Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γενέθλιον ἡμέραν τοῦ Χριστοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Ο Ευαγγελισμός της Θεοτόκου και η τυπολογία της σωτηρίας

Ο αγγελικός ασπασμός, η ταραχή της Παρθένου και η απάντηση του αρχαγγέλου Γαβριήλ, η οποία αναδεικνύει την αντιπαραβολή Εύας και Μαρίας και προαναγγέλλει το μεγαλείο του σαρκωθέντος Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Ποῖα ταῦτα; Καί φησι· Χαῖρε, κεχαριτωμένη, οὐρανίου στάχυος ἀθέριστος ἄρουρα· χαῖρε, κεχαριτωμένη, ἀληθινῆς ἀμπέλου ἀψευδὴς μήτηρ παρθένος· χαῖρε, κεχαριτωμένη, ἀτρέπτου θεότητος σαγήνη ἀδιάπτωτος· χαῖρε, κεχαριτωμένη, τῆς ἀχωρήτου φύσεως χωρίον εὐρύχωρον· χαῖρε, κεχαριτωμένη, τοῦ χηρεύοντος κόσμου νυμφίε, τόκε ἀμίαντε· χαῖρε, κεχαριτωμένη, ἡ τῇ κτίσει ὑφάνασα ἀχειρόπλοκον στέφανον· χαῖρε, κεχαριτωμένη, πυρὸς ἅγιον οἰκητήριον, χαῖρε, κεχαριτωμένη, ἡ τῆς φυγάδος οἰκουμένης ἐπάνοδος· χαῖρε, κεχαριτωμένη, τῆς λιμωττούσης κτίσεως ταμιεῖον ἀδαπάνητον· χαῖρε, κεχαριτωμένη, ἡ χάρις ἡ ἀπέραντος τῆς ἁγίας παρθένου· χαῖρε, κεχαριτωμένη, πολλῶν ἀρετῶν κεκοσμημένη λαμπαδηφόρε, τὸ ἄσβεστον καὶ τοῦ ἡλίου λαμπρότερον φῶς· χαῖρε, κεχαριτωμένη, τοῦ νοητοῦ ἀγκίστρου τὸ δέλεαρ· χαῖρε, κεχαριτωμένη, νοερὰ τῆς δόξης κιβωτέ· χαῖρε, κεχαριτωμένη, ἡ στάμνος ἡ χρυσῆ, ἡ τὸ οὐράνιον ἔχουσα μάννα· χαῖρε, κεχαριτωμένη, ἡ τὴν γλυκεῖαν πόσιν τῆς ἀεννάου πηγῆς τοὺς διψῶντας ἐμπλήσασα· χαῖρε, κεχαριτωμένη, ἡ νοερὰ θάλασσα, καὶ τὸν οὐράνιον ἔχουσα μαργαρίτην Χριστόν· χαῖρε, κεχαριτωμένη, ὁ λαμπρὸς οὐρανὸς, ἡ τὸν ἀχώρητον ἐν οὐρανοῖς ἐν ἑαυτῇ ἔχουσα Θεὸν ἀχώρητον καὶ ἀστενοχώρητον· χαῖρε κεχαριτωμένη, στυλοειδὴς νεφέλη, ἡ τὸν Θεὸν ἔχουσα τὸν ἐν τῇ ἐρήμῳ καθοδηγήσαντα τὸν Ἰσραήλ. Τί εἴπω καὶ τί λαλήσω;

πῶς μακαρίζω τὴν ὁλόῤῥιζον δόξαν; Ὅτι, χωρὶς Θεοῦ μόνου, πάντων ἀνωτέρα ὑπάρχεις. Ἡ δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη, καὶ τῷ βλέμματι φεύγουσα, τῷ σώματι ἵσταται, σταυροτύπῳ ἱστορίᾳ τυποῦσα τὴν θέαν, ἀμφιβόλοις δὲ προπαρίστατο τῷ ἀγγέλῳ, μήτε φυγεῖν τολμῶσα, μήτε ἵστασθαι θαῤῥοῦσα. Ὁρῶσα τὸν ἀσώματον ἱστάμενον ὡς ἄνθρωπον, παραμένειν ᾐδεῖτο, τιμῶσα τὴν παρθενίαν· ἐρωτᾷν οὐκ ἐτόλμα τὸν ἀνόμοιον. Καὶ ἦν τὸ φόβῳ ἔσοπτρον τῆς παρθένου προελθοῦσα τὸ πρόσωπον, λέγουσα ἐν ἑαυτῇ, Ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος; ἢ τίς ὁ ἀσπασάμενός με; Ὑπεραστράπτει ἥλιον, καὶ πηλῷ διαλέγεται· ἐξ οὐρανοῦ κατέδραμε, καὶ κόρην ἀσπάζεται· οὐ περιβέβληται σῶμα, καὶ γυναικὶ παρίσταται, ὡς ποσὶ ταῖς πτέρυξι περιπατῶν ἐπὶ τῆς γῆς. Τί ζητεῖ πρὸς τὴν ἐκ γῆς; ἄγγελός μοι φαίνεται, καὶ ὡς ἄνθρωπος φθέγγεται· ἐξ ἀσωμάτων ἁγίων φωνή μοι προβάλλεται· φωστῆρος φωτεινότερον κεκαλλώπισται πρόσωπον· χιτῶνα προβέβληται· νεανίσκον ὁρῶ σάρκα μὴ περικείμενον, πατοῦντα τὸ ἔδαφος, καὶ ἴχνος μὴ ζωγραφοῦντα· γλῶσσαν μὴ κεκτημένον, καὶ τὸ Χαῖρέ μοι κεκραγότα· χείλη μὴ σαλεύοντα, καὶ χαίρειν μοι προφητεύοντα.

Οὐκ οἶδα τί λογίσωμαι τὴν ἔμφρικτον ὀπτασίαν. Εἰ τὸν πεμφθέντα οὐ νοῶ, πῶς γνώσομαι τὸν πέμψαντα; εἰ ὁ μηνύων φοβερὸς, ὁ μηνυθεὶς φοβερώτερος· εἰ οὕτως ἀπαστράπτων ἐμαύρωσέ μου τὸν νοῦν, ποίῳ σώματι κρύψω δικαιοσύνης τὸν ἥλιον; εἰ τὸ κτίσμα θροεῖ με, πῶς ἐνέγκω τὸν κτίσαντα; εἰ τὸν δοῦλον ἐπτόημαι, τὸν Δεσπότην πῶς τέξομαι; Εἶπε δὲ αὐτῇ ὁ ἄγγελος· Μὴ φοβοῦ, Μαριάμ.

Οὐ σκελίζῃ ὥσπερ ἡ Εὔα· ἐξ ἐκείνης ὁ θάνατος, ἐκ δὲ σοῦ ζωὴ ἀθάνατος· ἐξ ἐκείνης καρπὸς νεκρώσεως, ἐκ δὲ σοῦ καρπὸς ζωοποιός· ἐξ ἐκείνης ἀπάτη, ἐκ δὲ σοῦ ἀγάπη· ἐξ ἐκείνης τοῖς ἀνθρώποις ὁ τοῦ Θεοῦ χωρισμὸς, ἐκ δὲ σοῦ Θεοῦ καὶ σαρκὸς συμπλοκὴ ἀνερμήνευτος· ἐξ ἐκείνης ὁ σκοτεινὸς ὕπνος τοῦ ᾅδου, ἐκ σοῦ φωτεινὸς λύχνος τοῦ κόσμου· ἐξ ἐκείνης κατάρα, ἐκ δὲ σοῦ εὐλογία· ἐξ ἐκείνης ἡ ἀπόφασις, ἐκ δὲ σοῦ ἡ συγχώρησις· ἐξ ἐκείνης ἡ θλῖψις, ἐκ δὲ σοῦ ἡ πίστις· ἐξ ἐκείνης τὰ δάκρυα, ἐκ δὲ σοῦ ποταμοὶ ὕδατος ζῶντος· ἐξ ἐκείνης οἱ ἱδρῶτες, ἐκ δὲ σοῦ ἡ ἀνάπαυσις· ἐξ ἐκείνης ἡ ἀρχαία πληγὴ, ἐκ δὲ σοῦ Τριάδος ζωή· ἐξ ἐκείνης μισαδελφία, ἐκ δὲ σοῦ φιλανθρωπία· ἐξ ἐκείνης κατακλυσμὸς, ἐκ δὲ σοῦ λουτρὸν ἀθανασίας· ἐξ ἐκείνης οἱ φονεῖς, ἐκ δὲ σοῦ ἀναγέννησις· ἐξ ἐκείνης ζώντων σφαγαὶ, ἐκ δὲ σοῦ ἡ νεκρῶν ἔγερσις· ἐξ ἐκείνης δωδεκάφυλον μισητὸν, ἐκ δὲ σοῦ δώδεκα ἀπόστολοι ἀγάπῃ συνηνωμένοι· ἐξ ἐκείνης ὁ θάνατος τὸν κόσμον διατρέχων, εἰς σὲ δὲ προσκόψας πεσεῖται· ἐξ ἐκείνης τὸ πτῶμα, ἐκ δὲ σοῦ ἡ ἀνάστασις.

Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ τὸν ἐν Πατρὶ καὶ ἐν σαρκί· καὶ τέξῃ υἱὸν τοῦ Ἀδὰμ ἀρχαιότερον, τέξῃ υἱὸν ἐμοῦ παλαιότερον, τέξῃ υἱὸν οὐρανοῦ ὑψηλότερον, τέξῃ υἱὸν τῶν Χερουβὶμ ἀνώτερον, τέξῃ υἱὸν τῶν αἰώνων δημιουργὸν, τέξῃ υἱὸν συνάναρχον τῷ Πατρὶ, τέξῃ υἱὸν συναΐδιον τῷ Πνεύματι, τέξῃ υἱὸν, οὗ τὰ πάντα ὑπάρχει, τέξῃ υἱὸν, ὃν ἡμεῖς μὴ καθορῶμεν, τέξῃ υἱὸν, οὗ ἡ μορφὴ λανθάνει με, τέξῃ υἱὸν ᾧ παρίσταμαι ἔντρομος.