐτὸν γεγενημένην συμπαθέστατον αὐτὸν καταστῆναι περὶ τοὺς ὁμογενεῖς, ὁ δὲ τὸ ἐναντίον ἐπιδείκνυται. Ἐξελθὼν γὰρ, φησὶν, οὗτος αὐτὸς, ὁ τῶν μυρίων ταλάντων τὴν συγχώρησιν δεξάμενος. Ἀκούετε, παρακαλῶ, μετὰ ἀκριβείας· τὰ γὰρ τούτῳ συμβάντα ἱκανὰ καθικέσθαι τῆς ἡμετέρας ψυχῆς, καὶ πεῖσαι τὸ χαλεπὸν τοῦτο νόσημα ἐξορίσαι τῆς διανοίας τῆς ἡμετέρας. Οὗτος τοίνυν ἐξελθὼν εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια. Σκόπει πόσον τὸ μέσον.

Ὧδε σύνδουλος ὁ ὀφείλων ἑκατὸν δηνάρια, ἐκεῖ δεσπότης ὁ ἀπαιτῶν, καὶ μύρια ἦν τάλαντα· καὶ ὅμως ἐπειδὴ εἶδεν ἱκετεύοντα καὶ παρακαλοῦντα, συνεχώρησεν· οὗτος δὲ Κρατήσας αὐτὸν ἔπνιγε, λέγων· Ἀπόδος μοι εἴ τι ὀφείλεις. Τί οὖν;

Πεσὼν, φησὶν, ὁ σύνδουλος αὐτοῦ. Ὅρα πῶς συνεχῶς στρέφει τὸ ῥῆμα τοῦτο ὁ εὐαγγελιστὴς, Ὁ σύνδουλος αὐτοῦ, οὐχ ἁπλῶς, ἀλλ᾽ ἵνα μάθωμεν, ὅτι οὐδὲν μεταξὺ αὐτῶν τὸ μέσον. Καὶ ὅμως τὴν αὐτὴν ἱκετηρίαν πρὸς αὐτὸν ἐποιήσατο, ἣν καὶ οὗτος πρὸς τὸν δεσπότην, λέγων· Μακροθύμησον ἐπ᾽ ἐμοὶ, καὶ πάντα σοι ἀποδώσω. Ὁ δὲ, φησὶν, ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς τὴν φυλακὴν, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ. Ὢ τῆς ἀγνωμοσύνης ὑπερβολή! ἔναυλον ἔχων τὴν μνήμην τῆς τοσαύτης γενομένης φιλοτιμίας, οὐδὲ οὕτως ἠνέσχετο συμπαθές τι λογίσασθαι· ἀλλὰ πρότερον μὲν ἔπνιγε, νῦν δὲ καὶ εἰς δεσμωτήριον ἐνέβαλεν.

ζʹ. Ἀλλ᾽ ὅρα τί γίνεται. Ἰδόντες δὲ, φησὶν, οἱ σύνδουλοι αὐτοῦ ἐλυπήθησαν· καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ αὐτῶν πάντα τὰ γινόμενα. Οὐκ ἐκεῖνος ὁ πεπονθὼς, (πῶς γὰρ, καθειργμένος ἐν τῷ δεσμωτηρίῳ;) ἀλλ᾽ οἱ σύνδουλοι, οἱ μηδὲν ἠδικημένοι, ὡς ἀδικηθέντες, οὕτως ἠνιάθησαν, καὶ ἐλθόντες ἅπαντα ἐμήνυσαν. Ἀλλ᾽ ὅρα τοῦ δεσπότου λοιπὸν τὴν ἀγανάκτησιν. Τότε προσκαλεσάμενος αὐτὸν, φησὶ, λέγει· Δοῦλε πονηρέ. Ἀληθῶς ἐντεῦθέν ἐστιν ἰδεῖν ὅσος τῆς μνησικακίας ὁ ὄλεθρος.

Ἡνίκα γὰρ τὰ μύρια τάλαντα ἐμεθόδευεν, οὐκ ἐκάλεσεν αὐτὸν πονηρὸν, ἀλλὰ νῦν, ὅτε περὶ τὸν σύνδουλον γέγονεν ἀπηνής. Πονηρὲ δοῦλε, φησὶ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με. Ὅρα πῶς δείκνυσιν αὐτοῦ τῆς κακίας τὴν ὑπερβολήν.

Μὴ γὰρ πλέον τι ἐπεδείξω; φησίν. Οὐχὶ ῥήματα ψιλὰ ἐποιήσω, καὶ δεξάμενός σου τὴν ἱκεσίαν, πᾶσαν ἐκείνην τὴν μεγάλην καὶ ἀπόῤῥητον ὀφειλὴν συνεχώρησα; Οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; Ποίας ἂν εἴης ἄξιος συγγνώμης, εἰ ἐγὼ μὲν ὁ δεσπότης σου τοσοῦτον ὄγκον ὀφειλημάτων διὰ τὰ ψιλὰ ἐκεῖνα ῥήματα συνεχώρησα, σὺ δὲ τὸν σύνδουλόν σου τὸν ὁμογενῆ οὐκ ἠλέησας, οὐδὲ ἐπεκάμφθης, οὐδὲ εἰς μνήμην ἐλθὼν τῶν ὑπαρξάντων σοι παρ᾽ ἐμοῦ, ἐπεδείξω τινὰ περὶ αὐτὸν συμπάθειαν, ἀλλ᾽ ἀνελεὴς ἐγένου καὶ ὠμὸς, καὶ ἐλεῆσαι τὸν σύνδουλόν σου οὐκ ἠθέλησας;

Διὰ τοῦτο ἐνταῦθα μαθήσῃ διὰ τῆς πείρας ὅσων κακῶν ἑαυτῷ αἴτιος κατέστης. Καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς. Ὅρα καὶ νῦν αὐτὸν ὀργιζόμενον διὰ τὴν εἰς τὸν σύνδουλον ἀπανθρωπίαν, καὶ τοῖς βασανισταῖς παραδιδόντα· καὶ ὅπερ πρότερον οὐκ ἐποίησεν, ἡνίκα τοσούτοις τοῖς ὀφειλήμασιν ὑπεύθυνος ἦν, νῦν κελεύει γίνεσθαι. Παρέδωκε γὰρ αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον· ἕως οὗ, φησὶ, τὰ μύρια τάλαντα, ὧν τὴν συγχώρησιν ἤδη λαβὼν ἀπῆλθε, ταῦτα καταβάλλῃ. Μεγίστη καὶ ἄφατος ἡ τοῦ Θεοῦ φιλανθρωπία· ἡνίκα μὲν γὰρ αὐτὸς ἐμεθόδευεν ἐπειδὴ τὴν ἱκεσίαν ἐποιήσατο, συνεχώρησεν· ἐπειδὴ δὲ εἶδεν αὐτὸν περὶ τὸν σύνδουλον ὠμὸν καὶ ἀπάνθρωπον γεγονότα, τότε λοιπὸν τὴν οἰκείαν ἀνακαλεῖται φιλοτιμίαν, δεικνὺς αὐτῷ διὰ τῶν πραγμάτων αὐτῶν, ὡς οὐ τοσοῦτον ἐκεῖνον ἠδίκησεν, ὅσον ἑαυτόν. Καὶ καθάπερ ἐκεῖνος εἰς φυλακὴν ἔβαλεν, ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον, οὕτω καὶ αὐτὸς τοῖς βασανισταῖς παραδέδωκεν, ἕως οὗ ἅπασαν καταθῇ τὴν ὀφειλήν. Ταῦτα δὲ οὐ περὶ ταλάντων καὶ περὶ δηναρίων ἁπλῶς εἴρηκεν, ἀλλὰ περὶ ἁμαρτίας ὁ λόγος καὶ μεγέθους πλημμελημάτων, ἵνα μάθωμεν ὅτι ἡμεῖς μὲν μυρίων πλημμελημάτων δίκας ὀφείλοντες τῷ Δεσπότῃ, διὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν συγχώρησιν παρ᾽ αὐτοῦ δεχόμεθα.

Ἐὰν δὲ περὶ τοὺς ὁμοδούλους καὶ τοὺς ὁμογενεῖς, καὶ τοὺς τῆς αὐτῆς ἡμῖν φύσεως κοινωνοῦντας ὠμοὶ καὶ ἀπάνθρωποι γενώμεθα, καὶ τὰ εἰς ἡμᾶς πλημμελούμενα μὴ διαλύσωμεν, ἀλλ᾽ ὑπὲρ τῶν εὐτελῶν τούτων πονηρευώμεθα (ὅσον γὰρ ἑκατὸν δηνάρια πρὸς μύρια τάλαντα, τοσοῦτον τὸ μέσον τῶν ἡμετέρων πρὸς τὸν Δεσπότην πλημμελημάτων, καὶ τῶν εἰς ἡμᾶς γινομένων παρὰ τῶν ὁμογενῶν), τότε καὶ τὴν ἀγανάκτησιν ἐπισπασόμεθα τοῦ Δεσπότου, καὶ ὧν πρότερον τὴν συγχώρησιν ἐδεξάμεθα, τούτων πάλιν τὴν ὀφείλησιν μετὰ βασάνων ἀπαιτεῖσθαι κελευόμεθα. Ἵνα γὰρ μάθωμεν ἀκριβῶς ὅτι πρὸς ὠφέλειαν τῶν ψυχῶν τῶν ἡμετέρων τὴν παραβολὴν ταύτην παρήγαγεν ὁ Δεσπότης, ἄκουε τοῦ ἐπαγομένου· Οὕτω καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ποιήσει ὑμῖν, φησὶν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν. Μέγα τῆς παραβολῆς τὸ κέρδος, μόνον ἐὰν προσέχειν βουλώμεθα. Τί γὰρ τοσοῦτον ἀφεῖναι δυνάμεθα, ὅσον ἀφίεται ἡμῖν παρὰ τοῦ Δεσπότου; Καὶ ἡμεῖς μὲν ἐὰν τοῦτο βουληθῶμεν, ὁμοδούλοις ἀφίεμεν· αὐτοὶ δὲ παρὰ τοῦ Δεσπότου τὴν συγχώρησιν δεχόμεθα. Καὶ ὅρα καὶ τὴν ἀκρίβειαν τῶν εἰρημένων. Οὐ γὰρ εἶπεν ἁπλῶς, ἐὰν μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ ἡμαρτημένα, ἀλλὰ τί; Ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.

Σκόπει πῶς βούλεται αὐτὴν ἡμῶν τὴν καρδίαν ἐν γαλήνῃ καὶ ἡσυχίᾳ τυγχάνειν, καὶ τὸν λογισμὸν ἡμῶν ἀτάραχον, καὶ παντὸς ἀπηλλάχθαι πάθους, καὶ πολλὴν τὴν πρὸς τοὺς πλησίον ἡμᾶς ἐπιδείκνυσθαι τὴν φιλαγαθωσύνην.

Καὶ ἀλλαχοῦ δὲ πάλιν ἔστιν αὐτοῦ ἀκοῦσαι λέγοντος· Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Μὴ τοίνυν νομίσωμεν ἕτερον εὐεργετεῖν, ὅταν τοῦτο ποιῶμεν, ἢ μεγάλην τινὰ εἰς ἐκεῖνον κατατίθεσθαι χάριν. Αὐτοὶ γάρ ἐσμεν οἱ τῆς εὐεργεσίας ἀπολαύοντες, καὶ πολὺ τὸ κέρδος ἑαυτοῖς ἐντεῦθεν προξενοῦντες· ὥσπερ ἐὰν μὴ τοῦτο ποιῶμεν, πάλιν ἐκείνου· μὲν οὐδ᾽ ὅλως ἀδικῆσαί τι δυνησόμεθα, ἑαυτοῖς δὲ τὴν ἀφόρητον τῆς γεέννης κόλασιν προευτρεπίζομεν. Διὸ, παρακαλῶ, ταῦτα λογιζόμενοι μηδέποτε ἀνεχώμεθα τοῖς λελυπηκόσιν ἡμᾶς, ἢ ἑτέρως πως ἀδικήσασι μνησικακεῖν, ἢ ἐχθρωδῶς πρὸς αὐτοὺς διακεῖσθαι· ἀλλ᾽ ἐννοοῦντες ὅσης ἡμῖν εὐεργεσίας πρόξενοι καὶ παῤῥησίας παρὰ τῷ Δεσπότῃ γίνονται, καὶ πρὸ πάντων ὅτι δαπάνη τυγχάνει τῶν ἡμετέρων ἁμαρτημάτων ἡ πρὸς τοὺς λυπήσαντας καταλλαγὴ, σπεύδωμεν καὶ ἐπειγώμεθα, καὶ τὸ ἐκ τούτου κέρδος ἐννοοῦντες τοσαύτην ἐπιδειξώμεθα περὶ τοὺς ἠδικηκότας θεραπείαν, ὡσανεὶ πρὸς εὐεργέτας ἀληθῶς. Ἐὰν γὰρ νήφωμεν, οὐχ οὕτως οἱ γνησίως περὶ ἡμᾶς διακείμενοι καὶ παντὶ τρόπῳ θεραπεύειν σπουδάζοντες ὠφελῆσαι ἡμᾶς δυνήσονται, ὡς ἡ περὶ τούτους θεραπεία, ἀξίους ἡμᾶς τῆς ἄνωθεν εὐνοίας ἀπεργαζομένη, καὶ τοῦ φορτίου τῶν ἡμαρτημένων ἡμῖν ἐπικουφίζουσα.

ηʹ. Ἐννόησον γάρ μοι, ἀγαπητὲ, ὅσον τῆς ἀρετῆς τὸ μέγεθος ταύτης ἀπὸ τῶν ἐπάθλων, ὧν ἐπηγγείλατο τοῖς ταύτην κατωρθωκόσιν ὁ τῶν ὅλων Θεός. Εἰπὼν γὰρ, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς· ἐπειδὴ μεγάλα ἦν τὰ ἐπιτάγματα καὶ τῆς ἄκρας ἁπτόμενα κορυφῆς, φησίν· Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Εἶδες κατὰ δύναμιν ἀνθρωπίνην τίνι παρόμοιος γίνεται ὁ μὴ μόνον μὴ ἀμυνόμενος τοὺς λελυπηκότας, ἀλλὰ καὶ προσεύχεσθαι ὑπὲρ αὐτῶν σπουδάζων; Μὴ τοίνυν ἀποστερῶμεν ἑαυτοὺς διὰ ῥᾳθυμίαν τοιούτων δωρεῶν καὶ τῶν ἐπάθλων τῶν πάντα λόγον ὑπερβαινόντων, ἀλλὰ παντὶ τρόπῳ τοῦτο κατορθῶσαι σπουδάζωμεν, καὶ βιασάμενοι τὸν λογισμὸν παιδεύσωμεν εἴκειν τῷ τοῦ Θεοῦ ἐπιτάγματι. Διὰ γὰρ τοῦτο κἀγὼ νῦν ἐποιησάμην ταύτην τὴν παραίνεσιν, καὶ τὴν παραβολὴν εἰς μέσον ἤγαγον, καὶ τοῦ κατορθώματος ἔδειξα τὸ μέγεθος, καὶ ὅσον ἡμῖν ἐκ τούτου κέρδος γίνεται, ἵνα, ὡς ἔτι καιρὸς, ἕκαστος ἡμῶν, εἴ τινα ἔχοι ἐχθρωδῶς πρὸς αὐτὸν διακείμενον, σπουδὴν ποιήσηται διὰ τῆς πολλῆς θεραπείας καταλλάξαι αὐτὸν ἑαυτῷ.

Καὶ μή μοι λεγέτω τις, ὅτι καὶ ἅπαξ καὶ δεύτερον παρεκάλεσα, καὶ οὐ προσήκατο· εἰ ἀπὸ εἰλικρινείας τοῦτο πράττωμεν, μὴ πρότερον παυσώμεθα, μέχρις ἂν τῇ πολλῇ προσεδρίᾳ νικήσαντες, ἐφελκυσώμεθα αὐτὸν, καὶ ἀποστήσωμεν τῆς πρὸς ἡμᾶς ἀπεχθείας. Μὴ γὰρ ἐκείνῳ τι χαριζόμεθα; Εἰς ἡμᾶς διαβαίνει τὰ τῆς εὐεργεσίας· τοῦ Θεοῦ τὴν εὔνοιαν ἐπισπώμεθα, τῶν ἁμαρτημάτων τὴν συγχώρησιν ἑαυτοῖς προαποτιθέμεθα, παῤῥησίαν πολλὴν πρὸς τὸν Δεσπότην ἐκ τούτου λαμβάνομεν.

Ἂν τοῦτο κατορθώσωμεν, δυνησόμεθα μετὰ καθαροῦ συνειδότος καὶ τῇ ἱερᾷ ταύτῃ καὶ φρικτῇ τραπέζῃ προσελθεῖν, καὶ τὰ ῥήματα ἐκεῖνα τὰ τῇ εὐχῇ συνεζευγμένα μετὰ παῤῥησίας φθέγξασθαι. Ἴσασιν οἱ μεμυημένοι τὸ λεγόμενον. Διὸ τῷ ἑκάστου συνειδότι καταλιμπάνω εἰδέναι, πῶς μὲν κατωρθωκότες τὴν ἐντολὴν μετὰ παῤῥησίας προέσθαι ταῦτα δυνάμεθα κατὰ τὸν καιρὸν ἐκεῖνον τὸν φοβερόν. Εἰ δὲ ῥᾳθυμήσαιμεν, πόσης ἡμῖν οὐκ ἂν γένοιτο κατακρίσεως αἴτιον ἐναντία τοῖς ῥήμασι διαπραττομένοις, τολμᾷν ἁπλῶς καὶ εἰκῆ προφέρειν τὰ τῆς εὐχῆς ῥήματα, καὶ μεῖζον ἑαυτοῖς ἐπισωρεύειν τὸ πῦρ, καὶ τὴν ἀγανάκτησιν ἐκκαλεῖσθαι τοῦ Δεσπότου; Χαίρω καὶ εὐφραίνομαι ὁρῶν ὑμᾶς μεθ᾽ ἡδονῆς ἀκούοντας τὰ λεγόμενα, καὶ διὰ τοῦ κρότου δεικνύντας, ὅτι ἕτοιμοι γενέσθαι σπουδάζετε, καὶ εἰς ἔργον ἀγαγεῖν τὴν δεσποτικὴν ταύτην παραίνεσιν. Τοῦτο γάρ ἐστι τὸ ἰατρεῖον τῶν ἡμετέρων ψυχῶν, τοῦτο φάρμακον τοῖς ἡμετέροις τραύμασιν, αὕτη ἀρίστη ὁδὸς τῆς πρὸς τὸν Θεὸν εὐαρεστήσεως, τοῦτο μέγιστον δεῖγμα φιλοθέου ψυχῆς, τὸ διὰ τὸν τοῦ Δεσπότου νόμον πάντα καταδέχεσθαι, καὶ μὴ ὑποσύρεσθαι ὑπὸ τῆς τῶν λογισμῶν ἀσθενείας, ἀλλ᾽ ἀνωτέρους γίνεσθαι τῶν παθῶν, ἐννοοῦντας τὰς ἐφ᾽ ἑκάστης ἡμέρας παρὰ τοῦ Θεοῦ εἰς ἡμᾶς εὐεργεσίας γεγενημένας.

Καὶ ὅσῳπερ ἂν ἐπιδειξώμεθα, οὐδὲ τὸ πολλοστὸν φθάσαι μέρος δυνησόμεθα τῶν τε ἤδη παρασχεθέντων ἡμῖν, τῶν τε καθ᾽ ἑκάστην ἡμέραν εἰς ἡμᾶς γινομένων, καὶ τῶν τεταμιευμένων ἡμῖν ἀγαθῶν, εἰ βουληθείημεν εἰς ἔργον ἀγαγεῖν τὰ παρ᾽ αὐτοῦ προστεταγμένα. Ἕκαστος τοίνυν ἐντεῦθεν ἐξιὼν, ἔργον τοῦτο ποιησάσθω, καὶ ὡς ἐπὶ θησαυρὸν μέγιστον σπευδέτω, καὶ μηδὲ τὸ τυχὸν ἀναβαλλέσθω.

Κἂν καμεῖν δέῃ, κἂν ζητῆσαι, κἂν μακρὰν ὁδὸν ἀπελθεῖν, κἂν δυσκολίαι τινὲς ὦσι, πάντα ταῦτα τὰ κωλύματα ἀνέλωμεν. Ἑνὸς μόνου γινώμεθα, πῶς τὸ παρὰ τοῦ Δεσπότου ἐπιταχθὲν εἰς ἔργον ἀγαγεῖν δυνηθῶμεν, καὶ τῆς ὑπακοῆς τὸν μισθὸν κομίσασθαι. Μὴ γὰρ οὐκ οἶδα ὅτι βαρὺ καὶ ἐπαχθὲς φαίνεται τὸ πρὸς τὸν ἐχθρωδῶς διακείμενον καὶ πολεμίως ἀπελθεῖν καὶ στῆναι καὶ διαλεχθῆναι; Ἀλλ᾽ ἐὰν ἐννοήσῃς τοῦ ἐπαγγέλματος τὸ ἀξίωμα, καὶ τῆς ἀμοιβῆς τὸ μέγεθος, καὶ ὅτι οὐκ εἰς ἐκεῖνον, ἀλλ᾽ εἰς σὲ ἀνατρέχει τὰ τῆς εὐεργεσίας, πάντα σοι κοῦφα καὶ ῥᾴδια φανεῖται. Ταῦτα τοίνυν στρέφοντες ἐν τοῖς λογισμοῖς τοῖς ἡμετέροις, περιγινώμεθα τῆς συνηθείας, καὶ εὐσεβεῖ λογισμῷ τῶν ἐπιταγμάτων τοῦ Χριστοῦ πληρωταὶ γινώμεθα, ἵνα καὶ τῶν παρ᾽ αὐτοῦ ἀμοιβῶν ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τῆς αὐτοῦ ἀγαθότητος, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΚΗʹ. Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε, καὶ τοῖς υἱοῖς αὐτοῦ μετ᾽ αὐτοῦ, λέγων· Καὶ ἰδοὺ ἐγὼ ἀνίστημι τὴν διαθήκην μου ὑμῖν, καὶ τῷ σπέρματι ὑμῶν μεθ᾽ ὑμᾶς, καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ᾽ ὑμῶν, ἀπό τε ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς. αʹ. Τὴν εὐλογίαν εἰς τὸ μέσον προθέντες χθὲς, ἧς ὁ Νῶε ἠξιώθη παρὰ τοῦ Δεσπότου μετὰ τὴν ἔξοδον τὴν ἀπὸ τῆς κιβωτοῦ θυσιαστήριον οἰκοδομήσας, καὶ τὰς εὐχαριστηρίους θυσίας ἀναγαγὼν, καὶ τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδειξάμενος, οὐκ ἰσχύσαμεν περαιτέρω προελθεῖν, καὶ παντὶ ἐπεξελθεῖν τῷ ἀναγνώσματι, καὶ δεῖξαι τοῦ φιλανθρώπου Θεοῦ τὴν συγκατάβασιν καὶ τὴν κηδεμονίαν, ἣν περὶ τὸν δίκαιον ἐπεδείξατο. Ἐπειδὴ γὰρ εἰς πολὺ μῆκος ἡμῖν ὁ λόγος ἐξετάθη, ταχέως αὐτὸν συνεστείλαμεν, ὥστε μὴ τῷ πλήθει καταχῶσαι τὴν μνήμην ὑμῶν, μηδὲ τοῖς μετὰ ταῦτα λεγομένοις λυμήνασθαι τοῖς ἤδη ῥηθεῖσιν. Οὐδὲ γὰρ τοῦτο ἁπλῶς ἐσπουδάσαμεν μόνον, τὸ πολλὰ εἰπεῖν, ἀλλὰ τοσαῦτα βουλόμεθα λέγειν, ὅσα δυνατὸν καὶ ὑμᾶς τῇ μνήμῃ παρακατασχεῖν, καὶ κερδάναντας ἐντεῦθεν ἀπελθεῖν. Εἰ γὰρ δὴ μέλλομεν καὶ ἡμεῖς πλείονα τοῦ δέοντος λέγειν, καὶ ὑμεῖς μηδὲν ἐκ τῶν λεγομένων καρποῦσθαι, τί τὸ ὄφελος;

Εἰδότες τοίνυν ὅτι διὰ τὴν ὠφέλειαν τὴν ὑμετέραν τοῦτον ἀνεδεξάμεθα τὸν κάματον, καὶ αὐταρκοῦσαν ἀμοιβὴν εἰληφέναι νομίζομεν, εἰ τὴν ὑμετέραν θεασοίμεθα προκοπὴν μετὰ ἀκριβείας κατέχουσαν τὰ λεγόμενα, καὶ ἐν τοῖς κόλποις τῆς ὑμετέρας διανοίας ἐναπόθεσθε συνεχῶς ταῦτα κινοῦντες καὶ ἀναμαρυκώμενοι.

Ἡ γὰρ μνήμη τῶν ἤδη ῥηθέντων παρασκευάσει μετὰ πλείονος εὐκολίας ὑμᾶς δέχεσθαι καὶ τὰ μέλλοντα ῥηθήσεσθαι, καὶ οὕτω τοῦ χρόνου προϊόντος καὶ ἑτέροις διδάσκαλοι γενήσεσθε. Τοῦτο γὰρ ἡμῶν ἡ πᾶσα ἀγρυπνία καὶ ἡ σπουδὴ, ὥστε πάντας ὑμᾶς τελείους καὶ ἀπηρτισμένους γενέσθαι, καὶ μηδὲν ὑμᾶς λανθάνειν τῶν ἐν ταῖς θείαις Γραφαῖς κειμένων. Ἡ γὰρ τούτων γνῶσις, εἰ βουληθείημεν νήφειν καὶ ἐγρηγορέναι, καὶ πρὸς τὴν ἀρίστην πολιτείαν τὰ μέγιστα ἡμῖν συμβαλεῖται, καὶ προθυμοτέρους ἐργάσεται πρὸς τοὺς τῆς ἀρετῆς πόνους. Ὅταν γὰρ παιδευθῶμεν ὅτι ἕκαστος τῶν δικαίων τῶν πολλὴν παῤῥησίαν πρὸς τὸν Θεὸν κτησαμένων, διὰ πειρασμῶν καὶ θλίψεων ὁδεύσας ἅπαντα τὸν βίον, καὶ πολλὴν τὴν ὑπομονὴν καὶ τὴν εὐχαριστίαν ἐπιδειξάμενος, οὕτω τῶν ἀμοιβῶν ἠξιώθη, πῶς οὐχὶ καὶ αὐτοὶ σπουδάσομεν τὴν αὐτὴν αὐτοῖς ὁδὸν ἐλθεῖν, ἵνα καὶ τῶν αὐτῶν αὐτοῖς τύχωμεν ἀμοιβῶν; Διὸ παρακαλῶ καθ᾽ ἑκάστην ἡμέραν προσθήκην τινὰ ἐργάζεσθαι, καὶ αὔξειν ὑμῶν τὴν κατὰ Θεὸν οἰκοδομὴν, καὶ τὰ μὲν ἤδη κατορθωθέντα μετὰ ἀσφαλείας καὶ πολλῆς τῆς φυλακῆς διατηρεῖν, τὰ δὲ λείποντα προστιθέναι, ἵνα οὕτως εἰς αὐτὴν τὴν κορυφὴν τῆς ἀρετῆς φθάσητε, εἰς καύχημα ἡμέτερον, εἰς οἰκοδομὴν τῆς Ἐκκλησίας, εἰς δόξαν Χριστοῦ.

Καὶ γὰρ ὁρῶν ὑμῶν τὸ ἀκόρεστον περὶ τὴν πνευματικὴν διδασκαλίαν, οὐ παύομαι καθ᾽ ἑκάστην ἡμέραν, καίτοι πενίαν πολλὴν ἐμαυτῷ συνειδὼς, τὴν ἑστίασιν ὑμῖν τὴν ἀπὸ τῶν θείων Γραφῶν παρατιθεὶς, καὶ ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις διὰ τὴν οἰκείαν φιλανθρωπίαν καὶ διὰ τὴν ὑμετέραν ὠφέλειαν χορηγήσῃ, ταῦτα ταῖς ὑμετέραις ἀκοαῖς παρατιθέμενος. Φέρε οὖν καὶ σήμερον δείξωμεν ὑμῶν τῇ ἀγάπῃ τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὴν ὑπερβολὴν, ἣν περὶ τὴν ἀνθρωπίνην φύσιν ἐπιδείκνυται, αὐτὰ τὰ παρὰ τοῦ Θεοῦ ῥηθέντα τῷ Νῶε εἰς μέσον προτιθέντες. Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε, καὶ τοῖς υἱοῖς αὐτοῦ.

Μετὰ τὸ εὐλογῆσαι αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἰπεῖν, Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ τὴν ἀρχὴν τὴν κατὰ τῶν ἀλόγων ἁπάντων ἐγχειρίσαι, καὶ τὴν ἐξουσίαν δοῦναι τοῦ, ὡς λάχανα χόρτου, οὕτω τούτων ποιεῖσθαι τὴν μετάληψιν, καὶ ἐντείλασθαι ὥστε κρέα ἐν αἵματι μὴ φαγεῖν, κηδόμενος ἔτι καὶ τοῦ δικαίου καὶ τῶν μετὰ ταῦτα μελλόντων ἔσεσθαι, καὶ φιλοτιμούμενος ἀεὶ ταῖς εὐεργεσίαις τὴν ἡμετέραν φύσιν, προστίθησι πάλιν εὐεργεσίας μείζους καί φησι· Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε, καὶ τοῖς υἱοῖς αὐτοῦ μετ᾽ αὐτοῦ, λέγων· Ἰδοὺ ἐγὼ ἀνιστῶ τὴν διαθήκην μου ὑμῖν, καὶ τῷ σπέρματι ὑμῶν μεθ᾽ ὑμᾶς, καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ᾽ ὑμῶν, ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, ὅσα μεθ᾽ ὑμῶν, ἀπὸ πάντων τῶν ἐξελθόντων ἀπὸ τῆς κιβωτοῦ· καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς· καὶ οὐκ ἀποθανεῖται πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ· καὶ οὐκ ἔτι ἔσται κατακλυσμὸς ὕδατος, καταφθεῖραι πᾶσαν τὴν γῆν.

Ἐπειδὴ εἰκὸς ἦν τὸν δίκαιον ἔτι ἐναγώνιον εἶναι, καὶ τῷ δέει καταβεβλῆσθαι αὐτοῦ τὴν διάνοιαν, καὶ εἴ ποτε συμβαίη μικράν τινα ἐπομβρίαν γενέσθαι, ἔμελλεν ἂν ἀλύειν καὶ ἀναχαιτίζειν, ὡς πάλιν τοιούτου κλυδωνίου τὴν οἰκουμένην καταλαμβάνοντος, ἵνα καὶ αὐτὸς ἔχῃ θαῤῥεῖν καὶ οἱ εἰς τὸ ἑξῆς ἅπαντες, ὁ ἀγαθὸς Δεσπότης εἰδὼς ὅτι καὶ τὸ τυχὸν αὐτὸν λυποῦν θορυβῆσαι δυνήσεται· ἡ γὰρ πεῖρα τῶν παρελθόντων ἱκανὴ πολλὴν δειλίαν ἐμβαλεῖν· ἐπεὶ οὖν εἰκὸς ἦν τὸν μακάριον τοῦτον καὶ ἀπὸ τοῦ τυχόντος ὑετοῦ καταπλαγῆναι καὶ δειλιάσαι, διὰ τοῦτο ὁ ἀγαθὸς Θεὸς μονονουχὶ θαῤῥεῖν αὐτὸν παρασκευάζων, καὶ παντὸς δέους αὐτὸν ἀπαλλάττων, καὶ ἐν ἀδείᾳ πολλῇ καὶ εὐθυμίᾳ καθιστὰς, ὑπισχνεῖται αὐτῷ μηκέτι τοιαύτην τιμωρίαν ἐπαγαγεῖν.

βʹ. Καὶ τοῦτο μὲν ἤδη καὶ πρὸ τῆς εὐλογίας ὑπέσχετο λέγων, καθάπερ ἠκούσατε, ὅτι Οὐ προστιθῶ καταράσασθαι τὴν γῆν· εἰ καὶ οἱ ἄνθρωποι τὰ τῆς κακίας ἐπιτείνουσιν, ἀλλ᾽ ὅμως ἐγὼ οὐκέτι τοιούτῳ ἐπιτιμίῳ ὑποβάλλω τὸ τῶν ἀνθρώπων γένος. Δεικνὺς γὰρ αὐτοῦ τὴν ἄφατον φιλανθρωπίαν καὶ πάλιν τοῦτο ὑπισχνεῖται, ἵνα θαῤῥεῖν ἔχῃ ὁ δίκαιος, καὶ μὴ λογίζεσθαι καθ᾽ ἑαυτὸν καὶ λέγειν· καὶ ἤδη εὐλογίας ἀξιώσας τὸ γένος τὸ ἡμέτερον, καὶ εἰς πλῆθος ἐπιδιδόναι παρασκευάσας, τὴν πανωλεθρίαν ταύτην ἐπήγαγεν. Ἵν᾽ οὖν πάντα θόρυβον ἐκβάλῃ ἐκ τῶν αὐτοῦ λογισμῶν, καὶ πληροφορηθῇ ὡς οὐκέτι ἔσται τοῦτο· ὥσπερ γὰρ, φησὶ, τὸν κατακλυσμὸν διὰ φιλανθρωπίαν ἐπήγαγον, ὥστε τὴν κακίαν ἐγκόψαι, καὶ μὴ περαιτέρω αὐτοὺς προβῆναι, οὕτω καὶ νῦν διὰ τὴν ἐμαυτοῦ φιλανθρωπίαν ἐπαγγέλλομαι μηκέτι τοῦτο ποιήσειν, ἵνα πάσης ἀθυμίας ἐκτὸς διάγοντες, οὕτω τὴν παροῦσαν ζωὴν διανύητε. Διὰ τοῦτό φησιν· Ἰδοὺ ἀνίστημι τὴν διαθήκην μου, τοῦτ᾽ ἔστι, συνθήκας ποιοῦμαι. Καθάπερ ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων ἐπειδάν τις ἐπαγγέλληταί τι, συντίθεται καὶ πολλὴν παρέχει τὴν πληροφορίαν· οὕτω καὶ ὁ ἀγαθὸς Δεσπότης φησίν· Ἰδοὺ ἀνίστημι τὴν διαθήκην μου. Καὶ καλῶς εἶπεν, Ἀνίστημι, ἀντὶ τοῦ, Ἰδοὺ ἐγὼ ἀνανεῶ τὴν ὑπὸ τῶν παραπτωμάτων πανωλεθρίαν αὐτῶν γεγενημένην, καὶ Ἀνίστημι τὴν διαθήκην μου ὑμῖν καὶ τῷ σπέρματι ὑμῶν μεθ᾽ ὑμᾶς.

Ὅρα φιλανθρωπίαν Δεσπότου· οὐ μόνον μέχρις ὑμῶν, φησὶν, ἵστημι τὰς συνθήκας, ἀλλὰ καὶ πρὸς τοὺς μεθ᾽ ὑμᾶς γινομένους ταύτας βεβαίας ἀποφαίνω. Εἶτα ἵνα τὴν οἰκείαν ἐπιδείξηται φιλοτιμίαν, φησί· Καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ᾽ ὑμῶν, ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, ὅσα μεθ᾽ ὑμῶν ἀπὸ πάντων τῶν ἐξελθόντων ἐκ τῆς κιβωτοῦ· καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς, καὶ οὐκ ἀποθανεῖται πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, καὶ οὐκέτι ἔσται κατακλυσμὸς ὕδατος, καταφθεῖραι πᾶσαν τὴν γῆν. Εἶδες συνθηκῶν μέγεθος; εἶδες ὑποσχέσεων ἄφατον φιλοτιμίαν;

Σκόπει πῶς πάλιν ἐκτείνει αὐτοῦ τὴν φιλανθρωπίαν καὶ μέχρι τῶν ἀλόγων καὶ τῶν θηρίων, καὶ εἰκότως. Ὅπερ γὰρ πολλάκις εἶπον, τοῦτο καὶ νῦν φημι. Ἐπειδὴ γὰρ διὰ τὸν ἄνθρωπον ταῦτα παρήχθη, διὰ τοῦτο καὶ ταῦτα κοινωνεῖ νῦν τῆς εὐεργεσίας τῆς εἰς τὸν ἄνθρωπον γινομένης. Καὶ δοκεῖ μὲν κοινὴ γενέσθαι ἡ διαθήκη καὶ πρὸς αὐτὸν καὶ πρὸς τὰ ἄλογα, οὐκ ἔστι δὲ τοῦτο. Καὶ γὰρ καὶ τοῦτο διὰ τὴν αὐτοῦ παραμυθίαν γίνεται, ἵνα εἰδέναι ἔχῃ πόσης ἀπολαύει τιμῆς, οὐ μόνον μέχρις αὐτοῦ τῆς εὐεργεσίας ἱσταμένης, ἀλλὰ δι᾽ αὐτὸν καὶ τούτων ἁπάντων συναπολαυόντων τῆς φιλοτιμίας τοῦ Δεσπότου, Καὶ οὐκ ἀποθανεῖται, φησὶ, πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, καὶ οὐκέτι ἔσται κατακλυσμὸς, καταφθεῖραι πᾶσαν τὴν γῆν. Εἶδες πῶς καὶ ἅπαξ καὶ δεύτερον καὶ πολλάκις ὑπισχνεῖται τοιαύτην μηκέτι ἐπαγαγεῖν πανωλεθρίαν, ἵνα τὸν θόρυβον τῶν λογισμῶν ἐκβάλῃ τοῦ δικαίου, καὶ παρασκευάσῃ θαῤῥεῖν ὑπὲρ τῶν μελλόντων;

Εἶτα οὐ πρὸς τὴν οἰκείαν φύσιν ἀφορῶν, ἀλλὰ πρὸς τὴν ἀσθένειαν τὴν ἡμετέραν, οὐκ ἀρκεῖται τῇ διὰ τῶν λόγων ὑποσχέσει, ἀλλὰ τὴν περὶ ἡμᾶς συγκατάβασιν ἐπιδεικνύμενος, καὶ σημεῖον παρέχει τὸ δυνάμενον παντὶ τῷ αἰῶνι συμπαρεκτεινόμενον τοῦ τοιούτου δέους ἀπαλλάσσειν τὸ τῶν ἀνθρώπων γένος, ἵνα κἂν πολὺς ὑετὸς κατενεχθῇ, κἂν σφοδρότερος ὁ χειμὼν γένηται, ἢ καὶ ἐὰν ἡ πλημμύρα τῶν ὑδάτων εἰς πλῆθος ἐπιδιδῷ, μηδὲ οὕτως ἔχωμεν δεδοικέναι, ἀλλὰ θαῤῥεῖν πρὸς τὸ δοθὲν σημεῖον ἀφορῶντες. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Νῶε· Τοῦτο τὸ σημεῖον τῆς διαθήκης ἧς ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ὅρα πόσῃ τιμῇ περὶ τὸν δίκαιον κέχρηται. Ὡσανεὶ γὰρ ἄνθρωπος ἀνθρώπῳ διαλεγόμενος, οὕτω καὶ πρὸς αὐτὸν ποιεῖται τὰς συνθήκας, καί φησι· Τοῦτο τὸ σημεῖον τῆς διαθήκης ἧς ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης, ἥ ἐστι μεθ᾽ ὑμῶν, εἰς γενεὰς αἰωνίους. Εἶδες πάσῃ τῇ ζωῇ τὸ μέλλον δίδοσθαι σημεῖον παρεκτεινόμενον εἰς γενεὰς αἰωνίους; Οὐ μόνον κοινῇ πᾶσι τοῖς ζῶσι τὸ σημεῖον δίδωσιν, ἀλλὰ καὶ διηνεκὲς καὶ διαιωνίζον τῇ τοῦ κόσμου συστάσει. Τί οὖν ἐστι τὸ σημεῖον; Τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλῃ, καὶ ἔσται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς.

Ἰδοὺ μετὰ τῆς ὑποσχέσεως τῆς διὰ τῶν λόγων καὶ τοῦτο δίδωμι τὸ σημεῖον, τὴν ἶριν λέγω, ἥν τινές φασι γίνεσθαι τοῦ ἡλίου πρὸς τὰ νέφη τὰς ἀκτῖνας ἀφιέντος.

Εἰ ὁ λόγος μου, φησὶν, οὐκ ἀρκεῖ, ἰδοὺ καὶ σημεῖον δίδωμι τοῦ μηκέτι τιμωρίαν τοιαύτην ἐπάξειν. Τοῦτο τοίνυν ὁρῶντες τὸ σημεῖον, τοῦ δέους ἀπαλλάττεσθε. Καὶ ἔσται ἐν τῷ συννεφεῖν με, φησὶν, νεφέλας ἐπὶ τῆς γῆς, καὶ ὀφθήσεται τὸ τόξον μου ἐν τῇ νεφέλῃ, καὶ μνησθήσομαι τῆς διαθήκης μου, ἥ ἐστιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί. Τί λέγεις, ὦ μακάριε προφῆτα; Ἀναμνησθήσομαι, φησὶ, τῆς διαθήκης μου, τοῦτ᾽ ἔστι, τῆς συνθήκης μου, τῆς ἐπαγγελίας, τῆς ὑποσχέσεως· οὐκ ἐπειδὴ αὐτὸς δεῖται ἀναμνήσεως, ἀλλ᾽ ἵνα ἡμεῖς πρὸς ἐκεῖνο τὸ δοθὲν σημεῖον βλέποντες, μηδὲν ὑποπτεύωμεν χαλεπὸν, ἀλλ᾽ εὐθέως εἰς ὑπόμνησιν ἐρχόμενοι τῆς τοῦ Θεοῦ ἐπαγγελίας, θαῤῥῶμεν ὡς οὐδὲν τοιοῦτο πεισόμεθα.

γʹ. Εἶδες Θεοῦ συγκατάβασιν, ὅσην ποιεῖται κηδεμονίαν τοῦ γένους τοῦ ἡμετέρου, πόσον μέγεθος φιλανθρωπίας ἐπεδείξατο, οὐκ ἐπειδὴ εἶδε τὴν τῶν ἀνθρώπων μεταβολὴν, ἀλλ᾽ ἵνα διὰ πάντων ἡμᾶς διδάξῃ τῆς ἀγαθότητος αὐτοῦ τὴν ὑπερβολήν; Καὶ οὐκ ἔσται ἔτι ὕδωρ εἰς κατακλυσμὸν, ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα· τοιοῦτος ὄμβρος οὐκέτι ἔσται. Ἐπειδὴ οἶδε τοῦτο δεδοικυῖαν τὴν ἀνθρωπίνην φύσιν, ὅρα πῶς συνεχῶς ποιεῖται τὴν ὑπόσχεσιν, μονονουχὶ λέγων· κἂν ἴδητε πολλὴν τῶν ὄμβρων τὴν φορὰν, μηδὲ οὕτω χαλεπόν τι ὑποπτεύσητε.

Οὐ γὰρ ἔσται τὸ ὕδωρ εἰς κατακλυσμὸν, ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα· τοιοῦτος ὄμβρος οὐκέτι ἔσται, τοιαύτης ἀγανακτήσεως οὐκέτι πειραθήσεται ἡ τῶν ἀνθρώπων φύσις. Καὶ ἔσται, φησὶ, τὸ τόξον μου ἐν τῇ νεφέλῃ, καὶ ὄψομαι τοῦ μνησθῆναι διαθήκην αἰώνιον ἀνὰ μέσον τοῦ Θεοῦ, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί. Σκόπει πῶς βουλόμενος εἰς θάρσος καὶ εἰς πληροφορίαν ἀγαγεῖν τὴν ἀνθρωπίνην φύσιν, πόσῃ ταπεινότητι τῶν λόγων κέχρηται. Καὶ ὄψομαι, φησὶ, τοῦ μνησθῆναι διαθήκης μου. Ἡ ὄψις οὖν εἰς μνήμην αὐτὸν ἄγει; Οὐχ ἵνα τοῦτο ὑποπτεύσωμεν· μὴ γένοιτο· ἀλλ᾽ ἵνα ὅταν ἴδωμεν τὸ σημεῖον τοῦτο, θαῤῥεῖν ἔχωμεν τῇ τοῦ Θεοῦ ἐπαγγελίᾳ, καὶ ὡς οὐχ οἷόν τε διαπεσεῖν τὰς τοῦ Θεοῦ ὑποσχέσεις. Καὶ εἶπεν ὁ Θεὸς, φησὶ, τῷ Νῶε· Τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ἧς διεθέμην ἀνὰ μέσον ἐμοῦ, καὶ ἀνὰ μέσον πάσης σαρκὸς, ἥ ἐστιν ἐπὶ τῆς γῆς. Ἔλαβες, φησὶ, τὸ σημεῖον, ὅπερ δέδωκα μεταξὺ ἐμοῦ καὶ πάσης σαρκὸς τῆς οὔσης ἐπὶ τῆς γῆς. Μηκέτι ταράττου τὴν διάνοιαν, μηδὲ θορυβοῦ τὸν λογισμὸν ἀλλὰ πρὸς τοῦτο βλέπων καὶ αὐτὸς ἔχε χρηστὰς τὰς ἐλπίδας, καὶ οἱ μετὰ σὲ πάντες τῆς ἐντεῦθεν παραμυθίας ἀπολαυέτωσαν, καὶ ἡ ὄψις τοῦ σημείου παρεχέτω θαῤῥεῖν, ὡς οὐκέτι τοιοῦτον κλυδώνιον τὴν οἰκουμένην καταλήψεται.

Κἂν γὰρ ἐπιτείνηται τῶν ἀνθρώπων τὰ ἁμαρτήματα, ἀλλ᾽ ἐγὼ ἅπερ ὑπεσχόμην ταῦτα πληρώσω, καὶ οὐκέτι τοιαύτην κατὰ πάντων ἀγανάκτησιν ποιήσομαι. Εἴδετε ἀγαθότητος ὑπερβολήν; εἴδετε συγκαταβάσεως μέγεθος; εἴδετε κηδεμονίας ἐπίτασιν; εἴδετε φιλοτιμίας ἐπαγγελίαν; Οὐ γὰρ μέχρι δύο καὶ τριῶν καὶ δέκα γενεῶν ἐξέτεινεν αὐτοῦ τὴν εὐεργεσίαν, ἀλλὰ τῇ συστάσει τοῦ κόσμου ταύτην παρεκταθῆναι ὑπέσχετο, ἵνα ἐξ ἑκατέρων σωφρονιζώμεθα, καὶ ἐξ ὧν ἐκεῖνοι διὰ τὸ τῶν ἁμαρτημάτων πλῆθος τοιαύτην ἐπεδέξαντο τιμωρίαν, καὶ ἐξ ὧν ἡμεῖς διὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν τοιαύτης ἠξιώθημεν ὑποσχέσεως.

Τοὺς γὰρ νοῦν ἔχοντας καὶ αἱ εὐεργεσίαι μᾶλλον ἢ αἱ τιμωρίαι ἐφέλκονται πρὸς τὴν ὑπακοὴν τῶν ἐπιταγμάτων. Μὴ τοίνυν ἀγνώμονες γινώμεθα. Εἰ γὰρ καὶ πρὶν ἤ τι ἀγαθὸν ἡμᾶς ἐπιδείξασθαι, μᾶλλον δὲ καὶ κολάσεως ἄξια ἐργασαμένους τοσαύτης ἠξίωσε τῆς εὐεργεσίας, εἰ εὐγνώμονες γενώμεθα, καὶ τὴν ἐπὶ τοῖς προλαβοῦσιν εὐχαριστίαν ἐπιδειξώμεθα, καὶ πολλὴν τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν ποιησώμεθα, πόσης οὐκ ἂν πάλιν ἡμᾶς ἀξιώσῃ τῆς παρ᾽ αὐτοῦ φιλοτιμίας; Εἰ γὰρ ἀναξίους ὄντας εὐεργετεῖ, καὶ ἡμαρτηκότας φιλανθρωπεύεται· εἰ τῆς κακίας ἀποστάντες τὴν ἀρετὴν μεταδιώξομεν, τίνων οὐκ ἐπιτευξόμεθα; Διὰ γὰρ τοῦτο προλαμβάνων πολλὰς εἰς ἡμᾶς τὰς εὐεργεσίας κατατίθεται, καὶ ἡμαρτηκότας πάλιν ἀξιοῖ συγγνώμης, καὶ τὰς τιμωρίας παρὰ πόδας οὐκ ἐπάγει, ἵνα διὰ πάντων ἡμᾶς ἐφελκύσηται, καὶ δι᾽ ὧν εὐεργετεῖ, καὶ δι᾽ ὧν μακροθυμεῖ. Πολλάκις δὲ καὶ δι᾽ ὧν ἐνίους κολάζει, ἑτέρους ἐνάγειν βούλεται, ἵνα τῷ ἐκείνων φόβῳ σωφρονισθέντες τῆς τιμωρίας τὴν πεῖραν διαφύγωσιν. Εἶδες εὐμήχανον αὐτοῦ φιλανθρωπίαν, πῶς πάντα τὰ παρ᾽ αὐτοῦ γινόμενα δι᾽ ἓν τοῦτο μόνον γίνεται, διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν; Ταῦτα τοίνυν ἐννοοῦντες, μὴ ῥᾳθυμῶμεν, μηδὲ ἀμελῶμεν ἀρετῆς, μηδὲ τοὺς παρ᾽ αὐτοῦ τεθέντας νόμους παρατρέχωμεν.

Ἐὰν γὰρ ἴδῃ ἐπιστρέφοντας ἡμᾶς, καὶ ἡσυχάζοντας, καὶ ὅλως ἀρχήν τινα ποιουμένους, καὶ αὐτὸς τὰ παρ᾽ ἑαυτοῦ συνεισφέρει, κοῦφα καὶ ῥᾴδια ἡμῖν ἅπαντα κατασκευάζων, καὶ οὐκ ἀφιεὶς οὐδὲ αἴσθησιν λαβεῖν τῶν τῆς ἀρετῆς πόνων. Ὅταν γὰρ ψυχὴ πρὸς τὸν Θεὸν τείνῃ τὴν διάνοιαν, οὐκ ἔτι λοιπὸν ἀπατηθῆναι δύναται ὑπὸ τῆς ὄψεως τῶν ὁρωμένων, ἀλλὰ πάντα παρατρέχουσα, ἀκριβέστερον τούτων τῶν πρὸ τῶν ὀφθαλμῶν ἡμῶν κειμένων ἐκεῖνα φαντάζεται τὰ μὴ βλεπόμενα τοῖς σωματικοῖς ὀφθαλμοῖς, καὶ μεταβολὴν οὐκ ἐπιστάμενα, ἀλλὰ διηνεκῶς μένοντα, καὶ πεπηγότα, καὶ ἀκίνητα τυγχάνοντα.

Τοιοῦτοι γὰρ οἱ τῆς διανοίας ὀφθαλμοί· πρὸς τὴν ἐκείνων θέαν διηνεκῶς ἀφορῶσι, καὶ ταῖς ἐκεῖθεν μαρμαρυγαῖς καταυγαζόμενοι πάντα τὰ τοῦ παρόντος βίου, ὡς ὄναρ καὶ σκιὰν, παρατρέχουσιν, οὐκέτι ἀπάτην ὑπομένοντες, οὐδὲ παραλογισθῆναι δυνάμενοι· ἀλλὰ κἂν πλοῦτον ἴδωσιν, εὐθέως καταγελῶσιν, εἰδότες ὅτι δραπέτου παντὸς ἀγνωμονέστερον ἀπὸ τούτου εἰς ἐκεῖνον μεταπηδᾷ, καὶ οὐδέποτε ἵσταται, ἀλλὰ καὶ μυρία κακὰ τοὺς κεκτημένους διατίθησι, καὶ εἰς αὐτὸν, ὡς εἰπεῖν, τῆς κακίας τὸν κρημνὸν αὐτοὺς ὤσας καταβάλλει.

Κἂν σώματος εὐμορφίαν θεάσωνται, πάλιν οὐκ ἐπιστρέφονται, λογιζόμενοι τὸ ἐπίκηρον, τὸ εὐμετάβλητον, καὶ ὅτι ἀθρόον νόσος ἐπελθοῦσα πᾶσαν ἐκείνην τὴν εὐμορφίαν ἠφάνισε, καὶ πρὸ τῆς νόσου γῆρας καταλαβὸν ἀηδῆ καὶ ἀτερπῆ τὴν πρὸ τούτου εὔμορφον ὄψιν ἀπειργάσατο, καὶ θάνατος δὲ ἐπελθὼν ἅπασαν τὴν τοῦ σώματος ὥραν διέφθειρε.

Κἂν δόξαν ἴδωσί τινα περιβεβλημένον, κἂν δυναστείαν, κἂν εἰς αὐτὴν τῶν ἀξιωμάτων τὴν κορυφὴν ἀνεληλυθότα, καὶ πάσης εὐημερίας ἀπολαύοντα, καὶ τοῦτον παρατρέχουσιν ὡς οὐδὲν βέβαιον ἔχοντα, οὐδὲ ἀκίνητον, ἀλλ᾽ ἐπ᾽ ἐκείνοις μέγα φρονοῦντα τοῖς ποταμίων ῥευμάτων μᾶλλον παρατρέχουσι. Τί γὰρ τῆς δόξης ἁπάσης τοῦ παρόντος βίου εὐτελέστερον, ὅταν τῷ ἄνθει τοῦ χόρτου παραβάλληται; Πᾶσα γὰρ δόξα ἀνθρώπου, φησὶν, ὡς ἄνθος χόρτου.

δʹ. Εἴδετε, ἀγαπητοὶ, πῶς μετὰ ἀκριβείας ὁρῶσιν οἱ τῆς πίστεως ὀφθαλμοὶ, ἐπειδὰν πρὸς τὸν Θεὸν ᾖ τεταμένη ἡ διάνοια; εἴδετε πῶς ὑπ᾽ οὐδενὸς τῶν ὁρωμένων παραλογισθῆναι δύνανται, ἀλλὰ τὴν ὀρθὴν τῶν πραγμάτων ἔχουσι κρίσιν, οὐδεμίαν ἀπάτην ὑπομένοντες; Ἀλλ᾽, εἰ δοκεῖ, πάλιν ἐπὶ τὴν ἀκολουθίαν ἐπανέλθωμεν τοῦ λόγου, καὶ ὀλίγα προσθέντες καταπαύσωμεν τὴν διδασκαλίαν, ὥστε καὶ τὴν μνήμην τῶν εἰρημένων ἐντεθῆναι ὑμῶν τῇ διανοίᾳ. Ἐπειδὴ γὰρ ἐτέλεσεν ἡ θεία Γραφὴ τὴν περὶ τοῦ θείου σημείου διήγησιν, βούλεται πάλιν διδάξαι ἡμᾶς τὰ κατὰ τὸν δίκαιον καὶ τοὺς τούτου υἱοὺς, καί φησιν· Ἦσαν δὲ οἱ υἱοὶ τοῦ Νῶε οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ, Σὴμ, Χὰμ, Ἰάφεθ, Χὰμ δὲ ἦν πατὴρ τοῦ Χαναάν. Τρεῖς οὗτοί εἰσιν υἱοὶ Νῶε· ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν. Ἄξιον ἐνταῦθα ζητῆσαι, τίνος ἕνεκεν τῶν τριῶν υἱῶν τοῦ Νῶε μνημονεύσασα ἡ θεία Γραφὴ ἐπήγαγε, Χὰμ δὲ ἦν πατὴρ τοῦ Χαναάν. Μὴ νομίσητε, παρακαλῶ, ἁπλῶς τοῦτο προσεῤῥῖφθαι· οὐδὲν γάρ ἐστι τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων, ὃ μὴ μετά τινος εἴρηται λόγου, πολλὴν τὴν ὠφέλειαν ἐγκεκρυμμένην ἔχοντος. Τίνος οὖν ἕνεκεν ἐπεσημήνατο καὶ προσέθηκεν, ὅτι Χὰμ δὲ ἦν πατὴρ τοῦ Χαναάν;

Βούλεται διὰ τούτου αἰνίξασθαι ἡμῖν τῆς ἀκρασίας αὐτοῦ τὴν ὑπερβολὴν, καὶ ὅτι οὐδὲ τῆς συμφορᾶς τὸ μέγεθος συσταλῆναι αὐτὸν πεποίηκεν, οὐδὲ ἡ τοσαύτη ἐν τῇ κιβωτῷ στενοχωρίᾳ, ἀλλὰ καίτοι τοῦ πρεσβύτου οὐδέπω καὶ νῦν τεκνοποιήσαντος, οὗτος τῇ ἀκρασίᾳ ἑαυτὸν ἐκδοὺς ἐν καιρῷ τοσαύτης ἀγανακτήσεως καὶ πανωλεθρίας τὴν οἰκουμένην καταλαβούσης, περὶ συνουσίαν ἠσχολεῖτο, καὶ τὸ ἀχαλίνωτον τῆς ἐπιθυμίας οὐ κατέστελλεν, ἀλλ᾽ ἤδη ἄνωθεν καὶ ἐκ προοιμίων ἐκείνου τῆς γνώμης αὐτοῦ τὸ μοχθηρόν. Ἐπεὶ οὖν μετ᾽ οὐ πολὺ διὰ τὴν ὕβριν τὴν εἰς τὸν γεγεννηκότα μέλλει τὴν κατάραν δέχεσθαι ὁ Χαναὰν ὁ τούτου παῖς, διὰ τοῦτο ἤδη προλαβοῦσα ἡ θεία Γραφὴ ἐπεσημήνατο, καὶ τοῦ παιδὸς ἡμῖν τὴν προσηγορίαν δήλην ἐποίησεν, ὁμοῦ καὶ τοῦ γεγεννηκότος τὸ ἀκρατές· ἵν᾽ ὅταν μετὰ ταῦτα ἴδῃς αὐτὸν πολλὴν τὴν ἀγνωμοσύνην ἐπιδειξάμενον πρὸς τὸν γεγεννηκότα, εἰδέναι ἔχῃς, ὅτι ἄνωθεν καὶ ἐξ ἀρχῆς τοιοῦτος ἦν, ὥς γε οὐδὲ ὑπὸ τῆς συμφορᾶς συνεστάλη. Ἱκανὴ γὰρ ἡ τοσαύτη ἀθυμία πᾶσαν σβέσαι ἡδονὴν, καὶ οὐδὲν οὕτω ταύτην τὴν φλόγα καὶ τὴν μανίαν καταστεῖλαι δύναται, ὡς ἀθυμίας ἐπίτασις καὶ συμφορᾶς ὑπερβολή. Ὁ τοίνυν ἐν τοσούτῳ μεγέθει τῶν κακῶν τοσαύτην ἐπιδειξάμενος τὴν λύτταν καὶ μανίαν περὶ τὴν παιδοποιίαν, ποίας ἂν εἴη συγγνώμης ἄξιος;

Ἀλλ᾽ ἐντεῦθεν ἡμῖν πάλιν ἕτερον τίκτεται ζήτημα, τὸ πολυθρύλλητον ἐκεῖνο καὶ πανταχοῦ περιφερόμενον, τίνος ἕνεκεν τοῦ πατρὸς ἁμαρτόντος ὁ υἱὸς τὴν κατάραν δέχεται; Ἀλλ᾽ ἵνα μὴ νῦν μακρὸν ποιῶμεν τὸν λόγον, τοῦτο ταμιευσόμεθα πρὸς τὸ παρὸν, ἵν᾽ ἐπειδὰν εἰς αὐτὸν τὸν τόπον ἀφικώμεθα, τότε καὶ τὴν λύσιν ἐπαγάγωμεν, ἣν ἂν ὁ Θεὸς παράσχῃ. Οὐδὲν γὰρ, καθάπερ ἔφθην εἰπὼν, τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων ἄνευ λόγου τινὸς καὶ αἰτίας ἐστὶν εὑρεῖν ἐγγεγραμμένον. Τέως οὖν τοῦτο ἔγνωμεν, ὅτι οὐχ ἁπλῶς, καὶ ὡς ἔτυχε, τῆς προσηγορίας τοῦ υἱοῦ ἐμνημόνευσεν ὁ Μωϋσῆς εἰπὼν, Χὰμ δὲ ἦν πατὴρ τοῦ Χαναάν.

Τρεῖς εἰσιν οὗτοι υἱοὶ, φησὶ, Νῶε, καὶ ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν. Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, μηδὲ τὸ νῦν ῥηθὲν, ἀλλ᾽ ἐννοήσωμεν καὶ ἐξ αὐτοῦ τούτου τῆς δυνάμεως τοῦ Θεοῦ τὸ μέγεθος. Τρεῖς, φησὶν, ἦσαν οὗτοι υἱοὶ Νῶε, καὶ ἐκ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν. Πῶς ἀπὸ τῶν τριῶν τοσοῦτον πλῆθος ἐπέδωκε; πῶς ἠδυνήθησαν διαρκέσαι; πῶς ἐκ τῶν ὀλίγων τούτων ἅπας ὁ κόσμος συνέστη; πῶς αὐτοῖς τὰ σώματα διέμεινεν; Οὐκ ἰατρὸς ἦν ὁ θεραπείαν προσάγων, οὐκ ἄλλη τις ἐπιμέλεια. Οὐδέπω γὰρ οὐδὲ πόλεις ἦσαν δειμάμενοι, ἀλλὰ μετὰ τὴν τοσαύτην ταλαιπωρίαν, καὶ τὴν ἐν τῇ κιβωτῷ διαγωγὴν, ὡς τεταριχευμένοι καὶ κατειργασμένοι ἐξῆλθον, καὶ ἐν τοσαύτῃ μονώσει τυγχάνοντες καὶ ἐρημίᾳ ἀφάτῳ πῶς οὐ διεφθάρησαν; πῶς οὐκ ἀπώλοντο; Ὁ γὰρ φόβος, εἰπέ μοι, καὶ ἡ ἀγωνία οὐ κατέσειεν αὐτῶν τὴν διάνοιαν, καὶ διετάρασσε τὸν λογισμόν; Μὴ ξενισθῇς, ἀγαπητέ· Θεὸς γὰρ ἦν ὁ πάντα ἐργαζόμενος, καὶ ὁ τῆς φύσεως δημιουργὸς ἦν ὁ πάντα ταῦτα τὰ κωλύματα ἀναιρῶν, καὶ τὸ πρόσταγμα αὐτοῦ ἐκεῖνο τὸ λέγον, Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, αὐτοῖς καὶ τὴν ἐπίδοσιν ἐχαρίσατο.

Ἐπεὶ καὶ οἱ Ἰσραηλῖται ἡνίκα εἰς Αἴγυπτον τῇ πλινθείᾳ καὶ τῷ πηλῷ κατειργάσθησαν, ταύτῃ πολλῷ μᾶλλον εἰς πλῆθος ἐπέδωκαν, καὶ οὔτε τὸ ἀνηλεὲς ἐκεῖνο καὶ ὠμὸν ἐπίταγμα τοῦ Φαραῶ, τὸ κελεῦον τὰ ἄῤῥενα εἰς τὸν ποταμὸν ῥίπτεσθαι, οὐδὲ ἡ λοιπὴ κακουχία, ἣν ὑπὸ τῶν ἐργοδιωκτῶν ὑπέμενον, ἴσχυσεν ἐλαττῶσαι αὐτῶν τὸ πλῆθος, ἀλλὰ καὶ μᾶλλον εἰς πλῆθος ἐπεδίδουν. Ἡ γὰρ ἄνωθεν ῥοπὴ ἦν ἡ διὰ τῶν ἐναντίων ἅπαντα ἐργαζομένη.

εʹ. Ὅταν τοίνυν ὁ Θεὸς κελεύῃ, μὴ ζήτει κατὰ ἀκολουθίαν ἀνθρωπίνην διερευνᾶσθαι τὰ πράγματα. Ἀνώτερος γὰρ ὢν τῆς φύσεως, οὐ δεῖται τῆς ἀκολουθίας τῆς φύσεως, ἀλλὰ καὶ δι᾽ αὐτῶν τῶν κωλυόντων τὰ πράγματα αὐξάνεσθαι παρασκευάζει. Τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν ἀπὸ τῶν τριῶν τούτων τὴν οἰκουμένην ἅπασαν ἀνεπλήρωσεν. Ἀπὸ τούτων γὰρ, φησὶ, τῶν τριῶν διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν. Εἶδες Θεοῦ δύναμιν; εἶδες πῶς, κἂν πολλὰ ἦν τὰ κωλύματα, οὐδέν ἐστι τὸ διακόπτον αὐτοῦ τὸ βούλημα; Τὸ αὐτὸ καὶ ἐπὶ τῆς πίστεώς ἐστιν ἰδεῖν γινόμενον. Τοιούτων γὰρ ὄντων τῶν πολεμούντων, τοσούτων ὄντων τῶν ἐπιβουλευόντων, καὶ βασιλέων, καὶ τυράννων, καὶ δήμων κατεξανισταμένων, καὶ πάντα ποιούντων, ὥστε σβέσαι τὸν σπινθῆρα τῆς πίστεως, δι᾽ αὐτῶν τῶν ἐπιβουλευόντων, διὰ τῶν κωλύειν βουλομένων, τοσαύτη ἤρθη τῆς εὐσεβείας ἡ φλὸξ, ὡς ἅπασαν καταλαβεῖν τὴν οἰκουμένην, καὶ τὴν ἀοίκητον.

Κἂν πρὸς Ἰνδοὺς γὰρ ἀπέλθῃς, κἂν πρὸς Σκύθας, κἂν πρὸς αὐτὰ τὰ πέρατα τῆς οἰκουμένης, κἂν εἰς αὐτὸν τὸν ὠκεανὸν, πανταχοῦ εὑρήσεις τοῦ Χριστοῦ τὴν διδασκαλίαν καταυγάζουσαν τὰς ἁπάντων ψυχάς. Τὸ γὰρ θαυμαστὸν καὶ παράδοξον, ὅτι καὶ αὐτὰ τὰ βάρβαρα ἔθνη μετεῤῥύθμισεν ὁ τῆς εὐσεβείας λόγος, καὶ φιλοσοφεῖν ἔμαθον καὶ τῆς παλαιᾶς συνηθείας ἀποστάντες πρὸς τὴν εὐσέβειαν μετετάξαντο. Καὶ καθάπερ διὰ τῶν τριῶν τούτων τὸ τῶν ἀνθρώπων πλῆθος ἐπιδοῦναι παρεσκεύασεν ὁ τῶν ὅλων δημιουργός· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῆς πίστεως διὰ τῶν ἕνδεκα, τῶν ἁλιέων, τῶν ἀγραμμάτων, τῶν ἰδιωτῶν, τῶν μηδὲ διᾶραι τὸ στόμα τολμώντων, ἅπασαν ἐπεσπάσατο τὴν οἰκουμένην. Καὶ οἱ ἀγράμματοι οὗτοι, καὶ οἱ ἰδιῶται καὶ οἱ ἁλιεῖς τῶν φιλοσόφων ἀπέφραξαν τὰ στόματα, καὶ καθάπερ ὑπόπτεροι, οὕτω τὴν οἰκουμένην ἅπασαν διέδραμον κατασπείραντες τὸν τῆς εὐσεβείας λόγον καὶ τὰς ἀκάνθας ἐκτέμνοντες, καὶ τὰ παλαιὰ ἀνασπῶντες ἔθη, καὶ τοὺς τοῦ Χριστοῦ νόμους πανταχοῦ καταφυτεύοντες· καὶ οὔτε τὸ ὀλίγους αὐτοὺς εἶναι, οὔτε ἡ ἰδιωτεία, οὔτε τὸ αὐστηρὸν τῶν ἐπιταγμάτων, οὔτε τὸ παλαιᾷ συνηθείᾳ προκατειλῆφθαι ἅπαν τὸ τῶν ἀνθρώπων γένος, ἴσχυσε κώλυμα αὐτοῖς γενέσθαι, ἀλλὰ ταῦτα πάντα ἀνῄρει προοδοποιοῦσα ἡ χάρις, καὶ μετ᾽ εὐκολίας ἅπαντα εἰργάζοντο, δι᾽ αὐτῶν τῶν κωλυμάτων μείζονα δεχόμενοι τὴν προθυμίαν.

Καὶ γάρ ποτε μὲν μαστιζόμενοι ἀνεχώρουν χαίροντες οὐ διὰ τὰς μάστιγας ἁπλῶς, ἀλλ᾽ Ὅτι ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ κατηξιώθησαν ἀτιμασθῆναι· ἄλλοτε δὲ εἰς δεσμωτήριον ἐμβληθέντες, ἐπειδὴ ὑπ᾽ ἀγγέλου ἐξηνέχθησαν, πάλιν τῶν αὐτῶν εἴχοντο, καὶ εἰς τὸ ἱερὸν ἀφικνούμενοι τὸν τῆς διδασκαλίας λόγον κατέβαλον, σαγηνεύοντες τὰ πλήθη εἰς τὴν εὐσέβειαν· καὶ πάλιν κατεχόμενοι, οὐ μόνον οὐδὲ ἐντεῦθεν ὀκνηρότεροι ἐγίνοντο, ἀλλὰ καὶ πλείονα τὴν παῤῥησίαν ἐπεδείκνυντο, ἐν μέσῳ μαινομένου δήμου καὶ τοὺς ὀδόντας τρίζοντος ἑστῶτες καὶ λέγοντες· Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. Εἶδες παῤῥησίας μέγεθος; εἶδες τοὺς ἰδιώτας, τοὺς ἁλιεῖς ὑπερορῶντας τοσούτων δήμων μαινομένων, καὶ πρὸς φόνους καὶ σφαγὰς ἑτοίμων; Ἀλλὰ σὺ ταῦτα ἀκούων, ἀγαπητὲ, μὴ τούτοις λογίζου τὰ γινόμενα, ἀλλὰ τῇ ἄνωθεν χάριτι τῇ νευρούσῃ καὶ ἀλειφούσῃ αὐτῶν τὴν προθυμίαν. Ἐπεὶ καὶ αὐτὸς οὗτος ὁ μακάριος Πέτρος, ἡνίκα τὸν ἐκ κοιλίας μητρὸς χωλεύοντα ὄρθιον ἀποκατέστησε, πάντων ἐκπληττομένων καὶ θαυμαζόντων αὐτοὺς, ἐπιδεικνύμενος τὴν οἰκείαν εὐγνωμοσύνην φησίν· Ἄνδρες, τί ἀτενίζετε ἡμῖν, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Τίνος ἕνεκεν, φησὶν, οὕτω κατεπλάγητε καὶ ἐκπεπληγμένοι ἐστὲ ἐπὶ τῷ γεγονότι;

Μὴ γὰρ ἡμεῖς ἐσμεν οἱ τοῦτο ἐργασάμενοι, ἢ ἰδίᾳ δυνάμει πρὸς ὑγίειαν αὐτὸν ἐπαναγαγόντες, καὶ βαδίζειν παρασκευάσαντες; Τί ἡμῖν ἀτενίζετε; Οὐδὲν πλέον ἡμεῖς εἰσηνέγκαμεν, ἢ ὅτι τὴν γλῶτταν ἐδανείσαμεν· ὁ δὲ τὸ πᾶν ἐργασάμενος, ὁ Δεσπότης ἐστὶ καὶ δημιουργὸς τῆς φύσεως. Ἐκεῖνος Ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, οὓς πατριάρχας ἐπιγράφεσθε, ἐκεῖνος Ὃν ὑμεῖς παραδεδώκατε καὶ ἠρνήσασθε κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν· ἐκεῖνός ἐστιν ὁ ταῦτα ἐργασάμενος· ὃν Ὑμεῖς, τὸν ἅγιον καὶ δίκαιον, ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς κατεκρίνατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν. Καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον, ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσε τὸ ὄνομα αὐτοῦ· καὶ ἡ πίστις ἡ δι᾽ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ἀπέναντι πάντων ὑμῶν.

ϛʹ. Πολλὴ τῆς παῤῥησίας ἡ ὑπερβολή· μεγάλη καὶ ἄφατος τῆς ἄνωθεν αὐτοῖς παρασχεθείσης χάριτος ἡ δύναμις· σαφεστάτη τῆς ἀναστάσεως ἡ ἀπόδειξις ἡ τοῦ μακαρίου τούτου παῤῥησία γένοιτ᾽ ἄν. Τί γὰρ ἂν τούτου μεῖζον σημεῖον ἐπιζητήσειεν ἄν τις λαβεῖν, ὅταν ὁ πρὸ τοῦ σταυροῦ καὶ κόρης εὐτελοῦς ἀπειλὴν μὴ δυνηθεὶς ἐνεγκεῖν, νῦν οὕτω κατεξανίσταται τοῦ τῶν Ἰουδαίων δήμου, καὶ τοσαύτῃ παῤῥησίᾳ καὶ πρὸς τοσοῦτον πλῆθος, μόνος ὢν, οὕτως ἀτάκτως μεμηνὸς, ἐπαποδύεται, καὶ τοιαῦτα φθέγγεται, ἃ τὴν μανίαν αὐτῶν ἐπὶ πλεῖον διεγείρειν δύναται; Εἶδες, ἀγαπητὲ, πῶς, ὅπερ ἐν προοιμίοις ἔλεγον, τοῦτο καὶ νῦν δείκνυται; Ἐπειδάν τις πυρωθῇ τῷ πρὸς τὸν Θεὸν πόθῳ, οὐκέτι λοιπὸν ὁρᾷν ἀνέχεται τὰ τοῖς ὀφθαλμοῖς τούτοις τοῖς σωματικοῖς ὑποπίπτοντα, ἀλλ᾽ ἑτέρους ὀφθαλμοὺς κτησάμενος, τοὺς τῆς πίστεως λέγω, ἐκεῖνα διὰ παντὸς φαντάζεται καὶ πρὸς ἐκεῖνα τὴν διάνοιαν ἔχει τεταμένην, καὶ ἐν γῇ βαδίζων ὡς ἐν οὐρανοῖς τὸ πολίτευμα ἔχων, οὕτω πάντα διαπράττεται, ὑπ᾽ οὐδενὸς τῶν ἀνθρωπίνων ἐμποδιζόμενος πρὸς τὸν κατ᾽ ἀρετὴν δρόμον. Ὁ γὰρ τοιοῦτος οὐ τὰ λαμπρὰ τοῦ βίου λοιπὸν ὁρᾷ, οὐ τὰ δυσχερῆ καὶ ἐναντία, ἀλλὰ πάντα παρατρέχει, πρὸς τὴν ἑαυτοῦ πατρίδα ἐπειγόμενος.

Καὶ καθάπερ ὁ μετὰ πολλοῦ τοῦ τόνου τὸν σωματικὸν τοῦτον δρόμον τρέχων οὐδένα τῶν ἀπαντώντων ὁρᾷ, κἂν μυριάκις αὐτῷ προσπταίσῃ, ἀλλὰ πρὸς τὸν δρόμον ἔχων τεταμένον αὐτοῦ τὸν λογισμὸν, εὐκόλως ἅπαντα παραδραμὼν ἐπείγεται πρὸς τὸν προκείμενον αὐτῷ σκοπόν· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ τὸν κατ᾽ ἀρετὴν δρόμον τρέχειν σπουδάζων, καὶ ἀπὸ γῆς εἰς οὐρανὸν ἀνελθεῖν ἐπιθυμῶν, πάντα τὰ ὁρώμενα κάτω ἀφίησι, καὶ ὅλος τοῦ δρόμου γίνεται, καὶ οὐ πρότερον ἵσταται, οὐδὲ κατέχεται ὑπό τινος τῶν ὁρωμένων, μέχρις ἂν εἰς αὐτὴν ἀνελθεῖν δυνηθῇ τὴν κορυφήν. Τῷ γὰρ οὕτω διακειμένῳ καὶ τὰ δοκοῦντα εἶναι φοβερὰ κατὰ τὸν παρόντα βίον, εὐκαταφρόνητα γίνεται, καὶ ὁ τοιοῦτος οὔτε ξίφος δέδοικεν, οὔτε κρημνὸν, οὔτε θηρίων ὀδόντας, οὐ βασάνους, οὐ δημίων χεῖρας, οὐκ ἄλλο τι τῶν κατὰ τὸν βίον λυπηρῶν· ἀλλὰ κἂν ἄνθρακας ἴδῃ ὑπεστορεσμένους, ὡς λειμῶνας ὁρῶν καὶ παραδείσους, οὕτως ἐπιπηδᾷ· κἂν ἕτερόν τι τῶν κολαστηρίων εἶδος ἐπαγόμενον θεάσηται, οὐ ναρκᾷ πρὸς τὴν ὄψιν, οὐδὲ ἐπιστρέφεται. Ὁ γὰρ τῶν μελλόντων πόθος μετέστησεν αὐτοῦ τὴν διάνοιαν, καὶ ὡς ἁπλῶς καὶ εἰκῆ τὸ σῶμα περικείμενος, οὕτως ἀνώτερος γίνεται τῶν παθῶν, καὶ τῇ ἄνωθεν χάριτι φρουρούμενος οὐδὲ αἴσθησιν λαμβάνει τῶν ἀλγηδόνων τῶν σωματικῶν.

Διὸ παρακαλῶ, ἵν᾽ εὐκόλως τοὺς κατὰ τὴν ἀρετὴν πόνους ἐνεγκεῖν δυνηθῶμεν, πολὺν τὸν περὶ τὸν Θεὸν ἐπιδειξώμεθα πόθον, καὶ ἐκεῖ τὴν διάνοιαν ἡμῶν τείναντες ὑπὸ μηδενὸς τῶν ἐν τῷ παρόντι βίῳ πρὸς τὸν ἐκεῖσε δρόμον ὑποσκελιζώμεθα, ἀλλὰ τῶν μελλόντων ἀγαθῶν τὴν διηνεκῆ ἀπόλαυσιν λογιζόμενοι, πάντα τὰ ἀλγεινὰ τοῦ παρόντος βίου πράως φέρωμεν, καὶ μήτε ἀδοξία ἡμᾶς λυπείτω, μήτε πενία πιεζέτω, μήτε νόσος σώματος τῆς ψυχῆς τὸ φρόνημα χαυνούτω, μήτε τὸ καταφρονεῖσθαι παρὰ τῶν πολλῶν καὶ ἐξευτελίζεσθαι ὀκνηροτέρους περὶ τὴν τῆς ἀρετῆς κατόρθωσιν ἀπεργαζέσθω· ἀλλὰ πάντα ταῦτα, ὥσπερ κόνιν, ἀποτιναξάμενοι, καὶ γενναῖον καὶ ὑψηλὸν φρόνημα ἀναλαβόντες, οὕτω πρὸς ἅπαντα πολλὴν τὴν ἀνδρείαν ἐπιδειξώμεθα, καὶ καθάπερ χθὲς παρεκάλεσα τὴν ὑμετέραν ἀγάπην, τὰς πρὸς τοὺς ἐχθροὺς καταλλαγὰς μετὰ πολλῆς τῆς σπουδῆς ποιησώμεθα, καὶ τὰ λοιπὰ τῆς ψυχῆς πάθη ἐξορίσωμεν τῆς ἡμετέρας· κἂν ἐπιθυμία ἄτοπος ἐνοχλῇ, ταύτην φυγαδεύωμεν· κἂν θυμὸς πρὸς ὀργὴν διεγείρῃ, καταστέλλωμεν τὴν φλεγμονὴν τῇ ᾠδῇ τῶν πνευματικῶν παραινέσεων, δεικνύντες τοῦ πάθους τὸν ὄλεθρον. Ἀνὴρ γὰρ, φησὶ, θυμώδης, οὐκ εὐσχήμων· καὶ πάλιν· Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός.

κἂν χρημάτων ἐπιθυμία ταράσσῃ τὸν λογισμὸν, φεύγειν σπουδάζωμεν τὴν ὀλεθρίαν ταύτην λύμην, καὶ καθάπερ ῥίζαν τῶν κακῶν ἁπάντων ἐκτέμνωμεν. Καὶ ἕκαστον δὲ τῶν ἐνοχλούντων ἡμῖν παθῶν διορθοῦν σπουδάζωμεν, ἵνα καὶ τῶν βλαβερῶν ἀπεχόμενοι, καὶ τὰς ἀγαθὰς πράξεις μεταδιώκοντες, δυνηθῶμεν κατὰ τὴν ἡμέραν ἐκείνην τὴν φοβερὰν τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῆναι, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.