Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Γένεσιν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλίες Α΄-Ζ΄: Η Δημιουργία του Κόσμου (Ημέρες 1-6)

Οι πρώτες επτά ομιλίες περιλαμβάνουν την εισαγωγή στην Αγία Τεσσαρακοστή και την εκτενή ερμηνεία της εξαημέρου δημιουργίας, με ιδιαίτερη έμφαση στη δημιουργία του φωτός, του στερεώματος και των φωστήρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 17

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ. ΛΟΓΟΣ ΠΑΡΑΙΝΕΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΕΙΣΟΔΟΝ ΤΗΣ ΑΓΙΑΣ ΤΕΣΣΑΡΑΚΟΣΤΗΣ. ΟΜΙΛΙΑ Αʹ. αʹ. Χαίρω, καὶ εὐφραίνομαι ὁρῶν σήμερον τὴν τοῦ Θεοῦ Ἐκκλησίαν τῷ πλήθει τῶν οἰκείων τέκνων κοσμουμένην, καὶ μετὰ πολλῆς τῆς περιχαρείας ἅπαντας ὑμᾶς συνδεδραμηκότας.

Ὅταν γὰρ ἀποβλέψω πρὸς τὰ φαιδρὰ ὑμῶν πρόσωπα, τεκμήριον μέγιστον ποιοῦμαι τῆς κατὰ ψυχὴν ὑμῶν ἡδονῆς· καθάπερ καὶ σοφός τις ἔλεγε· Καρδίας εὐφραινομένης θάλλει πρόσωπον. Διά τοι τοῦτο καὶ αὐτὸς μετὰ πλείονος τῆς προθυμίας ἀνέστην σήμερον, ὁμοῦ καὶ τῆς εὐφροσύνης ὑμῖν κοινωνήσων ταύτης τῆς πνευματικῆς, καὶ μηνυτὴς ὑμῖν γενέσθαι βουλόμενος τῆς παρουσίας τῆς ἁγίας τεσσαρακοστῆς, τοῦ φαρμάκου λέγω τῶν ἡμετέρων ψυχῶν. Καθάπερ γὰρ πατὴρ φιλόστοργος ὁ κοινὸς ἁπάντων ἡμῶν Δεσπότης, βουλόμενος ἡμᾶς ἀπονίψασθαι τὰ ἐν παντὶ τῷ χρόνῳ ἡμῖν ἡμαρτημένα, καὶ διὰ τῆς ἁγίας νηστείας ἐπενόησεν ἡμῖν θεραπείαν. Μηδεὶς τοίνυν γινέσθω κατηφὴς, μηδεὶς στυγνὸς φαινέσθω, ἀλλὰ σκιρτάτω, καὶ χαιρέτω, καὶ δοξαζέτω τὸν κηδεμόνα τῶν ἡμετέρων ψυχῶν, τὸν ταύτην ἡμῖν τὴν ἀρίστην τεμόντα ὁδὸν, καὶ μετὰ πολλῆς τῆς περιχαρείας ὑποδεχέσθω ταύτης τὴν παρουσίαν. Αἰσχυνέσθωσαν Ἕλληνες, ἐγκαλυπτέσθωσαν Ἰουδαῖοι, ὁρῶντες ἡμῶν τὴν ἀγάπην ἱλαρᾷ τῇ προθυμίᾳ τὴν ταύτης παρουσίαν ἀσπαζομένους, καὶ μανθανέτωσαν διὰ τῆς τῶν πραγμάτων πείρας, ὅσον τὸ μέσον ἡμῶν τε καὶ αὐτῶν.

Καὶ ἐκεῖνοι μὲν ἑορτὰς καὶ πανηγύρεις ὀνομαζέτωσαν τὴν μέθην, καὶ τὴν ἄλλην ἅπασαν ἀκολασίαν, καὶ τὰς ἀσχημοσύνας, ἃς εἰκὸς ἐντεῦθεν αὐτοὺς ἐπισύρεσθαι· ἡ δὲ τοῦ Θεοῦ Ἐκκλησία ἀπεναντίας ἐκείνοις τὴν νηστείαν, τὴν τῆς γαστρὸς ὑπεροψίαν, καὶ τὴν ἑπομένην ταύτῃ πᾶσαν ἀρετὴν ἑορτὴν ὀνομαζέτω. Αὕτη γὰρ ἀληθὴς ἑορτὴ, ἔνθα ψυχῶν σωτηρία, ἔνθα εἰρήνη καὶ ὁμόνοια, ἔνθα βιωτικὴ πᾶσα φαντασία ἀπελήλαται· ὅπου κραυγὴ καὶ θόρυβος, καὶ μαγείρων δρόμοι, καὶ τῶν ἀλόγων σφαγαὶ ἐκποδών· ἠρεμία δὲ πᾶσα, καὶ γαλήνη, καὶ ἀγάπη, καὶ χαρὰ, καὶ εἰρήνη, καὶ πρᾳότης, καὶ μυρία ἀγαθὰ ἀντ᾽ ἐκείνων πολιτεύεται.

Φέρε οὖν, παρακαλῶ, μικρὰ περὶ ταύτης διαλεχθῶμεν πρὸς τὴν ὑμετέραν ἀγάπην, ἐκεῖνο πρότερον παρακαλέσαντες ὑμᾶς, μετὰ πολλῆς ἡσυχίας δέξασθαι τοὺς ἡμετέρους λόγους, ἵνα καρπωσάμενοί τι γενναῖον, ἐντεῦθεν οἴκαδε ἀναχωρήσητε. Οὐδὲ γὰρ ἁπλῶς καὶ εἰκῆ ἐνταῦθα σύνιμεν, ἵνα ὁ μὲν εἴπῃ, ὁ δὲ κροτήσῃ ἁπλῶς τὰ λεγόμενα, καὶ οὕτως ἐντεῦθεν ἐξέλθωμεν· ἀλλ᾽ ἵνα καὶ ἡμεῖς χρήσιμόν τι καὶ τῶν συνεχόντων τὴν σωτηρίαν τὴν ὑμετέραν φθεγξώμεθα, καὶ ὑμεῖς κερδάναντες ἐκ τῶν λεγομένων, καὶ πολλὴν τὴν ὠφέλειαν καρπωσάμενοι, οὕτως ἐντεῦθεν ἐξέλθητε. Ἰατρεῖον γάρ ἐστι πνευματικὸν ἡ ἐκκλησία, καὶ δεῖ τοὺς ἐνταῦθα παραγενομένους κατάλληλα τὰ φάρμακα λαμβάνοντας, καὶ τοῖς οἰκείοις τραύμασιν ἐπιτιθέντας, οὕτως ἐπανιέναι. Ὅτι γὰρ ἡ ἀκρόασις μόνη ἄνευ τῆς διὰ τῶν ἔργων ἐπιδείξεως οὐδὲν ὀνήσει, ἄκουε τοῦ μακαρίου Παύλου λέγοντος· Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ᾽ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Καὶ ὁ Χριστὸς δὲ δημηγορῶν ἔλεγεν· Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.

Εἰδότες τοίνυν, ἀγαπητοὶ, ὡς οὐδὲν ἡμῖν ἔσται πλέον ἐκ τῆς ἀκροάσεως, εἰ μὴ ἕποιτο καὶ ἡ διὰ τῶν ἔργων πλήρωσις, μὴ μόνον ἀκροαταὶ γινώμεθα, ἀλλὰ καὶ ποιηταὶ, ἵνα τὰ ἔργα τοῖς λόγοις ἑπόμενα πολλῆς ἡμῖν παῤῥησίας ὑπόθεσις γένηται. Ἁπλώσαντες τοίνυν τοὺς κόλπους τῆς διανοίας, οὕτω δέξασθε τοὺς περὶ τῆς νηστείας λόγους. Καὶ καθάπερ οἱ σώφρονά τινα καὶ κοσμίαν ἐλευθέραν μέλλοντες ἀγαγέσθαι, πάντοθεν παραπετάσμασι καλλωπίσαντες τὰς παστάδας, καὶ ἐκκαθάραντες τὴν οἰκίαν ἅπασαν, καὶ πάσαις ταῖς ἠμελημέναις θεραπαινίσιν ἄβατον ποιήσαντες, οὕτω ταύτην εἰς τὰς παστάδας εἰσάγουσι· τὸν αὐτὸν δὴ τρόπον καὶ ὑμᾶς βούλομαι, ἐκκαθάραντας ὑμῶν τὸν λογισμὸν, καὶ τῇ τρυφῇ καὶ τῇ λοιπῇ ἀδηφαγίᾳ πολλὰ χαίρειν εἰπόντας, οὕτω τὴν μητέρα τῶν ἀγαθῶν ἁπάντων, καὶ τῆς σωφροσύνης, καὶ τῆς ἄλλης ἁπάσης ἀρετῆς διδάσκαλον, τὴν νηστείαν λέγω, ἡπλωμένοις τοῖς κόλποις ὑποδέξασθαι, ἵνα καὶ ὑμεῖς πλείονος ἀπολαύσητε τῆς ἡδονῆς, καὶ αὕτη τὴν οἰκείαν καὶ κατάλληλον ὑμῖν ἰατρείαν παράσχηται.

Εἰ γὰρ οἱ τῶν ἰατρῶν παῖδες, ἐπειδὰν μέλλωσι φάρμακα διδόναι τοῖς βουλομένοις τὸν σεσηπότα καὶ διεφθαρμένον χυμὸν ἐκκαθᾶραι, κελεύουσι τῆς σωματικῆς ταύτης τροφῆς ἀπέχεσθαι, ὥστε μὴ κώλυμα γενέσθαι τῇ τοῦ φαρμάκου δυνάμει, ἀλλ᾽ ἐνεργῆσαι, καὶ τὸ οἰκεῖον ἔργον ἐπιδείξασθαι· πολλῷ μᾶλλον ἡμᾶς προσήκει τὸ πνευματικὸν τοῦτο φάρμακον μέλλοντας ὑποδέχεσθαι τὴν ἐκ τῆς νηστείας ὠφέλειαν, λέγω δὴ τὸ τῆς διαίτης, ἐκκαθᾶραι ἡμῶν τὸν λογισμὸν, καὶ κουφοτέραν ἐργάσασθαι τὴν διάνοιαν, ἵνα μὴ ὑπὸ τῆς μέθης καταβαπτισθεῖσα ἄχρηστον καὶ ἀνόνητον ἡμῖν κατασκευάσῃ τὴν ἐκ ταύτης ὠφέλειαν.

βʹ. Καὶ οἶδα μὲν ὅτι τοὺς πολλοὺς ξενίζει τὰ παρ᾽ ἡμῶν λεγόμενα σήμερον· ἀλλὰ, παρακαλῶ, μὴ τῇ συνηθείᾳ ἁπλῶς δουλεύωμεν, ἀλλὰ λογισμῷ τὰ καθ᾽ ἑαυτοὺς οἰκονομῶμεν. Μὴ γὰρ ἔσται τι κέρδος ἡμῖν ἀπὸ τῆς ἡμερινῆς ἀδηφαγίας, καὶ τῆς πολλῆς μέθης; Καὶ τί λέγω κέρδος; Ἀλλὰ καὶ πολλὴ ἡ ζημία, καὶ ἡ βλάβη ἀφόρητος.

Ὅταν γὰρ καταβαπτισθῇ ὑπὸ τῆς πολλῆς οἰνοποσίας ὁ λογισμὸς, εὐθέως ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἀποκρούσεται τὸ ἀπὸ τῆς νηστείας κέρδος. Τί γὰρ ἀηδέστερον, εἰπέ μοι, τί δὲ ἀσχημονέστερον, ὅταν μέχρι μεσονυκτίου τὸν ἄκρατον σπῶντες, ὑπὸ τὴν ἕω τῆς ἀκτῖνος τῆς ἡλιακῆς ἀνισχούσης, ὡς πρόσφατον τοῦ οἴνου ἐμφορηθέντες, οὕτως ἀποπνέουσι, καὶ ἀηδεῖς μὲν φαίνονται τοῖς συντυγχάνουσιν, εὐκαταφρόνητοι δὲ τοῖς οἰκέταις, καὶ καταγελῶνται παρὰ πάντων τῶν ὁπωσοῦν τὸ δέον συνορώντων, καὶ πρὸ τούτων ἁπάντων, ὅταν διὰ τὴν πολλὴν ταύτην ἀκρασίαν, καὶ τὴν ἀμετρίαν τὴν ἄκαιρον καὶ ἀνόνητον, καὶ τὴν παρὰ τοῦ Θεοῦ ἀγανάκτησιν ἐπισπῶνται; Οἱ γὰρ μέθυσοι, φησὶ, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. Τί οὖν ἂν τούτων ἀθλιώτερον γένοιτ᾽ ἂν, τῶν διὰ βραχεῖαν καὶ ἐπιβλαβῆ ἡδονὴν τῶν τῆς βασιλείας προθύρων ἐκβαλλομένων; Ἀλλὰ μὴ γένοιτό τινα τῶν ἐνταῦθα συνειλεγμένων τούτῳ ἁλῶναι τῷ πάθει· ἀλλὰ μετὰ πάσης φιλοσοφίας καὶ σωφροσύνης, καὶ τὴν παροῦσαν ἡμέραν ἑστιασαμένους, καὶ τοῦ χειμῶνος καὶ τῆς ζάλης, ἣν ἡ μέθη ἐργάζεσθαι πέφυκεν, ἐλευθερωθέντας εἰς τὸν λιμένα καταντῆσαι τῶν ἡμετέρων ψυχῶν, τὴν νηστείαν λέγω, ἵνα μετὰ δαψιλείας τὰ ἀπὸ ταύτης δυνηθῶμεν καρπώσασθαι ἀγαθά.

Ὥσπερ γὰρ ἡ ἀδηφαγία μυρίων κακῶν αἰτία καὶ πρόξενος τῷ τῶν ἀνθρώπων γίνεται γένει, οὕτω καὶ ἡ νηστεία καὶ ἡ τῆς γαστρὸς ὑπεροψία τῶν ἀφάτων ἡμῖν ἀγαθῶν ἀεὶ αἰτία γέγονε. Πλάσας γὰρ ἐξ ἀρχῆς τὸν ἄνθρωπον ὁ Θεὸς, καὶ εἰδὼς, ὅτι τούτου αὐτῷ μάλιστα δεῖ τοῦ φαρμάκου πρὸς τὴν τῆς ψυχῆς σωτηρίαν, εὐθέως καὶ ἐκ προοιμίων τῷ πρωτοπλάστῳ ταύτην δέδωκε τὴν ἐντολὴν εἰπών· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ᾽ αὐτοῦ. Τὸ δὲ λέγειν, τόδε φάγε, καὶ τόδε μὴ φάγῃς, νηστείας ἦν εἰκών. Ἀλλὰ δέον φυλάξαι τὴν ἐντολὴν, τοῦτο μὲν οὐκ ἐποίησε, δι᾽ ἀκρασίαν δὲ τῆς γαστρὸς ἡττηθεὶς, καὶ τὴν παρακοὴν ἐργασάμενος, θανάτῳ κατεδικάζετο.

Ἐπειδὴ γὰρ εἶδεν ὁ πονηρὸς δαίμων ἐκεῖνος καὶ ἐχθρὸς τῆς φύσεως τῆς ἡμετέρας τὴν ἐν τῷ παραδείσῳ διαγωγὴν τοῦ πρωτοπλάστου, καὶ τὸν ἀταλαίπωρον βίον ἐκεῖνον, καὶ ὅτι, καθάπερ ἄγγελος, οὕτω σώματι συμπεπλεγμένος διῆγεν ἐπὶ τῆς γῆς, βουλόμενος αὐτὸν ὑποσκελίσαι καὶ καταβαλεῖν ἐλπίδι μειζόνων ὑποσχέσεων, καὶ τῶν ἐν χερσὶν ἐξέβαλε. Τοσοῦτόν ἐστι τὸ μὴ μένειν ἐπὶ τῶν οἰκείων ὅρων, ἀλλὰ τῶν μειζόνων ἐφίεσθαι.

Καὶ τοῦτο αὐτὸ δηλῶν σοφός τις ἔλεγε· Φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Εἶδες, ἀγαπητὲ, πῶς ἐκ προοιμίων ἐξ ἀδηφαγίας ὁ θάνατος τὴν εἴσοδον ἔσχεν; Σκόπει δὲ πάλιν καὶ μετὰ ταῦτα τὴν θείαν Γραφὴν κατηγοροῦσαν συνεχῶς τῆς τρυφῆς, καὶ λέγουσαν ποτὲ μὲν, Ἐκάθισεν ὁ λαὸς φαγεῖν, καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν· ἄλλοτε δὲ, Ἔφαγε, καὶ ἔπιε, καὶ ἐλιπάνθη, καὶ ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Καὶ οἱ τὰ Σόδομα δὲ οἰκοῦντες μετὰ τῶν ἄλλων κακῶν ἐντεῦθεν τὴν ἀπαραίτητον ὀργὴν ἐκείνην ἐπεσπάσαντο. Ἄκουσον γὰρ τοῦ προφήτου λέγοντος· Τοῦτο τὸ ἀνόμημα Σοδόμων, ὅτι ἐν πλησμονῇ ἄρτων ἐσπατάλων. Καθάπερ γὰρ πηγή τις καὶ ῥίζα τυγχάνει τῶν κακῶν ἁπάντων.

γʹ. Εἶδες τῆς ἀδηφαγίας τὴν βλάβην; Ὅρα μοι πάλιν τῆς νηστείας τὰ κατορθώματα. Τεσσαράκοντα ἡμερῶν νηστείαν ἐπιδειξάμενος ὁ μέγας Μωσῆς, τῆς νομοθεσίας τὰς πλάκας λαβεῖν ἠδυνήθη· καὶ ἐπειδὴ κατελθὼν εἶδε τοῦ λαοῦ τὴν παρανομίαν, ἃς μετὰ τοσαύτης προσεδρίας λαβεῖν ἴσχυσε, ταύτας ῥίψας συνέκλασεν, ἄτοπον εἶναι λογισάμενος, μεθύοντα λαὸν καὶ παρανομοῦντα νομοθεσίαν Δεσπότου δέξασθαι. Διὸ καὶ ἑτέρων πάλιν τεσσαράκοντα ἡμερῶν νηστείας ἐδεήθη ὁ θαυμάσιος ἐκεῖνος προφήτης, ἵνα δυνηθῇ τὰς διὰ τὴν παρανομίαν αὐτῶν συντριβείσας πλάκας πάλιν ἄνωθεν δεξάμενος κατενεγκεῖν.

Καὶ ὁ μέγας δὲ Ἠλίας τοσούτων ἡμερῶν νηστείαν ἐπεδείξατο, καὶ τὴν τοῦ θανάτου τυραννίδα διαφυγὼν, καὶ μετὰ πυρίνου ἅρματος ὡς εἰς τὸν οὐρανὸν ἀνελθὼν, καὶ οὐδέπω καὶ τήμερον θανάτου πεῖραν λαβών. Καὶ ὁ ἀνὴρ δὲ τῶν ἐπιθυμιῶν, πολλῶν ἡμερῶν νηστείαν ἐπιδειξάμενος, οὕτως ἠξιώθη τῆς θαυμαστῆς ἐκείνης ὀπτασίας, ὃς καὶ τῶν λεόντων τὸν θυμὸν ἐχαλίνωσε, καὶ εἰς προβάτων ἡμερότητα μετέστησεν, οὐ τὴν φύσιν μεταβαλὼν, ἀλλὰ τῆς θηριωδίας μενούσης τὴν προαίρεσιν ἀμείψας. Ταύτῃ καὶ Νινευῖται χρησάμενοι τὴν ἀπόφασιν ἀνεκαλέσαντο τοῦ Δεσπότου, μετὰ τῶν ἀνθρώπων καὶ τὸ τῶν ἀλόγων γένος ταύτην ἐπιδείξασθαι παρασκευάσαντες, καὶ οὕτως ἀποστάντες ἕκαστος ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων, εἰς φιλανθρωπίαν ἐξεκαλέσαντο τὸν τῶν ἁπάντων Δεσπότην. Καὶ τί περὶ τοὺς δούλους ἔτι στρέφομαι (καὶ γὰρ ἔχομεν καὶ ἑτέρους πολλοὺς ἀριθμῆσαι, καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ διὰ ταύτης εὐδοκιμήσαντας), δέον ἐπὶ τὸν κοινὸν ἁπάντων ἡμῶν Δεσπότην ἐλθεῖν; Ὁ γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ αὐτὸς τεσσαράκοντα ἡμερῶν νηστείαν ἐπιδειξάμενος, οὕτω τῆς πρὸς τὸν διάβολον ἥψατο πάλης, πᾶσιν ἡμῖν ὑπογραμμὸν διδοὺς, ὥστε διὰ ταύτης καθοπλίζεσθαι, καὶ τὴν ἐντεῦθεν ἰσχὺν προσλαβόντας οὕτω παρατάττεσθαι εἰς τὴν πρὸς ἐκεῖνον μάχην.

Ἀλλ᾽ ἐνταῦθα ἴσως ἔροιτό τις ἂν τῶν ὀξὺ βλεπόντων καὶ διεγηγερμένων τὴν διάνοιαν· τίνος ἕνεκεν τὰς αὐτὰς τοῖς δούλοις ἡμέρας ὁ Δεσπότης νηστεύων φαίνεται, καὶ οὐχ ὑπερηκόντισε τὸν ἀριθμόν; Οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοῦτο γεγένηται, ἀλλὰ καὶ τοῦτο σοφῶς καὶ κατὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν. Ἵνα γὰρ μὴ νομισθῇ δοκήσει παραγεγενῆσθαι, καὶ μὴ ἀνειληφέναι σάρκα, ἣ ἔξω τῆς φύσεως εἶναι τῆς ἀνθρωπίνης, διὰ τοῦτο τὸν αὐτὸν ἀριθμὸν νηστεύει, καὶ οὐ προστίθησι ταῖς ἡμέραις, ὥστε ἐπιστομίσαι τῶν ἀναισχυντεῖν βουλομένων τὴν φιλονεικίαν. Εἰ γὰρ καὶ τούτου γεγενημένου εἰσὶν ἔτι καὶ νῦν τινες ταῦτα τολμῶντες φθέγγεσθαι, εἰ μὴ τῇ οἰκείᾳ προγνώσει ταύτην αὐτῶν ἐξέκοψε τὴν ἀφορμὴν, τί οὐκ ἂν ἐπεχείρησαν εἰπεῖν; Διὰ τοῦτο οὐκ ἀνέχεται πλείους ἡμέρας νηστεῦσαι, ἀλλὰ τοσαύτας ὅσας οἱ δοῦλοι· ἵνα δι᾽ αὐτῶν τῶν πραγμάτων ἡμᾶς παιδεύσῃ, ὅτι τὴν αὐτὴν σάρκα καὶ αὐτὸς περιέκειτο καὶ οὐκ ἔξω τῆς φύσεως τῆς ἡμετέρας ὑπῆρχεν.

δʹ. Ἀλλ᾽ ὅτι μὲν μεγάλη τῆς νηστείας ἡ ἰσχὺς, καὶ πολὺ τὸ ἐκ ταύτης κέρδος τῇ ψυχῇ προσγινόμενον, καὶ ἐκ τῶν δούλων καὶ ἐκ τοῦ Δεσπότου δῆλον ἡμῖν γεγένηται· παρακαλῶ οὖν τὴν ὑμετέραν ἀγάπην, εἰδότας αὐτῆς τὸ κέρδος, μὴ διὰ ῥᾳθυμίαν ἀπώσασθαι τὴν ἐκ ταύτης ὠφέλειαν, μηδὲ δυσχεραίνειν πρὸς τὴν ταύτης παρουσίαν, ἀλλὰ χαίρειν καὶ ἀγάλλεσθαι, κατὰ τὸν μακάριον Παῦλον· Ὅσῳ γὰρ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, τοσούτῳ ὁ ἔσω ἀνακαινοῦται. Νηστεία γὰρ τῆς ψυχῆς ἐστι τροφὴ, καὶ καθάπερ αὕτη ἡ σωματικὴ τροφὴ πιαίνει τὸ σῶμα, οὕτω καὶ ἡ νηστεία τὴν ψυχὴν εὐτονωτέραν ἐργάζεται, κοῦφον αὐτῇ τὸ πτερὸν κατασκευάζει, μετάρσιον αὐτὴν ποιεῖ, τὰ ἄνω φαντάζεσθαι προξενεῖ, ἀνωτέραν αὐτὴν τῶν ἡδονῶν καὶ τῶν ἡδέων τοῦ παρόντος βίου ἀπεργαζομένη. Καὶ καθάπερ τὰ κοῦφα τῶν πλοίων ὀξύτερον τὰ πελάγη διαπερᾷ, τὰ πολλῷ τῷ φόρτῳ βαρούμενα ὑποβρύχια γίνεται· οὕτως ἡ μὲν νηστεία κουφότερον ἐργαζομένη τὸν λογισμὸν, παρασκευάζει μετ᾽ εὐκολίας τὸ πέλαγος τοῦ παρόντος βίου διαπερᾷν, καὶ πρὸς τὸν οὐρανὸν καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἐπτοῆσθαι, καὶ μηδὲν ἡγεῖσθαι τὰ παρόντα, ἀλλὰ σκιᾶς καὶ ὀνειράτων οὐδαμινέστερον αὐτὰ παρατρέχειν.

Ἡ δὲ μέθη καὶ ἡ ἀδηφαγία βαρύνουσα τὸν λογισμὸν, καὶ πιαίνουσα τὴν σάρκα, αἰχμάλωτον ἐργάζεται τὴν ψυχὴν, πανταχόθεν αὐτὴν πολιορκοῦσα, καὶ οὐκ ἀφιεῖσα τοῦ λογισμοῦ τὸ κριτήριον ἐῤῥωμένον ἔχειν, κατὰ κρημνῶν φέρεσθαι παρασκευάζει, καὶ κατὰ τῆς οἰκείας σωτηρίας ἅπαντα ἐργάζεσθαι. Μὴ δὴ ῥᾳθύμως οἰκονομῶμεν, ἀγαπητοὶ, τὰ κατὰ τὴν σωτηρίαν τὴν ἡμετέραν· ἀλλ᾽ εἰδότες ὅσα κακὰ ἐντεῦθεν τίκτεται, φεύγωμεν τὴν ἐξ αὐτῆς βλάβην.

Οὐδὲ γὰρ ἐν τῇ Καινῇ μόνον, ἔνθα πλείων ἡ ἐπίτασις τῆς φιλοσοφίας, καὶ μείζονα τὰ σκάμματα, καὶ μεγάλοι οἱ ἱδρῶτες, καὶ πολλὰ τὰ βραβεῖα, καὶ ἄφατοι οἱ στέφανοι, τὰ τῆς τρυφῆς ἀπηγόρευται, ἀλλὰ καὶ ἐπὶ τῆς Παλαιᾶς, ἡνίκα ἔτι τῇ σκιᾷ παρεκάθηντο, καὶ τῷ λύχνῳ ἦσαν προσηλωμένοι, καὶ καθάπερ παιδία γαλακτοτροφούμενα, οὕτω κατὰ μικρὸν ἐνήγοντο, οὐδὲ τότε ἠφίεντο τρυφᾷν. Καὶ ἵνα μὴ νομίσητε ἁπλῶς ἡμᾶς κατηγοροῦντας τῆς τρυφῆς ταῦτα λέγειν, ἀκούσατε τοῦ προφήτου λέγοντος· Οὐαὶ οἱ ἐρχόμενοι εἰς ἡμέραν κακὴν, οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν· οἱ ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων, καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνά· οἱ πίνοντες τὸν διυλισμένον οἶνον καὶ τὰ πρῶτα μύρα χριόμενοι, ὡς ἑστῶτα ἐλογίσαντο, καὶ οὐχ ὡς φεύγοντα. Εἴδετε πόσην κατηγορίαν ἐποιήσατο τῆς τρυφῆς ὁ προφήτης, καὶ ταῦτα Ἰουδαίοις διαλεγόμενος, τοῖς ἀναισθήτοις, τοῖς ἀγνώμοσι, τοῖς καθ᾽ ἑκάστην ἡμέραν γαστριζομένοις; Σκοπεῖτε γὰρ τῶν ῥημάτων τὴν ἀκρίβειαν· διαβαλὼν αὐτῶν τὴν ἀδηφαγίαν καὶ τὴν πολλὴν ἐκ τοῦ οἴνου μέθην, τότε ἐπήγαγεν, Ὡς ἑστῶτα ἐλογίσαντο, καὶ οὐχ ὡς φεύγοντα, μονονουχὶ δεικνὺς, ὅτι μέχρι τοῦ φάρυγγος καὶ τῶν χειλέων ἐστὶν ἡ ἀπόλαυσις, καὶ περαιτέρω οὐ πρόεισιν.

Ἀλλ᾽ ἡ μὲν ἡδονὴ βραχεῖα καὶ πρόσκαιρος, ἡ δὲ ὀδύνη διηνεκὴς, καὶ πέρας οὐκ ἔχουσα. Καὶ ταῦτα, φησὶ, διὰ τῆς πείρας μαθόντες, Ὡς ἑστῶτα ὅλα ἐλογίσαντο καὶ μένοντα, καὶ οὐχ ὡς φεύγοντα, τοῦτ᾽ ἔστιν, ἀφιπτάμενα, καὶ οὐδὲ τὸ τυχὸν παραμένοντα. Τοιαῦτα γὰρ ἅπαντα τὰ ἀνθρώπινα καὶ τὰ σαρκικά· οὔπω παρεγένοντο, καὶ ἀπέπτη· τοιοῦτον ἡ τρυφὴ, τοιοῦτον ἡ δόξα ἡ ἀνθρωπίνη καὶ ἡ δυναστεία, τοιοῦτον ὁ πλοῦτος, τοιοῦτον ἡ εὐημερία πᾶσα τοῦ παρόντος βίου, οὐδὲν βέβαιον ἔχουσα; οὐδὲν στάσιμον, οὐδὲν πάγιον, ἀλλὰ ποταμίων ῥευμάτων μᾶλλον παρατρέχει, καὶ ἐρήμους καὶ γυμνοὺς καταλιμπάνει τοὺς περὶ ταῦτα ἐπτοημένους. Ἀλλὰ τὰ πνευματικὰ οὐ τοιαῦτα, ἀλλ᾽ ἀπεναντίας τούτοις, βέβαια καὶ ἀκίνητα, μεταβολὴν οὐκ ἐπιδεχόμενα, παντὶ τῷ αἰῶνι παρεκτεινόμενα. Πόσης οὖν οὐκ ἂν εἴη παραφροσύνης τῶν ἀκινήτων τὰ σαλευόμενα ἀνταλλάττεσθαι, τῶν διαιωνιζόντων τὰ πρόσκαιρα, τῶν ἀφιπταμένων τὰ διηνεκῶς μένοντα, τῶν πολλὴν ἐν τῷ μέλλοντι αἰῶνι τὴν ἀπόλαυσιν προξενούντων τὰ πολλὴν τὴν κόλασιν ἡμῖν ἐκεῖ κατασκευάζοντα;

Ταῦτα δὴ πάντα ἐννοοῦντες, ἀγαπητοὶ, καὶ πολὺν τῆς ἡμετέρας σωτηρίας ποιούμενοι λόγον, καταφρονήσωμεν τῆς τρυφῆς τῆς ἀνονήτου καὶ ἐπιβλαβοῦς· ἀσπασώμεθα τὴν νηστείαν, καὶ τὴν ἄλλην ἅπασαν φιλοσοφίαν, καὶ τοῦ βίου πολλὴν τὴν μεταβολὴν ἐπιδειξώμεθα, καὶ καθ᾽ ἑκάστην ἡμέραν πρὸς τὴν τῶν ἀγαθῶν ἔργων πρᾶξιν ἐπειγώμεθα· ἵνα τὸν καιρὸν ἅπαντα τῆς ἁγίας τεσσαρακοστῆς, τὴν πνευματικὴν ἐμπορίαν ἐμπορευσάμενοι, καὶ πολὺν τὸν πλοῦτον συναγαγόντες τῆς ἀρετῆς, οὕτω καταξιωθῶμεν καὶ εἰς τὴν κυρίαν ἡμέραν παραγενέσθαι, καὶ μετὰ παῤῥησίας τῇ φρικτῇ καὶ πνευματικῇ τραπέζῃ προσελθεῖν, καὶ τῶν ἀποῤῥήτων ἐκείνων καὶ ἀθανάτων ἀγαθῶν μετασχεῖν μετὰ καθαροῦ τοῦ συνειδότος, καὶ τῆς ἐκεῖθεν πληρωθῆναι χάριτος, εὐχαῖς καὶ πρεσβείαις τῶν εὐαρεστησάντων αὐτῷ Χριστῷ τῷ φιλανθρώπῳ Θεῷ ἡμῶν, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Βʹ. Εἰς τὴν ἀρχὴν τῆς κτίσεως· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» αʹ. Πολλῆς σήμερον πληροῦμαι τῆς ἡδονῆς, ὁρῶν ὑμῶν τὰ ποθεινὰ πρόσωπα. Καὶ γὰρ οὐχ οὕτω πατέρες φιλόστοργοι χαίρουσι, καὶ εὐφραίνονται τῶν παίδων αὐτοὺς πανταχόθεν κυκλούντων, καὶ διὰ τῆς ἄλλης εὐκοσμίας καὶ τῆς ἄλλης θεραπείας πολλὴν τὴν ἡδονὴν παρεχόντων, ὡς ἐγὼ νῦν χαίρω καὶ εὐφραίνομαι, ὁρῶν ὑμῶν τὴν πνευματικὴν ταύτην σύνοδον μετὰ τοσαύτης εὐκοσμίας ἐνταῦθα παραγενομένην, καὶ ἀκμάζοντα τὸν πόθον ἔχουσαν περὶ τὴν ἀκρόασιν τῶν θείων λογίων, καὶ τῆς σαρκικῆς τροφῆς ὑπεριδόντας, καὶ πρὸς τὴν πνευματικὴν ἑστίασιν ἐπειγομένους, καὶ δι᾽ αὐτῶν τῶν ἔργων τὸ τοῦ Κυρίου λόγιον δεικνύντας, τὸ λέγον· Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.

Φέρε οὖν καὶ ἡμεῖς μιμησώμεθα τοὺς γηπόνους· καὶ καθάπερ ἐκεῖνοι, ἐπειδὰν ἴδωσι τὴν ἄρουραν ἐκκεκαθαρμένην, καὶ τῆς ἀπὸ τῶν βοτανῶν λύμης ἀπηλλαγμένην, μετὰ πολλῆς τῆς δαψιλείας τὰ σπέρματα καταβάλλουσι· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς, ἐπειδὴ τῇ τοῦ Θεοῦ χάριτι νῦν ἡμῖν ἡ ἄρουρα αὕτη ἡ πνευματικὴ καθαρεύει τῶν διενοχλούντων παθῶν, τῆς τρυφῆς ἐκποδὼν γεγενημένης, καὶ οὐδαμοῦ ζάλη οὐδὲ χειμὼν ἐν τοῖς λογισμοῖς, ἀλλὰ γαλήνη καὶ πολλὴ ἡ ἡσυχία τῆς διανοίας ἐπτερωμένης, καὶ πρὸς αὐτὸν, ὡς εἰπεῖν, τὸν οὐρανὸν τεταμένης, καὶ τὰ πνευματικὰ πρὸ τῶν σαρκικῶν φανταζομένης· μικρά τινα διαλεχθῶμεν πρὸς τὴν ὑμετέραν ἀγάπην, καὶ λεπτοτέρων σήμερον κατατολμήσωμεν νοημάτων, τὰ ἀπὸ τῶν θείων Γραφῶν παρατιθέντες ὑμῖν διδάγματα. Εἰ γὰρ μὴ νῦν τοῦτο ποιήσαιμεν, ὅτε νηστεία καὶ γαστρὸς ὑπεροψία, καὶ τοσαύτη τῶν ὀρθῶν λογισμῶν ἡ γαλήνη, πότε δυνησώμεθα ταῦτα παραθεῖναι τῇ ὑμετέρᾳ ἀγάπῃ; Ὅτε τρυφὴ καὶ ἀδηφαγία καὶ πολλὴ ἡ ῥᾳθυμία;

Ἀλλὰ τότε οὔτε αὐτοὶ τοῦτο δεόντως ποιήσομεν, οὔτε ὑμεῖς δυνήσεσθε καθάπερ ὑπὸ ἀχλύος τινὸς τῆς τῶν λογισμῶν ζάλης καταβαπτιζόμενοι δέξασθαί τι τῶν λεγομένων. Νῦν δὲ, εἰ καί ποτε ἄλλοτε, καιρὸς τῶν τοιούτων διδαγμάτων, ὅτε οὐκ ἔτι κατεξανίσταται τῆς κυρίας ἡ δούλη, ἀλλ᾽ εὐήνιος γενομένη πολλὴν τὴν πειθὼ καὶ τὴν ὑπακοὴν ἐπιδείκνυται, τὰ σκιρτήματα τῆς σαρκὸς καταστορέσασα, καὶ ἐπὶ τῶν οἰκείων ὅρων μένουσα. Νηστεία γάρ ἐστιν ἡ γαλήνη τῶν ἡμετέρων ψυχῶν, ἡ τῶν γεγηρακότων εὐκοσμία, ἡ τῶν νέων παιδαγωγὸς, ἡ τῶν σωφρονούντων διδάσκαλος, ἡ πᾶσαν ἡλικίαν καὶ φύσιν καθάπερ διαδήματί τινι κατακοσμοῦσα. Οὐδαμοῦ σήμερον θόρυβος, οὐδὲ κραυγὴ, οὐδὲ κρεῶν κατακοπαὶ, οὐδὲ μαγείρων δρόμοι· ἀλλὰ πάντα ἐκεῖνα ἀπελήλαται, καὶ εὐσχήμονά τινα καὶ κοσμίαν καὶ σώφρονα ἐλευθέραν ἡ πόλις ἡμῖν μιμεῖται νῦν. Ὅταν γὰρ ἐννοήσω τὴν ἀθρόαν μεταβολὴν τὴν σήμερον γεγενημένην, καὶ λογίσωμαι τῆς χθεσινῆς ἡμέρας τὴν ἀκαταστασίαν, θαυμάζω, καὶ ἐκπλήττομαι τῆς νηστείας τὴν ἰσχὺν, ὅπως εἰς τὴν ἑκάστου συνείδησιν εἰσελθοῦσα μετέπλασε τὸν λογισμὸν, ἐξεκάθαρε τὴν διάνοιαν, οὐκ ἀρχόντων μόνον, ἀλλὰ καὶ ἰδιωτῶν· οὐκ ἐλευθέρων, ἀλλὰ καὶ δούλων· οὐκ ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν· οὐ πλουσίων, ἀλλὰ καὶ πενήτων· οὐ τῶν τὴν Ἑλλάδα γλῶτταν πεπαιδευμένων, ἀλλὰ καὶ βαρβάρων. Καὶ τί λέγω ἀρχόντων καὶ ἰδιωτῶν;

Καὶ αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου τὸ συνειδὸς ὁμοίως τοῖς λοιποῖς πρὸς τὴν ταύτης ὑπακοὴν μετέστησε. Καὶ οὐκ ἔστι σήμερον διαφορὰν ἰδεῖν τῆς τοῦ πλουσίου τραπέζης, καὶ τῆς τοῦ πένητος· ἀλλὰ πανταχοῦ λιτὴ ἡ δίαιτα, ἀπηλλαγμένη κόμπου καὶ φαντασίας, καὶ μετὰ πλείονος τῆς ἡδονῆς σήμερον τῇ εὐτελείᾳ τῆς τραπέζης προσέρχονται, ἢ ὅτε πολλὰ αὐτοῖς τὰ καρυκεύματα παρέκειτο, καὶ πολὺς ὁ ἄκρατος.

βʹ. Εἴδετε, ἀγαπητοὶ, ἐξ αὐτῶν τῶν προοιμίων τῆς νηστείας τὴν ἰσχύν; Διὰ τοῦτο καὶ αὐτὸς μετὰ πλείονος σήμερον τῆς προθυμίας, ἢ πρότερον, τῶν πρὸς ὑμᾶς ἅπτομαι λόγων, εἰδὼς ὅτι εἰς λιπαρὰν καὶ βαθύγεων ἄρουραν καταβάλλω τὰ σπέρματα, δυναμένην πολλαπλασίους ἡμῖν ταχέως ἀποδοῦναι τῶν καταβαλλομένων τοὺς καρπούς. Καταμάθωμεν τοίνυν, εἰ δοκεῖ, τῶν σήμερον ἡμῖν ἀναγνωσθέντων ἐκ τῶν τοῦ μακαρίου Μωσέως λόγων τὴν δύναμιν. Ἀλλὰ προσέχετε, παρακαλῶ, μετὰ ἀκριβείας τοῖς παρ᾽ ἡμῶν λεγομένοις· οὐ γὰρ τὰ ἡμέτερα λέγομεν, ἀλλ᾽ ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις παράσχῃ διὰ τὴν ὠφέλειαν τὴν ὑμετέραν. Τίνα δὲ ταῦτά ἐστιν;

Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἄξιον ἐνταῦθα διαπορῆσαι, τίνος ἕνεκεν ὁ μακάριος οὗτος προφήτης, μετὰ πολλὰς ὕστερον γενεὰς γεγονὼς, ταῦτα ἡμῖν ἐκτίθεται. Οὐχ ἁπλῶς, οὐδὲ εἰκῇ. Ἐπειδὴ γὰρ ἐξ ἀρχῆς πλάσας τὸν ἄνθρωπον ὁ Θεὸς, δι᾽ ἑαυτοῦ διελέγετο τοῖς ἀνθρώποις, ὡς ἀνθρώποις ἀκοῦσαι δυνατὸν ἦν. Οὕτως γὰρ πρὸς τὸν Ἀδὰμ ἦλθεν· οὕτως τῷ Κάϊν ἐπετίμησεν· οὕτως τῷ Νῶε διελέχθη· οὕτως ἐπεξενώθη τῷ Ἀβραάμ. Ὅτε δὲ εἰς πολλὴν κακίαν ἐξώκειλε πᾶσα ἡ τῶν ἀνθρώπων φύσις, οὐδὲ οὕτω τέλεον ἀπεστράφη τὸ τῶν ἀνθρώπων γένος ὁ τῶν ἁπάντων δημιουργός· ἀλλ᾽ ἐπειδὴ ἀνάξιοι λοιπὸν γεγόνασι τῆς ὁμιλίας τῆς αὐτοῦ, βουλόμενος πάλιν ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν, καθάπερ ἀνθρώποις μακρὰν ἀφεστῶσι γράμματα πέμπει, πρὸς ἑαυτὸν ἐφελκόμενος πᾶσαν τὴν τῶν ἀνθρώπων φύσιν. Καὶ ταῦτα τὰ γράμματα ἔπεμψε μὲν ὁ Θεὸς, ἐκόμισε δὲ Μωσῆς. Τί οὖν λέγει τὰ γράμματα;

Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Σκόπει τοῦ θαυμαστοῦ τούτου προφήτου, ἀγαπητὲ, καὶ ἐν τούτῳ τὸ ἐξαίρετον. Οἱ μὲν γὰρ ἄλλοι προφῆται πάντες ἢ τὰ μετὰ πολὺν ἐσόμενα χρόνον εἶπον, ἢ τὰ κατ᾽ αὐτὸν μέλλοντα συμβήσεσθαι τὸν καιρόν· ὁ δὲ μακάριος οὗτος μετὰ πολλὰς γενεὰς γεγονὼς, ὑπὸ τῆς ἄνωθεν δεξιᾶς ὁδηγούμενος ἐκεῖνα εἰπεῖν κατηξιώθη, ἃ πρὸ τῆς αὐτοῦ γενέσεως ὑπὸ τοῦ τῶν ἁπάντων ἐδημιουργήθη Δεσπότου. Διὰ τοῦτο καὶ οὕτως ἤρξατο λέγων· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· μονονουχὶ πρὸς ἅπαντας ἡμᾶς λαμπρᾷ βοῶν τῇ φωνῇ, καὶ λέγων· μὴ γὰρ παρὰ ἀνθρώπου διδασκόμενος ταῦτα φθέγγομαι; Ὁ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι αὐτὰ παραγαγὼν, οὗτος καὶ τὴν ἐμὴν γλῶτταν πρὸς τὴν τούτων ἐξήγησιν παρώρμησεν. Ὡς οὖν οὐκέτι παρὰ Μωσέως ταῦτα ἀκούοντες, ἀλλὰ παρ᾽ αὐτοῦ τοῦ τῶν ὄλων Θεοῦ διὰ τῆς τοῦ Μωσέως γλώττης, οὕτω τοῖς λεγομένοις προσέχωμεν, παρακαλῶ, καὶ πολλὰ χαίρειν τοῖς ἡμετέροις λογισμοῖς εἰπόντες· Λογισμοὶ γὰρ, φησὶν, ἀνθρώπων δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Μετὰ πολλῆς τῆς εὐγνωμοσύνης δεχώμεθα τὰ λεγόμενα, μὴ ὑπερβαίνοντες τὸ οἰκεῖον μέτρον, μηδὲ τὰ ὑπὲρ ἡμᾶς περιεργαζόμενοι· ὅπερ πεπόνθασιν οἱ τῆς ἀληθείας ἐχθροὶ, βουληθέντες τοῖς οἰκείοις λογισμοῖς ἐπιτρέψαι τὸ πᾶν, καὶ οὐκ ἐννοήσαντες ὅτι ἀδύνατον τὴν ἀνθρωπείαν φύσιν τὴν τοῦ Θεοῦ δημιουργίαν περιεργάζεσθαι.

Καὶ τί λέγω τὴν τοῦ Θεοῦ δημιουργίαν; Ἀλλ᾽ οὐδὲ ἀνθρώπου τέχνην τοῦ ὁμογενοῦς ἡμῖν περιεργάζεσθαι δυνατόν. Εἰπὲ γάρ μοι, πῶς ἀπὸ τῆς μεταλλικῆς τέχνης χρυσίου συνίσταται φύσις; ἢ πῶς τῆς ὑέλου ἡ καθαρότης ἀπὸ ψάμμου γίνεται; Ἀλλ᾽ οὐκ ἂν ἔχοις εἰπεῖν. Εἰ τοίνυν ταῦτα τὰ πρὸ τῶν ὀφθαλμῶν κείμενα, καὶ ἅπερ διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν σοφία ἀνθρωπίνη ἐργάζεται, καταμαθεῖν οὐ δυνατὸν, τὰ ἀπὸ τοῦ Θεοῦ δημιουργηθέντα περιεργάζῃ, ἄνθρωπε;

Καὶ ποίας ἂν τύχοις συγγνώμης; τίνος δὲ ἀπολογίας οὕτω μεμηνὼς, καὶ τὰ ὑπὲρ τὴν σαυτοῦ φύσιν φανταζόμενος; Τὸ γὰρ λέγειν ἐξ ὑποκειμένης ὕλης τὰ ὄντα γεγενῆσθαι, καὶ μὴ ὁμολογεῖν ὅτι ἐξ οὐκ ὄντων αὐτὰ παρήγαγεν ὁ τῶν ἁπάντων δημιουργὸς, τῆς ἐσχάτης παραφροσύνης ἂν εἴη σημεῖον. Ἐμφράττων τοίνυν τῶν ἀγνωμόνων τὰ στόματα ὁ μακάριος οὗτος προφήτης, μέλλων ἄρχεσθαι τοῦ βιβλίου, οὕτως ἤρξατο· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ὅταν οὖν ἀκούσῃς τὸ, Ἐποίησε, μηδὲν ἕτερον περιεργάζου, ἀλλὰ κάτω κύπτων, πίστευε τῷ λεχθέντι. Θεὸς γάρ ἐστιν ὁ πάντα ποιῶν καὶ μετασκευάζων, καὶ πρὸς τὸ αὐτοῦ βούλημα τὰ πάντα μεταῤῥυθμίζων. Καὶ ὅρα τῆς συγκαταβάσεως τὴν ὑπερβολήν· οὐδὲν περὶ τῶν ἀοράτων δυνάμεων διαλέγεται, οὐδὲ λέγει, ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τοὺς ἀγγέλους, ἢ τοὺς ἀρχαγγέλους· οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ ταύτην ἡμῖν ἔτεμε τῆς διδασκαλίας τὴν ὁδόν.

Ἐπειδὴ γὰρ Ἰουδαίοις διελέγετο τοῖς περὶ τὰ παρόντα ἐπτοημένοις, καὶ οὐδὲν νοητὸν φαντασθῆναι δυναμένοις, ἀπὸ τῶν αἰσθητῶν τέως αὐτοὺς ἐνάγει πρὸς τὸν τῶν ὅλων δημιουργὸν, ἵνα ἐκ τῶν δημιουργημάτων τὸν τεχνίτην τοῦ παντὸς καταμαθόντες προσκυνήσωσι τὸν ἐργασάμενον, καὶ μὴ ἐναπομείνωσι τοῖς κτίσμασιν. Εἰ γὰρ καὶ τούτου γινομένου οὐκ ἐπαύσαντο τὰ κτίσματα θεοποιοῦντες, καὶ περὶ τὰ ἀτιμότατα τῶν ἀλόγων τὸ σέβας ἐπιδεικνύμενοι, ποῦ οὐκ ἂν μανίας ἐξώκειλαν, εἰ μὴ τοσαύτῃ τῇ συγκαταβάσει ἐχρήσατο;

γʹ. Καὶ μὴ ξενισθῇς, ἀγαπητὲ, εἰ Μωσῆς ταύτην ἔρχεται τὴν ὁδὸν, ἐν ἀρχῇ καὶ ἐν προοιμίοις τοῖς παχυτέροις Ἰουδαίοις διαλεγόμενος, ὅπου γε καὶ ὁ Παῦλος ἐν τῇ χάριτι, ἡνίκα τοσαύτη ἡ ἐπίδοσις γέγονε τοῦ κηρύγματος, μέλλων τοῖς ἐν Ἀθήναις διαλέγεσθαι, ἀπὸ τῶν ὁρωμένων ποιεῖται πρὸς αὐτοὺς τὴν διδασκαλίαν οὕτω λέγων· Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων, οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται. Ἐπειδὴ γὰρ ᾔδει ταύτην αὐτοῖς κατάλληλον οὖσαν τὴν διδασκαλίαν, ταύτην ἦλθε τὴν ὁδόν. Πρὸς γὰρ τοὺς δεχομένους τὰ παρ᾽ αὐτοῦ διδάγματα, οὕτως ὑπὸ τοῦ Πνεύματος ὁδηγούμενος καὶ τὴν διδασκαλίαν ἐποιεῖτο. Καὶ ἵνα μάθῃς, ὅτι ἡ τῶν προσώπων διαφορὰ καὶ ἡ τῶν ἀκουόντων παχύτης τούτου αἰτία γίνεται, ἄκουε αὐτοῦ, ἡνίκα πρὸς Κολοσσαεῖς ἐπέστελλε, μηκέτι ταύτην ἐρχομένου τὴν ὁδὸν, ἀλλ᾽ ἑτέρως αὐτοῖς διαλεγομένου καὶ λέγοντος· Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι, τὰ πάντα δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν ἐκτίσθη. Καὶ Ἰωάννης δὲ ὁ τῆς βροντῆς υἱὸς ἐβόα λέγων· Πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.

Ἀλλ᾽ οὐχ ὁ Μωσῆς οὕτως· εἰκότως· οὐδὲ γὰρ ἦν εὔλογον τοῖς ἔτι γαλακτοτροφεῖσθαι δεομένοις στερεᾶς μεταδοῦναι τροφῆς. Καθάπερ γὰρ οἱ διδάσκαλοι οἱ παρὰ τῶν γονέων τὰ παιδία δεχόμενοι τὰ πρῶτα στοιχεῖα αὐτοῖς παραδιδόασιν, οἱ δὲ παρ᾽ ἐκείνων τὰ παιδία λαμβάνοντες, τὰ τελειότερα τῶν μαθημάτων αὐτοῖς ἐνηχοῦσι· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ μακάριος Μωσῆς, καὶ ὁ τῶν ἐθνῶν διδάσκαλος, καὶ ὁ τῆς βροντῆς υἱὸς πεποιήκασιν. Ὁ μὲν γὰρ ἐκ προοιμίων παραλαβὼν τὴν φύσιν τὴν ἀνθρωπίνην, τὰ πρῶτα στοιχεῖα τοὺς ἀκούοντας ἐπαίδευσεν· οὗτοι δὲ παρὰ Μωσέως παραλαβόντες, λοιπὸν τὰ τελειότερα παρεδίδοσαν. Τέως οὖν ἐμάθομεν τῆς συγκαταβάσεως τὴν αἰτίαν, καὶ ὅτι Πνεύματι φθεγγόμενος καταλλήλως τοῖς ἀκούουσιν, ἅπαντα ἐξετίθετο, πάσας ὁμοῦ τὰς δίκην ζιζανίων ἐπιφυομένας αἱρέσεις τῇ Ἐκκλησίᾳ κάτωθεν ἀνασπῶν διὰ τοῦ εἰπεῖν· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Κἂν γὰρ Μανιχαῖος προσέλθῃ λέγων τὴν ὕλην προϋπάρχειν, κἂν Μαρκίων, κἂν Οὐαλεντῖνος, κἂν Ἑλλήνων παῖδες, λέγε πρὸς αὐτούς· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἀλλ᾽ οὐ πιστεύει τῇ Γραφῇ. Ἀποστράφηθι λοιπὸν αὐτὸν ὡς μαινόμενον καὶ ἐξεστηκότα. Ὁ γὰρ τῷ δημιουργῷ τῶν ὅλων ἀπιστῶν, ὡς καὶ ψεῦδος τῆς ἀληθείας καταγινώσκων, ποίας ἂν τύχοι συγγνώμης ποτέ;

Πεπλασμένον ἔχουσιν ἐκεῖνοι τὸ χρῶμα, καὶ ἐπιεικείας πρόσωπον ὑποδυόμενοι, κρύπτουσιν ἐν τῇ δορᾷ τοῦ προβάτου τὸν λύκον. Ἀλλὰ σὺ μὴ ἀπατηθῇς, ἀλλὰ καὶ δι᾽ αὐτὸ τοῦτο μάλιστα μίσησον αὐτὸν, ὅτι πρὸς μὲν σὲ τὸν ὁμόδουλον ἐπιείκειαν ὑποκρίνεται, πρὸς δὲ τὸν τῶν ὅλων Δεσπότην Θεὸν τὸν πόλεμον ἤρατο, καὶ κατὰ τῆς ἑαυτοῦ σωτηρίας τρέχων οὐκ αἰσθάνεται.

Ἡμεῖς δὲ τῆς πέτρας ἐχώμεθα τῆς ἀῤῥαγοῦς, καὶ ἐπὶ τὴν ἀρχὴν πάλιν ἐπανέλθωμεν. Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ὅρα καὶ ἐξ αὐτοῦ τοῦ τῆς δημιουργίας τρόπου τὴν θείαν φύσιν διαλάμπουσαν, ὡς ἀπεναντίας τῇ ἀνθρωπίνῃ συνηθείᾳ τὴν δημιουργίαν ποιεῖται, πρότερον τὸν οὐρανὸν τείνας, καὶ τότε τὴν γῆν ὑποστορέσας· πρότερον τὸν ὄροφον, καὶ τότε τὸν θεμέλιον.

Τίς εἶδε; τίς ἤκουσεν; Ἐπὶ μὲν γὰρ τῆς ἀνθρωπίνης δημιουργίας οὐκ ἂν τοῦτο γένοιτ᾽ ἄν ποτε· ὅταν δὲ ὁ Θεὸς κελεύῃ, πάντα τῷ βουλήματι αὐτοῦ εἴκει καὶ παραχωρεῖ. Μὴ τοίνυν ἀνθρωπίνῳ λογισμῷ τὰ τοῦ Θεοῦ ἔργα περιεργαζώμεθα, ἀλλ᾽ ἐκ τῶν ἔργων ὁδηγούμενοι, θαυμάζωμεν τὸν τεχνίτην. Τὰ γὰρ ἀόρατα αὐτοῦ, φησὶν, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται.

δʹ. Εἰ δὲ ἐπιμένοιεν οἱ τῆς ἀληθείας ἐχθροὶ λέγοντες, ἀδύνατον εἶναι ἐξ οὐκ ὄντων τι παραχθῆναι, ἐρώμεθα αὐτούς· ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς ἐπλάσθη, ἢ ἑτέρωθέν ποθεν; Πάντως ἐροῦσιν, ὅτι ἐκ γῆς, καὶ συνομολογήσουσιν.

Εἰπάτωσαν οὖν ἡμῖν, πῶς ἐκ γῆς σαρκὸς ἐγένετο φύσις. Ἀπὸ γῆς γὰρ πηλὸς, καὶ πλίνθος, καὶ κέραμος, καὶ ὄστρακον ἂν γένοιτο· πῶς οὖν σαρκὸς ἐγένετο φύσις; πῶς ὀστᾶ, καὶ νεῦρα, καὶ ἀρτηρίαι, καὶ πιμελὴ, καὶ δέρμα, καὶ ὄνυχες, καὶ τρίχες, καὶ ἐκ μιᾶς ὑποκειμένης ὕλης διαφόρων οὐσιῶν ποιότητες; Ἀλλ᾽ οὐκ ἂν δυνηθεῖεν πρὸς ταῦτα διᾶραι στόμα ποτέ. Τί δὲ λέγω περὶ τοῦ σώματος τοῦ ἡμετέρου; Περὶ τοῦ ἄρτου, οὗ καθ᾽ ἑκάστην ἡμέραν σιτούμεθα, εἰπάτωσαν ἡμῖν, πῶς μονοειδὴς ὢν μεταβάλλεται εἰς αἷμα καὶ φλέγμα καὶ χολὴν, καὶ διαφόρους χυμούς. Καὶ ὁ μὲν σιτόχρους πολλάκις ἐστί· τὸ δὲ αἷμα πυῤῥὸν ἢ μέλαν. Εἰ τοίνυν ταῦτα τὰ καθ᾽ ἑκάστην ἡμέραν πρὸ τῶν ὀφθαλμῶν ὁρώμενα εἰπεῖν ἡμῖν οὐκ ἂν δύναιντό ποτε, σχολῇ γ᾽ ἂν εἴποιεν περὶ τῶν ἄλλων τοῦ Θεοῦ δημιουργημάτων. Ἀλλ᾽ εἰ καὶ μετὰ τοσαύτην τῶν ἀποδείξεων περιουσίαν ἐπιμένοιεν τὴν οἰκείαν φιλονεικίαν κρατύνειν βουλόμενοι, ἡμεῖς μηδὲ οὕτω παυσόμεθα τὰ αὐτὰ πάλιν πρὸς αὐτοὺς λέγοντες· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Τοῦτο γὰρ ἱκανὸν μόνον τὸ ῥῆμα πάντας τῶν ἐναντίων τοὺς πύργους καταβαλεῖν, καὶ πάντας τοὺς ἀνθρωπίνους λογισμοὺς ἐξ αὐτῶν τῶν βάθρων ἀνασπάσαι· καὶ εἰ βουληθεῖεν ὀψέ ποτε τῆς φιλονεικίας ἀποσχέσθαι, πρὸς τὴν τῆς ἀληθείας ὁδὸν αὐτοὺς χειραγωγῆσαι δυνήσεται.

Ἡ δὲ γῆ ἦν, φησὶν, ἀόρατος καὶ ἀκατασκεύαστος. Τίνος ἕνεκεν, εἰπέ μοι, τὸν μὲν οὐρανὸν φαιδρὸν καὶ ἀπηρτισμένον παρήγαγε, τὴν δὲ γῆν ἀμόρφωτον ἔδειξεν; Οὐχ ἁπλῶς οὐδὲ τοῦτο πεποίηκεν, ἀλλ᾽ ἵνα, ἐν τῷ βελτίονι μέρει τῆς κτίσεως μαθὼν αὐτοῦ τὴν δημιουργίαν, μηδὲν ἀμφιβάλῃς λοιπὸν, μηδὲ νομίσῃς δι᾽ ἀσθένειαν δυνάμεως τοῦτο γενέσθαι. Ἄλλως τε καὶ δι᾽ ἕτερον τρόπον ἀμόρφωτον αὐτὴν παρήγαγεν. Ἐπειδὴ γὰρ αὐτὴ καὶ τροφὸς καὶ μήτηρ ἡμῶν ἐστι, καὶ ἐξ αὐτῆς καὶ γεγόναμεν καὶ τρεφόμεθα, καὶ αὐτὴ ἡμῖν καὶ πατρὶς καὶ κοινὸς τάφος γίνεται, καὶ πρὸς αὐτὴν πάλιν ἐπάνοδος, καὶ τῶν μυρίων ἀγαθῶν δι᾽ αὐτῆς ἀπολαύομεν· ἵνα μὴ διὰ τὸ τῆς χρείας ἀναγκαῖον ὑπὲρ τὴν ἀξίαν αὐτὴν τιμήσωσι τὸ τῶν ἀνθρώπων γένος, δείκνυσι σοι αὐτὴν πρότερον ἀμόρφωτον καὶ ἀδιατύπωτον, ἵνα μὴ τῇ φύσει τῆς γῆς τὰς ἐξ αὐτῆς εὐεργεσίας λογίσῃ, ἀλλὰ τῷ ταύτην ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντι.

Διὰ τοῦτό φησιν· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος. Τάχα εὐθὺς καὶ ἐκ προοιμίων κατετείναμεν ὑμῶν τὴν διάνοιαν τοῖς λεπτοτέροις νοήμασι· διὸ προσήκει μέχρι τούτου στῆσαι τὸν λόγον, παρακαλέσαντας ὑμῶν τὴν ἀγάπην μεμνῆσθαι τῶν εἰρημένων, καὶ ἀεὶ τούτων ἔναυλον ἔχειν τὴν μνήμην, καὶ μετὰ τῆς αἰσθητῆς τραπέζης, ἐπειδὰν ἐντεῦθεν ἐξέλθητε, παρατίθετε καὶ τὴν πνευματικὴν τράπεζαν. Καὶ λεγέτω μέν τινα τῶν ἐνταῦθα λεχθέντων ὁ ἀνήρ· ἀκουέτω δὲ ἡ γυνὴ, μανθανέτωσαν δὲ καὶ οἱ παῖδες, διδασκέσθωσαν δὲ καὶ οἱ οἰκέται, καὶ ἐκκλησία λοιπὸν γενέσθω ἡ οἰκία, ἵνα φυγαδεύηται μὲν ὁ διάβολος καὶ δραπετεύῃ ὁ πονηρὸς δαίμων ἐκεῖνος, καὶ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας· ἐπαναπαύηται δὲ αὐτόθι ἡ τοῦ ἁγίου Πνεύματος χάρις, καὶ πᾶσα εἰρήνη καὶ ὁμόνοια περιστοιχίζῃ τοὺς ἐνοικοῦντας. Ἐὰν γὰρ τῶν ἤδη πρότερον ῥηθέντων μνημονεύητε, καὶ τὰ μετὰ ταῦτα καταβαλλόμενα προθυμότερον δέξησθε, καὶ ἡμεῖς μετὰ πλείονος τῆς προθυμίας καὶ τῆς δαψιλείας ἐροῦμεν τὰ ὑπὸ τῆς τοῦ Θεοῦ χάριτος χορηγούμενα, ἐπειδὰν ἴδωμεν τῶν ἤδη καταβληθέντων τὴν βλάστην. Ἐπεὶ καὶ γηπόνος ὅταν ἴδῃ τὰ σπέρματα φυόμενα, μετὰ πολλῆς τῆς προθυμίας περισκοπῶν τὰς ἀρούρας, ἑτοίμως καὶ ἕτερα καταβάλλειν ἐπείγεται.

εʹ. Ἵν᾽ οὖν προθυμοτέρους ἡμᾶς ἐργάσησθε, τῶν ἤδη ῥηθέντων ἀσφαλῆ τὴν φυλακὴν ἐπιδείξασθε, καὶ μετὰ τῶν ὀρθῶν δογμάτων περὶ τὴν τοῦ βίου ἐπιμέλειαν πολλὴν ποιήσασθε τὴν σπουδήν. Λαμψάτω γὰρ, φησὶ, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς· ἵνα καὶ ὁ βίος συμφωνῇ τοῖς δόγμασι, καὶ τὰ δόγματα κηρύττῃ τὸν βίον. Πίστις γὰρ χωρὶς ἔργων νεκρά ἐστι, καὶ ἔργα χωρὶς πίστεως νεκρά ἐστι. Κἂν γὰρ δόγματα ἔχωμεν ὑγιῆ, βίου δὲ ἀμελῶμεν, οὐδὲν ἡμῖν ὄφελος ἔσται τῶν δογμάτων· πάλιν ἂν βίου μὲν ἐπιμελώμεθα, περὶ τὰ δόγματα δὲ χωλεύωμεν, οὐδὲ οὕτως ἔσται τι κέρδος ἡμῖν. Διὸ προσήκει ἑκατέρωθεν ἡμῖν τὴν οἰκοδομὴν ταύτην τὴν πνευματικὴν συνεσφίγχθαι· Πᾶς γὰρ, φησὶν, ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ. Ὅρα πῶς οὐ μόνον ἀκούειν ἡμᾶς βούλεται, ἀλλὰ καὶ ποιεῖν, καὶ διὰ τῶν ἔργων ἐπιδείκνυσθαι τὴν ὑπακοὴν, καὶ τοῦτον μὲν φρόνιμον ἐκάλεσε, τὸν τὰ ἔργα τοῖς λόγοις ἀκόλουθα ἐπιδεικνύμενον, τὸν δὲ μέχρι τῶν λόγων ἱστάμενον, μωρὸν ὠνόμασεν· εἰκότως. Ὁ γὰρ τοιοῦτος, φησὶν, ἐπὶ τὴν ἄμμον τὴν οἰκίαν αὐτοῦ ᾠκοδόμησε· διὸ οὐδὲ τὴν προσβολὴν τῶν ἀνέμων ἐνεγκεῖν ἠδυνήθη, ἀλλὰ ταχέως κατέπεσε.

Τοιαῦται γὰρ αἱ ῥᾴθυμοι ψυχαὶ, καὶ μὴ ἐπὶ τῆς πέτρας τῆς πνευματικῆς ἐστηριγμέναι· οὐ γὰρ περὶ οἰκοδομῆς νῦν ὁ λόγος καὶ οἰκίας, ἀλλὰ περὶ ψυχῶν ἐστι τὸ εἰρημένον, τῶν καὶ ἀπὸ τοῦ τυχόντος πειρασμοῦ σάλον ὑπομενουσῶν. Τῷ γὰρ ὀνόματι τοῦ ἀνέμου, καὶ τῆς βροχῆς, καὶ τῶν ποταμῶν, τῶν πειρασμῶν ἡμῖν τὴν ἐπαγωγὴν ᾐνίξατο. Ὁ γὰρ στεῤῥὸς καὶ ἐγρηγορὼς καὶ νήφων ταύτῃ μᾶλλον ἰσχυρότερος γίνεται· καὶ ὅσῳ τὰ τῆς θλίψεως ἐπιτείνεται, τοσούτῳ καὶ τὰ τῆς ἀνδρείας αὔξεται· ὁ δὲ ῥᾴθυμος καὶ ἀναπεπτωκὼς, κἂν βραχεῖά τις αὔρα πειρασμοῦ προσπέσῃ, εὐθέως σαλεύεται καὶ καταπίπτει, οὐ παρὰ τὴν τῶν πειρασμῶν φύσιν, ἀλλὰ παρὰ τὴν τῆς προαιρέσεως ἀσθένειαν. Διὸ χρὴ νήφειν καὶ ἐγρηγορέναι, καὶ πρὸς πάντα παρεσκευασμένους εἶναι, ἵνα καὶ ἐν τῇ ἀνέσει συγκεκροτημένοι ὦμεν, καὶ ἐν ταῖς ἐπαγομέναις θλίψεσι νήφωμεν, καὶ πολλὴν τὴν εὐγνωμοσύνην ἐπιδειξώμεθα, διηνεκῶς τὴν εὐχαριστίαν ἀναπέμποντες τῷ φιλανθρώπῳ Θεῷ. Ἂν οὕτω τὰ καθ᾽ ἑαυτοὺς οἰκονομῶμεν, πολλῆς ἀπολαυσόμεθα τῆς ἄνωθεν ῥοπῆς, καὶ οὕτω δυνησόμεθα καὶ τὸν παρόντα βίον ἀσφαλῶς διαπερᾷν, καὶ πρὸς τὴν μέλλουσαν ζωὴν, πολλὴν ἑαυτοῖς προαποτίθεσθαι τὴν παῤῥησίαν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Γʹ. Εἰς τὰ ὑπόλοιπα τοῦ, «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν,» ἕως τοῦ, «Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα μία.» αʹ. Θησαυρῷ τινι προσέοικεν ἡ τῶν θείων Γραφῶν ἀνάγνωσις.

Καθάπερ γὰρ ἐκεῖθέν τις κἂν μικρὸν ψῆγμα λαβεῖν δυνηθείη, πολὺν ἑαυτῷ τὸν πλοῦτον ἐργάζεται· οὕτω δὴ καὶ ἐπὶ τῆς θείας Γραφῆς, καὶ ἐν βραχείᾳ λέξει πολλὴν ἔστιν εὑρεῖν τῶν νοημάτων τὴν δύναμιν, καὶ ἄφατον τὸν πλοῦτον. Καὶ οὐ θησαυρὸν μόνον, ἀλλὰ καὶ πηγὴν μιμεῖται τὰ θεῖα λόγια, δαψιλῆ τὰ νάματα ἀναβλύζουσαν, καὶ πολλὴν ἔχουσαν τὴν ἐπιῤῥοήν· καὶ τοῦτο δι᾽ αὐτῶν τῶν ἔργων χθὲς ἅπαντες μεμαθήκαμεν. Τῶν γὰρ προοιμίων ἀρξάμενοι τοῦ τῆς κτίσεως βιβλίου εἰς τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, πᾶσαν τὴν διδασκαλίαν ἐτελειώσαμεν, καὶ οὐδὲ οὕτως τὸ πᾶν καταλαβεῖν ἐξισχύσαμεν. Πολλὴ γάρ ἐστι τοῦ θησαυροῦ ἡ περιουσία, καὶ τῶν ναμάτων τῆς πηγῆς ταύτης τῆς πνευματικῆς ἡ δαψίλεια. Καὶ μὴ θαυμάσῃς, εἰ ἡμεῖς τοῦτο πεπόνθαμεν· καὶ οἱ πρὸ ἡμῶν κατὰ δύναμιν τὴν ἑαυτῶν τὰ ἐντεῦθεν νάματα ἐξήντλησαν, καὶ οἱ μεθ᾽ ἡμᾶς πάλιν τοῦτο ποιῆσαι ἐπιχειρήσουσι, καὶ οὐδὲ οὕτω κενῶσαι δυνήσονται τὸ πᾶν· ἀλλ᾽ αὔξεται τὰ τῆς ἐπιῤῥοῆς, καὶ ἐπιδίδωσι τὰ νάματα. Τοιαύτη γὰρ τῶν ναμάτων τῶν πνευματικῶν ἡ φύσις· ὅσῳ ἄν τις μετὰ δαψιλείας τὰ ἐντεῦθεν ἀρύσασθαι βουληθῇ νάματα, τοσούτῳ μᾶλλον ἀναβλύζει, καὶ ἐπιδίδωσιν ἡ χάρις ἡ πνευματική.

Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν, Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος· τὸ δαψιλὲς τῶν ναμάτων ἡμῖν ἐμφαίνων. Ἐπεὶ οὖν τοιαύτη τῶν ναμάτων τῶν πνευματικῶν ἡ φύσις, φέρε ἕκαστος ἡμῶν τὰ ἀγγεῖα τῆς διανοίας μετὰ δαψιλείας προσενέγκωμεν, ἵνα πληρώσαντες αὐτὰ, οὕτως ἐπανέλθωμεν. Ὅταν γὰρ ἴδῃ ἡ τοῦ Πνεύματος χάρις πόθον ζέοντα, καὶ διεγηγερμένην διάνοιαν, πλουσίαν τὴν παρ᾽ ἑαυτῆς δωρεῖται χάριν.

Ἀποστήσαντες τοίνυν ἑαυτοὺς πάντων τῶν βιωτικῶν, καὶ τὰς φροντίδας τὰς ἀκανθῶν δίκην συμπνίγειν δυναμένας, τὸν ἡμέτερον λογισμὸν ἐκτέμνοντες, ὅλην ἑαυτῶν τὴν διάνοιαν μεταστήσωμεν εἰς τὴν τῶν πνευματικῶν ἐπιθυμίαν, ἵνα πολλὴν ἐντεῦθεν δεξάμενοι τὴν ὠφέλειαν, καὶ κερδάναντές τι μέγα καὶ γενναῖον, οὕτως ἐξέλθωμεν. Ἀλλ᾽ ἵνα σαφέστερος ὑμῖν ὁ λόγος γένηται, μικρὰ τῶν χθὲς εἰρημένων ὑπομνήσωμεν τὴν ὑμετέραν ἀγάπην, ἵν᾽ οὕτω, καθάπερ σῶμα ἓν, καὶ τὰ σήμερον μέλλοντα ῥηθήσεσθαι συνάψωμεν τοῖς χθὲς εἰρημένοις.

Ἐδείκνυμεν γὰρ χθὲς, καθάπερ μέμνησθε, πῶς ὁ μακάριος Μωϋσῆς διηγούμενος ἡμῖν τῶν στοιχείων τούτων τῶν ὁρωμένων τὴν δημιουργίαν ἔλεγεν, ὅτι Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος· καὶ ἐδιδάσκομεν ὑμᾶς τὴν αἰτίαν τίνος ἕνεκεν καὶ διὰ τί οὕτω τὴν γῆν παρήγαγεν ἀμόρφωτον καὶ ἀδιατύπωτον, καὶ οἶμαι ὑμᾶς ἅπαντα μετὰ ἀκριβείας κατέχειν· ἀναγκαῖον οὖν σήμερον τοῖς ἀκολούθως εἰρημένοις ἐπεξελθεῖν.

Ἐπειδὴ γὰρ εἶπεν, Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, διδάσκει ἡμᾶς ἀκριβῶς, πόθεν ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, φάσκων· Καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Σκόπει μοι ἐνταῦθα τοῦ μακαρίου προφήτου τὸ ἀπέριττον, καὶ ὅπως οὐ πάντα κατὰ μέρος διηγεῖται τὰ δημιουργηθέντα, ἀλλὰ τὰ συνεκτικώτατα τῶν στοιχείων ἡμᾶς διδάξας, καὶ οὐρανοῦ καὶ γῆς μνημονεύσας, τὰ ἄλλα παραλιμπάνει. Οὐδαμοῦ γὰρ εἰπὼν τῶν ὑδάτων τὴν δημιουργίαν, φησί· Καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Τοῦτο γὰρ ἦν τὸ καλύπτον τῆς γῆς τὸ πρόσωπον, τὸ σκότος λέγω, καὶ ἡ ἄβυσσος τῶν ὑδάτων.

Ἐμάθομεν ἐντεῦθεν, ὅτι ἅπαν τὸ ὁρώμενον ἄβυσσος ἦν ὑδάτων σκότῳ κεκαλυμμένη, καὶ ἐδεῖτο τοῦ σοφοῦ δημιουργοῦ, ὥστε πᾶσαν ταύτην τὴν ἀμορφίαν ἐξελεῖν, καὶ εἰς εὐκοσμίαν τινὰ τὰ πάντα ἀγαγεῖν. Καὶ σκότος, φησὶν, ἐπάνω τῆς ἀβύσσου, καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Τί βούλεται τοῦτο τὸ εἰρημένον;

Πνεῦμα, φησὶ, Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Ἐμοὶ δοκεῖ τοῦτο σημαίνειν, ὅτι ἐνέργειά τις ζωτικὴ προσῆν τοῖς ὕδασι, καὶ οὐκ ἦν ἁπλῶς ὕδωρ ἑστὼς καὶ ἀκίνητον, ἀλλὰ κινούμενον, καὶ ζωτικήν τινα δύναμιν ἔχον. Τὸ γὰρ ἀκίνητον πάντη ἄχρηστον· τὸ δὲ κινούμενον, πρὸς πολλὰ ἐπιτήδειον.

βʹ. Ἵν᾽ οὖν διδάξῃ ἡμᾶς, ὅτι τὸ ὕδωρ τοῦτο, τὸ πολὺ καὶ ἀμήχανον, τινὰ δύναμιν ἔχει ζωτικὴν, διὰ τοῦτό φησι· Καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Τοῦτο δὲ οὐχ ἁπλῶς προλαβοῦσα λέγει ἡ θεία Γραφή· ἀλλ᾽ ἐπειδὴ προϊοῦσα μέλλει διηγεῖσθαι ἡμῖν, ὅτι καὶ ζῶα ἐκ τούτων τῶν ὑδάτων κατὰ πρόσταγμα τοῦ τῶν ἁπάντων δημιουργοῦ παρήχθη, διὰ τοῦτο ἐντεῦθεν ἤδη διδάσκει τὸν ἀκροατὴν, ὅτι οὐχ ἁπλῶς ὕδωρ ἦν συνεστὸς, ἀλλὰ κινούμενον, καὶ διατρέχον, καὶ τὰ πάντα ἐπικλύζον.

Ἐπεὶ οὖν πολλὴ κατεκέχυτο παντὸς τοῦ ὁρωμένου ἡ ἀμορφία, προσέταξεν ἀριστοτέχνης Θεὸς, καὶ τὰ τῆς ἀμορφίας διεσκεδάσθη, καὶ τὸ κάλλος τοῦτο τὸ ἀμήχανον τοῦ φωτὸς τοῦ ὁρωμένου παραχθὲν, τό τε σκότος ἀπήλασε τὸ αἰσθητὸν, καὶ τὰ πάντα κατηύγασε. Καὶ εἶπε, φησὶν, ὁ Θεὸς, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς.

Εἶπε, καὶ ἐγένετο ἐκέλευσε, καὶ τὸ μὲν σκότος ἐφυγαδεύθη, τὸ δὲ φῶς παρήχθη. Εἶδες δύναμιν ἄφατον; Ἀλλ᾽ οἱ τῇ πλάνῃ προκατειλημμένοι οὐ προσέχοντες τῇ ἀκολουθίᾳ τῶν εἰρημένων, οὐδὲ ἀκούοντες τοῦ μακαρίου Μωϋσέως λέγοντος· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ τότε ἐπάγοντος· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, διὰ τὸ σκότῳ καὶ τοῖς ὕδασι κεκαλύφθαι· οὕτω γὰρ ἔδοξε τῷ Δεσπότῃ ἐξ ἀρχῆς αὐτὴν παραγαγεῖν· φασὶν ὅτι προϋπέκειτο ἡ ὕλη, καὶ τὸ σκότος προϋπῆρχε. Τί ταύτης τῆς ἀνοίας χεῖρον γένοιτ᾽ ἄν; Ἀκούεις ὅτι Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο τὰ ὄντα, καὶ λέγεις ὅτι προϋπῆρχεν ἡ ὕλη; Καὶ τίς ἀνάσχοιτο τοσαύτης παροινίας τῶν νοῦν ἐχόντων; Μὴ γὰρ ἄνθρωπός ἐστιν ὁ δημιουργῶν, ἵνα δεηθῇ τινος ὑποκειμένου, καὶ οὕτω τὰ τῆς τέχνης ἐπιδείξηται; Θεός ἐστιν, ᾧ πάντα εἴκει, λόγῳ καὶ προστάγματι δημιουργῶν.

Ὅρα γὰρ, εἶπε μόνον, καὶ παρήχθη τὸ φῶς, καὶ παρεχώρησε τὸ σκότος. Καὶ διεχώρισεν ὁ Θεὸς ἀναμέσον τοῦ φωτὸς, καὶ ἀναμέσον τοῦ σκότους. Τί ἐστι, Διεχώρισεν; Ἑκάστῳ ἰδίαν χώραν ἀπένειμε, κατάλληλον καιρὸν ἀφώρισε. Καὶ ἐπειδὴ τοῦτο γέγονε, τότε λοιπὸν ἑκάστῳ τὴν ἁρμόζουσαν προσηγορίαν ἐπιτίθησιν.

Ἐκάλεσε γὰρ, φησὶν, ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα. Εἶδες διαίρεσιν ἀρίστην, καὶ δημιουργίαν θαυμαστὴν, καὶ πάντα λόγον ὑπερβαίνουσαν, λόγῳ μόνῳ καὶ ἐπιτάγματι γινομένην; Εἶδες πόσῃ τῇ συγκαταβάσει ὁ μακάριος οὗτος προφήτης ἐχρήσατο, μᾶλλον δὲ ὁ φιλάνθρωπος Θεὸς διὰ τῆς τοῦ προφήτου γλώττης παιδεύων τὸ τῶν ἀνθρώπων γένος, εἰδέναι τῶν γινομένων τὴν τάξιν, καὶ τίς ὁ τοῦ παντὸς δημιουργὸς, καὶ ὅπως ἕκαστον παρήχθη; Ἐπειδὴ γὰρ ἔτι ἀτελέστερον διέκειτο τὸ τῶν ἀνθρώπων γένος, καὶ οὐκ ἠδύνατο τῶν τελειοτέρων συνιέναι τὴν κατανόησιν, διὰ τοῦτο πρὸς τὴν τῶν ἀκουόντων ἀσθένειαν τὸ Πνεῦμα τὸ ἅγιον τὴν τοῦ προφήτου γλῶτταν κινῆσαν οὕτως ἅπαντα ἡμῖν διαλέγεται. Καὶ ἵνα μάθῃς ὅτι διὰ τὸ ἀτελὲς τῆς ἡμετέρας διανοίας ταύτῃ ἐχρήσατο τῇ συγκαταβάσει τῆς διηγήσεως, ὅρα τὸν τῆς βροντῆς υἱὸν, ὅτε πρὸς ἀρετὴν ἐπέδωκε τὸ τῶν ἀνθρώπων γένος, οὐκέτι ταύτην ἐρχόμενον τὴν ὁδὸν, ἀλλ᾽ ἐπὶ τὴν ὑψηλοτέραν διδασκαλίαν ἄγοντα τοὺς ἀκροωμένους. Εἰπὼν γὰρ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος, ἐπήγαγεν· Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.

Καθάπερ γὰρ ἐνταῦθα τὸ φῶς τοῦτο τὸ αἰσθητὸν, τῷ προστάγματι τοῦ Δεσπότου παραχθὲν, τὸ σκότος τοῦτο τὸ ὁρώμενον ἀπέκρυψεν· οὕτω καὶ τὸ νοητὸν φῶς τῆς πλάνης τὸ σκότος ἀπήλασε, καὶ πρὸς τὴν ἀλήθειαν τοὺς πλανωμένους ἐχειραγώγησε.

γʹ. Δεξώμεθα οὖν μετὰ πολλῆς τῆς εὐγνωμοσύνης τὰ παρὰ τῆς θείας Γραφῆς διδάγματα, καὶ μὴ ἀντιβλέπωμεν τῇ ἀληθείᾳ, μηδὲ τῷ σκότει παραμένωμεν, ἀλλὰ πρὸς τὸ φῶς ἐπειγώμεθα, καὶ ἄξια τοῦ φωτὸς καὶ τῆς ἡμέρας διαπραττώμεθα ἔργα, καθάπερ καὶ Παῦλος παραινεῖ λέγων· Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, καὶ μὴ ἐργαζώμεθα τὰ ἔργα τοῦ σκότους. Καὶ ἐκάλεσε, φησὶν, ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα. Ἀλλ᾽ ὃ μικροῦ ἡμᾶς παρέδραμεν, ἀναγκαῖον τοῦτο ἐπαναλαβεῖν πάλιν. Ἐπειδὴ γὰρ εἶπε, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς, ἐπήγαγε· Καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν. Θέα μοι, ἀγαπητὲ, ἐνταῦθα, πόση ἡ συγκατάβασις τῶν ῥημάτων. Τί οὖν, πρὶν ἢ γενέσθαι οὐκ ᾔδει, ὅτι καλὸν, ἀλλὰ μετὰ τὸ παραχθῆναι ἡ ὄψις ἔδειξε τῷ δημιουργῷ τὸ κάλλος τοῦ παραχθέντος; Καὶ τίς ἂν εἴποι τοῦτο τῶν νοῦν ἐχόντων;

Εἰ γὰρ ἄνθρωπος τέχνῃ τινὶ ἐργαζόμενος, καὶ πρὶν ἢ κατασκευάσῃ τὸ ὑπ᾽ αὐτοῦ δημιουργούμενον, καὶ πρὶν ἢ μορφώσῃ, εἶδε τὴν χρείαν, εἰς ἣν συντελεῖ τὸ ὑπ᾽ αὐτοῦ γινόμενον· πολλῷ μᾶλλον ὁ τῶν ἁπάντων δημιουργὸς, ὁ λόγῳ τὰ πάντα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, ᾔδει καὶ πρὸ τοῦ δημιουργηθῆναι τὸ φῶς, ὅτι καλόν. Τίνος οὖν ἕνεκεν ταύτῃ τῇ λέξει ἐχρήσατο;

Πρὸς τὴν συνήθειαν τὴν ἀνθρωπίνην συγκαταβαίνων φθέγγεται ὁ μακάριος οὗτος προφήτης. Καὶ καθάπερ οἱ ἄνθρωποι, ἐπειδάν τι μετὰ πολλῆς τῆς ἐπιμελείας ἐργάσωνται, καὶ τέλος ἐπιθῶσι τοῖς οἰκείοις καμάτοις, τότε ἐκ τῆς δοκιμασίας καὶ τὸν ἔπαινον προσάγουσι τοῖς ὑπ᾽ αὐτῶν γινομένοις· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ θεία Γραφὴ, νῦν συγκατιοῦσα τῇ ἀσθενείᾳ τῆς ἀκοῆς τῆς ἡμετέρας, φησί· Καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλὸν, καὶ τότε ἐπήγαγε· Καὶ διεχώρισεν ὁ Θεὸς ἀναμέσον τοῦ φωτὸς, καὶ ἀναμέσον τοῦ σκότους· καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα, καὶ ἰδίαν τινὰ χώραν ἀπένειμεν ἑκάστῳ, ὅρους τινὰς ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἑκάστῳ πηγνὺς, ὥστε εἰς τὸ διηνεκὲς τούτους ἀπαραποδίστους διαφυλάττειν. Καὶ τοῦτο ἔξεστι συνιδεῖν ἑκάστῳ τῶν εὖ φρονούντων, πῶς ἐξ ἐκείνου μέχρι τοῦ παρόντος οὔτε τὸ φῶς ὑπερέβη τοὺς οἰκείους ὅρους, οὔτε τὸ σκότος τὴν οἰκείαν τάξιν παρῆλθε, σύγχυσίν τινα καὶ ἀταξίαν ἐργασάμενον. Καὶ γὰρ ἱκανὸν καὶ τοῦτο μόνον τοῖς ἀγνωμονεῖν βουλομένοις πρὸς τὴν πειθὼ καὶ τὴν ὑπακοὴν τῶν παρὰ τῆς θείας Γραφῆς λεγομένων ἀναγαγεῖν, ὥστε μιμήσασθαι κἂν τῶν στοιχείων τὴν τάξιν, τῶν ἀπαραπόδιστον τηρούντων τὸν δρόμον, καὶ μὴ ὑπερβαίνειν τὰ οἰκεῖα μέτρα, ἀλλ᾽ ἐπιγινώσκειν τὴν οἰκείαν φύσιν.

Εἶτα ἐπειδὴ ἑκάστῳ τὴν προσηγορίαν ἐπέθηκεν, ἀμφότερα εἰς τὸ αὐτὸ συναγαγών φησι· Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα μία. Τὸ τέλος τῆς ἡμέρας καὶ τὸ τέλος τῆς νυκτὸς μίαν ἐμφαίνων ὠνόμασεν, ἵνα τάξιν τινὰ καὶ ἀκολουθίαν ἐπιστήσῃ τοῖς ὁρωμένοις, καὶ μηδεμία σύγχυσις ᾖ.

Ἀλλ᾽ εἰδέναι ἔχομεν διδασκόμενοι παρὰ τοῦ Πνεύματος τοῦ ἁγίου, διὰ τῆς τοῦ μακαρίου τούτου προφήτου γλώττης, τίνα μὲν κατὰ τὴν πρώτην ἐδημιουργήθη ἡμέραν, τίνα δὲ ἐν ταῖς ἄλλαις. Καὶ τοῦτο δὲ αὐτὸ τῆς τοῦ φιλανθρώπου Θεοῦ ἐστι συγκαταβάσεως. Οὐ γὰρ ἠπόρει ἡ παντοδύναμος αὐτοῦ χεὶρ, καὶ ἡ ἄπειρος σοφία, καὶ ἐν μιᾷ ἡμέρᾳ τὰ πάντα παραγαγεῖν. Τί δὲ λέγω, ἐν μιᾷ ἡμέρᾳ; Καὶ ἐν ἀκαριαίᾳ ῥοπῇ. Ἀλλ᾽ ἐπειδὴ οὐ διὰ τὴν ἑαυτοῦ χρείαν παρήγαγέ τι τῶν ὄντων· οὐδενὸς γὰρ δεῖται ἀνενδεὴς ὤν· ἀλλὰ φιλανθρωπίᾳ τινὶ, καὶ ἀγαθότητι τὰ πάντα ἐτεκτήνατο· διὰ τοῦτο κατὰ μέρος δημιουργεῖ, καὶ διδασκαλίαν ἡμῖν σαφῆ τῶν γινομένων παραδίδωσι διὰ τῆς τοῦ μακαρίου προφήτου γλώττης, ἵνα μαθόντες ἀκριβῶς μὴ προσπταίωμεν τοῖς ἐξ ἀνθρωπίνων λογισμῶν κινουμένοις. Εἰ γὰρ, καὶ τούτων οὕτω γεγενημένων, εἰσί τινες οἱ αὐτόματα λέγοντες γεγενῆσθαι πάντα τὰ ὄντα, εἰ μὴ τοσαύτῃ ἐχρήσατο τῇ συγκαταβάσει καὶ διδασκαλίᾳ, τί οὐκ ἂν ἐτόλμησαν οἱ κατὰ τῆς ἑαυτῶν σωτηρίας ἅπαντα καὶ λέγειν καὶ πράττειν σπουδάζοντες;

δʹ. Τί γὰρ ἂν εἴη ἀθλιώτερον καὶ ἀνοητότερον τῶν ταῦτα λέγειν ἐπιχειρούντων, καὶ αὐτόματα φασκόντων γεγενῆσθαι τὰ ὄντα, καὶ τῆς τοῦ Θεοῦ προνοίας ἀποστερούντων τὴν πᾶσαν δημιουργίαν; Πῶς γὰρ ἂν ἔχοι λόγον, εἰπέ μοι, τὰ τοσαῦτα στοιχεῖα, καὶ τὴν τοσαύτην διακόσμησιν ἄνευ τινὸς τοῦ κυβερνῶντος καὶ τὰ πάντα κρατοῦντος ἡνιοχεῖσθαι; Καὶ ναῦς μὲν οὐκ ἄν ποτε δυνηθείη κυβερνήτου χωρὶς τὰ τῆς θαλάττης κύματα διαδραμεῖν, οὐδὲ στρατιώτης ἐργάζεσθαί τι γενναῖον μὴ τοῦ στρατηγοῦντος ἐφεστῶτος, οὐδὲ οἰκία συνεστάναι μὴ τοῦ ταύτην οἰκονομοῦντος παρόντος, ὁ δὲ ἄπειρος οὗτος κόσμος, καὶ ἡ τῶν στοιχείων τούτων διακόσμησις ἁπλῶς καὶ ὡς ἔτυχε φέρεσθαι ἠδύνατο, μή τινος ὄντος τοῦ ἡνιοχεῖν τὰ πάντα δυναμένου, καὶ κατὰ τὴν οἰκείαν σοφίαν συνέχοντος καὶ διαβαστάζοντος ἅπαντα τὰ ὁρώμενα;

Ἀλλὰ τί περαιτέρω φιλονεικοῦμεν ταῦτα δεικνύειν ἐκείνοις, ἃ, κατὰ τὴν παροιμίαν, καὶ τυφλοῖς δῆλα καθέστηκεν; Ὅμως μὴ διαλιμπάνωμεν προτιθέντες αὐτοῖς τὰ ἀπὸ τῆς Γραφῆς διδάγματα, καὶ πᾶσαν ποιούμενοι σπουδὴν, ὥστε καὶ τῆς πλάνης αὐτοὺς ἀπαλλάξαι, καὶ πρὸς τὴν ἀλήθειαν ἐπαναγαγεῖν. Εἰ γὰρ καὶ ἔτι τῇ πλάνῃ εἰσὶ προκατειλημμένοι, ἀλλ᾽ ὅμως ὁμογενεῖς τυγχάνουσι, καὶ προσήκει πολλὴν αὐτῶν ποιεῖσθαι τὴν πρόνοιαν, καὶ μηδέποτε ναρκᾷν, ἀλλὰ μετὰ πολλῆς τῆς ἐπιμελείας τὰ παρ᾽ ἑαυτῶν ἐπιδείκνυσθαι, καὶ κατάλληλον αὐτοῖς ἰατρείαν παρέχειν, ἵνα ὀψὲ γοῦν ποτε πρὸς τὴν ἀληθῆ ὑγίειαν ἐπανέλθωσιν. Οὐδὲν γὰρ οὕτω τῷ Θεῷ περισπούδαστον, ὡς ψυχῆς σωτηρία. Καὶ βοᾷ Παῦλος λέγων, Ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· καὶ πάλιν αὐτὸς ὁ Θεός φησιν· Οὐ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Διὰ γὰρ τοῦτο καὶ τὴν κτίσιν ταύτην ἅπασαν παρήγαγε, καὶ ἡμᾶς ἐδημιούργησεν, οὐχ ἵνα ἀπολώμεθα, οὐδὲ ἵνα εἰς κόλασιν ἡμᾶς παραπέμψῃ, ἀλλ᾽ ἵνα σώσῃ, καὶ τῆς πλάνης ἐλευθερώσας τῆς βασιλείας τὴν ἀπόλαυσιν ἡμῖν δωρήσηται. Ταύτην γὰρ ἡμῖν καὶ ἡτοίμασεν, οὐ νῦν μετὰ τὸ γενέσθαι, ἀλλὰ πρὸ καταβολῆς κόσμου, καθὼς αὐτός φησι, Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.

Ὅρα φιλανθρωπίαν Δεσπότου, ὅπως καὶ πρὸ τῆς δημιουργίας, καὶ πρὶν ἢ παραγαγεῖν τὸν ἄνθρωπον, τὰ μυρία αὐτῷ ἀγαθὰ ηὐτρέπισε, δεικνὺς ὅσην πρόνοιαν ποιεῖται τοῦ γένους τοῦ ἡμετέρου, καὶ ὅτι πάντας βούλεται σωθῆναι.

Τοιοῦτον τοίνυν ἔχοντες Δεσπότην, οὕτω φιλάνθρωπον, οὕτως ἀγαθὸν, οὕτως ἥμερον, καὶ τῆς οἰκείας σωτηρίας φροντίζωμεν, καὶ τῶν ἀδελφῶν τῶν ἡμετέρων. Τοῦτο γὰρ ἡμῖν καὶ σωτηρίας ὑπόθεσις γενήσεται, ὅταν μὴ ὑπὲρ ἑαυτῶν μόνον σπουδάζωμεν, ἀλλ᾽ ὅταν καὶ τὸν πλησίον ὠφελῶμεν, καὶ πρὸς τὴν τῆς ἀληθείας ὁδὸν χειραγωγῶμεν.

Καὶ ἵνα μάθῃς, ὅσον ἐστὶν ἀγαθὸν τὸ δυνηθῆναι μετὰ τῆς οἰκείας σωτηρίας καὶ ἕτερον κερδᾶναι, ἄκουσον ἐκ προσώπου τοῦ Θεοῦ λέγοντος τοῦ προφήτου Ὁ ἐξάγων τίμιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσται. Τί δὲ τοῦτό ἐστιν; Ὁ ἐκ τῆς πλάνης πρὸς τὴν ἀλήθειαν, φησὶ, χειραγωγῶν, ἢ ἀπὸ τῆς κακίας πρὸς ἀρετὴν ὁδηγῶν τὸν πλησίον, κατὰ δύναμιν ἀνθρωπίνην ἐμὲ μιμεῖται.

Καὶ γὰρ καὶ αὐτὸς δι᾽ οὐδὲν ἕτερον, Θεὸς ὢν, τὴν ἡμετέραν ὑπέδυ σάρκα, καὶ διὰ τὴν σωτηρίαν τοῦ τῶν ἀνθρώπων γένους γέγονεν ἄνθρωπος. Καὶ τί λέγω, τὴν ἡμετέραν ὑπέδυ σάρκα, καὶ τὰ ἄλλα πάντα τὰ ἀνθρώπινα ὑπέμεινεν, ὅπου γε καὶ τὸν σταυρὸν κατεδέξατο, ἵνα ἡμᾶς τοὺς ὑπὸ ἁμαρτιῶν προδεδομένους τῆς κατάρας ἐλευθερώσῃ; Καὶ βοᾷ τοῦτο Παῦλος λέγων· Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Εἰ τοίνυν αὐτὸς, Θεὸς ὢν καὶ τῆς οὐσίας ἐκείνης τῆς ἀποῤῥήτου τυγχάνων, διὰ φιλανθρωπίαν ἄφατον ταῦτα ἅπαντα κατεδέξατο δι᾽ ἡμᾶς καὶ τὴν σωτηρίαν τὴν ἡμετέραν· τί οὐκ ἂν εἴημεν αὐτοὶ δίκαιοι περὶ τοὺς ὁμογενεῖς ἐπιδείξασθαι καὶ τὰ μέλη τὰ ἡμέτερα, ὥστε καὶ τῆς φάρυγγος αὐτοὺς ἐξαρπάσαι τοῦ διαβόλου, καὶ πρὸς τὴν τῆς ἀρετῆς ὁδὸν χειραγωγῆσαι;

Ὅσῳ γὰρ ψυχὴ σώματος κρείσσων, τοσούτῳ τῶν χρήμασι βοηθούντων τοῖς δεομένοις οὗτοι μειζόνων ἀξιοῦνται τῶν ἀμοιβῶν οἱ διὰ τῆς παραινέσεως καὶ τῆς συνεχοῦς διδασκαλίας τοὺς ῥᾳθύμους καὶ ἀναπεπτωκότας ἀνάγοντες ἐπὶ τὴν εὐθεῖαν ὁδὸν, καὶ δεικνύντες τῆς μὲν κακίας τὸ δυσειδὲς, τῆς δὲ κατὰ Θεὸν ἀρετῆς τὴν πολλὴν εὐμορφίαν.

εʹ. Ταῦτα τοίνυν ἅπαντα εἰδότες, πρὸ τῶν ἄλλων ἁπάντων τῶν βιωτικῶν περὶ τῆς κατὰ ψυχὴν σωτηρίας διαλεγώμεθα τοῖς πλησίον, εἰς ταύτην αὐτοὺς ἐνάγοντες τὴν μέριμναν. Ἀγαπητὸν γὰρ, ἀγαπητὸν, συνεχῶς ταῦτα ἐνηχουμένην τὴν ψυχὴν δυνηθῆναι ἀνενεγκεῖν ἐκ τῆς ἀβύσσου τῶν κακῶν τῶν ἐν τῷ μέσῳ στρεφομένων, καὶ περιγενέσθαι τῆς τῶν παθῶν ἐπαναστάσεως, ἅπερ διηνεκῶς πολιορκεῖ τὴν ἡμετέραν ψυχήν. Καὶ διὰ τοῦτο χρεία ἡμῖν πολλῆς τῆς ἀγρυπνίας, ἐπειδὴ καὶ διηνεκὴς ἡμῖν ἐστιν ὁ πόλεμος, καὶ ἀνακωχὴν οὐδέποτε ἔχων· διὸ καὶ Παῦλος ἔλεγεν Ἐφεσίοις γράφων· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Μὴ νομίσητε, φησὶ, τὸν τυχόντα ἡμῖν προκεῖσθαι ἀγῶνα· οὐ πρὸς ὁμογενεῖς ἡμῖν ἐστιν ἡ πάλη, οὐδὲ ἐξίσης ἡμῖν ἐστι τὰ τῆς παρατάξεως. Καὶ γὰρ σώματι συμπεπλεγμένοι, ταῖς ἀσωμάτοις παλαίειν δυνάμεσι προστετάγμεθα· ἀλλὰ μὴ δείσητε· εἰ γὰρ καὶ ἀνώμαλος ἡ μάχη, ἀλλὰ μεγάλη τῶν ὅπλων τῶν ἡμετέρων ἡ δύναμις. Ἐπήγαγε γὰρ μονονουχὶ λέγων, ἐπειδὴ ἔγνωτε τῶν πολεμίων τὴν φύσιν, μὴ καταπέσητε, μηδὲ ναρκήσητε πρὸς τὴν πάλην· ἀλλὰ Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου.

Πολλαὶ γὰρ αἱ τούτου μεθοδεῖαι, τοῦτ᾽ ἔστιν ὁδοὶ, δι᾽ ὧν ὑποσκελίζειν ἐπιχειρεῖ τοὺς ῥᾳθυμοτέρους, καὶ δεῖ ταύτας ἀκριβῶς ἐπίστασθαι, ὥστε διαφυγεῖν αὐτοῦ τὰς λαβὰς, καὶ μηδεμίαν αὐτῷ παρείσδυσιν ἀφιέναι, ἀλλὰ καὶ γλώττης ἀκρίβειαν ἐπιδείκνυσθαι, καὶ ὀφθαλμῶν ἀσφάλειαν, καὶ διανοίας καθαρότητα, καὶ διηνεκῶς ἐναγώνιον εἶναι, καθάπερ θηρίου τινὸς ἐπιόντος, καὶ λυμήνασθαι ἡμῖν ἐπιχειροῦντος. Διὰ γὰρ τοῦτο καὶ ἡ οὐρανομήκης ἐκείνη ψυχὴ, ὁ τῶν ἐθνῶν διδάσκαλος, ἡ γλῶττα τῆς οἰκουμένης, ὁ ὑπὲρ τῆς τῶν μαθητευομένων σωτηρίας ἅπαντα πραγματευόμενος, εἰπὼν, Ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, πάλιν ἐπήγαγε, πάντοθεν ἡμᾶς περιφράττων, καὶ ἀχειρώτους ἐργαζόμενος, οὕτω λέγων· Στῆτε οὖν περιεζωσμένοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς πίστεως, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ.

Εἶδες πάντα τὰ μέλη ὅπως περιέφραξε, καὶ καθάπερ τις εἰς πόλεμόν τινα μέλλων ἐξαγαγεῖν, οὕτω πρῶτον μὲν τῇ ζώνῃ ἠσφαλίσατο, ὥστε εὔκολον εἶναι ἡμῖν τὸν δρόμον, ἔπειτα τὸν θώρακα ἐνέδυσεν, ἵνα μὴ ὑπὸ τῶν βελῶν πληττώμεθα, καὶ τοὺς πόδας ἠσφαλίσατο, καὶ πανταχόθεν τῇ πίστει περιέφραξεν; Αὕτη γὰρ, αὕτη, φησὶ, καὶ τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι δυνήσεται. Τίνα δέ ἐστι τοῦ διαβόλου τὰ βέλη; Αἱ πονηραὶ ἐπιθυμίαι, οἱ ἀκάθαρτοι λογισμοὶ, τὰ πάθη τὰ ὀλέθρια, θυμὸς, βασκανία, φθόνος, ὀργὴ, μῖσος, χρημάτων ἐπιθυμία καὶ ἡ ἄλλη ἅπασα ῥᾳθυμία. Ταῦτα, φησὶν, ἅπαντα σβέσαι δυνήσεται ἡ μάχαιρα τοῦ Πνεύματος.

Καὶ τί λέγω σβέσαι; Καὶ τὴν κεφαλὴν αὐτὴν τοῦ πολεμίου ἀποτεμεῖν δυνήσεται. Εἶδες πῶς ἐνεύρωσε τοὺς μαθητευομένους; πῶς κηροῦ μαλακωτέρους ὄντας σιδήρου στεῤῥοτέρους εἰργάσατο; Ἐπειδὴ γὰρ ἡμῖν οὐ πρὸς αἷμα καὶ σάρκα ὁ πόλεμος, ἀλλὰ πρὸς τὰς ἀσωμάτους δυνάμεις, διὰ τοῦτο οὐδὲ τὰ ὅπλα ἡμῖν σαρκικὰ περιέθηκεν, ἀλλὰ πάντα πνευματικὰ, καὶ οὕτως ἀποστίλβοντα, ὥστε μηδὲ τὴν ἐκ τούτων αἴγλην ἐνεγκεῖν δύνασθαι τὸν πονηρὸν ἐκεῖνον δαίμονα.

ϛʹ. Τοιαῦτα τοίνυν ὅπλα ἐνδεδυμένοι μὴ φρίττωμεν τὴν πάλην, μηδὲ τὴν συμπλοκὴν φεύγωμεν, ἀλλὰ μηδὲ ῥᾳθυμῶμεν. Ὥσπερ γὰρ νηφόντων ἡμῶν οὐκ ἄν ποτε περιγένοιτο ὁ πονηρὸς δαίμων ἐκεῖνος τῆς τῶν ὅπλων δυνάμεως, ἐὰν βουλώμεθα ἄκυρα αὐτοῦ ποιῆσαι τὰ μηχανήματα· οὕτως ἐὰν ῥᾳθυμῶμεν, οὐδὲν ἡμῖν ὄφελος ἔσται, τοῦ πολεμίου τῆς ἡμετέρας σωτηρίας διηνεκῶς ἐγρηγορότος, καὶ πάντα κατὰ τῆς σωτηρίας ἡμῶν διαπραττομένου.

Πανταχόθεν τοίνυν ὁπλίζωμεν ἑαυτοὺς, καὶ ῥημάτων φειδόμενοι, καὶ πραγμάτων ἀπεχόμενοι τῶν βλάπτειν ἡμᾶς δυναμένων, καὶ μετὰ τῆς ἀποχῆς τῶν βρωμάτων, καὶ τῆς ἄλλης ἀρετῆς, καὶ τὴν περὶ τοὺς πένητας δαψίλειαν ἐπιδεικνυώμεθα, εἰδότες ὅση τῆς περὶ τούτους θεραπείας ἡμῖν κείσεται ἡ ἀνταπόδοσις.

Ὁ γὰρ ἐλεῶν, φησὶ, πτωχὸν, δανείζει Θεῷ. Ὅρα δανείου φύσιν ξένην καὶ παράδοξον. Ἕτερός ἐστιν ὁ λαμβάνων, καὶ ἕτερος ὁ τῷ δανείῳ ἑαυτὸν ὑπεύθυνον καθιστάς· καὶ οὐ τοῦτο μόνον, ἀλλ᾽ ὅτι ἐπὶ τούτου τοῦ δανείου οὐκ ἔστιν ἀγνωμοσύνην ὑποστῆναι, οὐδὲ ἑτέραν τινὰ ζημίαν. Οὐδὲ γὰρ, καθάπερ ἐνταῦθα, ἑκατοστὴν μόνον ὑπισχνεῖται δώσειν, ἀλλὰ ἑκατονταπλασίονα τῶν διδομένων, καὶ οὐδὲ μέχρι τούτου ἵσταται, ἀλλὰ ταῦτα μὲν ἐν τῷ παρόντι, καὶ ἐν τῷ μέλλοντι δὲ ζωὴν αἰώνιον.

Καὶ ἐπὶ μὲν τοῦ παρόντος βίου εἴ τις ἡμῖν ὑπέσχετο διπλασίονα μόνον τῶν διδομένων ὑφ᾽ ἡμῶν παρασχεῖν, προθύμως ἂν ἅπασαν ἡμῶν τὴν ὕπαρξιν προσηκάμεθα, ὅπου πολλὴ πολλάκις ἡ ἀγνωμοσύνη, πολλαὶ τῶν πλεονεκτούντων αἱ ὑπερβολαί. Καὶ γὰρ καὶ τῶν σφόδρα γνησίων πολλοὶ οὐδὲ αὐτὸ τὸ δανεισθὲν τοῖς δεδωκόσι παρέσχον, ἢ δι᾽ ἀγνωμοσύνην τοῦτο ὑπομείναντες, ἢ καὶ πολλάκις ὑπὸ πενίας κωλυθέντες. Ἐπὶ δὲ τοῦ τῶν ἁπάντων Δεσπότου οὐδὲν τούτων ἐστὶ λογίσασθαι, ἀλλὰ καὶ τὸ δάνειον ἀκέραιον μένει, καὶ ὑπὲρ τῶν καταβαλλομένων ἑκατονταπλασίονα παρασχεῖν ὑπισχνεῖται μετὰ τοῦτο, καὶ τὴν ἐν τῷ μέλλοντι ζωὴν ἡμῖν ταμιεύεται.

Τίς οὖν ἡμῖν λοιπὸν ἀπολογία λείπεται μὴ σπεύδουσι καὶ ἐπειγομένοις ἀντὶ τῶν ὀλίγων ἑκατονταπλασίονα λαβεῖν, καὶ ἀντὶ τῶν παρόντων τὰ μέλλοντα, καὶ ἀντὶ τῶν προσκαίρων τὰ αἰώνια, ἀλλ᾽ ἡδέως θύραις καὶ μοχλοῖς ἐναποκλείουσι τὰ χρήματα, καὶ οὐ βουλομένοις αὐτὰ νῦν προέσθαι τοῖς δεομένοις τὰ ἁπλῶς καὶ εἰκῆ κείμενα, ἵνα ἐν τῷ μέλλοντι αἰῶνι τῆς παρ᾽ αὐτῶν προστασίας ἀπολαύσωμεν; Ποιήσατε γὰρ ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν ἐκλείπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους αὐτῶν σκηνάς. Καὶ οἶδα, ὅτι πολλοὶ οὐ μόνον οὐ προσίενται τὰ παρ᾽ ἡμῶν λεγόμενα, ἀλλὰ καὶ ὡς λῆρόν τινα καὶ μῦθον ἀκούοντες, οὐ προσέχουσι τοῖς ἡμετέροις λόγοις. Ἀλλ᾽ ἐγὼ καὶ διὰ τοῦτο δάκνομαι, καὶ ὀδυνῶμαι, ὅτι οὔτε τῶν πραγμάτων ἡ πεῖρα, οὔτε ἡ τοσαύτη τοῦ Θεοῦ ὑπόσχεσις, οὔτε ὁ φόβος τῶν μελλόντων, οὔτε αἱ καθ᾽ ἑκάστην ἡμέραν παρ᾽ ἡμῶν παραινέσεις τῶν τοιούτων καθικέσθαι ἠδυνήθησαν, καὶ οὐ παύσομαι οὐδὲ οὕτω τῆς τοιαύτης συμβουλῆς, μέχρις ἂν τῇ πολλῇ συνεχείᾳ περιγενέσθαι δυνηθῶ, καὶ εἰς νῆψιν αὐτοὺς ἀγαγεῖν, καὶ ἐκ τοῦ κάρου καὶ τῆς μέθης, ἢν ἡ τῶν χρημάτων ἐπιθυμία ἤνεγκε σκοτώσασα τὸν λογισμὸν, ἀνενεγκεῖν.

Οἶδα γὰρ, οἶδα ὅτι μετὰ τὴν τοῦ Θεοῦ χάριν καὶ ἡ τῶν ἡμετέρων λόγων συνέχεια, καὶ ἡ παρὰ τῆς νηστείας ἐπιμέλεια δυνήσεται αὐτοὺς ὀψὲ γοῦν ποτε ἀπαλλάξαι τοῦ χαλεποῦ τούτου νοσήματος, καὶ εἰς τελείαν ὑγίειαν ἐπαναγαγεῖν, ἵνα καὶ αὐτοὶ τῆς ἐπηρτημένης τοῖς τοιούτοις τιμωρίας ἐλευθερωθῶσι, καὶ ἡμεῖς τῆς ἀθυμίας ἀπαλλαγῶμεν, καὶ ὑπὲρ ἁπάντων δόξαν ἀναπέμψωμεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Δʹ. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀναμέσον ὕδατος καὶ ὕδατος· καὶ ἐγένετο οὕτως. αʹ. Ὁρῶν ὑμῶν, ἀγαπητοὶ, τὴν μετὰ προθυμίας καθ᾽ ἑκάστην ἡμέραν ἐνταῦθα συνέλευσιν, μεγάλην καρποῦμαι τὴν ἡδονὴν, καὶ οὐ παύομαι δοξάζων τὸν φιλάνθρωπον Θεὸν ἐπὶ τῇ προκοπῇ τῇ ὑμετέρᾳ. Ὥσπερ γὰρ τὸ πεινῇν σωματικῆς εὐεξίας ἐστὶ σημεῖον, οὕτω καὶ τὸ περὶ τὴν ἀκρόασιν τῶν θείων λογίων ἐσπουδακέναι τῆς κατὰ ψυχὴν ὑγιείας τεκμήριον ἄν τις μέγιστον ποιήσαιτο. Διὸ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τοῖς μακαρισμοῖς ἐκείνοις, τοῖς ἐπὶ τοῦ ὄρους γεγενημένοις, ἔλεγε· Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Τίς ἂν οὖν ὑμᾶς κατ᾽ ἀξίαν ἐπαινέσαι δυνηθείη, τοὺς ἅπαξ παρὰ τοῦ τῶν ἁπάντων Δεσπότου τὸν μακαρισμὸν δεξαμένους, καὶ τὰ μυρία προσδοκῶντας παρ᾽ αὐτοῦ ἀγαθά; Τοιοῦτος γὰρ ὁ ἡμέτερος Δεσπότης· ὅταν ἴδῃ ψυχὴν πολλῷ τῷ πόθῳ καὶ ἐπιτεταμένῃ τῇ προθυμίᾳ τοῖς πνευματικοῖς προσιοῦσαν, ἐπιδαψιλεύεται τὴν χάριν, καὶ πλουσίας παρ᾽ ἑαυτοῦ χαρίζεται τὰς δωρεάς. Ὅθεν προσδοκῶ καὶ ἡμῖν διὰ τὴν ὑμετέραν ὠφέλειαν πλείονα παρασχεθήσεσθαι τὸν τῆς διδασκαλίας λόγον εἰς οἰκοδομὴν τῆς ὑμετέρας ἀγάπης.

Διὸ ὑμᾶς γὰρ καὶ τὴν προκοπὴν τὴν ὑμετέραν ἅπαντα τοῦτον τὸν πόνον ὑπομένομεν, ὥστε καὶ ὑμᾶς πρὸς αὐτὴν τῆς ἀρετῆς τὴν κορυφὴν θάττον ἀναδραμεῖν, καὶ πᾶσι τοῖς εἰς ὑμᾶς ὁρῶσι διδασκάλους γενέσθαι τῆς κατὰ Θεὸν πολιτείας, καὶ ἡμᾶς πλείονος ἀπολαύειν τῆς παῤῥησίας, ὁρῶντας οὐ μάτην, οὐδὲ εἰκῆ πονουμένους ἡμᾶς, ἀλλὰ καθ᾽ ἑκάστην ἡμέραν αὐξανόμενον τοῦτον τὸν σπόρον τὸν πνευματικὸν, καὶ μὴ καθάπερ ἐν τῷ εὐαγγελίῳ ἐπὶ τοῦ σπείροντος γέγονεν, οὕτω καὶ ἐφ᾽ ἡμῶν συμβῆναι. Ἐκεῖ μὲν γὰρ ἓν μέρος διεσώθη, καὶ τὰ τρία παραπώλετο. Τὸ μὲν γὰρ τῶν σπερμάτων τὸ παρὰ τὴν ὁδὸν καταβληθὲν ἄκαρπον ἔμεινε, τὸ δὲ ὑπὸ τῶν ἀκανθῶν ἀπεπνίγη, ἕτερον δὲ εἰς τὰς πέτρας καταβληθὲν, καὶ ἐπὶ τῆς ἐπιφανείας μεῖναν, οὐδένα καρπὸν ἐνεγκεῖν ἠδυνήθη· ἐνταῦθα δὲ διὰ τὴν τοῦ Θεοῦ χάριν προσδοκῶμεν ἅπαντα τὸν σπόρον εἰς τὴν καλὴν γῆν καταβεβλῆσθαι, καὶ τοὺς μὲν ποιεῖν ἑκατὸν, τοὺς δὲ ἑξήκοντα, τοὺς δὲ τριάκοντα.

Τοῦτο ἡμῶν τὴν προθυμίαν αὔξει, τοῦτο τὴν διάνοιαν διεγείρει, τὸ εἰδέναι, ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοὺς λόγους προϊέμεθα, ἀλλ᾽ ὅτι νηφούσαις ταῖς ἀκοαῖς καὶ συντεταμένῃ τῇ διανοίᾳ τὰ παρ᾽ ἡμῶν δέχεσθε.

Καὶ ταῦτα οὐ κολακεύων ὑμῶν τὴν ἀγάπην λέγω, ἀλλὰ στοχαζόμενος τὴν προθυμίαν ἐκ τῶν χθὲς ἡμῖν εἰρημένων. Ἐώρων γὰρ ἅπαντας ἐκκρεμαμένους περὶ τὴν διδασκαλίαν, καὶ πάντα ποιοῦντας, ὥστε μηδὲ τὸ τυχὸν ὑμᾶς τῶν λεγομένων παραδραμεῖν· ἄλλως δὲ καὶ ἡ τῶν κρότων συνέχεια μεγίστη ἀπόδειξις ἐγένετο τοῦ μεθ᾽ ἡδονῆς ὑμᾶς δέχεσθαι τὰ λεγόμενα. Ὁ δὲ μεθ᾽ ἡδονῆς ἀκούων τινῶν λεγομένων, δῆλον ὅτι καὶ ἐμπήγνυσιν αὐτὰ τῇ διανοίᾳ, καὶ ἀνεξάλειπτα ἐργάζεται τῷ πλάτει τῆς διανοίας ἐναποτιθέμενος. Τίς ἂν οὖν πρὸς ἀξίαν καὶ ὑμᾶς ἐπαινέσειε, καὶ ἡμᾶς μακαρίσειεν, ὅτι εἰς ὦτα λέγομεν ἀκουόντων; Μακάριος γὰρ, φησὶν, ὁ λέγων εἰς ὦτα ἀκουόντων. Τοῦτο νηστείας τὸ κατόρθωμα, τοῦτο τὸ φάρμακον τὴν σωτηρίαν τῶν ἡμετέρων ψυχῶν εἰργάσατο. Εἰ δὲ ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων τοσαύτην τὴν ἰσχὺν ἐπεδείξατο, προϊουσῶν τῶν ἡμερῶν πόσην χρὴ προσδοκῆσαι τὴν ὠφέλειαν προσγίνεσθαι; Μόνον ὑμεῖς, παρακαλῶ, Μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε, καὶ μηδεμίαν παρείσδυσιν δότε τῷ ἐχθρῷ τῆς σωτηρίας τῆς ὑμετέρας. Ὁρῶν γὰρ ὑμῶν νῦν τὸν πλοῦτον τὸν πνευματικὸν, μέμηνε καὶ ἀγριαίνει, καὶ καθάπερ λέων ὠρυόμενος περιέρχεται ζητῶν τίνα καταπίῃ. Ἀλλ᾽ ἐὰν νήφωμεν, οὐδενὸς περιέσται διὰ τὴν τοῦ Θεοῦ χάριν.

βʹ. Τοιαῦτα γὰρ ἡμῶν τὰ ὅπλα τὰ πνευματικὰ, ἅπερ ἡμᾶς ἐνέδυσεν ἡ τοῦ Πνεύματος χάρις, καθάπερ χθὲς ἐδιδάξαμεν τὴν ὑμετέραν ἀγάπην. Ἂν τοίνυν τούτοις διηνεκῶς ὦμεν πεφραγμένοι πάντα τὰ μέλη, οὐδὲν τῶν ὑπ᾽ ἐκείνου ἀφιεμένων βελῶν καθικέσθαι ἡμῶν δυνήσεται, ἀλλ᾽ ἄκυρα πρὸς αὐτὸν ἐπανήξει· ἀδάμαντος γὰρ ἡμᾶς στεῤῥοτέρους ἡ τοῦ Θεοῦ χάρις κατεσκεύασε, καὶ πάντῃ ἀναλώτους, ἐὰν βουλώμεθα. Ὥσπερ οὖν ὁ ἀδάμαντα παίων ἐκεῖνον μὲν ἔβλαψεν οὐδὲν, ἑαυτοῦ δὲ τὴν ἰσχὺν καθεῖλε, καὶ ὁ πρὸς κέντρα λακτίζων, τοὺς οἰκείους αἱμάσσει πόδας· οὕτω δὴ καὶ ἐφ᾽ ἡμῶν ἔσται καὶ τοῦ πολεμίου τῆς σωτηρίας τῆς ἡμετέρας, ἐὰν τοῖς ὅπλοις τοῖς δεδομένοις ἡμῖν παρὰ τῆς τοῦ Πνεύματος χάριτος ἑαυτοὺς διηνεκῶς φράττωμεν. Τοσαύτη γὰρ τούτων ἡ δύναμις, ὡς μηδὲ τὴν ἐξ αὐτῶν ἀστραπὴν ὑφίστασθαι τὸν πολέμιον, ἀλλ᾽ ἀποτυφλοῦσθαι τὰς ὄψεις ἐκ τῆς αὐγῆς τῆς ἐκεῖθεν ἐκπεμπομένης. Τούτοις, παρακαλῶ, τοῖς ὅπλοις διαπαντὸς ἑαυτοὺς τειχίζοντες, οὕτω καὶ εἰς ἀγορὰν ἐμβάλλωμεν, καὶ φίλοις συγγενώμεθα, καὶ πράγματα μεταχειρίζωμεν. Καὶ τί λέγω εἰς ἀγοράν; Καὶ εἰς ἐκκλησίαν ἀπαντῶντες ταῦτα ἔχωμεν ἡμῖν περικείμενα, καὶ οἴκαδε ἐπανιόντες καὶ καθεύδοντες, καὶ διανιστάμενοι, καὶ μηδέποτε αὐτὰ ἀποθώμεθα παρὰ πᾶσαν ἡμῶν τὴν ζωήν· ἄπεισι γὰρ μεθ᾽ ἡμῶν, καὶ τῆς ἐκεῖ παῤῥησίας ὑπόθεσις ἡμῖν μεγίστη γίνεται.

Οὐδὲ γὰρ ὁμοίως τοῖς αἰσθητοῖς ὅπλοις βαρύνει τὸ σῶμα, ἀλλὰ μᾶλλον κουφίζει, καὶ μετάρσιον ἐργάζεται, καὶ τὴν ἰσχὺν ἐπιτείνει· μόνον ἐὰν αὐτὰ καθ᾽ ἑκάστην ἡμέραν ἀποσμήχωμεν, ὥστε λαμπρὰ φαινόμενα διὰ τῆς οἰκείας ἀστραπῆς πηροῦν τὰς ὄψεις τοῦ πονηροῦ δαίμονος, πάντα κατὰ τῆς σωτηρίας τῆς ἡμετέρας μηχανωμένου. Φέρε δὴ λοιπὸν, ἐπειδὴ ἱκανῶς ὑμᾶς καθωπλίσαμεν, τὴν συνήθη παραθῶμεν ὑμῖν τράπεζαν, καὶ τὰ ἀκόλουθα τῶν χθὲς ἡμῖν εἰρημένων προθῶμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, πάλιν τὸν θαυμάσιον ἑστιάτορα τὸν μακάριον Μωϋσέα, τὸν μέγαν προφήτην τῆς καλῆς ταύτης διδασκαλίας ἡγεμόνα ποιησάμενοι.

Ἴδωμεν οὖν τίνα ἐστὶν, ἃ καὶ σήμερον ἡμᾶς διδάξαι βούλεται, καὶ προσέχωμεν ἀκριβῶς τοῖς παρ᾽ αὐτοῦ λεγομένοις. Οὐδὲ γὰρ οἰκείᾳ δυνάμει φθέγγεται, ἀλλ᾽ ἅπερ ἂν ἡ τοῦ Πνεύματος χάρις ἐνηχήσῃ, ταῦτα διὰ τῆς οἰκείας προφέρει γλώττης, διδάσκων τὴν τῶν ἀνθρώπων φύσιν. Ἀπαρτίσας τοίνυν τὸν περὶ τῆς πρώτης ἡμέρας λόγον, καὶ εἰπὼν μετὰ τὴν τοῦ φωτὸς δημιουργίαν, Ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα μία, πάλιν φησί· Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀναμέσον ὕδατος καὶ ὕδατος. Σκόπει μοι ἐνταῦθα, ἀγαπητὲ, διδασκαλίας ἀκολουθίαν. Ἐπειδὴ γὰρ προλαβὼν ἡμῖν εἶπε μετὰ τὴν τοῦ οὐρανοῦ καὶ τῆς γῆς δημιουργίαν, ὅτι Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ τὴν αἰτίαν προσέθηκεν, ὅτι διὰ τοῦτο ἦν ἀόρατος, διὰ τὸ καλύπτεσθαι ὑπὸ τοῦ σκότους, καὶ τῶν ὑδάτων· ὕδωρ γὰρ ἦν τὸ πᾶν, καὶ σκότος, καὶ οὐδὲν ἕτερον· εἶτα τοῦ Δεσπότου προστάξαντος, παρήχθη τὸ φῶς, καὶ διαχωρισμὸς γέγονε φωτὸς καὶ σκότους, καὶ τὸ μὲν τὴν τῆς ἡμέρας προσηγορίαν ἔλαβε, τὸ δὲ τὴν τῆς νυκτὸς ἐδέξατο· πάλιν ἡμᾶς διδάξαι βούλεται, ὅτι ὥσπερ τὸ σκότος διεῖλε τὸ φῶς παραγαγὼν, καὶ ἑκάστῳ τὴν ἁρμόζουσαν προσηγορίαν ἐπέθηκεν, οὕτω καὶ τὸ πλῆθος τῶν ὑδάτων προστάγματι διαιρεῖ.

γʹ. Καὶ ὅρα δύναμιν ἄφατον, καὶ πάντα ἀνθρώπινον λογισμὸν ὑπερβαίνουσαν. Κελεύει γὰρ μόνον, καὶ τὸ μὲν παράγεται τῶν στοιχείων, τὸ δὲ παραχωρεῖ. Καὶ εἶπε, φησὶν, ὁ Θεὸς, Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀναμέσον ὕδατος καὶ ὕδατος. Τί ἐστι, Γενηθήτω στερέωμα; Ὡς ἂν εἴποι τις γλώττῃ ἀνθρωπίνῃ, τειχίον τι καὶ διάφραγμα διαιροῦν μεταξὺ, καὶ χωρισμὸν ἐργαζόμενον. Καὶ ἵνα μάθῃς τὴν πολλὴν ὑπακοὴν τῶν στοιχείων, καὶ τὴν ὑπερβάλλουσαν δύναμιν τοῦ δημιουργοῦ, φησί· Καὶ ἐγένετο οὕτως. Εἶπε μόνον, καὶ τὸ ἔργον ἠκολούθησε.

Καὶ ἐποίησε, φησὶν, ὁ Θεὸς τὸ στερέωμα, καὶ διεχώρισεν ὁ Θεὸς ἀναμέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀναμέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος. Γενομένου, φησὶ, τοῦ στερεώματος, τὰ μὲν τῶν ὑδάτων προσέταξεν ὑπὸ τοῦ στερεώματος φέρεσθαι, τὰ δὲ ὑπὲρ τῶν νώτων εἶναι τοῦ στερεώματος. Ἀλλὰ τί ἄν τις εἴποι τοῦτο εἶναι τὸ στερέωμα; Ὕδωρ πεπηγὸς, ἀλλ᾽ ἀέρα τινὰ συνεστραμμένον, ἀλλ᾽ ἑτέραν τινὰ οὐσίαν; Οὐκ ἄν τις ἁπλῶς τῶν εὖ φρονούντων διισχυρίσαιτο. Ἀλλὰ προσήκει πολλῇ τῇ εὐγνωμοσύνῃ κεχρημένους δέχεσθαι τὰ λεγόμενα, καὶ μὴ περαιτέρω τῆς οἰκείας φύσεως ὑπερβαίνοντας διερευνᾶσθαι τὰ ὑπὲρ ἡμᾶς, ἀλλὰ τοῦτο μόνον εἰδέναι καὶ κατέχειν παρ᾽ ἑαυτοῖς, ὅτι τῷ προστάγματι τοῦ Δεσπότου παρήχθη τὸ στερέωμα τὸν χωρισμὸν τῶν ὑδάτων ἐργαζόμενον, καὶ τὰ μὲν κάτω κατέχον, τὰ δὲ ἄνω μετέωρα ὑπὲρ τῶν οἰκείων νώτων φέρειν δυνάμενον.

Καὶ ἐκάλεσε, φησὶν, ὁ Θεὸς τὸ στερέωμα οὐρανόν. Ὅρα πῶς τῇ αὐτῇ ἀκολουθίᾳ καὶ νῦν ἐχρήσατο ἡ θεία Γραφή. Καθάπερ εἶπε χθὲς, Γενηθήτω φῶς, καὶ μετὰ τὸ παραχθῆναι, τότε ἐπήγαγεν, Ἔστω διαχωρίζον ἀναμέσον τοῦ φωτὸς, καὶ ἀναμέσον τοῦ σκότους, καὶ οὕτως τὸ φῶς ἡμέραν ἐκάλεσεν· οὕτω καὶ σήμερον εἶπε· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος. Εἶτα καθάπερ ἐπὶ τοῦ φωτὸς, οὕτω καὶ ἐνταῦθα ἐδίδαξεν ἡμᾶς τὴν χρείαν τοῦ στερεώματος, Ὥστε διαχωρίζειν, φησὶν, ἀναμέσον ὕδατος καὶ ὕδατος. Καὶ ὅτε αὐτοῦ τὴν χρείαν φανερὰν ἡμῖν κατέστησε, τότε καθάπερ τῷ φωτὶ τὴν ὀνομασίαν προσέθηκεν, οὕτω καὶ τῷ στερεώματι τὴν προσηγορίαν ἐπέθηκεν.

Καὶ ἐκάλεσε, φησὶ, τὸ στερέωμα οὐρανὸν, τοῦτο τὸ ὁρώμενον. Καὶ πῶς, φησὶ, τινὲς βούλονται λέγειν πολλοὺς οὐρανοὺς γεγενῆσθαι; Οὐκ ἀπὸ τῆς θείας Γραφῆς ταῦτα διδασκόμενοι, ἀλλ᾽ ἐξ οἰκείων λογισμῶν ὁρμώμενοι. Ὁ γὰρ μακάριος Μωϋσῆς οὐδὲν τούτων πλέον ἡμᾶς διδάσκει· εἰπὼν γὰρ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· εἶτα τὴν αἰτίαν διδάξας δι᾽ ἣν ἀόρατος ἐτύγχανεν ἡ γῆ, ὑπὸ τοῦ σκότους καὶ τῶν ὑδάτων τῆς ἀβύσσου καλυπτομένη, μετὰ τὴν τοῦ φωτὸς δημιουργίαν τάξει τινὶ καὶ ἀκολουθίᾳ χρώμενός φησι· Καὶ εἶπεν ὁ Θεὸς, Γενηθήτω στερέωμα.

Εἶτα τὴν χρείαν αὐτοῦ τούτου τοῦ στερεώματος μετὰ ἀκριβείας διδάξας, καὶ εἰπὼν, Ὥστε διαχωρίζειν ἀναμέσον ὕδατος καὶ ὕδατος, αὐτὸ τοῦτο τὸ στερέωμα οὐρανὸν ἐκάλεσε τὸ τῶν ὑδάτων χωρισμὸν ἐργασάμενον. Τίς ἂν οὖν λοιπὸν μετὰ τὴν τοσαύτην διδασκαλίαν ἀνάσχοιτο τῶν ἁπλῶς ἐξ οἰκείας διανοίας φθέγγεσθαι βουλομένων, καὶ ἀπεναντίας τῇ θείᾳ Γραφῇ πολλοὺς οὐρανοὺς λέγειν ἐπιχειρούντων; Ἀλλ᾽ ἰδοὺ, φησὶν, ὁ μακάριος Δαυῒδ αἶνον ἀναφέρων τῷ Θεῷ ἔφησεν· Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν. Μὴ θορυβηθῇς, ἀγαπητὲ, μηδὲ νομίσῃς τὴν ἁγίαν Γραφὴν ἐναντία ἑαυτῇ λέγειν ποτέ· ἀλλὰ μάνθανε τὴν ἀλήθειαν τῶν εἰρημένων, καὶ κατέχων τὴν ἀκριβῆ ταύτης διδασκαλίαν, ἀπόφραξον τὰς ἀκοὰς τοῖς ἀπεναντίας ταύτῃ φθεγγομένοις.

δʹ. Τί δέ ἐστιν, ὃ βούλομαι εἰπεῖν, ἀκούσατε μετὰ πολλῆς τῆς προσοχῆς, ἵνα μὴ εὐκόλως παρασαλεύησθε ὑπὸ τῶν τὰ παριστάμενα λέγειν βουλομένων. Πᾶσαι αἱ θεῖαι βίβλοι τῆς Παλαιᾶς Διαθήκης τῇ Ἑβραίων γλώττῃ ἐξ ἀρχῆς ἦσαν συντεθειμέναι, καὶ τοῦτο πάντες ἂν ἡμῖν συνομολογήσαιεν. Οὐ πρὸ πολλῶν δὲ ἐτῶν τῆς τοῦ Χριστοῦ παρουσίας βασιλεύς τις Πτολεμαῖος περὶ τὴν τῶν βιβλίων συναγωγὴν πολλήν τινα σπουδὴν ποιησάμενος, καὶ πολλὰ ἕτερα συναγαγὼν καὶ διάφορα, ἔγνω δεῖν καὶ ταύτας τὰς βίβλους συναγαγεῖν. Μεταπεμψάμενος οὖν τινας τῶν ἐν Ἱεροσολύμοις Ἰουδαίων, μεταβαλεῖν εἰς τὴν Ἑλλάδα γλῶτταν προσέταξε· καὶ δὴ τοῦτο εἰς ἔργον αὐτῷ ἐξενήνεκται. Ἐγένετο δὲ καὶ τοῦτο τῆς τοῦ Θεοῦ οἰκονομίας ἔργον, ὥστε μὴ μόνον τοὺς τὴν Ἑβραίων γλῶτταν ἠσκημένους, ἀλλὰ καὶ πάντας τοὺς τὴν οἰκουμένην οἰκοῦντας τὴν ἐξ αὐτῶν ὠφέλειαν καρπώσασθαι. Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, ὅτι οὐ τῶν τὰ Ἰουδαϊκὰ φρονούντων τις τὴν σπουδὴν ταύτην ἐποιήσατο, ἀλλ᾽ ἀνὴρ τοῖς εἰδώλοις προστετηκὼς, καὶ ἀπεναντίας τῇ θρησκείᾳ διακείμενος.

Τοιαῦτα γάρ ἐστιν ἅπαντα τὰ ὑπὸ τοῦ Δεσπότου τοῦ ἡμετέρου οἰκονομούμενα· ἀεὶ διὰ τῶν ἐναντίων αὔξει τὰ τῆς ἀληθείας προστάγματα. Ταῦτα δὲ οὐχ ἁπλῶς διηγησάμην ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἀλλ᾽ ἵνα εἰδέναι ἔχητε, ὅτι οὐ ταύτῃ τῇ γλώττῃ, τῇ ἡμετέρᾳ λέγω, ἀλλὰ τῇ Ἑβραΐδι ἦσαν συντεθειμέναι. Λέγουσι τοίνυν οἱ τὴν γλῶτταν ἐκείνην ἀκριβῶς ἠσκημένοι, τὸ τοῦ οὐρανοῦ ὄνομα πληθυντικῶς καλεῖσθαι παρὰ τοῖς Ἑβραίοις, καὶ τοῦτο καὶ οἱ τὴν Σύρων γλῶτταν ἐπιστάμενοι συνομολογοῦσι.

Καὶ οὐκ ἄν τις εἴποι, τῇ γλώττῃ, φησὶ, τῇ παρ᾽ αὐτοῖς, ὁ οὐρανὸς, ἀλλ᾽ οἱ οὐρανοί. Διὰ τοῦτο τοίνυν οὕτως εἴρηται τὸ ὑπὸ τοῦ μακαρίου Δαυῒδ εἰρημένον, Οἱ οὐρανοὶ τῶν οὐρανῶν, οὐκ ἐπειδὴ πολλοί εἰσιν οἱ οὐρανοί· οὐδὲ γὰρ τοῦτο ἡμᾶς ἐδίδαξεν ὁ μακάριος Μωϋσῆς· ἀλλ᾽ ἐπειδὴ σύνηθες τῇ γλώττῃ τῶν Ἑβραίων οὕτως ὀνομάζειν τοῦ τὴν ἑνὸς προσηγορίαν πληθυντικῶς· ἐπεὶ εἰ πολλοὶ ἦσαν, οὐκ ἂν παρέλειπε τὸ Πνεῦμα τὸ ἅγιον μὴ διὰ τῆς γλώττης τοῦ μακαρίου τούτου προφήτου διδάξαι ἡμᾶς καὶ τῶν ἄλλων τὴν δημιουργίαν.

Ταῦτα ἀκριβῶς κατέχετε, παρακαλῶ, ἵνα δύνησθε ἐπιστομίζειν τοὺς ἐναντία τῇ Ἐκκλησίᾳ δόγματα ἐπεισφέρειν βουλομένους, καὶ εἰδῆτε μετὰ ἀσφαλείας τῶν ἐν ταῖς θείαις Γραφαῖς κειμένων τὴν δύναμιν. Διὰ γὰρ τοῦτο καὶ συνεχῶς ἐνταῦθα παραγίνεσθε, καὶ ἡμεῖς πυκνότερον τὴν πρὸς ὑμᾶς διδασκαλίαν ποιούμεθα, ἵνα παρεσκευασμένοι ἦτε παντὶ τῷ αἰτοῦντι ὑμᾶς διδόναι λόγον. Ἀλλ᾽ ἐπὶ τὴν ἀκολουθίαν ἐπανέλθωμεν, εἰ δοκεῖ. Καὶ ἐκάλεσεν ὁ Θεὸς, φησὶ, τὸ στερέωμα οὐρανόν. Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν.

Σκόπει πόση τῶν ῥημάτων ἡ συγκατάβασις διὰ τὴν ἀσθένειαν τὴν ἀνθρωπίνην. Καθάπερ γὰρ ἐπὶ τοῦ φωτὸς εἶπεν, Εἶδεν ὅτι καλὸν, οὕτω καὶ νῦν ἐπὶ τοῦ οὐρανοῦ, ἤτοι τοῦ στερεώματος, Καὶ εἶδεν, φησὶν, ὁ Θεὸς ὅτι καλόν· διδάσκων ἡμᾶς διὰ τούτου τὸ κάλλος αὐτοῦ τὸ ἀμήχανον. Τίς γὰρ οὐκ ἂν ἐκπλαγείη καὶ θαυμάσειεν, ὅτι ἐν τοσούτῳ χρόνῳ ἀκμαῖον διετήρησε τὸ κάλλος, καὶ ὅσῳ πρόεισιν ὁ χρόνος, τοσούτῳ καὶ τὸ κάλλος ἐπιτείνεται; Τί γὰρ ὡραιότερον γένοιτ᾽ ἂν τοῦ παρὰ τοῦ δημιουργοῦ τὸν ἔπαινον δεξαμένου; Εἰ γὰρ ἡμεῖς ἀνθρώπου ἔργον ὁρῶντες ἀπηρτισμένον, θαυμάζομεν τὸ σχῆμα, τὴν θέσιν, τὸ κάλλος, τὴν ἀναλογίαν, τὸν ῥυθμὸν, τὰ ἄλλα ἅπαντα, τὸ ὑπὸ τοῦ Θεοῦ δημιουργηθὲν πῶς ἄν τις κατ᾽ ἀξίαν ἐπαινέσειε, καὶ μάλιστα ὅταν καὶ αὐτοῦ τοῦ Δεσπότου τὸν ἔπαινον δέξηται;

Τοῦτο γὰρ διὰ τὴν ἡμετέραν συγκατάβασιν εἴρηται, καὶ ὄψει αὐτὸν ἐφ᾽ ἑκάστου τῶν γινομένων τοῦτο λέγοντα, καὶ προαναιροῦντα τὴν τόλμαν τῶν μετὰ ταῦτα μελλόντων τὴν οἰκείαν γλῶσσαν ἀκονᾷν κατὰ τῆς τοῦ Θεοῦ δημιουργίας, καὶ λεγόντων, διὰ τί τὸ καὶ τὸ γέγονε;

Τοὺς ταῦτα τοίνυν ἐπιχειροῦντας λέγειν προαναστέλλων φησί· Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Ὅταν δὲ ἀκούσῃς, ὅτι εἶδεν ὁ Θεὸς, καὶ ἐπῄνεσε, θεοπρεπῶς νόει τὸ ῥηθὲν, καὶ ὡς εἰκὸς ἐπὶ Θεοῦ. Ὁ γὰρ παραγαγὼν, καὶ πρὶν ἢ δημιουργήσῃ, ἠπίστατο τοῦ δημιουργουμένου τὸ κάλλος· ἀλλ᾽ ἐπειδὴ ἀνθρώπους ἡμᾶς ὄντας, καὶ τοσαύτῃ ἀσθενείᾳ περιβεβλημένους οὐκ ἐνῆν ἑτέρως ἀκοῦσαι, διὰ τοῦτο παρεσκεύασε τοῦ μακαρίου προφήτου τὴν γλῶτταν, τῇ παχύτητι τούτων χρήσασθαι τῶν ῥημάτων πρὸς διδασκαλίαν τῆς τῶν ἀνθρώπων φύσεως.

εʹ. Ὅταν τοίνυν ἀνατείνῃς τὸ ὄμμα, καὶ θεάσῃ τοῦ οὐρανοῦ τὸ κάλλος, τὸ μέγεθος, τὴν χρείαν, τότε ἐντεῦθεν ἐπὶ τὸν δημιουργὸν ἀνάδραμε, καθάπερ σοφός τις ἔλεγεν· Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται. Καὶ σκόπει τοῦ Δεσπότου σου τὴν δύναμιν, ὅση τις ἐστὶ, καὶ ἐκ τῆς τῶν στοιχείων τούτων δημιουργίας. Ὁ γὰρ εὐγνώμονα ψυχὴν ἔχων, εἰ βουληθείη καθ᾽ ἕκαστον τῶν ὁρωμένων διερευνᾶσθαι· καὶ τί λέγω καθ᾽ ἕκαστον τῶν γινομένων; τὴν οἰκείαν μόνον διάπλασιν ἐὰν ἀκριβῶς βουληθῇ διασκέψασθαι, ὄψεται καὶ διὰ τῶν μικρῶν τούτων τὴν ἄφατον καὶ ἀνεκδιήγητον τοῦ Θεοῦ δύναμιν. Εἰ δὲ τὰ ὁρώμενα ἱκανὰ διδάξαι τὸ μέγεθος τῆς τοῦ δημιουργοῦ δυνάμεως, ἐὰν καὶ ἐπὶ τὰς ἀοράτους δυνάμεις ἔλθῃς, καὶ τὸν λογισμὸν ἀνατείνῃς ἐπὶ τὰς τῶν ἀγγέλων στρατιὰς, τῶν ἀρχαγγέλων, τῶν ἄνω δυνάμεων, τῶν θρόνων, τῶν κυριοτήτων, τῶν ἀρχῶν, τῶν ἐξουσιῶν, τῶν Χερουβὶμ, τῶν Σεραφὶμ, ποία διάνοια, ποῖος λόγος ἀρκεῖ ἐξειπεῖν τὴν μεγαλωσύνην αὐτοῦ τὴν ἀνεκδιήγητον;

Εἰ γὰρ Δαυῒδ ὁ μακάριος προφήτης τῶν ὁρωμένων τὴν διακόσμησιν καταμαθὼν ἐβόα λέγων, Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας· ἀνὴρ τοσούτου Πνεύματος ἠξιωμένος, καὶ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας αὐτοῦ μαθεῖν καταξιωθεὶς, τί ἂν εἴποιμεν ἡμεῖς, οἱ γῆ καὶ σποδὸς ὄντες, καὶ διηνεκῶς ὀφείλοντες κάτω κύπτειν, καὶ ἐκπλήττεσθαι τοῦ τῶν ἁπάντων Δεσπότου τὴν ἄφατον φιλανθρωπίαν;

Καὶ τί λέγω τὸν προφήτην; Ὁ γὰρ μακάριος Παῦλος, ἡ οὐρανομήκης ἐκείνη ψυχὴ, ὁ σῶμα περικείμενος, καὶ ταῖς ἀσωμάτοις δυνάμεσιν ἁμιλλώμενος, ὁ ἐν γῇ βαδίζων, καὶ τῇ προθυμίᾳ τὸν οὐρανὸν περιπολῶν, εἰς μέρος ἕν τι τῶν οἰκονομιῶν τοῦ Θεοῦ ἐμπεσὼν (τὸ κατὰ Ἰουδαίους καὶ Ἕλληνας λέγω, καὶ πῶς οἱ μὲν ἐξεβλήθησαν, οἱ δὲ ἀντεισήχθησαν), καὶ διαπορήσας καὶ ἰλιγγιάσας ἀνέκραξε μέγα βοῶν, καὶ λέγων.

Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Ἀλλ᾽ ἐνταῦθα ἡδέως ἐροίμην τοὺς τὴν τοῦ Υἱοῦ τοῦ Θεοῦ γέννησιν περιεργάζεσθαι τολμῶντας, καὶ τοῦ ἁγίου Πνεύματος τὴν ἀξίαν καθαιρεῖν ἐπιχειροῦντας· πόθεν ὑμῖν, εἰπέ μοι, τῆς τοσαύτης τόλμης ἡ προπέτεια; ἀπὸ ποίας παροινίας εἰς τοσοῦτον μανίας ἐξωκείλατε; Εἰ γὰρ Παῦλος ὁ τοσοῦτος, καὶ τηλικοῦτος, τὰ κρίματα αὐτοῦ, τοῦτ᾽ ἔστι, τὰς οἰκονομίας, τὰς διοικήσεις, ἀνεξερεύνητά φησιν εἶναι, καὶ οὐκ εἶπεν ἀκατάληπτα, ἀλλ᾽ ἀνεξερεύνητα, ὥστε μηδὲ ἔρευναν ἐπιδέξασθαι, καὶ ἀνεξιχνίαστοι, φησὶν, αἱ ὁδοὶ αὐτοῦ, πάλιν τὸ αὐτὸ λέγων, ὁδοὺς τὰ προστάγματα καλῶν καὶ τὰς ἐντολὰς, πῶς ὑμεῖς αὐτὴν τὴν οὐσίαν τοῦ Μονογενοῦς περιεργάζεσθαι τολμᾶτε, καὶ τοῦ ἁγίου Πνεύματος τὴν ἀξίαν ἐλαττοῦν τό γε καθ᾽ ὑμᾶς; Ὁρᾶτε, ἀγαπητοὶ, ὅσον ἐστὶ κακὸν τὸ μὴ προσέχειν μετὰ ἀκριβείας τοῖς ἐν τῇ θείᾳ Γραφῇ κειμένοις. Οὗτοι γὰρ εἰ τὰ ἀπὸ τῆς θείας Γραφῆς διδάγματα μετ᾽ εὐγνωμοσύνης ἐδέχοντο, καὶ μὴ τὰ ἀπὸ τῶν οἰκείων λογισμῶν εἰσέφερον, οὐκ ἂν εἰς τοσαύτην ἄνοιαν ἐτράπησαν. Ἀλλ᾽ ἡμεῖς οὐδὲ οὕτω παυσώμεθα τὰ ἀπὸ τῆς θείας Γραφῆς αὐτοῖς ἐνηχοῦντες, καὶ τὰς ἑαυτῶν ἀκοὰς ἀποτειχίζοντες τοῖς ὀλεθρίοις αὐτῶν διδάγμασιν.

ϛʹ. Ἀλλ᾽ οὐκ οἶδα πῶς πάλιν ὑπὸ τῆς ῥύμης τοῦ λόγου εἰς ταῦτα ἐξενεχθέντες, τῆς ἀκολουθίας ἐξεπέσαμεν· διὸ πάλιν ἐπαναγαγεῖν δεῖ τὸν λόγον ἐπὶ τὰ πρότερα. Καὶ ἐκάλεσε, φησὶν, ὁ Θεὸς τὸ στερέωμα οὐρανὸν, καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα δευτέρα. Ἐπιθεὶς τὴν προσηγορίαν τῷ στερεώματι, καὶ ἐπαινέσας τὸ γεγονὸς, τέλος ἐπέθηκε τῇ δευτέρᾳ ἡμέρᾳ, καί φησι· Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα δευτέρα. Εἶδες πῶς μετὰ ἀκριβείας ἡμᾶς διδάσκει τὸ μὲν τέλος τοῦ φωτὸς ἑσπέραν καλῶν, τὸ δὲ τέλος τῆς νυκτὸς πρωῖαν, καὶ ἡμέραν τὸ πᾶν προσαγορεύων, ὥστε μὴ πλανᾶσθαι ἡμᾶς, μηδὲ νομίζειν τὴν ἑσπέραν τέλος εἶναι τῆς ἡμέρας, ἀλλ᾽ εἰδέναι σαφῶς ὅτι ἀμφοτέρων τὸ μῆκος μίαν ἡμέραν πληροῖ; Καὶ ἡ μὲν ἑσπέρα τέλος τοῦ φωτὸς ἂν δικαίως λέγοιτο, ὁ δὲ ὄρθρος, τοῦτ᾽ ἔστι, τὸ τέλος τῆς νυκτὸς, πλήρωμα τῆς ἡμέρας. Τοῦτο γὰρ βούλεται δηλοῦν ἡ θεία Γραφὴ φάσκουσα, Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα δευτέρα. Τάχα εἰς πολὺ μῆκος τὸν λόγον ἐξετείναμεν, οὐχ ἑκόντες, ἀλλ᾽ ὑπ᾽ αὐτῆς, ὡς ἂν εἴποι τις, τῆς τῶν λόγων ἀκολουθίας, καθάπερ ὑπὸ χειμάῤῥου τινὸς σφοδροτάτου παρασυρέντες. Καὶ τούτου δὲ ὑμεῖς αἴτιοι, οἱ μεθ᾽ ἡδονῆς ἀκούοντες τῶν παρ᾽ ἡμῶν λεγομένων.

Οὐδὲν γὰρ οὕτω διεγείρειν δύναται τὸν λέγοντα, καὶ εἰς πλείονα εὐπορίαν ἀγαγεῖν νοημάτων, ὡς ἡ τῶν ἀκροατῶν προθυμία. Καὶ ὥσπερ οἱ ἀναπεπτωκότες καὶ ῥᾴθυμοι ἀκροαταὶ καὶ τὸν λέγειν δυνάμενον ὀκνηρότερον ἀπεργάζονται· οὕτως ὑμεῖς διὰ τὴν τοῦ Θεοῦ χάριν, κἂν αὐτῶν τῶν λίθων ὦμεν ἀφωνότεροι, ἱκανοὶ τυγχάνετε τὴν ἡμετέραν νωθείαν διεγεῖραι, καὶ τὸν ὕπνον ἀποτινάξαι, καὶ βιάσασθαι εἰπεῖν τι τῶν ὑμῖν χρησίμων καὶ εἰς τὴν ὑμετέραν οἰκοδομὴν συντεινόντων. Ἐπεὶ οὖν τοιοῦτοι τυγχάνετε θεοδίδακτοι ὄντες, δυνάμενοι, κατὰ τὸν μακάριον Παῦλον, καὶ ἄλλους νουθετεῖν, φέρε παρακαλέσωμεν ὑμᾶς, εἰ καί ποτε ἄλλοτε, κατὰ τὸν τῆς νηστείας καιρὸν, πολλὴν τῆς ἀρετῆς τὴν κατὰ Θεὸν πρόνοιαν ποιήσασθαι, καὶ μὴ προσκορὴς ὑμῖν ὁ λόγος γένηται, εἰ καθ᾽ ἑκάστην ἡμέραν ὑμῖν περὶ τῶν αὐτῶν διαλεγόμεθα· τὰ αὐτὰ γὰρ λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, κατὰ τὸν μακάριον Παῦλον, ὑμῖν δὲ ἀσφαλές. Δεῖται γὰρ ἡμῶν ἡ ψυχὴ ῥᾴθυμος οὖσα συνεχοῦς τῆς ὑπομνήσεως. Καὶ καθάπερ τὸ σῶμα τοῦτο καθ᾽ ἑκάστην ἡμέραν δεῖται τῆς σωματικῆς τροφῆς, ὥστε μὴ εἰς πολλὴν ἀσθένειαν ἐμπεσὸν ἀνενέργητον κεῖσθαι· οὕτω δὴ καὶ ἡ ψυχὴ χρῄζει τῆς πνευματικῆς τροφῆς καὶ τῆς ἀρίστης πολιτείας, ὥστε ἐν συνηθείᾳ τινὶ τῶν καλῶν γινομένην αὐτὴν, ἀχείρωτον λοιπὸν καταστῆναι ταῖς ἐπιβουλαῖς τοῦ πονηροῦ.

ζʹ. Καθ᾽ ἑκάστην τοίνυν τὴν ἡμέραν ταύτης τὴν ἰσχὺν περιεργαζώμεθα, καὶ ἑαυτοὺς διερευνώμενοι μηδέποτε διαλείπωμεν· καὶ λογοθέσιον ἑαυτοῖς ποιῶμεν, καὶ τῶν εἰσαγομένων, καὶ τῶν ἐξαγομένων, τί μὲν χρησίμως ἐφθεγξάμεθα, τί δὲ ἀργὸν ῥῆμα προηνέγκαμεν, καὶ πάλιν, τί μὲν τῶν ἐπωφελῶν διὰ τῆς ἀκοῆς εἰς τὴν ψυχὴν εἰσηγάγομεν, τί δὲ τῶν βλάπτειν δυναμένων πάλιν εἰς ταύτην εἰσηνέγκαμεν. Καὶ τῇ μὲν γλώττῃ κανόνας τινὰς καὶ ὅρους ἐπιθῶμεν, ὥστε πρότερον διαμαρυκᾶσθαι τὰ ῥήματα, καὶ οὕτω προφέρειν τοὺς λόγους· τὴν δὲ διάνοιαν παιδεύωμεν μηδὲν προΐεσθαι τῶν βλαβερῶν, ἀλλὰ κἂν ἔξωθέν τι ἐπεισφέρηται τοιοῦτον, τοῦτο ὡς περιττὸν καὶ βλάπτειν δυνάμενον ἀποσείεσθαι, κἂν ἔνδοθεν τίκτηται, ταχέως αὐτὸ φυγαδεύειν τῷ εὐσεβεῖ λογισμῷ, καὶ μὴ νομίζωμεν τὴν ἀσιτίαν μόνον τὴν μέχρι τῆς ἑσπέρας ἀρκεῖν ἡμῖν πρὸς σωτηρίαν. Εἰ γὰρ Ἰουδαίοις τοῖς ἀγνώμοσιν ἔλεγεν ὁ φιλάνθρωπος Δεσπότης διὰ τοῦ προφήτου· Ἰδοὺ ἔτη ἑβδομήκοντα· μὴ νηστείαν νενηστεύκατέ μοι; Καὶ ἐὰν φάγητε καὶ πίνητε, οὐχ ὑμεῖς ἐσθίετε καὶ πίνετε; Τάδε λέγει Κύριος παντοκράτωρ· κρῖμα δίκαιον κρίνατε, καὶ ἔλεον καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, καὶ χήραν, καὶ ὀρφανὸν, καὶ προσήλυτον, καὶ πένητα μὴ καταδυναστεύετε, καὶ κακίαν ἕκαστος μετὰ τοῦ ἀδελφοῦ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν.

Εἰ τοίνυν ἐκείνοις τοῖς ἐπὶ τῇ σκιᾷ παρακαθημένοις, καὶ τῷ σκότῳ τῆς πλάνης προσηλωμένοις, οὐδὲν ὄφελος ἀπὸ τῆς νηστείας μόνης ἐγίνετο, μὴ ταῦτα κατωρθωκόσι, καὶ τὴν κακίαν τὴν πρὸς τὸν πλησίον ἐκ τῆς καρδίας ἐξορίσασι, ποίαν ἕξομεν ἡμεῖς ἀπολογίαν οἱ τὰ μείζονα ἀπαιτούμενοι, καὶ οὐ ταῦτα μόνον ποιεῖν κελευόμενοι, ἀλλὰ καὶ ἐχθροὺς ἀγαπᾷν, καὶ εὐεργετεῖν προσταττόμενοι; καὶ τί λέγω, εὐεργετεῖν; εὔχεσθαι μὲν οὖν ὑπὲρ αὐτῶν, καὶ τὸν Δεσπότην παρακαλεῖν, καὶ ἱκετεύειν εἰς τὴν ὑπὲρ τούτων κηδεμονίαν; Τοῦτο γὰρ ἡμῖν μάλιστα πάντων ἐν ἐκείνῃ τῇ φοβερᾷ προστήσεται ἡμέρᾳ, καὶ δαπάνη μεγίστη ἔσται τῶν ἡμῖν ἡμαρτημένων, ἐὰν οὕτω πρὸς τοὺς ἐχθρωδῶς πρὸς ἡμᾶς ἔχοντας διακείμεθα. Εἰ γὰρ καὶ μέγα ἐστὶ σφόδρα τὸ ἐπίταγμα, ἀλλ᾽ ἐὰν τὸ ἔπαθλον ἐννοήσῃς τὸ κείμενον τοῖς τοῦτο κατορθοῦσιν, οὐδὲν ὅλως φανεῖται, κἂν σφόδρα μέγα ᾖ. Τί δὲ τοῦτό ἐστιν;

Ἐὰν τοῦτο ποιήσητε, φησὶν, ὅμοιοι ἔσεσθε τοῦ Πατρὸς ὑμῶν, τοῦ ἐν τοῖς οὐρανοῖς. Καὶ ἵνα σαφέστερον ἡμῖν τὸν λόγον ποιήσῃ, ἐπήγαγεν, Ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Μιμῇ γὰρ, φησὶ, κατὰ δύναμιν ἀνθρωπίνην τὸν Θεόν. Καθάπερ γὰρ ἐκεῖνος οὐ δικαίοις μόνον τὸν ἥλιον ἀνατέλλει, ἀλλὰ καὶ τοῖς τὰ πονηρὰ ἐργαζομένοις, καὶ τὸν ὑετὸν καὶ τοὺς ἐτησίους ὄμβρους οὐ τοῖς ἀγαθοῖς μόνον χορηγεῖ, ἀλλὰ καὶ τοῖς πονηροῖς· οὕτω καὶ σὺ, ἐὰν μὴ μόνον τοὺς ἀγαπῶντας ἀγαπᾷς, ἀλλὰ καὶ τοὺς ἐχθρωδῶς πρὸς σὲ διακειμένους, κατὰ τὴν δύναμιν τὴν σὴν τὸν Δεσπότην μιμῇ τὸν σόν.

Εἶδες πῶς εἰς τὴν ἀνωτάτω κορυφὴν ἀνήγαγε τὸν ταύτην κατορθοῦν δυνάμενον τὴν ἀρετήν; Ἀλλὰ μὴ τὸ δυσχερὲς μόνον ἐννόει τοῦ πράγματος, ἀγαπητὲ, ἀλλὰ πρότερον ἀναλογίζου κατὰ σαυτὸν, ὅσης μέλλεις ἀξιοῦσθαι τῆς τιμῆς· καὶ ἡ τῆς τιμῆς ὑπόθεσις τὸ βαρὺ καὶ φορτικὸν κοῦφόν σοι κατασκευαζέτω. Οὐ γὰρ ὀφείλεις χάριν εἰδέναι, ὅτι ἀφορμὴν εὑρίσκεις διὰ τῆς εἰς τὸν ἐχθρὸν εὐεργεσίας ἀνοιγῆναί σοι τῆς πρὸς τὸν Θεὸν παῤῥησίας τὰς θύρας, καὶ τῶν ἡμαρτημένων σοι τὴν δαπάνην ἐργάσασθαι; Ἀλλ᾽ ἴσως ἐπιθυμεῖς ἀμύνασθαι τὸν ἐχθρὸν, καὶ τὸν κακῶς σε διατιθέντα τοῖς ἴσοις περιβαλεῖν ἢ καὶ μείζοσι; Καὶ τί πλέον ἐκ τούτου ἔσται, ὅταν μετὰ τοῦ μηδὲ ὄνησίν σοί τινα γίνεσθαι καὶ εὐθύνας μέλλεις ὑπὲρ τούτου ὑπέχειν ἐν τῷ φοβερῷ ἐκείνῳ δικαστηρίῳ, ὡς τοὺς ὑπ᾽ αὐτοῦ τεθέντας νόμου παραχαράξας; Εἰπὲ γάρ μοι, εἰ βασιλεύς τις τῶν ἐπὶ γῆς νόμον τοιοῦτον ἔθηκεν, ὥστε τοὺς ἐχθροὺς θεραπεύειν, ἢ θάνατον εἶναι τὴν τιμωρίαν, οὐκ ἂν διὰ τὸν φόβον τοῦ σωματικοῦ τούτου θανάτου πάντες ἐπέδραμον εἰς τὴν τοῦ νόμου ἐκπλήρωσιν; Πόσης οὖν οὐκ ἂν εἴη κατηγορίας ἄξιον, διὰ μὲν τὸν σωματικὸν θάνατον, ὃν καὶ ἄνευ τούτου τὸ τῆς φύσεως ἡμῖν χρέος πάντως ἐπάγει, πάντα καταδέχεσθαι ποιεῖν, διὰ δὲ τὸν θάνατον, ἔνθα παραμυθίαν οὐκ ἔστιν εὑρεῖν, ἔλαττον φροντίζειν τοῦ ὑπὸ τοῦ τῶν ἁπάντων Δεσπότου κειμένου νόμου;

ηʹ. Ἀλλὰ γὰρ ἔλαθον ἐμαυτὸν ταῦτα διαλεγόμενος τοῖς οὐδὲ πρὸς τοὺς ἀγαπῶντας τὴν ἴσην ἀγάπην ἐπιδεικνυμένοις. Τίς οὖν ἡμᾶς λοιπὸν ἐξαιρήσεται τῆς κολάσεως ἐκείνης, ὅταν μὴ μόνον ἐκείνης τῆς ἐντολῆς ὦμεν μακρὰν ἀπῳκισμένοι, ἀλλὰ μηδὲ τὰ αὐτὰ τοῖς τελώναις πράττωμεν; Ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, φησὶ, τί μέγα ποιεῖτε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν; Ὅταν οὖν μηδὲ τοῦτο παρ᾽ ἡμῶν γίνηται, ποία σωτηρίας ἡμῖν ἐλπίς; Διὸ παρακαλῶ, μὴ γενώμεθα ἄσπλαγχνοι, ἀλλὰ δαμάσωμεν ἡμῶν τὸν λογισμὸν, καὶ πρῶτον μὲν παιδεύσωμεν νικᾷν τὸν πλησίον ἐν τῇ ἀγάπῃ, καὶ, κατὰ τὸν μακάριον Παῦλον, τῇ τιμῇ ἀλλήλους προηγούμενοι ὑπερέχοντας ἑαυτῶν, καὶ μὴ ἀνέχεσθαι ἐλαττοῦσθαι, ἀλλὰ νικᾷν, καὶ μὴ ὑπερβάλλεσθαι, ἀλλὰ καὶ πλείονα ἐπιδείκνυσθαι καὶ θερμοτέραν τὴν περὶ τοὺς ἀγαπῶντας διάθεσιν.

Τοῦτο γάρ ἐστιν ὃ μάλιστα συνέχει καὶ συγκροτεῖ τὴν ζωὴν τὴν ἡμετέραν, καὶ τούτῳ τῶν ἀλόγων καὶ τῶν θηρίων διεστήκαμεν, τῷ δύνασθαι, εἰ βουληθείημεν, τὴν προσήκουσαν ἡμῖν τάξιν διατηρεῖν, καὶ πολλὴν τὴν περὶ τοὺς πλησίον ὁμόνοιαν ἐπιδείκνυσθαι· ἔπειτα δὲ ἄγχειν τὸν λογισμὸν, καὶ τὸ ἀτίθασσον τοῦτο θηρίον, τὸν θυμὸν λέγω, καταξαίνειν, καὶ τὸν ἀγῶνα αὐτῷ τοῦ φοβεροῦ κριτηρίου ἐφιστᾷν, καὶ παιδεύειν, ὅτι ὑπόσχοιτο πρὸς τοὺς ἐχθροὺς σπείσασθαι, μεγάλων τεύξεται τῶν ἀγαθῶν· εἰ δὲ ἔτι φιλονεικοίη, πολλὴν ὑποστήσεται δίκην. Οὐδὲ γὰρ ἁπλῶς καὶ εἰκῆ δαπανᾷν ἡμᾶς τὸν χρόνον προσήκει, ἀλλὰ καθ᾽ ἑκάστην ἡμέραν καὶ ὥραν πρὸ ὀφθαλμῶν λαμβάνειν τὸ τοῦ Κυρίου κριτήριον· καὶ τίνα μέν ἐστι τὰ πολλὴν ἡμῖν τὴν παῤῥησίαν προξενεῖν δυνάμενα, τίνα δὲ τὰ τὴν κόλασιν ἐπιτείνοντα. Καὶ οὕτω ταῦτα στρέφοντες ἐν τοῖς ἡμετέροις λογισμοῖς, περιγινώμεθα τῶν παθῶν, καταστέλλωμεν ἡμῶν τὰ τῆς σαρκὸς σκιρτήματα, καὶ νεκρώσωμεν ἡμῶν, κατὰ τὸν μακάριον Παῦλον, Τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, θυμὸν, πλεονεξίαν, κενοδοξίαν, βασκανίαν. Ἐὰν τούτοις τοῖς πάθεσι νεκροὺς ἑαυτοὺς καταστήσωμεν, ὡς μὴ δύνασθαι ἐν ἡμῖν ἐνεργεῖν, δυνησόμεθα τὸν καρπὸν τοῦ Πνεύματος δέξασθαι, ὅς ἐστιν Ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια.

Αὕτη τοῦ Χριστιανοῦ πρὸς τὸν ἄπιστον ἔστω ἡ διαφορά· ταῦτα ἡμῶν ἔστω τὰ γνωρίσματα, μὴ τῇ προσηγορίᾳ μόνον ἐγκαλλωπιζώμεθα, μηδὲ τῷ σχήματι μέγα φρονῶμεν, μᾶλλον δὲ μηδὲ, εἰ ταῦτα κτησαίμεθα ἅπερ ἀπηριθμησάμην, μέγα φρονήσωμέν ποτε, ἀλλὰ καὶ τότε μᾶλλον ἑαυτοὺς συστείλωμεν. Ὅταν γὰρ πάντα ποιήσητε, φησὶ, λέγετε, ὅτι ἀχρεῖοι δοῦλοί ἐσμεν. Ἐὰν οὕτω μεμεριμνημένοι τυγχάνωμεν, καὶ τῆς ἑαυτῶν σωτηρίας φροντίζωμεν, δυνησόμεθα καὶ ἑαυτοὺς τὰ μέγιστα ὠφελεῖν, καὶ κολάσεως τῆς μελλούσης ἐξαρπάζειν, καὶ τοῖς εἰς ἡμᾶς ὁρῶσι διδάσκαλοι γίνεσθαι τῶν συμφερόντων· ἵνα μετὰ ἀκριβείας τὸν παρόντα διανύσαντες βίον, καταξιωθῶμεν τῆς ἐν τῷ μέλλοντι φιλανθρωπίας, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΟΜΙΛΙΑ Εʹ. Καὶ εἶπεν ὁ Θεός· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. αʹ. Φέρε καὶ σήμερον ἐκ τῶν τοῦ μακαρίου Μωϋσέως ῥημάτων τὴν ἑστίασιν παραθῶμεν ὑμῶν τῇ ἀγάπῃ, καὶ τὰ κατὰ τὴν τρίτην ἡμέραν παρὰ τοῦ Δεσπότου δημιουργηθέντα κατοπτεύσωμεν μετὰ ἀκριβείας. Εἰ γὰρ οἱ τὴν χρυσῖτιν γῆν ἀνορύττοντες, ἔνθα ἂν ἴδωσι φλέβας τινὰς ψήγματα ἐχούσας, οὐ πρότερον ἀφίστανται, μέχρις ἂν ἀναμοχλεύσαντες, καὶ εἰς αὐτὸ τὸ βάθος κατελθόντες πολλὴν τὴν εὐπορίαν ἐκεῖθεν καρπώσωνται· πολλῷ μᾶλλον ἡμᾶς προσήκει οὐ ψήγματα χρυσίου μέλλοντας διερευνᾶσθαι, ἀλλὰ θησαυρὸν ἄφατον εὑρίσκειν προσδοκῶντας, καθ᾽ ἑκάστην ἡμέραν τοῦτον ἀνιχνεύειν, ἵνα πολὺν τὸν πλοῦτον τῆς περιουσίας τῆς πνευματικῆς ἐντεῦθεν καρπωσάμενοι, οὕτως οἴκαδε ἐπανέλθωμεν.

Ἐκεῖ μὲν γὰρ ὁ πλοῦτος ὁ αἰσθητὸς πολλάκις καὶ κινδύνους ἔτεκε τοῖς αὐτὸν κτησαμένοις, καὶ πρὸ τῶν κινδύνων καὶ βραχεῖαν τὴν ἡδονὴν παρέχων ἀθρόον ἀπέπτη, ἢ συκοφαντῶν ἐπιθεμένων, ἢ λῃστῶν, ἢ τοιχωρύχων, ἢ τῶν οἰκετῶν τῶν φυλαττόντων ὑφελομένων, καὶ δραπετευσάντων. Ἐνταῦθα δὲ οὐδέν ἐστι τοιοῦτον ὑφικέσθαι· ἀνάλωτος γάρ ἐστιν ὁ πνευματικὸς οὗτος θησαυρὸς, καὶ ἐπειδὰν εἰς τὰ ταμιεῖα τῆς διανοίας τῆς ἡμετέρας ἐναποτεθῇ, ἀχείρωτος γίνεται πάσαις ταῖς ἐπιβουλαῖς, μόνον ἐὰν ἡμεῖς μὴ ῥᾳθυμήσαντες χώραν δῶμεν τῷ τοῦτον ἡμῶν ἀφελέσθαι ἐπιθυμοῦντι. Ὁ γὰρ ἐχθρὸς ὁ ἡμέτερος, ὁ πονηρὸς λέγω διάβολος, ἐπειδὰν ἴδῃ πλοῦτον πνευματικὸν συλλεγέντα, μέμηνε καὶ θήγει τοὺς ὀδόντας, καὶ πολλὴν τὴν ἀγρυπνίαν ἐπιδείκνυται, ὥστε καιρὸν ἐπιτήδειον εὑρεῖν, καὶ ὑφελέσθαι τι τῶν ἔνδον ἡμῖν ἀποκειμένων. Οὐδεὶς δὲ ἐκείνῳ καιρὸς ἐπιτήδειος, εἰ μὴ μόνον ἡ ῥᾳθυμία ἡ ἡμετέρα· διὸ προσήκει διηνεκῶς ἡμᾶς ἐγρηγορέναι, καὶ ἀποτειχίζειν ἐκείνῳ τὰς ἐφόδους. Ἐὰν γὰρ ἴδῃ νήφοντας, καὶ πολλὴν τὴν ἀγρυπνίαν ἐπιδεικνυμένους, ἐπειδὰν ἅπαξ καὶ δεύτερον ἐπιθέμενος θεάσηται, ὡς ἀνονήτοις ἐπιχειρεῖ, ἄπεισι λοιπὸν καταισχυνθεὶς, εἰδὼς ὅτι οὐδὲν αὐτῷ πλέον ἔσται, ἡμῶν πολλὴν τὴν φυλακὴν ἐπιδεικνυμένων.

Ὡς οὖν εἰδότες ὅτι πάντα τὸν παρόντα βίον ἐναγώνιοι τυγχάνειν ὀφείλομεν, οὕτως ἑαυτοὺς καθοπλίζωμεν, ὡσανεὶ παρεστῶτα τὸν ἐχθρὸν ἔχοντες, καὶ ἀδιαλείπτως ἐπιτηροῦντα, μή πού τι μικρὸν ἀπονυστάξαντες ἀφορμὴν ἐπιθέσεως αὐτῷ παράσχωμεν.

Οὐχ ὁρᾷς τοὺς πολλὰ χρήματα κεκτημένους, ἐπειδὰν ἔφοδον προσδοκῶσι πολεμίων, πόσην πρόνοιαν ἐπὶ τὴν τούτων φυλακὴν ἐπιδείκνυνται· οἱ μὲν θύραις καὶ μοχλοῖς ἐναποκλείοντες, καὶ πᾶσαν ἀσφάλειαν ἐπιδεικνύμενοι· οἱ δὲ καὶ εἰς αὐτὴν τὴν γῆν κατορύττοντες, ὥστε δυνηθῆναι πάντας λαθεῖν; Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμᾶς προσήκει, τὸν πλοῦτον τῆς ἀρετῆς συναγαγόντας, μετὰ πολλῆς φυλάττειν τοῦτον τῆς ἀκριβείας, καὶ μὴ προτιθέναι ὑπὸ τοῖς τῶν ἁπάντων ὀφθαλμοῖς, ἀλλ᾽ ἐν τῷ ἀσφαλεστάτῳ τῆς διανοίας ταμείῳ τοῦτον κατακρύπτειν, καὶ πάσας τὰς ἐφόδους ἀποτειχίζειν τῷ τοῦτον ὑφελέσθαι ἐσπουδακότι, ἵνα ἀνάλωτον αὐτὸν διαφυλάξαντες, δυνηθῶμεν τῆς ζωῆς μεθιστάμενοι ἐφόδιά τινα ἔχειν πρὸς τὴν ἐντεῦθεν ἀποδημίαν.

Ὥσπερ γὰρ οἱ ἐπὶ τῆς ξένης τυγχάνοντες, ἐπειδὰν μέλλωσιν εἰς τὴν οἰκείαν ἐπανιέναι πατρίδα, ἀπὸ πολλοῦ τοῦ χρόνου κατὰ μικρὸν σπεύδουσι, καὶ ἐπείγονται συναγαγεῖν τοσαῦτα τὰ ἐφόδια, ὅσα πρὸς τὸ τῆς ὁδοῦ μῆκος ἀρκεῖν αὐτοῖς δυνήσεται, ἵνα μὴ λάθωσιν ἑαυτοὺς λιμῷ παραδιδόντες· κατὰ τὸ αὐτὸ ἀκόλουθον καὶ ἡμᾶς καθάπερ ἐπὶ ξένης ἐνταῦθα τυγχάνοντας (ξένοι γὰρ πάντες καὶ παρεπίδημοί ἐσμεν), ἐνταῦθα ἤδη σκοπεῖν καὶ προαποτίθεσθαι ἑαυτοῖς τὰ διὰ τῆς ἀρετῆς τῆς πνευματικῆς ἐφόδια· ἵν᾽ ὅταν προστάξῃ ὁ Δεσπότης εἰς τὴν οἰκείαν ἡμᾶς πατρίδα ἐπανελθεῖν, ἐμπαράσκευοι ὦμεν, καὶ τὰ μὲν μεθ᾽ ἑαυτῶν ἀποκομίσωμεν, τὰ δὲ προπέμψαντες ὦμεν. Τοιαύτη γὰρ τῶν ἐφοδίων τούτων ἡ φύσις· ἅπερ ἂν διὰ τῆς τῶν ἀγαθῶν τούτων πράξεων ἐργασίας θελήσωμεν ἑαυτοῖς προαποθέσθαι, προφθάσαντα ἡμᾶς ἐκεῖ, τὰς θύρας ἡμῖν ἀνοίγνυσι τῆς παῤῥησίας τῆς πρὸς τὸν Δεσπότην, καὶ τὴν εἴσοδον προευτρεπίζει, ὥστε μετὰ πάσης ἀδείας εἰσελθεῖν, καὶ πολλὴν εὑρεῖν παρὰ τῷ δικαστῇ τὴν εὔνοιαν.

βʹ. Καὶ ἵνα μάθῃς, ἀγαπητὲ, ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἐννόει μοι, ὅτι ὁ τὴν ἐλεημοσύνην μετὰ δαψιλείας ἐργαζόμενος καὶ ἐνταῦθα ἀγαθῷ συνειδότι τρεφόμενος διατελεῖ, καὶ ἐπειδὰν ἐντεῦθεν μεταστῇ. πολλὴν εὑρίσκει παρὰ τῷ δικαστῇ τὴν φιλανθρωπίαν, καὶ τῶν μακαρίων ἐκείνων ῥημάτων ἀκούσεται μετὰ τῶν λοιπῶν· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν. Τὸ αὐτὸ δὴ καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν γινόμενον εὕροι τις ἄν.

Οὕτω καὶ ἐπὶ τῆς ἐξομολογήσεως τῶν ἁμαρτιῶν, καὶ ἐπὶ τῶν εὐχῶν τῶν μετὰ ἐκτενείας γινομένων συμβήσεται. Ὅταν γὰρ ἐν τῇ παρούσῃ ζωῇ διὰ τῆς ἐξομολογήσεως ἀπονίψασθαι τὰ πεπλημμελημένα δυνηθῶμεν, καὶ τὴν συγχώρησιν εὑρέσθαι παρὰ τοῦ Δεσπότου, ἄπιμεν ἐκεῖ καθαροὶ τῶν ἁμαρτημάτων, καὶ πολλὴν εὑρήσομεν τὴν παῤῥησίαν ἡμῖν δωρουμένην. Οὐδὲ γὰρ οἷόν τε λοιπὸν εὑρεῖν τινα παραμυθίαν ἐκεῖ τὸν μὴ ἐν τῷ παρόντι βίῳ ἀπονιψάμενον τὰ ἡμαρτημένα. Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι; Καὶ εἰκότως· οὗτος γάρ ἐστιν ὁ τῶν σκαμμάτων καιρὸς, καὶ τῶν ἀγώνων καὶ τῶν παλαισμάτων· ἐκεῖνος δὲ τῶν στεφάνων, καὶ τῶν ἀμοιβῶν, καὶ τῶν βραβείων. Ἀγωνισώμεθα τοίνυν ὡς ἔτι ἐν τῷ σταδίῳ διάγομεν, ἵνα ἐν τῷ καιρῷ, καθ᾽ ὃν δεῖ τὸν στέφανον κομίσασθαι καὶ τῶν καμάτων τὰς ἀμοιβὰς, μὴ γενώμεθα τῶν καταισχυνομένων, ἀλλὰ τῶν μετὰ παῤῥησίας τὸν στέφανον ἐπὶ τῆς κεφαλῆς δεχομένων.

Ταῦτα οὐχ ἁπλῶς, οὐδὲ μάτην προοιμιαζόμεθα ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἀλλὰ βουλόμενοι καθ᾽ ἑκάστην ἡμέραν εἰς ὑπόμνησιν ὑμᾶς ἀγαγεῖν τῶν ἀγαθῶν πράξεων, ἵνα τέλειοι καὶ ἀπηρτισμένοι τυγχάνοντες, καὶ κατὰ τὴν τῆς πολιτείας ἀρετὴν διαλάμποντες, γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα, καὶ φανήσησθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἡμέτερον, εἰς ἡμέραν Χριστοῦ, ἵνα καὶ μόνον φαινόμενοι ὠφελῆτε τοὺς ὑμῖν συγγινομένους, καὶ τῆς προσούσης ὑμῖν εὐωδίας τῆς πνευματικῆς, καὶ τῆς ἀρίστης πολιτείας μεταλαμβάνωσιν οἱ κοινωνοῦντες ὑμῖν τῆς διαλέξεως. Ὥσπερ γὰρ ἡ τῶν φαύλων συνουσία καταβλάπτειν εἴωθε τοὺς ἀναμιγνυμένους, καθάπερ καὶ ὁ μακάριος Παῦλός φησι, Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί· οὕτω καὶ ἡ τῶν ἀγαθῶν συνουσία τὰ μέγιστα ὀνίνησι τοὺς πλησιάζοντας. Διὰ τοῦτο καὶ ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης συνεχώρησεν ἀναμεμίχθαι τοὺς ἀγαθοὺς τοῖς πονηροῖς, ἵνα κερδαίνωσί τι ἐκ τῆς συνουσίας, καὶ μὴ ἐναπομένωσι διηνεκῶς τῇ πονηρίᾳ, ἀλλὰ συνεχῆ ὑπόμνησιν ἔχοντες τὴν ἐκείνων θέαν, καρπώσωνταί τι πλέον ἐκ τῆς τούτων συνουσίας. Τοσαύτη γὰρ τῆς ἀρετῆς ἡ ἰσχὺς, ὡς καὶ τοὺς μὴ μετιόντας αὐτὴν σφόδρα αὐτὴν αἰδεῖσθαι, καὶ πολὺν τὸν ὑπὲρ αὐτῆς ἔπαινον διεξιέναι.

Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ κακία πάλιν καὶ ὑπ᾽ αὐτῶν τῶν μετιόντων αὐτὴν διηνεκῶς βάλλεται ταῖς κατηγορίαις· οὕτως ἐστὶ πᾶσι δήλη καὶ καταφανὴς, καὶ οὐδένα εὑρήσεις ποτὲ ταχέως ἐπὶ ταύτῃ παῤῥησιαζόμενον· ἀλλὰ καὶ τὸ θαυμαστὸν, ὅτι ἃ διὰ τῶν ἔργων πράττειν ἐπιχειροῦσι, πολλάκις τοῖς λόγοις κακίζουσι, καὶ λανθάνειν τοὺς πολλοὺς βούλονται. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἣν περὶ τὸ τῶν ἀνθρώπων γένος ἐπεδείξατο, τὸ ἑκάστῳ ἡμῶν ἐπιθεῖναι κριτήριον ἀδέκαστον τὸ συνειδὸς, ἔχον ἀκριβῆ τὴν διάγνωσιν τῶν καλῶν καὶ τῶν οὐ τοιούτων· ὃ δὴ μάλιστα καὶ πάσης ἡμᾶς ἀπολογίας ἀποστερῆσαι δυνήσεται, οὐ δι᾽ ἄγνοιαν προσπταίοντας τοῖς ἁμαρτήμασιν, ἀλλὰ διὸ ῥᾳθυμίαν ψυχῆς καὶ ἀμέλειαν τῆς ἀρετῆς.

γʹ. Ταῦτα καθ᾽ ἑκάστην ὥραν στρέφοντες παρ᾽ ἑαυτοῖς, πολλὴν ποιώμεθα τὴν μέριμναν ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας, ἵνα μὴ, τοῦ χρόνου παρατρέχοντος, λάθωμεν ἑαυτοὺς τὰ μέγιστα ζημιοῦντες. Ἀλλὰ τῶν μὲν προοιμίων ἅλις· ἀκούσωμεν δὲ, εἰ δοκεῖ, τίνα ἐστὶν, ἃ καὶ σήμερον ἡμᾶς διδάξαι βούλεται ἡ τοῦ Πνεύματος χάρις διὰ τῆς τοῦ Μωϋσέως γλώττης. Καὶ εἶπε, φησὶν, ὁ Θεὸς, Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά· καὶ ἐγένετο οὕτω. Βλέπε μοι, ἀγαπητὲ, ἐνταῦθα τάξιν καὶ ἀκολουθίαν ἀρίστην. Ἐπειδὴ γὰρ εἶπεν ἐν ἀρχῇ, ὅτι Ἦν ἡ γῆ ἀόρατος καὶ ἀκατασκεύαστος, τῷ καὶ τῷ σκότῳ καὶ τοῖς ὕδασι καλύπτεσθαι· εἶτα τῇ δευτέρᾳ ἡμέρᾳ τὸ στερέωμα κελεύσας γενέσθαι, τὸν χωρισμὸν τῶν ὑδάτων εἰργάσατο, καλέσας τὸ στερέωμα οὐρανόν· νῦν πάλιν διδάσκει ἡμᾶς, ὅτι ἐν τῇ τρίτῃ ἡμέρᾳ τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ, ἤτοι τοῦ στερεώματος, προσέταξεν εἰς μίαν συναγωγὴν συνελθὸν χώραν παρασχεῖν, καὶ ὀφθῆναι τὴν ξηράν· καὶ ἐγένετο οὕτως Ἐπειδὴ γὰρ ἅπαντα ὑδάτων ἐπεπλήρωτο, κελεύει εἰς μίαν συναγωγὴν ὑδάτων τὸ πλῆθος συνελθεῖν, ἵνα οὕτως ὀφθῇ ἡ ξηρά. Σκόπει πῶς κατὰ μικρὸν ἡμῖν τὴν διακόσμησιν καὶ τὴν εὐμορφίαν αὐτῆς παραδείκνυσι. Καὶ ἐγένετο, φησὶν, οὕτω. Πῶς; Ὡς προσέταξεν ὁ Δεσπότης.

Εἶπε μόνον, καὶ τὸ ἔργον ἠκολούθησε. Τοῦτο γὰρ ἴδιον Θεοῦ, τὸ κατὰ τὸ ἑαυτοῦ βούλημα τὰ δημιουργήματα ἡνιοχεῖν. Καὶ συνήχθη, φησὶ, τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά. Καθάπερ ἐπὶ τοῦ φωτὸς, σκότους ὄντος πανταχοῦ, ἐκέλευσε παραχθῆναι τὸ φῶς, καὶ διαχωρισμὸν εἰργάσατο τοῦ φωτὸς καὶ τοῦ σκότους, ὥστε τὸ μὲν τῇ ἡμέρᾳ ἀποκληρῶσαι, τὸ δὲ τῇ νυκτί· καὶ ἐπὶ τῶν ὑδάτων πάλιν τὸ στερέωμα παραγαγὼν, τὰ μὲν τὴν ἄνω χώραν ἐπέχειν ἐκέλευσε, τὰ δὲ ὑπὸ τὸ στερέωμα εἶναι· οὕτω καὶ νῦν αὐτὰ ταῦτα τὰ ὕδατα, τὰ ὑποκάτω τοῦ στερεώματος, προστάσσει εἰς μίαν συναγωγὴν συνδραμεῖν, ἵνα φανῇ ἡ ξηρὰ, καὶ τότε καὶ ταύτῃ τὸ οἰκεῖον ἐπιθῇ ὄνομα, ὥσπερ ἐπὶ τοῦ φωτὸς καὶ τοῦ σκότους. Συνήχθη γὰρ, φησὶ, τὰ ὕδατα εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρὰ, καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν γῆν. Εἶδες, ἀγαπητὲ, πῶς ἀόρατον οὖσαν καὶ ἀκατασκεύαστον, καθάπερ ὑπὸ παραπετάσμασί τισι καλυπτομένην τοῖς ὕδασιν ἀπαμφιάσας, ὡς εἰπεῖν, δείκνυσιν ἡμῖν αὐτῆς τέως τὸ πρόσωπον, ἐπιθεὶς αὐτῇ τὴν οἰκείαν προσηγορίαν; Καὶ τὰ συστήματα, φησὶ, τῶν ὑδάτων ἐκάλεσε θαλάσσας.

Ἰδοὺ καὶ τὰ ὕδατα ἔλαβε τὴν οἰκείαν προσηγορίαν. Καθάπερ γάρ τις τεχνίτης ἄριστος ἐπειδὰν μέλλῃ κατασκευάζειν τι σκεῦος διὰ τῆς οἰκείας ἐπιστήμης, οὐ πρότερον τούτῳ τὴν οἰκείαν προσηγορίαν ἐπιτίθησι, μέχρις ἂν τὸ τέλος ἐπιθῇ τῷ κατασκευαζομένῳ· οὕτω δὴ καὶ ὁ φιλάνθρωπος Δεσπότης οὐ πρότερον τὰς προσηγορίας τοῖς στοιχείοις ἐπιτίθησι, μέχρις ἂν εἰς τὴν οἰκείαν χώραν τῷ οἰκείῳ προστάγματι ἐναποθῆται, Ἐπεὶ οὖν ἐδέξατο καὶ ἡ γῆ τὴν ἑαυτῆς προσηγορίαν, καὶ πρὸς τὴν οἰκείαν μορφὴν ἐπανῆλθε, καὶ τὰ ὕδατα συναχθέντα πάλιν τῆς οἰκείας ὀνομασίας ἠξιώθη. Ἐκάλεσε γὰρ, φησὶ, τὰ συστήματα τῶν ὑδάτων θαλάσσας, καὶ ἐπήγαγε πάλιν, Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Ἐπειδὴ γὰρ ἀσθενὴς οὖσα τῶν ἀνθρώπων ἡ φύσις, οὐκ ἤρκει πρὸς ἀξίαν ἐπαινέσαι τὰ τοῦ Θεοῦ δημιουργήματα, προλαβοῦσα ἡ θεία Γραφὴ τὸν ὑπ᾽ αὐτοῦ τοῦ δημιουργοῦ ἔπαινον ἡμᾶς διδάσκει.

δʹ. Ὅταν τοίνυν μάθῃς, ὅτι καὶ αὐτῷ τῷ παραγαγόντι καλὰ ὤφθη τὰ γεγενημένα, μεῖζον μὲν ἕξεις τὸ θαῦμα, οὐδὲν δὲ πλέον εἰς ἔπαινον καὶ ἐγκωμίου λόγον εἰσενεγκεῖν δυνήσῃ. Τοιοῦτον γὰρ ἔχεις Δεσπότην τοιαῦτα ἐργαζόμενον, ἃ μηδὲ τὸν παρ᾽ ἡμῶν ἔπαινον δέξασθαι δύναται.

Πῶς γὰρ ἂν δυνηθείη ἀνθρωπίνη φύσις Θεοῦ ἔργα κατ᾽ ἀξίαν ἐπαινέσαι. ἢ ὑμνῆσαί ποτε; Καὶ θέα μοι λοιπὸν ἐνταῦθα διὰ τῶν ἐπαγομένων τοῦ εὐμηχάνου Θεοῦ τὴν ἄφατον σοφίαν. Ἐπειδὴ γὰρ φανερὸν ἡμῖν τῆς γῆς τὸ πρόσωπον ἔδειξε, λοιπὸν τῷ οἰκείῳ προστάγματι τὴν προσήκουσαν εὐμορφίαν αὐτῇ χαρίζεται, καλλωπίζων αὐτῆς τὸ πρόσωπον τῇ ποικιλίᾳ τῶν σπερμάτων.

Καὶ εἶπε, φησὶν, ὁ Θεός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος, καὶ καθ᾽ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ καθ᾽ ὁμοιότητα, κατὰ γένος ἐπὶ τῆς γῆς. Καὶ ἐγένετο οὕτως. Τί ἐστι τὸ, Καὶ ἐγένετο οὕτως; Προσέταξε, φησὶν, ὁ Δεσπότης, καὶ εὐθέως ἡ γῆ τὰς οἰκείας ὠδῖνας διεγείρουσα, πρὸς τὴν τῶν σπερμάτων βλάστην ἑαυτὴν ηὐτρέπισε. Καὶ ἐξήνεγκε, φησὶν, ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος, καὶ καθ᾽ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. Ἐννόει μοι ἐνταῦθα, ἀγαπητὲ, πῶς τῷ ῥήματι τοῦ Δεσπότου τὰ πάντα ἐγένετο τῇ γῇ. Οὔτε γὰρ ἄνθρωπος ἦν ὁ ἐργαζόμενος, οὐκ ἄροτρον, οὐ βοῶν συνεργία, οὐκ ἄλλη τις περὶ αὐτὴν ἐπιμέλεια, ἀλλὰ μόνον ἤκουσε τοῦ ἐπιτάγματος, καὶ εὐθέως τὰ παρ᾽ ἑαυτῆς ἐπεδείξατο. Ἐκ τούτου μανθάνομεν, ὅτι καὶ νῦν οὐ τῶν γηπόνων ἡ ἐπιμέλεια, οὐδὲ ὁ πόνος, καὶ ἡ λοιπὴ ταλαιπωρία ἡ κατὰ τὴν γεωργίαν γινομένη τῶν καρπῶν ἡμῖν τὴν φορὰν χαρίζεται, ἀλλὰ πρὸ τούτων ἁπάντων τὸ τοῦ Θεοῦ ῥῆμα, τὸ ἐξ ἀρχῆς πρὸς αὐτὴν γενόμενον.

Ἄλλως τε δὲ καὶ τὴν μετὰ ταῦτα ἀγνωμοσύνην τῶν ἀνθρώπων διορθουμένη ἡ θεία Γραφὴ, ἀκριβῶς ἡμῖν ἅπαντα διηγεῖται κατὰ τὴν τάξιν τῶν γεγονότων, ἵνα ἀναστείλῃ τῶν μάτην φθεγγομένων τὰς ἀπὸ τῶν οἰκείων λογισμῶν ληρωδίας τῶν λέγειν ἐπιχειρούντων, ὅτι τῆς τοῦ ἡλίου συνεργίας δεῖ πρὸς τὴν τῶν καρπῶν τελεσφόρησιν. Εἰσὶ δέ τινες οἳ καὶ τῶν ἄστρων τισὶ ταῦτα ἐπιγράφειν ἐπιχειροῦσι. Διὰ τοῦτο διδάσκει ἡμᾶς τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι πρὸ τῆς τῶν στοιχείων τούτων δημιουργίας, τῷ λόγῳ αὐτοῦ καὶ τῷ προστάγματι εἴκουσα ἡ γῆ πάντα τὰ σπέρματα ἐκδίδωσιν, οὐδενὸς ἑτέρου δεηθεῖσα πρὸς συνεργίαν. Ἤρκεσε γὰρ αὐτῇ ἀντὶ πάντων τὸ ῥῆμα ἐκεῖνο τὸ λέγον· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου. Κατακολουθοῦντες τοίνυν τῇ θείᾳ Γραφῇ, μηδέποτε ἀνεχώμεθα τῶν ἁπλῶς τὰ παριστάμενα λεγόντων. Κἂν γὰρ ἄνθρωποι τὴν γῆν ἐργάζωνται, κἂν τὴν ἀπὸ τῶν ἀλόγων συνεργίαν ἔχωσι, καὶ πολλὴν τῇ γῇ ἐπιμέλειαν ἐπιδείξωνται, κἂν ἀέρων εὐκρασία γένηται, καὶ πάντα τὰ ἄλλα συνδράμῃ, εἰ μὴ τὸ νεῦμα τοῦ Δεσπότου γένοιτο, πάντα εἰκῆ καὶ μάτην, καὶ οὐδὲν ἔσται πλέον τῶν πολλῶν πόνων καὶ καμάτων, μὴ τῆς ἄνωθεν χειρὸς συνεφαπτομένης, καὶ τὴν τελεσφόρησιν χαριζομένης τοῖς γινομένοις.

Τίς οὐκ ἂν ἐκπλαγείη καὶ θαυμάσειεν ἐννοῶν, ὅπως τοῦ Δεσπότου τὸ ῥῆμα τὸ λέγον, Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, εἰς αὐτὰς τῆς γῆς τὰς λαγόνας κατελθὸν, καθάπερ πέπλῳ τινὶ θαυμαστῷ, οὕτω τῇ τῶν ἀνθῶν ποικιλίᾳ τῆς γῆς τὸ πρόσωπον κατεκόσμησε; Καὶ ἦν ἰδεῖν ἀθρόον τὴν πρότερον ἄμορφον καὶ ἀκατασκεύαστον τοσοῦτον δεξαμένην τὸ κάλλος, ὡς μικροῦ δεῖν ἁμιλλᾶσθαι τῷ οὐρανῷ.

Καθάπερ γὰρ ἐκεῖνος μετ᾽ οὐ πολὺ μέλλει κοσμεῖσθαι τῇ τῶν ἄστρων ποικιλίᾳ, οὕτω καὶ αὐτὴ τῇ διαφορᾷ τῶν ἀνθῶν οὕτως ἐκαλλωπίσατο, ὡς καὶ τὸν δημιουργὸν εἰς ἔπαινον ἄγειν· Εἶδε γὰρ, φησὶν, ὁ Θεὸς, ὅτι καλόν.

εʹ. Εἶδες πῶς καθ᾽ ἕκαστον τῶν γινομένων δείκνυσιν ἐπαινοῦντα τὸν δημιουργὸν, ἵνα μετὰ ταῦτα ἡ τῶν ἀνθρώπων φύσις, ταῦτα διδασκομένη, ἐκ τῶν δημιουργημάτων ἀνατρέχῃ πρὸς τὸν δημιουργήσαντα; Εἰ γὰρ τὰ δημιουργήματα τοιαῦτα ὄντα νικᾷ τὴν φύσιν τὴν ἀνθρωπίνην, καὶ οὐδεὶς ἂν αὐτὰ κατ᾽ ἀξίαν ἐπαινέσαι δυνήσεται· τί ἄν τις εἰπεῖν δυνηθείη περὶ αὐτοῦ τοῦ δημιουργοῦ;

Καὶ εἶδε, φησὶν, ὁ Θεὸς, ὅτι καλόν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα τρίτη. Ὁρᾷς πῶς τῇ συνεχείᾳ τῆς διδασκαλίας ἐμπῆξαι βούλεται τῇ διανοίᾳ τῇ ἡμετέρᾳ τῶν λεγομένων τὴν δύναμιν; Ἐχρῆν γὰρ εἰπεῖν, καὶ ἐγένετο ἡμέρα τρίτη. Ἀλλ᾽ ὅρα πῶς καθ᾽ ἑκάστην ἡμέραν οὕτω φησὶ, Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα τρίτη· οὐχ ἁπλῶς οὐδὲ εἰκῆ, ἀλλ᾽ ἵνα μὴ συγχέωμεν τὴν τάξιν, μηδὲ νομίζωμεν ἑσπέρας καταλαβούσης τέλος εἰληφέναι τὴν ἡμέραν ἀλλ᾽ ἴδωμεν, ὅτι ἡ μὲν ἑσπέρα τέλος ἐστὶ τοῦ φωτὸς, καὶ ἀρχὴ τῆς νυκτὸς, ὁ δὲ ὄρθρος τέλος τῆς νυκτὸς καὶ πλήρωμα τῆς ἡμέρας. Τοῦτο γὰρ ἡμᾶς βούλεται διδάξαι ὁ μακάριος Μωϋσῆς λέγων, Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα τρίτη. Καὶ μὴ ξενισθῇς, ἀγαπητὲ, εἰ ταῦτα πολλάκις, καὶ συνεχῶς λέγει ἡ θεία Γραφή. Εἰ γὰρ καὶ μετὰ τὴν τοσαύτην συνέχειαν ἔτι οἱ τῇ πλάνῃ προκατειλημμένοι Ἰουδαῖοι, οἱ πεπωρωμένοι τὴν καρδίαν, φιλονεικεῖν πειρῶνται, καὶ τὴν ἑσπέραν ἀρχὴν τῆς ἐπιούσης ἡμέρας εἶναι νομίζουσιν, ἀπατῶντες ἑαυτοὺς, καὶ παραλογιζόμενοι, καὶ τῇ σκιᾷ ἔτι παρακαθήμενοι, τῆς ἀληθείας οὕτω πᾶσι δήλης γεγενημένης, καὶ τῷ λύχνῳ προσεδρεύοντες, τοῦ ἡλίου τῆς δικαιοσύνης πανταχοῦ τὰς οἰκείας ἀκτῖνας ἀφιέντος, εἰ μὴ τοσαύτῃ τῇ διδασκαλίᾳ μετὰ πολλῆς τῆς ἀκριβείας ἐχρήσατο, τίς ἂν ἤνεγκε τῶν ἀγνωμόνων τὴν φιλονεικίαν;

Ἀλλ᾽ ἐκεῖνοι μὲν τῆς οἰκείας ἀνοίας ἀναμενέτωσαν τὰ ἐπίχειρα· ἡμεῖς δὲ οἱ καταξιωθέντες τὰς μαρμαρυγὰς δέξασθαι τοῦ ἡλίου τῆς δικαιοσύνης, πειθώμεθα τῇ τῆς θείας Γραφῆς διδασκαλίᾳ, καὶ τῷ κανόνι ταύτης ἐξακολουθοῦντες, οὕτω τὰ ὑγιῆ δόγματα ἐναποθώμεθα τοῖς ταμείοις τῆς διανοίας τῆς ἡμετέρας, καὶ μετὰ τῆς τούτων φυλακῆς πολλὴν πρόνοιαν τῆς ἑαυτῶν σωτηρίας ποιώμεθα, καὶ τὰ λυμαινόμενα ἡμῶν τὴν κατὰ ψυχὴν ὑγίειαν φεύγωμεν, καθάπερ δηλητηρίων φαρμάκων, πάντων τῶν τοιούτων ἀπεχόμενοι. Πολὺ γὰρ μείζων αὕτη ἡ βλάβη, καὶ τοσούτῳ μείζων, ὅσῳ ψυχὴ σώματος βελτίων. Ἐκεῖνα μὲν γὰρ τὰ φάρμακα τὸν σωματικὸν τοῦτον θάνατον ἐπάγει· τὰ δὲ τὴν ὑγίειαν τῆς ψυχῆς λυμαινόμενα, τὸν αἰώνιον ἡμῖν θάνατον προξενεῖ. Τίνα δέ ἐστι τὰ λυμαινόμενα ἡμᾶς; Πολλὰ μὲν καὶ διάφορα, μάλιστα δὲ τὸ πρὸς τὴν δόξαν ἐπτοῆσθαι τὴν ἀνθρωπίνην, καὶ μὴ εἰδέναι ταύτης ὑπερορᾷν. Τοῦτο γὰρ ἡμῖν αἴτιον πολλῶν γίνεται κακῶν, καὶ εἴ τινα ἔχομεν πλοῦτον πνευματικὸν, τοῦτον κενοῖ, καὶ ἐρήμους ἡμᾶς καθίστησι τῆς ἐντεῦθεν ὠφελείας. Τί οὖν ἂν γένοιτο ταύτης τῆς λύμης ὀλεθριώτερον, ὅταν καὶ ἃ δοκοῦμεν ἔχειν, ἀφίπτασθαι ἡμῶν παρασκευάζει; Οὕτως ὁ Φαρισαῖος ἐκεῖνος τοῦ τελώνου γέγονεν ἐλάττων, οὐ δυνηθεὶς κρατῆσαι τῆς οἰκείας γλώττης, ἀλλὰ δι᾽ ἐκείνης, καθάπερ διὰ θυρίδος τινὸς ἐκχέας πάντα αὐτοῦ τὸν πλοῦτον.

Τοσοῦτόν ἐστι κενοδοξία κακόν. ϛʹ. Εἰπὲ γάρ μοι, τίνος ἕνεκεν καὶ διὰ τί ἐπτόησαι περὶ τὸν τῶν ἀνθρώπων ἔπαινον; Οὐκ οἶσθα, ὅτι καθάπερ σκιὰ, καὶ εἴ τι ταύτης εὐτελέστερον, οὕτως ὁ παρὰ τούτων ἔπαινος εἰς τὸν ἀέρα διαχυθεὶς ἀφανίζεται; Ἄλλως τε καὶ εὐπερίτρεπτος καὶ εὐμετάβλητός ἐστιν ἡ τῶν ἀνθρώπων φύσις, καὶ οἱ αὐτοὶ νῦν μὲν ἐπαινοῦσι, νῦν δὲ κακίζουσι τὸν αὐτόν· ἐπὶ δὲ τῆς τοῦ Θεοῦ ψήφου οὐκ ἄν ποτε τοῦτο γένοιτο. Μὴ τοίνυν ἀνόητοι ὦμεν, μηδὲ εἰκῆ καὶ μάτην ἑαυτοὺς ἀπατῶμεν. Κἂν γὰρ ποιῶμέν τι ἀγαθὸν, μὴ διὰ τοῦτο δὲ μόνον αὐτὸ μετερχώμεθα, ἵνα τὴν ἐντολὴν πληρώσωμεν τοῦ ἡμετέρου Δεσπότου, κἀκείνῳ μόνῳ γνώριμοι γενώμεθα, εἰκῆ τὸν πόνον ὑπομένομεν, τοῦ ἐντεῦθεν καρποῦ ἑαυτοὺς ἀποστεροῦντες.

Ὁ γὰρ διὰ τὸ θηρᾶσθαι τὴν παρὰ τῶν ἀνθρώπων δόξαν τι τῶν ἀγαθῶν ἐργαζόμενος, κἄν τε ταύτης ἀπολαῦσαι δυνηθῇ, κἄν τε μή· πολλάκις γὰρ καὶ διὰ τοῦτο πάντα πράττων οὐδὲ ἐπιτυχεῖν ταύτης δυνήσεται· κἄν τε οὖν ἐπιτύχῃ, κἄν τε ἀποτύχῃ, ἀρκοῦσαν εἴληφεν ἐνταῦθα τὴν ἀμοιβὴν, καὶ οὐδεμίαν λήψεται ἐκεῖ ὑπὲρ τούτου ἀνταπόδοσιν. Διὰ τί; Ἐπειδὴ προλαβὼν ἑαυτὸν ἀπεστέρησε τῆς παρὰ τοῦ κριτοῦ φιλοτιμίας, προτιμήσας τὰ παρόντα τῶν μελλόντων, καὶ τὴν παρὰ τῶν ἀνθρώπων δόξαν τῆς ψήφου τοῦ δικαίου κριτοῦ. Πάλιν ἂν δι᾽ αὐτὸ τοῦτο μόνον ἐργαζώμεθά τι τῶν πνευματικῶν, ὥστε ἐκείνῳ μόνον ἀρέσαι τῷ ἀκοιμήτῳ ὀφθαλμῷ, ᾧ πάντα γυμνά ἐστι καὶ τετραχηλισμένα, καὶ ὁ θησαυρὸς ἡμῖν ἀνάλωτος μένει, καὶ τὰ τῆς ἀμοιβῆς ἀκέραια, καὶ ἡ χρηστὴ προσδοκία ἐντεῦθεν ἡμῖν ἤδη πολλὴν παρέχει τὴν παραμυθίαν, καὶ μετὰ τοῦ ἐν ἀσύλῳ ταμιείῳ ἐκείνην ἡμῖν διαφυλάττεσθαι τὴν ἀμοιβὴν, καὶ ἡ παρὰ τῶν ἀνθρώπων ἀκολουθήσειε δόξα. Τότε γὰρ αὐτῆς μᾶλλον μετὰ δαψιλείας ἀπολαύομεν, ὅταν αὐτῆς ὑπερορῶμεν, ὅταν αὐτὴν μὴ ζητῶμεν, ὅταν αὐτὴν μὴ διώκωμεν.

Καὶ τί θαυμάζεις, εἰ ἐπὶ τῶν τὴν πνευματικὴν φιλοσοφίαν μετιόντων τοῦτο γίνεται, ὅπου γε καὶ ἐπὶ τῶν περὶ τὰ τοῦ κόσμου πράγματα ἐπτοημένων, τούτων μάλιστα οἱ πλείους καταφρονοῦσι, καὶ ὑπερορῶσι τῶν ἐπιζητεῖν βουλομένων τὴν παρὰ τῶν ἀνθρώπων εὐφημίαν, καὶ εὑρήσεις παρὰ πάντων αὐτοὺς σκωπτομένους ἐπὶ τῷ τῆς κενοδοξίας ἐφίεσθαι; Τί οὖν ἀθλιώτερον γένοιτο ἡμῶν τῶν τὰ πνευματικὰ μετιόντων, εἰ μέλλοιμεν ὁμοίως ἐκείνοις περὶ τὰς τῶν ἀνθρώπων κεχηνέναι εὐφημίας, καὶ μὴ ἀρκεῖσθαι τῷ ἐπαίνῳ τῷ παρὰ τοῦ Θεοῦ; καθάπερ καὶ ὁ Παῦλός φησιν, Οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ᾽ ἐκ τοῦ Θεοῦ. Οὐχ ὁρᾷς, ἀγαπητὲ, καὶ ἐν ταῖς ἱπποδρομίαις, ὅπως οἱ τοὺς ἵππους ἐλαύνοντες, παντὸς τοῦ δήμου καθημένου, καὶ μυρίας εὐφημίας καταχέοντος οὐκ ἐπιστρέφονται, οὐδὲ ἡδονὴν τὴν ἐκ τῆς ἐκείνων εὐφημίας καρποῦνται, ἀλλὰ πρὸς ἕνα μόνον ὁρῶσι τὸν βασιλέα τὸν ἐν μέσῳ καθήμενον, καὶ τῷ νεύματι ἐκείνου προσέχοντες παντὸς ὑπερορῶσι τοῦ πλήθους, καὶ τότε μόνον μέγα φρονοῦσιν, ἐπειδὰν ἐκεῖνος αὐτοὺς στεφανώσῃ;

Τούτους δὴ καὶ σὺ μιμούμενος, μὴ πολὺν λόγον ποιοῦ τῆς τῶν ἀνθρώπων εὐφημίας, μηδὲ διὰ τοῦτο τὴν ἀρετὴν μετέρχου, ἀλλὰ τὴν παρὰ τοῦ δικαίου κριτοῦ ψῆφον ἀνάμενε, καὶ τῷ ἐκείνου νεύματι προσέχων, οὕτως σου τὸν βίον ἅπαντα οἰκονόμει, ἵνα καὶ ἐνταῦθα διηνεκῶς ᾖς ταῖς χρησταῖς ἐλπίσι τρεφόμενος, κἀκεῖ τῶν αἰωνίων ἀπολαύσῃς ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ϛʹ. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀναμέσον τῆς ἡμέρας καὶ ἀναμέσον τῆς νυκτὸς, καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. αʹ. Βούλομαι τῆς συνήθους ἅψασθαι διδασκαλίας, καὶ ὀκνῶ, καὶ ἀναδύομαι· νέφος γὰρ ἀθυμίας ἐπελθὸν συνέχεε καὶ συνετάραξέ μου τὸν λογισμόν· μᾶλλον δὲ οὐκ ἀθυμίας μόνον, ἀλλὰ καὶ θυμοῦ, καὶ οὐκ οἶδ᾽ ὅ τι πράξω· ἀπορία γὰρ κατέχει τὴν διάνοιαν. Ὅταν γὰρ ἐννοήσω, ὅτι μικρὸν πνεύσαντος τοῦ διαβόλου, πᾶσαν ἡμῶν ἐκείνην τὴν συνεχῆ διδασκαλίαν, καὶ τὴν καθημερινὴν παραίνεσιν λήθῃ παραδόντες, εἰς τὴν σατανικὴν πομπὴν ἐκείνην ἅπαντες δεδραμήκατε, τὴν ἱπποδρομίαν καταλαβόντες, ποίᾳ προθυμίᾳ δυνήσομαι πάλιν τὴν πρὸς ὑμᾶς ποιήσασθαι διδασκαλίαν, τῶν προτέρων οὕτως ἀθρόον διαῤῥυέντων; Τὸ γὰρ μάλιστα ἐπιτεῖνόν μοι τὴν ἀθυμίαν, καὶ σφοδρότερόν μοι τὸν θυμὸν ἐργαζόμενον τοῦτό ἐστιν, ὅτι μετὰ τῆς παραινέσεως τῆς ἡμετέρας, καὶ τὴν αἰδῶ τῆς ἁγίας τεσσαρακοστῆς ἐξεβάλετε τῆς ἑαυτῶν ψυχῆς, καὶ οὕτω τοῖς τοῦ διαβόλου δικτύοις ἑαυτοὺς ἐκδεδώκατε.

Πῶς ἄν τις δυνηθείη, κἂν λιθίνην ἔχῃ ψυχὴν, πράως ἐνεγκεῖν τὴν τοσαύτην ὑμῶν ὀλιγωρίαν; Αἰσχύνομαι, πιστεύσατε, καὶ ἐρυθριῶ, ὅταν ἴδω μάτην ἡμᾶς πονουμένους, καὶ εἰς πέτρας τὸν σπόρον καταβάλλοντας. Ἀλλ᾽ ἐμοὶ μὲν κἄν τε ἀκούητε τῶν λεγομένων, κἄν τε παρακούητε, τὰ τῶν μισθῶν ἀπηρτισμένα τυγχάνει. Τὸ γὰρ ἐμαυτοῦ πᾶν ποιῶν διετέλεσα, καὶ τὸ ἀργύριον κατέβαλον, καὶ τὴν νουθεσίαν ἐποιησάμην· δέδοικα δὲ καὶ ἀγωνιῶ μὴ τούτῳ αὐτῷ πλείονος ἡμῖν κατηγορήσεως αἴτιος γένωμαι. Ὁ γὰρ δοῦλος, φησὶν, ἐκεῖνος ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς. Οὐδὲ γὰρ εἰς ἄγνοιαν ὑμῶν τις ἔχει καταφυγεῖν, οὕτως ἡμῶν καθ᾽ ἑκάστην ἡμέραν τὰ αὐτὰ ἐνηχούντων καὶ ὑποδεικνύντων καὶ τὰς διαβολικὰς πάγας, καὶ τῆς ἀρετῆς τὴν πολλὴν εὐκολίαν, ἐὰν νήφειν βουλοίμεθα.

Ἢ οὐκ ἴστε ὅτι τοὺς οὕτω τῆς ἑαυτῶν σωτηρίας ἀμελοῦντας, καί ποτε μὲν ἐνταῦθα παραγινομένους, ἄλλοτε δὲ εἰς τὰ τοῦ διαβόλου δίκτυα ἑαυτοὺς ἐκδιδόντας τοῖς κυσὶ παραβάλλει ἡ θεία Γραφή; Ἄνθρωπος γὰρ, φησὶν, ἀποστρέφων ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ καὶ πάλιν εἰς αὐτὴν ἐπανιὼν, ὅμοιός ἐστι κυνὶ ἐπιστρέφοντι ἐπὶ τὸν ἴδιον ἔμετον. Ὁρᾷς τίνι ἐοίκασιν οἱ πρὸς τὴν θέαν ἐκείνην τὴν παράνομον δεδραμηκότες; Οὐκ ἠκούσατε τοῦ Χριστοῦ λέγοντος, Πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους, καὶ μὴ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσε, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη; Οἱ δὲ εἰς τὴν ἱπποδρομίαν δεδραμηκότες καὶ τούτου χείρους γεγόνασιν. Ἐκείνου γὰρ ἡ οἰκία κἂν μετὰ τὴν προσβολὴν τὴν κατάπτωσιν ὑπέμεινε· ποταμοὺς γὰρ καὶ ἀνέμους εἶπεν, οὐχ ἵνα ὑδάτων πλῆθος αἰνίξηται ἡμῖν καὶ ἀνέμων σφοδρότητα, ἀλλὰ τῶν πειρασμῶν τὴν ἐπαγωγὴν τὴν σφοδράν· καὶ τὴν κατάπτωσιν τῆς οἰκίας, οὐχ ἵνα περὶ αἰσθητῆς οἰκίας νομίσωμεν· περὶ γὰρ ψυχῆς ὁ λόγος τῆς ἀπὸ τῆς τῶν δεινῶν προσβολῆς καταπιπτούσης, καὶ μὴ δυνηθείσης ἀντισχεῖν· ἐφ᾽ ὑμῶν δὲ οὔτε ἄνεμος ἐκινήθη, οὔτε ποταμοὶ προσέῤῥηξαν, ἀλλ᾽ ἁπλῶς αὔρα τις μικρὰ διαβολικὴ ἔπνευσε, καὶ πάντας ὑμᾶς ἀνεῤῥίπισε. Τί ταύτης τῆς ἀνοίας χεῖρον γένοιτ᾽ ἄν;

τί τῆς νηστείας ὄφελος, εἰπέ μοι; τί τῆς ἐνταῦθα συνελεύσεως τὸ κέρδος;

Τίς οὐκ ἂν καὶ ὑπὲρ ὑμῶν στενάξειε, καὶ ἡμᾶς ταλανίσειεν; Ὑπὲρ ὑμῶν μὲν, ὅτι ἅπαντα, ὅσα συνηγάγετε, ὑφ᾽ ἓν ἐξεχέατε, καὶ τὰς θύρας τῆς διανοίας ὑμῶν ἀνεπετάσατε τῷ πονηρῷ δαίμονι, ὥστε καὶ εἰσελθεῖν, καὶ μετὰ πολλῆς τῆς εὐκολίας πάντα ὑμῶν ἐκφορῆσαι τὸν πλοῦτον τὸν πνευματικόν· ἡμᾶς δὲ ταλανίσειεν εἰκότως, ὅτι εἰς νεκρὰς οὕτως ἐνηχοῦμεν ἀκοὰς, καὶ τοσαύτην ζημίαν ὑπομένομεν καθ᾽ ἑκάστην ἡμέραν σπείροντες μὲν, μηδὲν δὲ καρποῦσθαι δυνάμενοι. Μὴ γὰρ διὰ τοῦτο λέγειν σπουδάζομεν, ὥστε ἁπλῶς τέρψαι ὑμῶν τὴν ἀκοὴν, ἢ ὡς τοῦ παρ᾽ ὑμῶν ἐπαίνου ἐφιέμενοι; Εἰ μὴ μέλλοιτέ τι κερδαίνειν ἐκ τῶν παρ᾽ ἡμῶν λεγομένων, βέλτιον ἡμᾶς σιγῆσαι λοιπόν. Οὐδὲ γὰρ βούλομαι ὑμῖν πλείονα τὴν κατάκρισιν ἐργάζεσθαι. Καθάπερ γὰρ ἔμπορος, ἐπειδὰν πολὺν τὸν φόρτον συναγάγῃ, καὶ πεπληρωμένην τὴν ὁλκάδα ἔχων πολλοῦ τοῦ πλούτου, ἀθρόας καταιγίδος προσπεσούσης, καὶ τῆς τῶν πνευμάτων βίας περιγενομένης αὔτανδρον καταδύσῃ τὸ σκάφος, ἐλεεινὸν ἅπασι θέαμα γίνεται, γυμνὸς ἐξαίφνης φανεὶς, καὶ μετὰ πολὺν καὶ ἄφατον πλοῦτον ἐν ἐσχάτῃ πενίᾳ καταστὰς, τὸν αὐτὸν δὴ τρόπον καὶ ὑμᾶς νῦν ὁ διάβολος διέθηκεν.

Εὑρὼν γὰρ ὑμῶν πεπληρωμένην τὴν ὁλκάδα τὴν πνευματικὴν πολλοῦ πλούτου, καὶ ἄφατον ἰδὼν τὸν θησαυρὸν, ὃν ἀπό τε τῆς νηστείας, ἀπό τε τῆς συνεχοῦς διδασκαλίας συναγαγεῖν ἠδυνήθητε, καθάπερ καταιγίδα τινὰ ἐπαφεὶς τὴν ἀνόνητον ἐκείνην καὶ ἐπιβλαβῆ τῶν ἵππων ἅμιλλαν, δι᾽ ἐκείνης ἐρήμους καὶ γυμνοὺς πάσης τῆς εὐπορίας κατέστησεν.

βʹ. Οἶδα ὅτι σφοδρᾷ τῇ ἐπιτιμήσει κέχρημαι, ἀλλὰ σύγγνωτε, παρακαλῶ· τοιοῦτον γὰρ ἡ ὀδυνωμένη ψυχή. Οὐδὲ γὰρ ἐξ ἀπεχθείας ταῦτα φθέγγομαι, ἀλλ᾽ ἀπὸ κηδεμονίας καὶ φιλοστόργου ψυχῆς· διὸ τῆς σφοδρότητος μικρὸν καθυφεὶς, ἐπειδὴ αὐτῆς τῆς νομῆς τοῦ ἕλκους περιγέγονα, βούλομαι καὶ εἰς ἐλπίδας χρηστὰς ἀγαγεῖν τὴν ὑμετέραν ἀγάπην, ὥστε μὴ ἀπογνῶναι, μηδὲ ἀπαγορεῦσαι.

Οὐδὲ γὰρ καθάπερ ἐπὶ τῶν αἰσθητῶν γίνεται πραγμάτων, οὕτω καὶ ἐνταῦθα συμβαίνει· ἐκεῖ μὲν γὰρ οὐκ ἔνι τὸν ἀπὸ τοῦ πλούτου ἐκείνου εἰς τὴν ἐσχάτην πενίαν κατενεχθέντα εὐθέως ἀνενεγκεῖν· ἐνταῦθα δὲ διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ἐὰν βουλώμεθα μόνον καταγνῶναι τῶν ἤδη εἰργασμένων ἡμῖν, καὶ μέχρι τούτου στῆσαι τὰ τῆς ῥᾳθυμίας, δυνάμεθα ταχέως ἐπὶ τὴν προτέραν εὐπορίαν ἐπανελθεῖν. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος, οὕτω φιλότιμος καὶ μεγαλόδωρος· καὶ βοᾷ διὰ τοῦ προφήτου, λέγων· Οὐ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Οἶδα ὅτι εὐγνώμονες ὄντες αἰσθάνεσθε τῶν ἐπταισμένων ὑμῖν. Οὐ μικρὰ δὲ ὁδὸς πρὸς τὴν ἐπάνοδον τῆς ἀρετῆς τὸ εἰδέναι τῶν ἡμαρτημένων τὸ μέγεθος.

Ἀλλὰ μή μοι πάλιν τῆς διαβολικῆς ἐκείνης ἀπάτης ῥήματά τις παραγέτω, λέγων· ποῖον γὰρ ἁμάρτημα, ἰδεῖν ἵππους τρέχοντας; Ἐὰν γὰρ βουληθῇς εὐγνωμόνως καταμαθεῖν ἅπαντα τὰ ἐκεῖ γινόμενα, εὑρήσεις πάντα μεστὰ σατανικῆς ἐνεργείας. Οὐ μόνον γὰρ ἵππους τρέχοντας ἔστιν ἰδεῖν, ἀλλὰ καὶ κραυγῶν, καὶ βλασφημιῶν, καὶ μυρίων ἀκαίρων ἔστιν ἀκοῦσαι λόγων, καὶ γυναῖκας ἡταιρηκυίας εἰς τὸ μέσον παριούσας ἰδεῖν, καὶ νέους πρὸς τὴν τῶν γυναικῶν ἁπαλότητα ἑαυτοὺς ἐκδιδόντας.

Ἢ μικρά σοι ταῦτα δοκεῖ εἶναι πρὸς τὸ τὴν ψυχὴν αἰχμάλωτον ἐργάσασθαι; Εἰ γὰρ καὶ αἱ ἀπὸ ταὐτομάτου συντυχίαι πολλάκις ὑπεσκέλισαν καὶ κατέβαλον, καὶ εἰς αὐτὸ τῆς ἀπωλείας τὸ βάραθρον κατήνεγκαν τὸν μὴ προσέχοντα, τί εἰκὸς παθεῖν τοὺς ἐπ᾽ αὐτὸ τοῦτο ἐκεῖ παραγινομένους, καὶ τοὺς ὀφθαλμοὺς ἑστιῶντας ταῖς παρανόμοις ἐκείναις θέαις, καὶ ἀπηρτισμένους μοιχοὺς ἐκεῖθεν κατιόντας; Εἰδὼς γὰρ ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης τῆς φύσεως τῆς ἡμετέρας τὸ εὐεπηρέαστον, καὶ τῆς τοῦ διαβόλου κακουργίας τὸ πανοῦργον καὶ πολύπλοκον, ἐκ πολλοῦ τοῦ περιόντος τειχίζων ἡμᾶς, καὶ βουλόμενος ἀναλώτους ἐργάσασθαι ταῖς τούτου παγίσι, τὸν νόμον τοῦτον τέθεικεν, λέγων· Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ, μοιχείαν ἀπηρτισμένην καλῶν τὴν μετὰ περιεργίας θεωρίαν γεγενημένην.

Μὴ τοίνυν μοι λέγε λοιπόν· τὶ γὰρ βλάβος ἀπὸ τῆς ἐκεῖσε διατριβῆς; Καὶ αὐτὸ γὰρ μόνον τὸ τῆς τῶν ἵππων ἁμίλλης ἱκανὸν πολὺν τῇ ψυχῇ τὸν ὄλεθρον ἐπαγαγεῖν. Ὅταν γὰρ ὑπὲρ ἀνονήτων, καὶ μὴ μόνον μηδὲν τῇ ψυχῇ συμβαλλομένων, ἀλλὰ καὶ λυμαινομένων αὐτῇ τὸν καιρὸν καταναλίσκωμεν, καὶ διαπληκτιζώμεθα, καὶ μυρία ῥητὰ καὶ ἄῤῥητα φθεγγώμεθα, τίς ἡμῖν ἔσται συγγνώμη; ποία δὲ ἀπολογία; Καὶ ἐνταῦθα μὲν ἐὰν μικρὸν παρατείνωμεν τὴν διδασκαλίαν, πολλοὶ δυσχεραίνουσι καὶ ἀλύουσι, καὶ πόνον τοῦ σώματος καὶ κάματον προβάλλονται, καὶ ταῦτα τοῦ θαυμαστοῦ τούτου ὀρόφου ἱκανοῦ ὄντος παραμυθήσασθαι· οὔτε γὰρ ὑπὸ κρυμοῦ ἔστιν ἐνοχληθῆναι, οὔτε ὑπὸ ὑετοῦ, ἢ τῆς τῶν ἀνέμων σφοδρότητος· ἐκεῖ δὲ καὶ ὑετοῦ λάβρου καταῤῥηγνυμένου, καὶ ἀνέμων σφοδρῶν πνεόντων, καὶ ἄλλοτε τοῦ ἡλίου θερμὴν τὴν ἀκτῖνα ἀφιέντος, οὐ μίαν οὐδὲ δύο ὥρας, ἀλλὰ τὸ πλέον τῆς ἡμέρας διημερεύουσι, καὶ οὔτε ὁ γέρων αἰδεῖται τὴν πολιὰν, οὔτε ὁ νέος αἰσχύνεται πρὸς τὰ τῆς πολιᾶς ὑπεκκαύματα βαδίζων· ἀλλὰ τοσαύτη ἡ ἀπάτη, ὡς καὶ μεθ᾽ ἡδονῆς τὸ δέλεαρ ἐκεῖνο τῶν ψυχῶν προσίεσθαι, καὶ μὴ ἐννοεῖν τῆς ἡδονῆς μὲν τῆς ἐπιβλαβοῦς τὸ βραχὺ καὶ πρόσκαιρον, τῆς δὲ ὀδύνης τὸ διηνεκὲς, καὶ τοῦ συνειδότος τὴν κατηγορίαν. Ὁρῶ γὰρ ἐνίων καὶ νῦν τὰ πρόσωπα, καὶ στοχάζομαι τῆς ψυχῆς τὴν κατάστασιν, καὶ ὅση νῦν αὐτοῖς ἡ μετάνοια εἰσέρχεται.

Ἀλλ᾽ ὅπως μὴ πάλιν τοῖς αὐτοῖς περιπέσητε, μηδὲ μετὰ τὴν τοσαύτην ἡμῶν παραίνεσιν πάλιν ἐπὶ τὰ σατανικὰ συνέδρια ἐκεῖνα δράμητε, ἀναγκαῖον διαμαρτύρασθαι. Οὐδὲ γὰρ πάντοτε καλὸν προσηνῆ φάρμακα ἐπιτιθέναι, ἀλλ᾽ ὅταν ᾖ τὸ ἕλκος δυσένδοτον, δεῖ καὶ τὰ στύφοντα καὶ τὰ δάκνειν δυνάμενα προσάγειν, ἵνα ταχεῖα γένηται ἡ διόρθωσις.

γʹ. Μαθέτωσαν τοίνυν ἅπαντες οἱ τοῖς ἐγκλήμασιν ὑπεύθυνοι, ὅτι εἰ καὶ μετὰ ταύτην ἡμῶν τὴν παραίνεσιν πάλιν τῇ αὐτῇ ῥᾳθυμίᾳ ἐπιμένωσιν, οὐκ ἀνεξόμεθα, ἀλλὰ τοῖς νόμοις τῆς Ἐκκλησίας χρησάμενοι μετὰ πολλῆς αὐτοὺς τῆς σφοδρότητος διδάξομεν, μὴ τοιαῦτα πλημμελεῖν, μηδὲ μετὰ τοσαύτης καταφρονήσεως τῶν θείων ἀκούειν λογίων. Καὶ ταῦτα οὐ περὶ πάντων λέγω τῶν ἐνταῦθα συνειλεγμένων, ἀλλὰ περὶ τῶν ὑπευθύνων τοῖς λεγομένοις.

Ὁ μὲν γὰρ λόγος πρὸς ἅπαντας διαλέγεται· ἕκαστος δὲ τῶν ἀκουόντων δεχέσθω τὸ κατάλληλον φάρμακον· ὁ μὲν τῷ ἁμαρτήματι ὑπεύθυνος, ὥστε μέχρι τούτου στῆσαι τὰ τῆς ῥᾳθυμίας, καὶ μὴ περαιτέρω προελθεῖν, ἀλλὰ διὰ τῆς μετὰ ταῦτα σπουδῆς ἀνακαλέσασθαι ἑαυτὸν, καὶ τῶν ἐπταισμένων ποιήσασθαι τὴν διόρθωσιν· ὁ δὲ ἀνεύθυνος ἀσφαλέστερος γενέσθω πρὸς τὸ μὴ ἁλῶναι, μηδὲ ὑπεύθυνος γενέσθαι ποτέ. Ἀλλ᾽ ἵνα δι᾽ αὐτῶν τῶν πραγμάτων πείσωμεν τὴν ὑμετέραν ἀγάπην, ὅτι ἀπὸ φιλοστοργίας καὶ πολλῆς κηδεμονίας δακνόμενοι τὴν ψυχὴν, καὶ σφόδρα ὑπὲρ τῆς σωτηρίας τῆς ὑμετέρας δεδοικότες, ταῦτα εἰπεῖν προήχθημεν, φέρε πάλιν ἑαυτοὺς ταῖς χρησταῖς ἐλπίσι τρέφοντες τὴν συνήθη παραθῶμεν ὑμῖν διδασκαλίαν, δεικνύντες ὑμῖν τὴν πατρικὴν εὔνοιαν, ἢν περὶ ὑμᾶς ἔχομεν· ἀλλὰ, παρακαλῶ, μετ᾽ ἀκριβείας προσέχετε τοῖς λεγομένοις, ἵνα καρπώσησθέ τι πλέον, καὶ οὕτως οἴκαδε ἐπανέλθητε. Ἀναγκαῖον δὲ ταῦτα τὰ ἀναγνωσθέντα εἰπεῖν ἐπὶ τῆς ὑμετέρας ἀγάπης. Καὶ εἶπε, φησὶν, ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀναμέσον τῆς ἡμέρας, καὶ ἀναμέσον τῆς νυκτός. Καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς.

Καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς. Καὶ ἐγένετο οὕτως. Ἐπειδὴ γὰρ χθὲς ἐδίδαξεν ἡμᾶς ὁ μακάριος Μωϋσῆς, ὅπως τὴν ἀμορφίαν τῆς γῆς ἐκαλλώπισεν ὁ τῶν ὅλων δημιουργὸς ταῖς βοτάναις, καὶ τῇ τῶν ἀνθῶν ποικιλίᾳ, καὶ τῇ βλάστῃ τῶν σπερμάτων, σήμερον πάλιν μετήγαγε τὸν λόγον ἐπὶ τὸν τοῦ οὐρανοῦ κόσμον.

Καθάπερ γὰρ ἡ γῆ καλλωπίζεται διὰ τῶν ἐξ αὐτῆς ἀναδιδομένων, οὕτω τὸν οὐρανὸν τοῦτον τὸν ὁρώμενον φαιδρότερον καὶ λαμπρότερον εἰργάσατο, τῇ τε τῶν ἄστρων ποικιλίᾳ καταστίξας αὐτὸν, καὶ τῇ δημιουργίᾳ τῶν δύο φωστήρων τῶν μεγάλων, λέγω τοῦ ἡλίου καὶ τῆς σελήνης. Καὶ ἐποίησε, φησὶν, ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς νυκτὸς, καὶ τοὺς ἀστέρας. Εἶδες σοφίαν τοῦ δημιουργοῦ; Εἶπε μόνον, καὶ παρήχθη τὸ στοιχεῖον τοῦτο τὸ θαυμαστὸν, ὁ ἥλιος λέγω. Τοῦτον γὰρ καλεῖ φωστῆρα μέγαν, καί φησιν αὐτὸν εἰς ἀρχὰς τῆς ἡμέρας γεγενῆσθαι. Οὗτος γὰρ φαιδροτέραν τὴν ἡμέραν ἀπεργάζεται, καθάπερ μαρμαρυγάς τινας τὰς οἰκείας ἀκτῖνας ἀφιεὶς, καὶ καθ᾽ ἑκάστην ἡμέραν ἀκμαῖον τὸ οἰκεῖον κάλλος ἐπιδεικνύμενος, καὶ ἅμα τῷ ὄρθρῳ φαινόμενος, καὶ πᾶσαν τὴν τῶν ἀνθρώπων φύσιν διεγείρων πρὸς τὴν τῶν οἰκείων ἔργων ἐπιτήδευσιν. Τούτου τὸ κάλλος ἐμφαίνων ὁ μακάριος προφήτης φησί· Καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ· ἀπ᾽ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ. Ὁρᾷς ὅπως καὶ τὸ κάλλος ἡμῖν παρεδήλωσε, καὶ τὸ τάχος τῆς ἐνεργείας;

Εἰπὼν γὰρ, Ἀπ᾽ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, ἐσήμανεν ἡμῖν, ὅπως ἐν μιᾷ καιροῦ ῥοπῇ πᾶσαν διατρέχει τὴν οἰκουμένην, καὶ ἀπὸ περάτων εἰς πέρατα τὰς οἰκείας ἀκτῖνας ἀφίησι, πολλὴν τὴν ἑαυτοῦ χρείαν παρεχόμενος. Οὔτε γὰρ θερμαίνει μόνον, ἀλλὰ καὶ ξηραίνει· καὶ οὐ ξηραίνει μόνον, ἀλλὰ καὶ καίει. καὶ πολλὰς καὶ διαφόρους ἡμῖν τὰς χρείας παρέχεται, καὶ πολὺ τοῦ στοιχείου τούτου τὸ θαῦμα, καὶ οὐκ ἄν τις κατ᾽ ἀξίαν ἅπαντα εἰπεῖν δυνηθείη. Ταῦτα δὲ λέγω, καὶ ἐπαίρω τῷ λόγῳ τὸ στοιχεῖον, ἵνα μὴ μέχρι τούτου στῇς, ἀγαπητὲ, ἀλλ᾽ ἐντεῦθεν ἀναδράμῃς, καὶ ἐπὶ τὸν τοῦ στοιχείου δημιουργὸν τὸ θαῦμα μεταγάγῃς. Ὅσῳ γὰρ ἂν μέγα δειχθῇ τὸ στοιχεῖον, τοσούτῳ πολὺ τοῦ δημιουργοῦ τὸ θαῦμα δείκνυται.

δʹ. Ἀλλ᾽ οἱ Ἑλλήνων παῖδες θαυμάσαντες καὶ ἐκπλαγέντες τὸ στοιχεῖον, οὐκ ἠδυνήθησαν διαβλέψαι, καὶ τὸν παραγαγόντα ἀνυμνῆσαι, ἀλλ᾽ ἐναπέμειναν τῷ στοιχείῳ, καὶ τοῦτο ἐθεοποίησαν· διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλός φησι, Καὶ ἐσεβάσθησαν, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Τί γὰρ ἂν αὐτῶν ἀνοητότερον γένοιτ᾽ ἂν, μὴ δυνηθέντων ἐκ τοῦ δημιουργήματος τὸν δημιουργὸν καταμαθεῖν, ἀλλὰ τοσαύτην πλάνην πλανηθέντων, ὡς τὸ κτίσμα καὶ τὸ ποίημα εἰς τὴν αὐτὴν τάξιν τῷ δημιουργῷ ἀναγαγεῖν; Διά τοι τοῦτο καὶ ἡ θεία Γραφὴ προειδυῖα τὸ πρὸς πλάνην τῶν ῥᾳθύμων ἐπιῤῥεπὲς, μετὰ τρεῖς ἡμέρας διδάσκει ἡμᾶς τούτου τοῦ στοιχείου τὴν δημιουργίαν γεγενῆσθαι, μετὰ τὸ πάντα τὰ σπέρματα ἀπὸ τῆς γῆς ἀναδοθῆναι, μετὰ τὸ ἀπολαβεῖν τὴν γῆν τὸν οἰκεῖον κόσμον· ἵνα μηδενὶ ἐξῇ τῶν μετὰ ταῦτα λέγειν, ὅτι ἄνευ τῆς τούτου ἐνεργείας, οὐκ ἂν ἐτελεσφορήθη τὰ ἀπὸ τῆς γῆς. Διὰ τοῦτο δείκνυσί σοι πρὸ τῆς τούτου δημιουργίας ἅπαντα πεπληρωμένα, ἵνα μὴ τούτῳ ἐπιγράφῃς τῶν καρπῶν τὴν τελεσφόρησιν, ἀλλὰ τῷ τῶν ἁπάντων δημιουργῷ, τῷ ἐξ ἀρχῆς εἰπόντι· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου. Εἰ δὲ λέγοιεν, ὅτι συντελεῖ τι καὶ τοῦ ἡλίου ἡ χρεία πρὸς τὸ τοὺς καρποὺς πεπαίνεσθαι, οὐδὲ ἐγὼ ἀντιλέγω.

Ὥσπερ γὰρ καὶ τὸν γηπόνον λέγων συνεργεῖν πρὸς τὴν τῆς γῆς ἐργασίαν, οὐ τῷ γηπόνῳ τὸ πᾶν λογίζομαι, ἀλλὰ κἂν μυριάκις ὁ γηπόνος τὰ παρ᾽ ἑαυτοῦ ἐπιδείξηται, εἰ μὴ ὁ τῷ οἰκείῳ προστάγματι ἐξ ἀρχῆς αὐτὴν διεγείρας πρὸς τὴν τῶν καρπῶν αὐτὴν γένεσιν κινῆσαι βουληθῇ, οὐδὲν ὄφελος τῶν πολλῶν καμάτων· τὸν αὐτὸν δὴ τρόπον φημὶ, ὅτι κἂν μετὰ τοῦ γηπόνου καὶ ἡ τοῦ ἡλίου συνέργεια συμβάληται, καὶ ἡ τῆς σελήνης, καὶ ἡ τῶν ἀέρων εὐκρασία, οὐδὲ οὕτως ἔσται τι πλέον, μὴ τῆς ἄνωθεν δεξιᾶς συνεφαπτομένης· ἐκείνης δὲ τῆς κραταιᾶς χειρὸς βουλομένης, καὶ ἡ παρὰ τῶν στοιχείων ἐνέργεια μέγιστα συμβαλεῖται. Ταῦτα μετὰ ἀκριβείας κατέχοντες ἐπιστομίζετε τοὺς ἔτι πλανᾶσθαι βουλομένους, καὶ μὴ συγχωρεῖτε τὸ τοῦ δημιουργοῦ σέβας τοῖς κτίσμασιν ἀπονέμειν.

Διὰ τοῦτο καὶ ἡ θεία Γραφὴ οὐ μόνον τὸ κάλλος αὐτοῦ ἡμῖν δείκνυσι, καὶ τὸ μέγεθος, καὶ τὴν χρείαν, διὰ τοῦ εἰπεῖν, Ὡς νυμφίος, καὶ, Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν, ἀλλὰ καὶ τὸ ἀσθενὲς καὶ οὐδαμινόν.

Ἄκουσον γὰρ τί φησιν ἀλλαχοῦ· Τί φωτεινότερον ἡλίου; καὶ τοῦτο ἐκλείπει. Μή σε ἀπατάτω, φησὶν, ἡ θέα· ἐὰν γὰρ βουληθῇ ὁ δημιουργήσας προστάξαι, ὡς οὐδὲ γεγονὼς ἀφίπταται. Ταῦτα εἰ συνεῖδον Ἑλλήνων παῖδες, οὐκ ἂν τοσαύτην πλάνην ἐπλανήθησαν, ἀλλ᾽ εἶδον ἂν καλῶς, ὅτι προσήκει ἐκ τῆς τῶν δημιουργημάτων θεωρίας ἐπὶ τὸν δημιουργὸν ἀναδραμεῖν. Διὰ τοῦτο καὶ τῇ τετάρτῃ ἡμέρᾳ αὐτὸν ἐδημιούργησεν, ἵνα μὴ νομίσῃς τοῦτον συνιστᾷν τὴν ἡμέραν. Ὃ γὰρ ἐπὶ τῶν σπερμάτων εἴπομεν, τοῦτο καὶ ἐπὶ τῆς ἡμέρας ἐροῦμεν, ὅτι ἐγένοντο μὲν τρεῖς ἡμέραι πρὸ τῆς τούτου δημιουργίας.

Ἐβουλήθη δὲ ὁ Δεσπότης καὶ διὰ τοῦ στοιχείου τούτου φαιδρότερον τὸ φῶς τῆς ἡμέρας ἐργάσασθαι· τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἐλάττονος φωστῆρος εἴποιμεν ἂν, τῆς σελήνης λέγω· γεγόνασι γὰρ τρεῖς νύκτες πρὸ τῆς ταύτης δημιουργίας. Ἀλλ᾽ ὅμως καὶ αὐτὴ παραχθεῖσα τὴν παρ᾽ ἑαυτῆς εἰσφέρει χρείαν, διασκεδάζουσα τῆς νυκτὸς τὸ σκότος, καὶ σχεδὸν εἰπεῖν τὰ αὐτὰ τῷ ἡλίῳ συντελοῦσα πρὸς τὰ ἄλλα πάντα. Ὁ μὲν γὰρ ἀφώρισται, Εἰς ἀρχὰς τῆς ἡμέρας, ἡ δὲ, Εἰς ἀρχὰς τῆς νυκτός. Τί ἐστιν, Εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ, Εἰς ἀρχὰς τῆς νυκτός; Τὴν ἐξουσίαν, φησὶν, ἔλαβεν ὁ μὲν τῆς ἡμέρας, ἡ δὲ τῆς νυκτὸς, ἵν᾽ ὁ μὲν φαιδροτέραν αὐτὴν ἀπεργάζηται διὰ τῶν οἰκείων ἀκτίνων, ἡ δὲ διασκεδάζῃ τὸ σκότος, καὶ τῇ φύσει τῶν ἀνθρώπων διὰ τοῦ φωτὸς οἰκείου παρέχῃ μετ᾽ εὐκολίας κεχρῆσθαι τοῖς οἰκείοις ἐπιτηδεύμασι.

Τότε γὰρ καὶ ὁδοιπόρος θαῤῥῶν τῆς ὁδοιπορίας ἅπτεται, καὶ ναύτης καθέλκει τὸ πλοῖον, καὶ τὰ πελάγη διαπερᾷ, καὶ ἕκαστος δὲ τῶν τὰ ἐπιτηδεύματα μετιόντων, μετὰ πολλῆς τῆς ἀδείας τὰ τῆς οἰκείας ἐπιστήμης μεταχειρίζει. Εἶτα ἐπειδὴ ἐδίδαξεν ἡμᾶς τῶν φωστήρων τούτων τὴν χρείαν, φησί· Καὶ τοὺς ἀστέρας· καὶ ἔθετο αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτὸς, καὶ διαχωρίζειν ἀναμέσον τοῦ φωτὸς, καὶ ἀναμέσον τοῦ σκότους.

εʹ. Ἐννόει καὶ τούτων πόσην ἡμῖν τὴν χρείαν ἐδήλωσεν. Ἔθετο, φησὶν, αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ. Τί ἐστιν, Ἔθετο; Ὡς ἂν εἴποι τις, ἔπηξεν; Μὴ γένοιτο· ὁρῶμεν γὰρ αὐτοὺς πολλάκις ἐν μιᾷ καιροῦ ῥοπῇ πολὺ διάστημα διατρέχοντας, καὶ οὐδέποτε ἐν ἑνὶ τόπῳ ἱσταμένους, ἀλλὰ τὸν οἰκεῖον δρόμον ἀποπληροῦντας, ὃν τρέχειν ἐτάχθησαν παρὰ τοῦ Δεσπότου. Τί οὖν ἐστι τὸ, Ἔθετο; Ἀντὶ τοῦ, προσέταξεν αὐτοὺς εἶναι ἐν τῷ οὐρανῷ. Καὶ γάρ ἐστιν ἰδεῖν προϊοῦσαν τὴν Γραφὴν, καὶ ἀλλαχοῦ λέγουσαν, ὅτι Ἔθετο τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ, οὐκ ἐπειδὴ ἐνέπηξεν αὐτὸν τῷ παραδείσῳ, ἀλλ᾽ ὅτι προσέταξεν αὐτὸν εἶναι ἐν τῷ παραδείσῳ. Τὸν αὐτὸν δὴ τρόπον καὶ περὶ τῶν ἀστέρων εἴποιμεν ἂν, ὅτι προσέταξεν αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ ὄντας, τὸ οἰκεῖον φῶς ἐκπέμπειν ἐπὶ τῆς γῆς. Ἐννόησον γάρ μοι, ἀγαπητὲ, ποίων λειμώνων καὶ παραδείσων οὐκ ἂν εἴη τερπνότερον ἰδεῖν ἐν μέσῃ τῇ νυκτὶ τὸν οὐρανὸν κατηστερωμένον, καὶ καθάπερ τισὶν ἄνθεσι τῇ διαφορᾷ τῶν ἄστρων καλλωπιζόμενον, καὶ πολὺ τὸ φῶς εἰς τὴν γῆν αὐτοὺς καταπέμποντας; Εἰς τοῦτο γὰρ καὶ ἐτάχθησαν, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτὸς, ὃ καθολικῶς καὶ περὶ τῶν μεγάλων φωστήρων εἴρηται.

Ἐπειδὴ γὰρ τῶν δύο φωστήρων ἡμᾶς ἐδίδαξε τὴν δημιουργίαν, καὶ τῶν ἄστρων, περὶ πάντων κοινῇ λέγων φησί· Καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτὸς, καὶ διαχωρίζειν ἀναμέσον τοῦ φωτὸς, καὶ ἀναμέσον τοῦ σκότους. Ὥσπερ γὰρ οὐκ ἔστιν ἐν ἡμέρᾳ ἰδεῖν ἀστέρας ἐν τῷ οὐρανῷ διατρέχοντας (τὸ γὰρ τοῦ ἡλίου φῶς τῇ πολλῇ φαιδρότητι ἀποκρύπτει ἐκείνων τὴν χρείαν), οὕτως οὐδὲ ἥλιος ἐν νυκτὶ ἂν φανείη ποτὲ, ἀρκούσης τῆς σελήνης ἐπὶ τῷ οἰκείῳ φωτὶ καταυγάσαι τῆς νυκτὸς τὸ ζοφῶδες· ἀλλ᾽ ἕκαστον τῶν στοιχείων τοῖς οἰκείοις ὅροις ἐμμένον οὐδέποτε ὑπερβαίνει τὸ οἰκεῖον μέτρον, ἀλλὰ τὴν διάταξιν τοῦ Δεσπότου φυλάττον, τὴν οἰκείαν ἐνέργειαν πληροῖ. Τίς ἂν εἴποι τὰ ἄλλα πάντα, ὅσα συντελεῖ πρὸς τὴν τῶν ἀνθρώπων φύσιν ἡ τῶν φωστήρων τούτων καὶ τῶν ἀστέρων χρεία;

Ἕστωσαν γὰρ, φησὶν, εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Τί ἐστιν, Εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς; Διδάξαι ἡμᾶς βούλεται ἡ θεία Γραφὴ, ὅτι ὁ τούτων δρόμος τὴν γνῶσιν ἡμῖν χαρίζεται τῶν καιρῶν, καὶ τῆς τῶν τροπῶν ἐναλλαγῆς, τῶν ἡμερῶν τὸν ἀριθμὸν, τοῦ ἐνιαυτοῦ τὸν δρόμον, καὶ ἐκ τούτων δυνάμεθα διαγινώσκειν ἅπαντα. Καὶ γὰρ ὁ κυβερνήτης πρὸς τὸν τούτων δρόμον ὁρῶν, καὶ ἀτενίζων εἰς τὸν οὐρανὸν, καὶ μετὰ ἀκριβείας ἅπαντα καταμανθάνων, τότε τῆς ναυτιλίας ἅπτεται, καὶ πελάγη διαπερᾷ, καὶ πολλάκις ζοφερωτάτης οὔσης τῆς νυκτὸς, ἀπὸ τῆς τῶν ἄστρων θεωρίας ἠδυνήθη τὸ σκάφος ἰθῦναι, καὶ διὰ τῆς οἰκείας τέχνης τὴν σωτηρίαν τοῖς ἐμπλέουσι χαρίσασθαι. Καὶ ὁ γηπόνος δὲ ἐντεῦθεν καταμαθὼν οἶδε, πότε μὲν προσήκει τὰ σπέρματα καταβαλεῖν, πότε δὲ τὴν γῆν ἀναμοχλεῦσαι, καὶ ἄροτρον ἑλκύσαι, καὶ πότε τὴν δρεπάνην ἀκονῆσαι, καὶ τὸν ἄμητον τῶν σπερμάτων ἐργάσασθαι.

Καὶ εἰς τὴν τοῦ βίου σύστασιν οὐκ ὀλίγα ἡμῖν συμβάλλεται ἡ τῶν χρόνων εἴδησις, ὁ τῶν ἡμερῶν ἀριθμὸς, ὁ τοῦ ἐνιαυτοῦ κύκλος· καὶ πολλὰ ἄν τις εὕροι πρὸς τὴν ἀνθρωπίνην σύστασιν ὑπὸ τούτων τῶν δημιουργημάτων συντελούμενα, ἅπερ οὐκ ἂν δυνηθείη τις μετὰ ἀκριβείας ἅπαντα εἰπεῖν· διὸ χρὴ ἐκ τῶν ὀλίγων στοχασαμένους εἰδέναι, ὅση τούτων ἐστὶν ἡ χρεία, καὶ θαυμάσαντας τὰ δημιουργήματα, προσκυνεῖν τὸν τούτων δημιουργὸν, καὶ ἀνυμνεῖν, καὶ ἐκπλήττεσθαι τὴν ἄφατον φιλανθρωπίαν, ἣν περὶ τὴν τῶν ἀνθρώπων φύσιν ἐπεδείξατο, δι᾽ οὐδὲν ἕτερον ταῦτα ἅπαντα παραγαγὼν, ἀλλ᾽ ἢ διὰ τὸν ἄνθρωπον, ὃν μέλλει μετ᾽ οὐ πολὺ, καθάπερ τινὰ βασιλέα καὶ ἄρχοντα, ἐφιστᾷν πᾶσι τοῖς ὑπ᾽ αὐτοῦ δημιουργηθεῖσι.

Καὶ εἶδεν ὁ Θεὸς, φησὶν, ὅτι καλόν. Εἶδες πῶς καθ᾽ ἑκάστην ἡμέραν δείκνυσιν ἡ θεία Γραφὴ ἀρεσκόμενον αὐτὸν τοῖς δημιουργήμασιν, ἵνα πᾶσαν ἐκκόψῃ ἀφορμὴν τῶν ἐπισκήπτειν τολμώντων τοῖς ὑπ᾽ αὐτοῦ γεγενημένοις;

Ὅτι γὰρ τούτου ἕνεκεν καθ᾽ ἕκαστον τοῦτο ἐπισημαίνεται ἡ θεία Γραφὴ, ἐκ τῆς συνεχείας δῆλον καθέστηκεν. Ἤρκει γὰρ μετὰ πάντα τὰ δημιουργήματα ἅπαξ εἰπεῖν, ὅτι πάντα ὅσα ἐποίησε, καλὰ λίαν· ἀλλ᾽ εἰδυῖα τῆς ἀσθενείας τῶν ἡμετέρων λογισμῶν τὴν ὑπερβολὴν, καὶ κατὰ μέρος τοῦτο ποιεῖ, διδάσκουσα ἡμᾶς, ὅτι σοφίᾳ τινὶ εὐμηχάνῳ, καὶ φιλανθρωπίᾳ ἀφάτῳ ἅπαντα παρήχθη. Καὶ ἐγένετο, φησὶν, ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα τετάρτη. Ἐπειδὴ γὰρ ἀπήρτισε τὸν τοῦ οὐρανοῦ κόσμον, καλλωπίσας αὐτὸν τοῖς ἄστροις καὶ τοὺς δύο φωστῆρας τοὺς μεγάλους παραγαγὼν, τέλος τῇ ἡμέρᾳ ἐπέθηκε· καί φησιν, Ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα τετάρτη. Σκόπει πῶς καθ᾽ ἑκάστην ἡμέραν οὕτω λέγει, τῇ πυκνότητι τῆς διδασκαλίας ἐμπῆξαι τῇ διανοίᾳ βουλόμενος τὰ θεῖα δόγματα.

ϛʹ. Ταῦτα τοίνυν ἅπαντα κατέχοντες ἐγκεκολαμμένα ἡμῶν τῷ πλάτει τῆς καρδίας, πᾶσαν ῥᾳθυμίαν ἀποτιναξάμενοι, τά τε δόγματα κατέχωμεν τὰ ὑγιῆ μετὰ ἀκριβείας, καὶ τοὺς τῇ Ἑλληνικῇ πλάνῃ προκατειλημμένους μετὰ πάσης ἐπιεικείας διδάσκωμεν μὴ συγχέειν τὴν τάξιν, μηδὲ καταλιπόντας τὸν δημιουργὸν τὰ δημιουργήματα προσκυνεῖν, τὰ διὰ τὴν ἡμετέραν σωτηρίαν καὶ χρείαν γεγενημένα. Κἂν γὰρ μυριάκις ἀποπνίγωνται Ἕλληνες, λαμπρᾷ τῇ φωνῇ βοῶ, ὅτι διὰ τὴν τῶν ἀνθρώπων φύσιν ταῦτα ἅπαντα ἐδημιουργήθη, ἐπεὶ ἀνενδεὴς ὢν ὁ δημιουργὸς οὐδενὸς τούτων ἐδεῖτο· ἀλλ᾽ ἵνα τὴν περὶ ἡμᾶς φιλανθρωπίαν ἐπιδείξηται, ταῦτα ἅπαντα παρήγαγε, δεικνὺς ὅσου τιμᾶται τὸ τῶν ἀνθρώπων γένος, καὶ ἵνα ἐκ τούτων ὁδηγούμενοι τὴν προσήκουσαν αὐτῷ προσκύνησιν ἀναφέρωμεν. Πόσης γὰρ οὐκ ἂν εἴη παρανοίας προσπταίειν τῷ κάλλει τῶν γινομένων, καὶ τούτοις παρακαθῆσθαι, καὶ μὴ ἀνατείνειν τὸ ὄμμα τῆς διανοίας πρὸς τὸν παραγαγόντα, καὶ πείθεσθαι τῷ μακαρίῳ Παύλῳ λέγοντι· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται; Τί λέγεις, ἄνθρωπε; Ἰδὼν τὸν οὐρανὸν θαυμάζεις αὐτοῦ τὸ κάλλος, τῶν ἀστέρων τὴν ποικιλίαν, τῆς φαιδρότητος τὴν ὑπερβολήν;

Μὴ στῇς μέχρι τούτου, ἀλλ᾽ ἔκτεινόν σου τὴν διάνοιαν εἰς τὸν τούτων δημιουργόν· ἐκπλήττει σε πάλιν τοῦ ἡλίου τὸ φῶς, καὶ ὁρῶν αὐτοῦ πολλὴν οὖσαν τὴν χρείαν εἰς θαῦμα διεγείρῃ, καὶ ἐπειδὰν ἴδῃς τὰς ἀκτῖνας αὐτοῦ καταυγαζούσας σου τὰς ὄψεις, θαυμάζεις τοῦ στοιχείου τὸ κάλλος; Ἀλλὰ μηδὲ ἐνταῦθα μέχρι τούτου στῇς· ἀλλ᾽ ἐννόησον, ὅτι εἰ τὸ δημιούργημα οὕτω θαυμαστὸν καὶ παράδοξον, καὶ πάντα ἀνθρώπινον νοῦν ὑπερβαῖνον, ποταπὸς ἂν εἴη ὁ τοῦτο λόγῳ μόνῳ καὶ ἐπιτάγματι παραγαγών; Τὸ αὐτὸ καὶ ἐπὶ τῆς γῆς λογίζου· ἐπειδὰν ἴδῃς αὐτὴν τοῖς ἄνθεσι καλλωπιζομένην, καθάπερ ἱμάτιον ποικίλον, ἐφηπλωμένην αὐτῇ πανταχόθεν τὴν βλάστην τὴν ἀπὸ τῶν βοτανῶν, μὴ τῇ δυνάμει τῆς γῆς λογίσῃ τὰ ἐξ αὐτῆς τικτόμενα, μηδὲ τῇ τοῦ ἡλίου συνεργείᾳ, ἢ τῆς σελήνης· ἀλλ᾽ ἐννόησον εὐγνωμόνως, ὅτι καὶ πρὸ τῆς τούτων δημιουργίας εἶπε μόνον, Ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου, καὶ παραχρῆμα ἅπαν τῆς γῆς τὸ πρόσωπον ἐφαιδρύνετο. Ἐὰν ταῦτα καθ᾽ ἑκάστην ἡμέραν στρέφωμεν ἐν τοῖς ἡμετέροις λογισμοῖς, αὐτοί τε εὐγνώμονες ἐσόμεθα, καὶ τῷ Δεσπότῃ τὴν προσήκουσαν, μᾶλλον δὲ τὴν κατὰ δύναμιν τὴν ἡμετέραν δοξολογίαν ἀναπέμψομεν.

Δοξάσομεν δὲ αὐτὸν οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ διὰ τῆς ἀρίστης πολιτείας, ἐὰν μὴ πάλιν τοῖς αὐτοῖς περιπέσωμεν, ἀλλὰ ἐὰν πολλὰ χαίρειν εἰπόντες ταῖς διαβολικαῖς ἀπάταις, τῇ μετὰ ταῦτα προσοχῇ καὶ τῇ πολλῇ σπουδῇ, καὶ τῇ συντόνῳ ἐξομολογήσει τὴν ἄνωθεν εὔνοιαν ἐπισπασώμεθα. Ἀρκεῖ γὰρ αὐτῷ διὰ τὴν πολλὴν αὐτοῦ φιλανθρωπίαν τὸ ἀποστῆναι μόνον ἡμᾶς τῆς κακίας. Ἂν γὰρ τοῦτο ἑλώμεθα, εὐκόλως καὶ πρὸς τὴν τῶν ἀγαθῶν ἔργων πρᾶξιν ὁρμήσομεν.

Μή μοι λοιπὸν ἐν ἱπποδρομίαις τις φαινέσθω, παρακαλῶ, ἀλλὰ μηδὲ ἐν τοῖς συλλόγοις τοῖς ἀκαίροις καταδαπανάτω τὸν καιρὸν τῆς ἡμέρας· μή μοι κύβοις, καὶ τῇ ἐντεῦθεν τικτομένῃ κραυγῇ, καὶ τῇ λοιπῇ λύμῃ ἑαυτόν τις ἐκδιδότω. Τί γὰρ ὄφελος, εἰπέ μοι, τῆς νηστείας, ὅταν ἄσιτος μὲν διημερεύῃς, κύβοις δὲ ἑαυτὸν ἐκδιδῷς, καὶ φλυαρίαις ἀνονήτοις, πολλάκις δὲ καὶ ἐπιορκίαις καὶ βλασφημίαις πᾶσαν ἀναλώσῃς τὴν ἡμέραν;

Μὴ, παρακαλῶ, μὴ οὕτω ῥᾳθύμως περὶ τὴν ἑαυτῶν σωτηρίαν διατεθῶμεν, ἀλλὰ μᾶλλον περὶ τῶν πνευματικῶν ἡμῖν ἔστω διηνεκῶς ἡ διάλεξις, καὶ βιβλίον τις θεῖον λαβὼν μετὰ χεῖρας, καὶ συγκαλέσας τοὺς πλησίον, διὰ τῶν θείων λόγων ἀρδέτω καὶ τὴν ἑαυτοῦ διάνοιαν καὶ τῶν συγγινομένων, ἵν᾽ οὕτω καὶ τὰς μηχανὰς τοῦ πονηροῦ διαφυγεῖν δυνηθῶμεν, καὶ μεγάλα ἀπὸ τῆς νηστείας καρπώσασθαι ἀγαθὰ, καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀπολαύσωμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Ζʹ. Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ ἐγένετο οὕτως. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν. αʹ. Ἱκανῶς χθὲς καθηψάμεθα τῶν εἰς τὰς ἱπποδρομίας αὐτομολησάντων, δείξαντες αὐτοῖς τῆς βλάβης τὸ μέγεθος, ἧς ὑπέστησαν, τὸν συλλεγέντα ἀπὸ τῆς νηστείας αὐτοῖς πλοῦτον πνευματικὸν ἀθρόον ἐκχέαντες, καὶ ἀπὸ τῆς πολλῆς περιουσίας ἐξαίφνης εἰς ἐσχάτην πενίαν ἑαυτοὺς καταστήσαντες. Φέρε δὴ σήμερον προσηνεστέρῳ χρησώμεθα τῷ φαρμάκῳ, καὶ καθάπερ μέλη ἡμέτερα, οὕτως αὐτῶν τὰ τῆς ψυχῆς τραύματα ἐπιδήσωμεν· ἐπεὶ καὶ χθὲς αὐστηρότερα τὰ φάρμακα ἐπεθήκαμεν, οὐχ ἵνα ἁπλῶς λυπήσωμεν, καὶ τὴν ἀλγηδόνα ἐπιτείνωμεν, ἀλλ᾽ ἵνα τῇ σφοδρότητι καθικέσθαι δυνηθῶμεν τοῦ ἕλκους. Καὶ γὰρ καὶ ἰατροὶ καὶ πατέρες οὕτω ποιεῖν εἰώθασιν· οἱ μὲν δραστικώτερα πρότερον ἐπιτιθέασι, καὶ ἐπειδὰν ῥήξῃ τὸ ἕλκος, τότε τὰ καταγλυκαίνειν δυνάμενα φάρμακα προσάγουσι· καὶ πατέρες δὲ ὅταν ἴδωσι τοὺς παῖδας τοὺς ἑαυτῶν ἀτακτοῦντας, πρότερον ἐπιπλήξεσι σφοδροτέραις κέχρηνται, μετὰ δὲ ταῦτα νουθεσίαις καὶ παρακλήσεσι.

Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς, εἰ καὶ χθὲς σφοδρότερον ἐχρησάμεθα τῷ λόγῳ, ἀλλὰ σήμερον προσηνεστέραν ποιησόμεθα τὴν διάλεξιν, καὶ καθάπερ μέλη ἡμέτερα θεραπεύσομεν.

Ὥσπερ γὰρ ἡ προκοπὴ ἡ ὑμετέρα ἡμῖν πλείονα τὴν παῤῥησίαν προξενεῖ, καὶ τοῦτο ἡμῶν ἐστιν ὁ πλοῦτος ὁ πνευματικὸς, τὸ ὁρᾷν ὑμᾶς ἐν τοῖς πνευματικοῖς ἐπιδιδόντας, καὶ ἐν ἀρετῇ διαλάμποντας, καὶ τῶν βλάπτειν δυναμένων ἀπεχομένους· οὕτως ἐπειδὰν ἴδωμεν ὑμᾶς ὑποσκελιζομένους, καὶ ὑπαγομένους ταῖς ἀπάταις ταῖς διαβολικαῖς, κατηφείας πληρούμεθα, καὶ αἰσχύνη τις, ὡς εἰπεῖν, κατασκεδάζεται τῆς ἡμετέρας ψυχῆς. Κατὰ γὰρ τὸν μακάριον Παῦλον, Τότε ἡμεῖς ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ. Ὡς οὖν τέλειοι καὶ πεπληρωμένοι συνέσεως, οὕτω τῶν μὲν ὄπισθεν ἐπιλανθάνεσθε, τοῖς δὲ ἔμπροσθεν ἐπεκτείνεσθε, καὶ τὰς συνθήκας, ἃς πρὸς τὸν Χριστὸν ἔθεσθε, ἀνακαλεσάμενοι, βεβαίας ταύτας εἰς τὸ ἑξῆς διαφυλάττετε, καὶ λογισμῷ σώφρονι πᾶσαν εἴσοδον ταῖς τοῦ διαβόλου μηχαναῖς ἀποκλείσαντες, τῇ μετὰ ταῦτα σπουδῇ τὴν ἀπὸ τῆς ῥᾳθυμίας προστριβεῖσαν ὑμῖν κηλῖδα ἀπονίψασθε, περιγενόμενοι τῆς ἀκαίρου συνηθείας καὶ ἐπιβλαβοῦς, καὶ λογισάμενοι, ὡς οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ὅτι ἑαυτοῖς πολλὴν τὴν βλάβην προστρίβονται οἱ αὐτόθι παραγενόμενοι, ἀλλ᾽ ὅτι καὶ πολλοῖς ἑτέροις σκανδάλου ὑπόθεσις γίνονται.

Ὅταν γὰρ ἴδωσιν Ἕλληνες καὶ Ἰουδαῖοι τὸν ἐφ᾽ ἑκάστης ἡμέρας εἰς τὴν ἐκκλησίαν διημερεύοντα, καὶ συνεχοῦς ἀπολαύοντα διδασκαλίας, ἀθρόον ἐκεῖ φαινόμενον, καὶ μετ᾽ αὐτῶν συμφυρόμενον, πῶς οὐ νομίσουσιν ἀπάτην εἶναι τὰ ἡμέτερα, καὶ περὶ πάντων τῶν παρ᾽ ἡμῖν τὴν αὐτὴν ὑπόληψιν ἕξουσιν;

Ἢ οὐκ ἀκούεις τοῦ μακαρίου Παύλου παραινοῦντος, λαμπρᾷ τῇ φωνῇ, καὶ συμβουλεύοντος, Ἀπρόκοποι γίνεσθε; Εἶτα ἵνα μὴ νομίσῃς περὶ τῶν οἰκείων μόνον τὴν παραγγελίαν παρ᾽ αὐτοῦ γίνεσθαι, καὶ τῶν μεθ᾽ ἡμῶν τεταγμένων, προσέθηκεν, Καὶ Ἰουδαίοις καὶ Ἕλλησι, καὶ τότε ἐπήγαγε, Καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Οὐδὲν γὰρ οὕτω λυμαίνεται καὶ βλάπτει τὴν θρησκείαν τὴν ἡμετέραν, ὡς καὶ τοῖς ἀπίστοις λαβήν τινα παρέχειν. Ὅταν οὖν ἴδωσί τινας ἐν ἀρετῇ διαλάμποντας παρ᾽ ἡμῖν, καὶ πολλὴν τῶν βιωτικῶν ὑπεροψίαν ποιουμένους, οἱ μὲν αὐτῶν καὶ ἀποπνίγονται, οἱ δὲ πολλάκις καὶ εἰς θαῦμα ἔρχονται ἐκπληττόμενοι, ὅτι τῆς αὐτῆς αὐτοῖς φύσεως ὄντες οὐ τὰ αὐτὰ αὐτοῖς μετίασιν. Ἀμέλει ἐπειδὰν θεάσωνταί τινα μικρὰν ῥᾳθυμίαν προσγενομένην, εὐθέως τὴν γλῶτταν ἀκονοῦσι κατὰ πάντων ὁμοῦ, καὶ ἀπὸ τῆς τοῦ ἑνὸς ῥᾳθυμίας κατὰ παντὸς τοῦ τῶν Χριστιανῶν ἔθνους τὰ αὐτὰ ψηφίζονται. Καὶ οὐδὲ μέχρι τούτου ἵστανται, ἀλλ᾽ εὐθέως κατὰ τῆς ἑαυτῶν κεφαλῆς φθεγγόμενοι, διὰ τὴν τῶν δούλων ῥᾳθυμίαν, καὶ τὸν κοινὸν Δεσπότην βλασφημεῖν τολμῶσι, καὶ νομίζουσι τῆς οἰκείας πλάνης παραπέτασμα αὐτοῖς γίνεσθαι τὴν ἑτέρων ῥᾳθυμίαν.

βʹ. Ὅτι δὲ μέγιστον φέρει τοῦτο κίνδυνον τοῖς ἀφορμὴν αὐτοῖς τῆς βλασφημίας παρέχουσιν, ἀκούσωμεν τοῦ προφήτου βοῶντος, καὶ λέγοντος ἐκ προσώπου τοῦ Θεοῦ, Οὐαὶ ὑμῖν, ὅτι δι᾽ ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι. Φοβερὸν τὸ ῥῆμα καὶ φρίκης γέμον. Τὸ γὰρ Οὐαὶ τοῦτο ὡσανεὶ θρηνοῦντός ἐστι τοὺς μέλλοντας ὑπὸ τὴν ἀπαραίτητον ἐκείνην κόλασιν γίνεσθαι. Ὥσπερ οὖν τοῖς διὰ τῆς οἰκείας ἀμελείας αἰτίαν ἐκείνοις παρέχουσι τῆς βλασφημίας τοσαύτη κεῖται τιμωρία, οὕτω πάλιν τοῖς τῆς ἀρετῆς ἐπιμελουμένοις μυρίων στεφάνων ὑπόθεσις γίνεται.

Τὸ αὐτὸ τοῦτο διδάσκων ὁ Χριστὸς ἔλεγε· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ὃν γὰρ τρόπον ἐκεῖνοι διὰ τήν τινων ῥᾳθυμίαν σκανδαλιζόμενοι τὴν γλῶτταν ἀκονοῦσι κατὰ τοῦ Δεσπότου τοῦ ἡμετέρου· οὕτω, φησὶν, ἐπειδὰν τὴν ἀρετὴν μετίητε, ὁρῶντες ὑμᾶς οἱ ἄνθρωποι, οὐ μέχρι τῆς ὑμετέρας εὐφημίας ἵστανται, ἀλλ᾽ ὅταν ἴδωσιν ὑμῶν τὰ ἔργα λάμποντα καὶ καταυγάζοντα ὑμῶν τὰς ὄψεις, εἰς δοξολογίαν κινοῦνται τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς· τούτου δὲ ὑπ᾽ ἐκείνων γινομένου, πάλιν ἡμῖν τὰ τῆς ἀμοιβῆς πολυπλασιάζεται, καὶ ὑπὲρ τῆς ἐκείνων εὐφημίας τὰ μυρία ἡμῖν ἀγαθὰ χαρίζεται ὁ Δεσπότης· Τοὺς δοξάζοντάς με γὰρ, φησὶ, δοξάσω. Πάντα τοίνυν ποιῶμεν, ἀγαπητοὶ, ὥστε δοξάζεσθαι τὸν ἡμέτερον Δεσπότην, καὶ μηδενὶ σκανδάλου αἰτίαν παρέχωμεν. Τοῦτο γὰρ διηνεκῶς ἡμᾶς διδάσκει ὁ τῆς οἰκουμένης διδάσκαλος ὁ μακάριος Παῦλος, ποτὲ μὲν λέγων· Εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα· καὶ πάλιν ἐν ἑτέρῳ φησίν· Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. Σφοδρὰ ἡ ἀπειλὴ καὶ μεγάλην ἔχουσα τὴν κατάκρισιν. Μὴ γὰρ νομίσῃς, φησὶν, εἰς ἐκεῖνον μόνον περιστήσεσθαι τὴν βλάβην· εἰς αὐτὸν διαβαίνει τὸν Χριστὸν τὸν δι᾽ ἐκεῖνον σταυρωθέντα.

Εἰ τοίνυν ὁ Δεσπότης σου σταυρωθῆναι δι᾽ αὐτὸν οὐ παρῃτήσατο, σὺ οὐκ ἀνέχῃ πάντα ποιῆσαι, ὥστε μηδεμίαν αὐτῷ σκανδάλου· ἀφορμὴν παρέχειν; Καὶ πανταχοῦ εὑρήσεις αὐτὸν ταῦτα συμβουλεύοντα τοῖς μαθητευομένοις· τοῦτο γάρ ἐστιν, ὃ συνέχει τὴν ζωὴν τὴν ἡμετέραν.

Διὰ τοῦτο καὶ ἀλλαχοῦ γράφων ἔλεγε· Μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος· καὶ πάλιν ἑτέρωθι· Πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα οἰκοδομεῖ. Εἶδες σύνεσιν ἀποστολικήν; Εἰ καὶ ἔξεστί μοι, φησὶ, τὶ διαπράξασθαι, καὶ μηδέν μοι τοῦτο λυμαίνεται, ἀλλὰ διὰ τὸ μὴ ἕπεσθαι τὴν τοῦ πλησίον οἰκοδομὴν, οὐκ ἂν ἀνασχοίμην αὐτὸ πρᾶξαι. Εἶδες ψυχὴν φιλόστοργον, καὶ πῶς οὐδαμοῦ τὸ ἑαυτοῦ σκοπεῖ, ἀλλὰ διὰ πάντων δείκνυσι μεγίστην ἀρετὴν ταύτην οὖσαν, τὸ τῆς τῶν πλησίον οἰκοδομῆς πολλὴν ποιεῖσθαι τὴν πρόνοιαν; Ταῦτα δὴ πάντα γινώσκοντες φυλαττώμεθα, παρακαλῶ, καὶ ἀπεχώμεθα τῶν λυμαίνεσθαι τὸν πλοῦτον τῆς ἡμετέρας ἀρετῆς δυναμένων, καὶ μηδέποτέ τι πράττωμεν, ὃ τῷ πλησίον παρέχει τινὰ βλάβην. Τοῦτο γὰρ καὶ τὸ ἁμάρτημα ἐπιτείνει, καὶ τὴν κόλασιν ἡμῖν σφοδροτέραν προξενεῖ. Καὶ μηδὲ τοῦ τυχόντος καταφρονῶμεν, μηδὲ λέγωμεν τὰ ψυχρὰ ἐκεῖνα ῥήματα, τί δέ μοι μέλει, ἐὰν ὁ δεῖνα σκανδαλίζηται; Τί λέγεις, εἰπέ μοι; Τί σοι μέλει; Προσέταξεν ὁ Χριστὸς οὕτω σου λάμπειν τὸν βίον, ὡς μὴ μόνον σε θαυμάζεσθαι ὑπὸ τῶν ὁρώντων, ἀλλὰ καὶ τὸν Δεσπότην τὸν σὸν δοξολογεῖσθαι, καὶ σὺ τὸ ἐναντίον ἐργαζόμενος, καὶ παρασκευάζων ἀντὶ δοξολογίας βλασφημίας εἰς αὐτὸν γίνεσθαι, οὐδένα λόγον ποιῇ; Καὶ ποῦ τοῦτο ψυχῆς εὐλαβοῦς, καὶ τοὺς Θεοῦ νόμους ἀκριβῶς ἐπισταμένης;

γʹ. Ἀλλ᾽ εἰ καὶ πρότερον ταῦτά τις ὑπὸ τῆς συνηθείας ἑλκόμενος ἀδιαφόρως ἐφθέγξατο, νῦν, παρακαλῶ, δεξάμενος ἡμῶν τὴν νουθεσίαν, παυέσθω τῶν ἀκαίρων τούτων λόγων, καὶ οὕτως ἅπαντα πράττειν σπουδαζέτω, ὡς μήτε ὑπὸ τοῦ ἀκοιμήτου ἐκείνου ὀφθαλμοῦ κατακρίνεσθαι, μήτε ὑπὸ τοῦ συνειδότος καταγινώσκεσθαι, μήτε ὑπὸ τῶν εἰς αὐτὸν ὁρώντων βλασφημίας κινεῖσθαι κατὰ τοῦ Δεσπότου. Ἐὰν γὰρ μετὰ τοσαύτης φυλακῆς τὰ καθ᾽ ἑαυτοὺς οἰκονομῶμεν, πολλῆς ἀπολαυσόμεθα καὶ τῆς παρὰ τοῦ Δεσπότου φιλανθρωπίας, καὶ διαφευξόμεθα τοῦ διαβόλου τὰς μηχανάς. Ὅταν γὰρ ἴδῃ ἡμᾶς οὕτω νήφοντας καὶ ἐγρηγορότας, ἐννοῶν ὡς ἀνονήτοις ἐπιχειρήσειε, καλυψάμενος ἀποστήσεται. Ἀλλὰ τῶν μὲν προοιμίων ἅλις· φέρε δὴ λοιπὸν τὰ ἀναγνωσθέντα προθέντες ἐπὶ τῆς ὑμετέρας ἀγάπης, τὴν πνευματικὴν ὑμῖν παραθῶμεν ἑστίασιν, καὶ ἴδωμεν μαθόντες τί καὶ σήμερον ὁ μακάριος Μωϋσῆς, μᾶλλον δὲ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῆς τούτου γλώττης ἡμᾶς διδάξαι βούλεται.

Τί οὖν φησι; Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. Καὶ ἐγένετο οὕτως. Ὅρα φιλανθρωπίαν Δεσπότου, πῶς τάξει τινὶ καὶ ἀκολουθίᾳ πᾶσαν τὴν δημιουργίαν ἡμᾶς διδάσκει.

Πρότερον ἐδίδαξεν ἡμᾶς πῶς τὴν γῆν εἰς τὴν τῶν καρπῶν γένεσιν τῷ αὐτοῦ ἐπιτάγματι διήγειρεν· εἶτα τὴν δημιουργίαν τῶν δύο φωστήρων διδάξας, προσέθηκεν καὶ τὴν τῶν ἀστέρων ποικιλίαν, δι᾽ ὧν τοῦ οὐρανοῦ φαιδρότερον τὸ κάλλος εἰργάσατο· σήμερον λοιπὸν μεταβαίνει ἐπὶ τὰ ὕδατα, καὶ δείκνυσιν ἡμῖν, τῷ λόγῳ αὐτοῦ καὶ τῷ ἐπιτάγματι ζῶα ἔμψυχα ἐξ αὐτῶν ἀναδιδόμενα.

Ἐξαγαγέτω γὰρ, φησὶ, τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. Ποῖος λόγος, εἰπέ μοι, ἐφικέσθαι δυνήσεται τοῦ θαύματος; ποία ἀρκέσει γλῶττα πρὸς εὐφημίαν τοῦ δημιουργοῦ; Εἶπε μόνον, Βλαστησάτω ἡ γῆ, καὶ εὐθέως πρὸς τὰς ὠδῖνας αὐτὴν διήγειρε· νῦν λέγει, Ἐξαγαγέτω τὰ ὕδατα. Ὅρα πῶς κατάλληλα αὐτοῦ τὰ προστάγματα· ἐκεῖ, Βλαστησάτω, ἐνταῦθα, Ἐξαγαγέτω τὰ ὕδατα, φησὶ, ἑρπετὰ ψυχῶν ζωσῶν. Καθάπερ γὰρ ἐπὶ τῆς γῆς εἶπε μόνον, Βλαστησάτω, καὶ διάφορος καὶ ποικίλη τῶν ἀνθῶν ἡ ποικιλία, καὶ τῶν βοτανῶν, καὶ τῶν σπερμάτων ἐδόθη, καὶ ἑνὶ λόγῳ τὰ πάντα παρήχθη· οὕτω καὶ ἐνταῦθα εἶπεν, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ ἀθρόον τοσαῦτα γένη ἑρπετῶν, τοσαύτη διαφορὰ πετεινῶν ἐδημιουργεῖτο, ὅσην οὐδὲ τῷ λόγῳ ἀπαριθμήσασθαι δυνατόν. Καὶ τὸ μὲν ῥῆμα βραχὺ, καὶ ῥῆμα ἓν, τὰ δὲ γένη τῶν ζώων διάφορα καὶ ποικίλα. Ἀλλὰ μὴ ξενισθῇς, ἀγαπητέ· ῥῆμα γὰρ ἦν Θεοῦ, καὶ ὁ λόγος αὐτοῦ τὴν σύστασιν τοῖς γινομένοις ἐχαρίσατο. Ὁρᾷς πῶς ἅπαντα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει; εἶδες διδασκαλίας ἀκρίβειαν; εἶδες συγκατάβασιν Δεσπότου, ὅσην ἐπιδείκνυται περὶ τὸ γένος τὸ ἡμέτερον;

Πόθεν γὰρ ταῦτα ἡμεῖς οὕτω μετὰ ἀκριβείας μαθεῖν ἂν ἠδυνήθημεν, εἰ μὴ αὐτὸς διὰ πολλὴν καὶ ἄφατον φιλανθρωπίαν κατηξίωσε διὰ τῆς τοῦ προφήτου γλώττης διδάξαι τὴν τῶν ἀνθρώπων φύσιν, ἵνα εἰδέναι ἔχωμεν καὶ τῶν δημιουργηθέντων τὴν τάξιν, καὶ τοῦ δημιουργήσαντος τὴν δύναμιν, καὶ ὅπως ὁ λόγος αὐτοῦ ἔργον ἐγένετο, καὶ τὸ ῥῆμα αὐτοῦ τὴν σύστασιν καὶ τὴν εἰς τὸ εἶναι πάροδον αὐτοῖς ἐχαρίσατο;

δʹ. Ἀλλ᾽ εἰσί τινες τῶν ἀγνωμόνων, οἳ καὶ μετὰ τοσαύτην διδασκαλίαν ἀπιστεῖν ἐπιχειροῦντες, καὶ μὴ συγχωροῦντες μήτε δημιουργὸν ἔχειν τὰ ὁρώμενα, ἄλλοι μὲν αὐτόματα αὐτὰ φάσκοντες εἶναι, ἕτεροι δὲ ἐξ ὑποκειμένης τινὸς ὕλης γεγενῆσθαι. Σκόπει τοῦ διαβόλου πόση ἡ ἀπάτη, πῶς ἀπεχρήσατο τῇ εὐκολίᾳ τῆς γνώμης τῶν τῇ πλάνῃ δουλευόντων. Διὰ τοῦτο ὁ μακάριος Μωϋσῆς μετὰ τοσαύτης ἡμᾶς ἀκριβείας διδάσκει ὑπὸ τοῦ θείου Πνεύματος ἐνηχούμενος, ἵνα μὴ τὰ αὐτὰ τούτοις πάθωμεν, ἀλλ᾽ εἰδέναι ἔχωμεν σαφῶς, καὶ τὴν ἀκολουθίαν τῶν δημιουργηθέντων, καὶ ὅπως ἕκαστον ἐδημιουργήθη.

Εἰ γὰρ μὴ τῆς ἡμετέρας κηδόμενος σωτηρίας ὁ Θεὸς οὕτως ὡδήγησε τοῦ προφήτου τὴν γλῶτταν, ἤρκει εἰπεῖν, ὅτι ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ τὰ ζῶα, καὶ μήτε τάξιν θεῖναι ἡμερῶν, μήτε τί μὲν πρῶτον, τί δὲ ὕστερον γεγένηται.

Ἀλλ᾽ ἵνα μηδεμίαν τοῖς ἀγνωμονεῖν βουλομένοις καταλείπηται ἀπολογίας πρόφασιν, οὕτω διαιρεῖ σαφῶς καὶ τὴν τῶν γινομένων τάξιν, καὶ τῶν ἡμερῶν τὸν ἀριθμὸν, καὶ πάντα μετὰ πολλῆς τῆς συγκαταβάσεως ἡμᾶς διδάσκει, ἵνα μαθόντες τὴν ἀλήθειαν ἅπασαν, μηκέτι τῇ πλάνῃ τῶν ἐξ οἰκείων λογισμῶν ἅπαντα φθεγγομένων προσέχωμεν, ἀλλ᾽ εἰδέναι ἔχωμεν τοῦ δημιουργοῦ τοῦ ἡμετέρου τὴν ἄφατον δύναμιν. Καὶ ἐγένετο, φησὶν, οὕτως. Εἶπεν, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ ὑπήκουσε τὸ στοιχεῖον, καὶ ἐπλήρωσε τὸ ἐπιταχθέν. Καὶ ἐγένετο, φησὶν, οὕτως, ὡς ἐκέλευσεν ὁ Δεσπότης· καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος. Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλὰ, καὶ ηὐλόγησεν αὐτὰ ὁ Θεὸς, λέγων· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὰ ὕδατα τὰ ἐν ταῖς θαλάσσαις, καὶ τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆς. Θέα μοι πάλιν ἐνταῦθα, πόση τοῦ Πνεύματος ἡ σοφία. Εἰπὼν γὰρ ὁ μακάριος Μωϋσῆς, ὅτι Ἐγένετο οὕτως, διδάσκει ἡμᾶς κατὰ μέρος ἐπάγων καὶ λέγων, Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά.

Ἐνταῦθα τῶν ἀπερισκέπτως ἅπαντα φθεγγομένων πάλιν ἀναιρεῖ τὴν τόλμαν. Ἵνα γὰρ μή τις ἔχῃ λέγειν, καὶ τίνος ἕνεκα τὰ κήτη γέγονε; ποίαν ἡμῖν χρείαν συντελεῖ; τί τὸ ὄφελος ἐκ τῆς τούτων δημιουργίας; διὰ τοῦτο εἰπὼν, Ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, καὶ τὰ πετεινὰ, εὐθέως ἐπήγαγε, Καὶ εἶδεν ὁ Θεὸς, ὅτι καλά. Μὴ γὰρ ἐπειδὴ σὺ, φησὶ, τὸν λόγον ἀγνοεῖς τῶν γεγενημένων, ἐπισκήπτειν ἐπιχείρει τοῖς δημιουργήμασιν. Ἤκουσας τοῦ Δεσπότου ψηφιζομένου, καὶ λέγοντος, ὅτι καλὰ, καὶ πῶς σὺ μέμηνας τολμῶν λέγειν, διὰ τί γεγένηται; καὶ ὡς περιττὴν αὐτῶν τὴν δημιουργίαν διαβάλλεις; Ἐὰν γὰρ εὐγνώμων ᾖς, δυνήσῃ καὶ ἐκ τῆς τούτων δημιουργίας καὶ τὴν δύναμιν τοῦ σοῦ Δεσπότου, καὶ τὴν ἄφατον φιλανθρωπίαν καταμαθεῖν· τὴν μὲν δύναμιν ὅτι τῷ λόγῳ καὶ ἐπιτάγματι ἐκ τῶν ὑδάτων τοιαῦτα ζῶα παραχθῆναι πεποίηκε· τὴν δὲ φιλανθρωπίαν, ὅτι καὶ παραγαγὼν ἰδίαν τινὰ χώραν αὐτοῖς ἀπένειμε, καὶ τὸ ἄπλετον μέρος τῆς θαλάσσης αὐτοῖς ἀπεκλήρωσεν, ὥστε μηδένα λυμαίνεσθαι, ἀλλ᾽ ἐνδιαιτᾶσθαι μὲν τοῖς ὕδασι, καὶ διὰ τῆς ὄψεως τοῦ δημιουργοῦ διδάσκειν τὴν ὑπερβάλλουσαν δύναμιν, μηδεμίαν δὲ βλάβην παρέχειν τῷ τῶν ἀνθρώπων γένει. Ἢ μικρὸν οἴει τοῦτο μέρος εἶναι φιλανθρωπίας, τὸ διπλῆν ἐξ αὐτῶν σοι γίνεσθαι τὴν ὠφέλειαν;

Καὶ γὰρ εἰς θεογνωσίαν ἐνάγει τοὺς εὐγνωμονεῖν βουλομένους, καὶ ἐκπλήττεσθαι παρασκευάζει τῆς φιλανθρωπίας αὐτοῦ τὸ μέγεθος, ὅτι τῆς ἀπ᾽ αὐτῶν βλάβης ἠλευθέρωσε τὴν τῶν ἀνθρώπων φύσιν. Οὐδὲ γὰρ εἰς χρείαν ἡμῖν μόνον ἅπαντα παρ᾽ αὐτοῦ δεδημιούργηται, ἀλλὰ διὰ τὴν πολλὴν αὐτοῦ φιλοτιμίαν, τὰ μὲν εἰς χρείαν, τὰ δὲ καὶ διὰ τοῦτο παρήχθη, ἵνα κηρύττηται τοῦ ποιήσαντος αὐτὰ ἡ δύναμις. Ἀκούων τοίνυν, ὅτι Εἶδεν ὁ Θεὸς ὅτι καλὰ, μηκέτι τόλμα ἀντιφθέγγεσθαι τῇ θείᾳ Γραφῇ, μηδὲ περιεργάζεσθαι καὶ πολυπραγμονεῖν, καὶ λέγειν, διὰ τί τὸ καὶ τὸ ἐγένετο;

Καὶ εὐλόγησεν αὐτὰ ὁ Θεὸς, φησὶ, καὶ εἶπεν· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὰ ὕδατα τὰ ἐν ταῖς θαλάσσαις, καὶ τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆς. εʹ. Αὕτη ἐστὶν ἡ εὐλογία, τὸ εἰς πλῆθος αὐτὰ ἐπιδοῦναι.

Ἐπειδὴ γὰρ ἔμψυχα ἦν τὰ ζῶα τὰ δημιουργηθέντα, ἐβούλετο δὲ διηνεκῆ τούτων εἶναι τὴν σύστασιν· διὰ τοῦτο ἐπήγαγε· Καὶ εὐλόγησεν αὐτὰ ὁ Θεὸς, καὶ εἶπεν· Αὐξάνεσθε, καὶ πληθύνεσθε. Τὸ γὰρ ῥῆμα ἐκεῖνο μέχρι τοῦ παρόντος ταῦτα συγκρατεῖ, καὶ τοσοῦτο μῆκος χρόνου παρέδραμε, καὶ οὐδὲ ἓν τούτων γένος ἠλαττώθη. Ἡ γὰρ εὐλογία ἡ παρὰ τοῦ Θεοῦ, καὶ τὸ ῥῆμα τὸ λέγον, Αὐξάνεσθε καὶ πληθύνεσθε, τὴν σύστασιν αὐτοῖς καὶ τὴν διαμονὴν ταύτην ἅπασαν ἐχαρίσατο.

Καὶ ἐγένετο, φησὶν, ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα πέμπτη. Εἶδες πῶς καὶ τὰ κατὰ τὴν πέμπτην ἡμέραν δημιουργηθέντα ζῶα ἐδίδαξεν ἡμᾶς ἡ θεία Γραφή; Ἀλλὰ μικρὸν ἀνάμεινον, καὶ ὄψει πάλιν τοῦ σοῦ Δεσπότου τὴν φιλανθρωπίαν. Οὐδὲ γὰρ μόνον τὰ ὕδατα πρὸς τὴν τῶν ζώων γένεσιν διήγειρεν, ἀλλὰ καὶ ἐκ τῆς γῆς πάλιν ἀναδοθῆναι προσέταξε ζῶα χερσαῖα.

Οὐδὲν γὰρ ἄτοπον μικρὸν ἐφάψασθαι σήμερον καὶ τῶν κατὰ τὴν ἕκτην ἡμέραν γενομένων. Καὶ εἶπε, φησὶν, ὁ Θεός· Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ, καὶ θηρία ἐπὶ τῆς γῆς, καὶ τὰ κτήνη, καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος. Καὶ ἐγένετο οὕτως. Ὅρα καὶ τὴν γῆν πάλιν διπλῆν καρποφορίαν παρέχουσαν, καὶ τῷ προστάγματι τοῦ Δεσπότου ὑπηρετουμένην. Τότε μὲν γὰρ τῶν σπερμάτων τὴν βλάστην ἐξέδωκε, νῦν δὲ ζῶα ἔμψυχα, τετράποδα, ἑρπετὰ, θηρία καὶ κτήνη. Ἰδοὺ ὅπερ ἔφθην εἰπὼν, τοῦτο καὶ νῦν δείκνυται, ὅτι οὐ διὰ χρείαν ἡμετέραν μόνον ἅπαντα παρήγαγεν, ἀλλὰ καὶ δι᾽ ὠφέλειαν, ἵνα ὁρῶντες τὴν ἄφθονον περιουσίαν τῶν αὐτοῦ δημιουργημάτων, ἐκπληττώμεθα τοῦ δημιουργοῦ τὴν δύναμιν, καὶ εἰδέναι ἔχωμεν ὡς σοφίᾳ τινὶ καὶ ἀφάτῳ φιλανθρωπίᾳ διὰ τὴν εἰς τὸν μέλλοντα ἄνθρωπον γίνεσθαι τιμὴν, ταῦτα ἅπαντα παρήχθη.

Καὶ ἐποίησε, φησὶν, ὁ Θεὸς τὰ θηρία τῆς γῆς κατὰ γένος αὐτῶν, καὶ τὰ κτήνη κατὰ γένος αὐτῶν, καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος αὐτῶν. Καὶ εἶδεν ὁ Θεὸς, ὅτι καλά. Ποῦ νῦν εἰσιν οἱ τολμῶντες λέγειν; διὰ τί θηρία; διὰ τί ἑρπετά; Ἀκουέτωσαν τῆς θείας Γραφῆς λεγούσης, Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά. Εἰπέ μοι, αὐτὸς ὁ δημιουργήσας ἐπαινεῖ τὰ γινόμενα, καὶ σὺ ἐπισκήπτειν τολμᾷς; Καὶ πόσης οὐκ ἂν εἴη τοῦτο μανίας; Ἐπεὶ καὶ ἐν τοῖς σπέρμασι καὶ ἐν τοῖς φυτοῖς οὐ μόνον ἔγκαρπα δένδρα ἀνέδωκεν ἡ γῆ, ἀλλὰ καὶ ἄκαρπα, καὶ οὐ μόνον ἀχρησίμους βοτάνας, ἀλλὰ καὶ ἡμῖν ἀγνώστους ἐκφέρει, πολλάκις καὶ ἐπιβλαβεῖς· ἀλλ᾽ οὐ διὰ τοῦτο τολμήσει τις μέμφεσθαι τοῖς γινομένοις· οὐδὲν γὰρ μάτην, οὐδὲ ἁπλῶς γεγένηται.

Οὐδὲ γὰρ ἂν τὸν ἔπαινον ἐδέξατο παρὰ τοῦ Δεσπότου, εἰ μὴ πρὸς χρείαν τινὰ ἐπωφελῆ δεδημιούργηται. Καθάπερ οὖν ἐπὶ τῶν δένδρων οὐ πάντα ἐστὶν ἔγκαρπα, ἀλλὰ καὶ ἄκαρπα πολλὰ, καὶ οὐκ ἔλαττον τῶν ἐγκάρπων κἀκεῖνα θαυμαστὴν ἡμῖν τὴν χρείαν παρέχεται, πρὸς τὴν ἀνάπαυσιν τὴν ἡμετέραν συντελοῦντα· καὶ γὰρ καὶ οἰκοδομὰς ἐξ αὐτῶν, καὶ πολλὰς ἑτέρας χρείας πρὸς τὴν ἡμετέραν ἀνάπαυσιν συντελούσας κατασκευάζομεν, καὶ ὅλως οὐδέν ἐστιν, ὃ μὴ λόγῳ τινὶ δεδημιούργηται, εἰ καὶ ἡ ἀνθρωπίνη φύσις οὐκ ἰσχύει πάντων μετὰ ἀκριβείας εἰδέναι τὸν λόγον· ὥσπερ οὖν ἐπὶ τῶν δένδρων, οὕτω καὶ ἐπὶ τῶν ζώων τὰ μὲν πρὸς βρῶσιν ἡμῖν ἐστιν ἐπιτήδεια, τὰ δὲ πρὸς ὑπηρεσίαν.

Καὶ τῶν θηρίων δὲ τὰ γένη, καὶ τῶν ἑρπετῶν οὐ μικρὰν ἡμῖν χρείαν συντελεῖ, καὶ εἰ βουληθείη τις εὐγνωμόνως καταμαθεῖν, εὑρίσκει καὶ νῦν, ὅτε τῆς ἀρχῆς αὐτῶν ἀφῃρέθημεν διὰ τὴν τοῦ πρωτοπλάστου παρακοὴν, πολλὴν τὴν ἀπ᾽ αὐτῶν ὠφέλειαν ἡμῖν προσγινομένην.

Πολλὰ γὰρ καὶ ἐκ τούτων λαμβάνοντες ἰατρῶν παῖδες κατασκευάζουσι πρὸς τὴν τῶν ἡμετέρων σωμάτων ὑγίειαν συντελεῖν δυνάμενα. Ἄλλως δὲ ποία βλάβη ἐκ τῆς τῶν θηρίων δημιουργίας, ὁπότε καθάπερ τὰ ἥμερα, οὕτω καὶ αὐτὰ ὑπὸ τὴν ἐξουσίαν τυγχάνειν ἤμελλε τοῦ μετ᾽ οὐ πολὺ μέλλοντος δημιουργεῖσθαι;

Τοῦτο γὰρ τέως φημί. ϛʹ. Ἵνα δὲ μάθῃς τοῦ τῶν ἁπάντων Δεσπότου τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν, ἣν περὶ τὸ γένος τὸ ἡμέτερον ἐπιδείκνυται, ἐπειδὴ ἐξέτεινε τὸν οὐρανὸν, ἥπλωσε τὴν γῆν, ἐδημιούργησε τὸ στερέωμα, καθάπερ τι μέσον τειχίον τὴν διαίρεσιν τῶν ὑδάτων ἐργαζόμενον, εἶτα τὴν συναγωγὴν τῶν ὑδάτων γενέσθαι προστάξας, τὰ μὲν θαλάσσας ὠνόμασε, τὴν δὲ ξηρὰν γῆν, εἶτα ταύτην ἐκαλλώπισε ταῖς τῶν σπερμάτων ἀναδόσεσι, καὶ τῶν λοιπῶν βοτανῶν.

Μετῆλθε πάλιν ἐπὶ τὴν τῶν δύο μεγάλων φωστήρων δημιουργίαν, καὶ τῶν ἀστέρων τὴν ποικιλίαν, δι᾽ αὐτῶν τὸ κάλλος τοῦ οὐρανοῦ κατακοσμήσας· εἶτα τὰ ἐκ τῶν ὑδάτων ζῶα ἔμψυχα παραγαγὼν, καὶ τὰ πετεινὰ τὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ πληρώσας τῶν πέντε ἡμερῶν τὸν ἀριθμὸν, ἐπειδὴ ἐχρῆν καὶ τὰ ἀπὸ τῆς γῆς ζῶα δημιουργηθῆναι, προστάξας καὶ ταῦτα ἀναδοθῆναι, τά τε πρὸς τροφὴν ἐπιτήδεια, τά τε πρὸς τὴν ὑπηρεσίαν χρήσιμα, καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ, τότε λοιπὸν ἐπειδὴ πάντα κατεκόσμησε, καὶ τὴν προσήκουσαν ἐπέθηκεν εὐταξίαν καὶ διακόσμησιν τοῖς ὁρωμένοις, καὶ τὴν τράπεζαν πολυτελῆ παρεσκεύασε ποικίλων καὶ παντοδαπῶν πεπληρωμένην τῶν ἐδεσμάτων, καὶ πολλὴν τὴν ἀφθονίαν καὶ τὸν πλοῦτον ἔχουσαν, καὶ τὰ βασίλεια, ὡς ἂν εἴποι τις, πανταχόθεν λαμπρὰ εἰργάσατο τὰ ἄνω, τὰ κάτω ποικίλως φαιδρύνας, τότε λοιπὸν τὸν τούτων ἁπάντων ἀπολαύειν μέλλοντα δημιουργεῖ, τὴν ἐξουσίαν τῶν ὁρωμένων ἁπάντων αὐτῷ παραδιδοὺς, καὶ δεικνὺς ὅσῳ τῶν δημιουργηθέντων ἁπάντων τιμιώτερον τὸ μέλλον διαπλάττεσθαι ζῶον, εἴγε πάντα τὰ γενόμενα ὑπὸ τὴν τούτου ἐξουσίαν, καὶ ἐπιτροπὴν γενέσθαι κελεύει.

Ἀλλ᾽ ἵνα μὴ εἰς πολὺ μῆκος τὸν λόγον ἐκτείνωμεν, ἀρκεσθέντες τοῖς εἰρημένοις, εἰς τὴν ἑξῆς ταμιευσώμεθα τὰ κατὰ τὴν διάπλασιν τοῦ θαυμαστοῦ τούτου ζώου τοῦ λογικοῦ καὶ ἐμψύχου, τοῦ ἀνθρώπου λέγω, τὴν συνήθη παράκλησιν ὑμῖν καὶ νῦν προσάγοντες, ὥστε καὶ τῶν εἰρημένων τὴν μνήμην διαφυλάττειν, καὶ διὰ πάντων τῶν ὁρωμένων εἰς τὴν τοῦ Δεσπότου δοξολογίαν ἑαυτοὺς διεγείρειν. Καὶ τὸ μὴ ἐφικνεῖσθαι, μηδὲ δύνασθαι πάντων τῶν δημιουργηθέντων τὸν λόγον καταλαβεῖν, μὴ γενέσθω ἡμῖν ἀπιστίας ὑπόθεσις, ἀλλὰ δοξολογίας ἀφορμή. Ὅταν γὰρ ἀτονήσῃ ὁ λογισμὸς, καὶ μὴ χωρήσῃ ἡ διάνοια, ἐννόει τοῦ Δεσπότου σου τὸ μέγεθος, καὶ ἐξ αὐτοῦ τούτου, ὅτι τοσαύτη αὐτοῦ ἡ δύναμις ὡς μηδὲ τὸν λόγον ἡμᾶς μετὰ ἀκριβείας εἰδέναι τῶν ὑπ᾽ αὐτοῦ γεγενημένων. Τοῦτο διανοίας εὐγνώμονος, τοῦτο ψυχῆς νηφούσης. Ἐπεὶ καὶ Ἕλληνες οὕτως ἐπλανήθησαν, τοῖς οἰκείοις λογισμοῖς τὰ πάντα ἐπιτρέψαντες καὶ μὴ θελήσαντες πρὸς τὸ ἀσθενὲς τῆς οἰκείας φύσεως ἀπιδεῖν, ἀλλὰ τὰ ὑπὲρ αὐτοὺς φαντασθέντες, καὶ τῶν οἰκείων ὅρων ὑπερβάντες τὸ μέτρον, καὶ τῆς προσούσης αὐτοῖς ἀξίας ἐξέπεσον. Οἱ γὰρ λόγῳ τετιμημένοι καὶ τοσαύτην προεδρίαν λαβόντες παρὰ τοῦ δημιουργοῦ, καὶ τῶν κτισμάτων ἁπάντων τῶν ὁρωμένων τιμιώτεροι, οὗτοι εἰς τοσαύτην ἀλογίαν κατηνέχθησαν, ὡς κύνας, καὶ πιθήκους, καὶ κροκοδείλους, καὶ τὰ ἀτιμότερα τούτων προσκυνεῖν.

Καὶ τί λέγω ζῶα ἄλογα;

Πολλοὶ τούτων εἰς τοσαύτην ἄνοιαν καὶ ἀναισθησίαν ἐξέπεσον, ὡς καὶ κρόμμυα, καὶ τὰ τούτων εὐτελέστερα σέβειν. Διὰ τοῦτο ὁ προφήτης τούτους αἰνιττόμενος ἔλεγε· Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Ὁ λόγῳ, φησὶ, τετιμημένος, καὶ τοσαύτης σοφίας ἀξιωθεὶς, τῶν ἀλόγων γέγονεν ὅμοιος, τάχα δὲ καὶ χείρων. Ἐκεῖνα μὲν γὰρ ἅτε ἄλογα ὄντα οὐδὲ εὐθύνας ὑφέξει· ὁ δὲ λόγῳ τετιμημένος εἰς τὴν ἐκείνων ἀλογίαν μεταπεσὼν, εἰκότως μεγάλας δώσει τὰς εὐθύνας, ἀγνώμων γενόμενος περὶ τὴν τοσαύτην εὐεργεσίαν.

Ἐντεῦθεν καὶ λίθους καὶ ξύλα λοιπὸν θεοὺς προσηγόρευσαν, καὶ ταῦτα τὰ ὁρώμενα στοιχεῖα ἐθεοποίησαν· ἅπαξ γὰρ ἐκτραπέντες τῆς εὐθείας ὁδοῦ, κατὰ κρημνῶν ἤχθησαν, καὶ εἰς αὐτὴν τὴν ἄβυσσον τῆς κακίας ἐξώκειλαν.

ζʹ. Ἀλλ᾽ ἡμεῖς μηδὲ οὕτως ἀπογνῶμεν τῆς σωτηρίας αὐτῶν, ἀλλὰ τὰ παρ᾽ ἑαυτῶν εἰσφέρωμεν, καὶ μετὰ πάσης προθυμίας καὶ μακροθυμίας αὐτοῖς διαλεγώμεθα, δεικνύντες καὶ τοῦ πράγματος τὴν ἀτοπίαν, καὶ τῆς βλάβης τὸ μέγεθος, καὶ μηδέποτε ἀπαγορεύωμεν αὐτῶν τὴν σωτηρίαν. Εἰκὸς γὰρ αὐτοὺς πεισθήσεσθαι τοῦ χρόνου προϊόντος, καὶ μάλιστα ἂν ἡμεῖς οὕτω πολιτευώμεθα, ὡς μηδεμίαν αὐτοῖς παρέχειν λαβήν. Πολλοὶ γὰρ τούτων, ἐπειδὰν ἴδωσί τινας τῶν μεθ᾽ ἡμῶν τεταγμένων, τῷ ῥήματι μὲν καὶ τῇ προσηγορίᾳ Χριστιανοὺς ὀνομαζομένους, ὁμοίως δὲ ἐκείνοις ἁρπάζοντας, πλεονεκτοῦντας, βασκαίνοντας, ἐπιβουλεύοντας, δόλους ῥάπτοντας, τὰ ἄλλα ἅπαντα ἐργαζομένους, τρυφῇ καὶ ἀδηφαγίᾳ προσέχοντας, οὐκέτι οὐδὲ τὴν ἀπὸ τῶν λόγων νουθεσίαν προσίενται, νομίζοντες ἀπάτην εἶναι τὰ ἡμέτερα, καὶ τοῖς αὐτοῖς ἅπαντας ὑπευθύνους εἶναι. Ἐννόει μοι τοίνυν πόσων ἂν οἱ τοιοῦτοι γένοιντο κολάσεων ἄξιοι, ὅταν μὴ μόνον ἑαυτοῖς ἐπισωρεύωσι τὸ πῦρ τὸ ἄσβεστον, ἀλλὰ καὶ ἑτέροις αἴτιοι γένωνται τοῦ τῇ πλάνῃ προσηλῶσθαι, καὶ πρὸς τὴν τῆς ἀρετῆς διδασκαλίαν ἀποφράττειν τὰ ὦτα, καὶ μετὰ τούτου καὶ τοῖς τὴν ἀρετὴν μετιοῦσι διαβολῆς ἀφορμὴν παρέχουσι, καὶ τὸ δὴ πάντων χαλεπώτερον, ὅταν δι᾽ αὐτῶν ὁ Δεσπότης βλασφημῆται.

Ὁρᾷς ὅση τῆς κακίας ἡ λύμη; ὁρᾷς ὡς οὐ τῇ τυχούσῃ κολάσει ὑπευθύνους ἑαυτοὺς καθιστῶσιν οἱ τὴν κακίαν μετιόντες, ἀλλὰ καὶ σφόδρα βαρυτάτῃ, εἴγε μέλλοιεν ὑπὲρ ἁπάντων εὐθύνας ὑπέχειν, οὐ μόνον ὑπὲρ τῆς ἑαυτῶν ἀπωλείας, ἀλλὰ καὶ ὑπὲρ τοῦ τῶν πεπλανημένων σκανδάλου, καὶ ὑπὲρ τῆς κατηγορίας τῶν τὴν ἀρετὴν μετιόντων, καὶ ὑπὲρ τῆς εἰς τὸν Θεὸν βλασφημίας;

Ταῦτα δὴ πάντα ἐννοοῦντες μὴ ἀμελῶμεν τῆς ἑαυτῶν σωτηρίας, καὶ τῆς κατὰ Θεὸν πολιτείας πολλὴν ποιώμεθα τὴν φροντίδα, εἰδότες ὅτι ἐντεῦθεν μάλιστα ἢ κατακρινόμεθα, ἢ τῆς παρ᾽ αὐτοῦ φιλανθρωπίας ἀξιούμεθα. Οὕτω τοίνυν πάντα πράττωμεν, ὥστε καὶ ἡμᾶς ἀγαθῷ συνειδότι συζῇν, καὶ τοὺς ἔτι πλανωμένους διὰ τῆς ἡμετέρας κατὰ Θεὸν ἀναστροφῆς ἐπὶ τὴν ἀλήθειαν χειραγωγεῖν, καὶ δι᾽ ἡμῶν καὶ τοὺς ἄλλους ἅπαντας τοὺς μεθ᾽ ἡμῶν τεταγμένους χρηστῆς εὐφημίας ἀπολαύειν, καὶ πρὸ τούτων ἁπάντων δοξάζεσθαι τὸν ἡμέτερον Δεσπότην, καὶ πλείονα τὴν περὶ ἡμᾶς ἐπιδείκνυσθαι κηδεμονίαν. Ὅταν γὰρ εἰς ἡμᾶς ὁρῶντες οἱ ἄνθρωποι κερδαίνωσι, καὶ τὴν εἰς τὸν Θεὸν εὐφημίαν ἀναφέρωσι, πλείονος καὶ ἡμεῖς ἀπολαυσόμεθα τῆς παρ᾽ αὐτοῦ ῥοπῆς. Τί γὰρ ἂν εἴη μακαριώτερον ἀνθρώπου, ὅταν οὕτω πολιτεύηται, ὥστε τοὺς ὁρῶντας ἐκπλήττεσθαι, καὶ λέγειν, Δόξα σοι, ὦ Θεός· ποταποί εἰσιν οἱ Χριστιανοί; πόσην ἐπιδείκνυνται φιλοσοφίαν; πῶς ὑπερορῶσι τῶν παρόντων; πῶς ἅπαντα σκιὰ αὐτοῖς καὶ ὄναρ νενόμισται, καὶ οὐδενὶ τῶν ὁρωμένων προστετήκασιν, ἀλλὰ καθάπερ ἐν ξένῃ πολιτευόμενοι, οὕτως ἅπαντα διαπράττονται, καθ᾽ ἑκάστην ἡμέραν πρὸς τὴν ἐντεῦθεν ἀποδημίαν ἐπειγόμενοι; Πόσην οἴει τὰ ῥήματα ταῦτα κομίζειν τοῖς οὕτω πολιτευομένοις ἐντεῦθεν ἤδη τὴν παρὰ τοῦ Θεοῦ ἀμοιβήν;

Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, ὅτι καὶ αὐτοὶ οἱ ταῦτα περὶ ἡμῶν ψηφιζόμενοι ταχέως τῆς πλάνης ἀποστήσονται, καὶ πρὸς τὴν ἀλήθειαν ἐπανήξουσι. Τοῦτο δὲ ὅσην τοῖς τοιούτοις ἐκεῖ τὴν παῤῥησίαν προξενεῖ παντί που δῆλόν ἐστιν. Εἰδότες τοίνυν, ὡς ὑπεύθυνοι καὶ τῆς ὠφελείας καὶ τῆς βλάβης τῶν πλησίον ἐσμὲν, οὕτω τὸν ἑαυτῶν οἰκονομῶμεν βίον, ὡς μὴ μόνον ἑαυτοῖς ἀρκεῖν, ἀλλὰ καὶ τοῖς ἄλλοις διδασκαλίας ὑπόθεσις γίνεσθαι, ἵνα καὶ ἐνταῦθα πολλὴν τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν ἐπισπασώμεθα, καὶ ἐν τῷ μέλλοντι δαψιλῶς ἀπολαύσωμεν τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.