Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γενέθλιον ἡμέραν τοῦ Χριστοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Ο σκοπός της ενανθρωπήσεως και η προφητική μαρτυρία

Ανάλυση του σκοπού της θείας συγκαταβάσεως, η σύγκριση μεταξύ Συναγωγής και Εκκλησίας, ο υπερφυής τρόπος της εκ Παρθένου γεννήσεως και η εκπλήρωση των προφητικών υποσχέσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Δειλὸς γὰρ ὢν πρὸς τὴν τῶν κρειττόνων ἔρευναν, πῶς ἢ ποῦ τρέψω τῶν λόγων τὰ πηδάλια οὐχ ἔχω. Τί γὰρ εἴπω, ἢ τί λαλήσω; Τὴν τεκοῦσαν ὁρῶ, τὸν τεχθέντα βλέπω, τὸν δὲ τρόπον τῆς γεννήσεως οὐ συνορῶ· νικᾶται γὰρ φύσις, νικᾶται καὶ τάξεως ὅρος, ὅπου Θεὸς βούλεται. Οὐ γὰρ κατὰ φύσιν γέγονε τὸ πρᾶγμα· ἀλλ᾽ ὑπὲρ φύσιν τὸ θαῦμα· ἤργησε γὰρ ἡ φύσις, καὶ ἐνήργησε τοῦ Δεσπότου τὸ βούλημα. Ὢ χάριτος ἀφράστου! Ὁ πρὸ αἰώνων Μονογενὴς, ὁ ἀναφὴς, καὶ ἁπλοῦς, καὶ ἀσώματος, ὑπεισῆλθέ μου τὸ φθαρτὸν καὶ ὁρατὸν σῶμα. Διὰ τί;

Ἵνα βλεπόμενος διδάξῃ, διδάξας δὲ πρὸς τὸ μὴ βλεπόμενον χειραγωγήσῃ. Ἐπειδὴ γὰρ οἱ ἄνθρωποι τὸν ὀφθαλμὸν τῆς ἀκοῆς πιστότερον ποιοῦσιν, ὃ δὲ μὴ βλέπουσιν ἀμφιβάλλουσι, διὰ τοῦτο ἠνείχετο καὶ ὀφθαλμοῖς τὴν ἑαυτοῦ θέαν διὰ τοῦ σώματος παρασχεῖν, ἵνα λύσῃ τὴν ἀμφισβήτησιν. Καὶ τίκτεται ἐκ παρθένου ἀγνοούσης τὸ πρᾶγμα· οὔτε γὰρ συνήργησε πρὸς τὸ γινόμενον, οὔτε συνεβάλλετο πρὸς τὸ πραττόμενον, ἀλλ᾽ ἦν ψιλὸν ὄργανον τῆς ἀποῤῥήτου αὐτοῦ δυνάμεως, μόνον εἰδυῖα, ὃ παρὰ τοῦ Γαβριὴλ ἐρομένη ἔμαθεν, ὅτι Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;

Καί φησι· Τοῦτο βούλει μαθεῖν; Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Καὶ πῶς ἦν μετ᾽ αὐτῆς, καὶ μικρὸν ὕστερον ἐξ αὐτῆς; Ὥσπερ τεχνίτης εὑρὼν ὕλην χρησιμωτάτην, κάλλιστον ἀπεργάζεται σκεῦος· οὕτω καὶ ὁ Χριστὸς εὑρὼν τῆς παρθένου ἅγιον καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν, ἔμψυχον ἑαυτῷ κατεκόσμησε ναὸν, ὃν ἐβουλήθη τρόπον πλάσας τὸν ἄνθρωπον ἐν τῇ παρθένῳ, καὶ ἐνδυσάμενος αὐτὸν, σήμερον προῆλθεν, οὐκ αἰδεσθεὶς τὸ δυσειδὲς τῆς φύσεως. Οὐδὲ γὰρ ὕβριν ἔφερεν αὐτῷ, φορέσαι τὸ ἴδιον ἔργον· καὶ τὸ πλάσμα δὲ μεγίστην ἐκαρποῦτο δόξαν, ἔνδυμα τοῦ τεχνίτου γινόμενον. Ὥσπερ γὰρ παρὰ τὴν πρώτην πλάσιν ἀδύνατον ἦν συνεστάναι τὸν ἄνθρωπον, πρὶν ἢ τὸν πηλὸν εἰς τὰς χεῖρας αὐτοῦ ἐλθεῖν· οὕτω καὶ τὸ φθαρὲν σκεῦος ἀδύνατον μεταποιηθῆναι, εἰ μὴ γέγονεν ἔνδυμα τοῦ ποιήσαντος.

Ἀλλὰ τί εἴπω, ἢ τί λαλήσω; Ἐκπλήττει γάρ με τὸ θαῦμα. Ὁ Παλαιὸς ἡμερῶν παιδίον γέγονεν, ὁ ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου καθήμενος ἐν φάτνῃ τίθεται, ὁ ἀναφὴς, καὶ ἁπλοῦς, καὶ ἀσύνθετος, καὶ ἀσώματος χερσὶν ἀνθρωπίναις ἑλίσσεται, ὁ τὰ τῆς ἁμαρτίας διασπῶν δεσμὰ σπαργάνοις ἐμπλέκεται, ἐπειδὴ τοῦτο θέλει. Θέλει γὰρ τὴν ἀτιμίαν ποιῆσαι τιμὴν, τὴν ἀδοξίαν ἐνδῦσαι δόξαν, τὸν τῆς ὕβρεως ὅρον, ἀρετῆς δεῖξαι τρόπον. Ὅθεν ὑπέρχεται τὸ ἐμὸν σῶμα, ἵνα ἐγὼ χωρήσω τὸν αὐτοῦ Λόγον· καὶ λαβὼν τὴν ἐμὴν σάρκα, δίδωσί μοι τὸ ἑαυτοῦ Πνεῦμα, ἵνα διδοὺς καὶ λαμβάνων θησαυρόν μοι ζωῆς ἐμπορεύσηται.

Λαμβάνει μου τὴν σάρκα, ἵνα με ἁγιάσῃ· δίδωσί μοι τὸ Πνεῦμα αὐτοῦ, ἵνα με διασώσῃ. Ἀλλὰ τί εἴπω, καὶ τί λαλήσω; Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει. Οὐκέτι λέγεται ὡς γενησόμενον, ἀλλὰ θαυμάζεται ὡς πεπραγμένον. Παρὰ Ἰουδαίοις ἐπέπρακτο, παρ᾽ οἷς καὶ ἐλέγετο, ὑφ᾽ ἡμῶν δὲ πιστεύεται, παρ᾽ οἷς οὐδὲ ὠνομάζετο. Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει. Τὸ μὲν γράμμα τῆς συναγωγῆς, τὸ δὲ κτῆμα τῆς Ἐκκλησίας.

Ἐκείνη τὸ δίπτυχον εὗρεν, αὕτη τὸν μαργαρίτην ἐφεῦρεν· ἐκείνη τὸ ἔριον ἔβαψεν, αὕτη τὴν ἁλουργίδα ἐνεδύσατο. Ἡ Ἰουδαία γὰρ αὐτὸν ἔτεκε, καὶ ἡ οἰκουμένη αὐτὸν ὑπεδέξατο. Ἡ συναγωγὴ αὐτὸν ἔθρεψε, καὶ ἐτιθηνήσατο, καὶ ἡ Ἐκκλησία κατέσχε καὶ ἐκαρπώσατο. Παρ᾽ ἐκείνῃ τὸ κλῆμα τῆς ἀμπέλου, καὶ παρ᾽ ἐμοὶ ὁ βότρυς τῆς ἀληθείας.

Ἐκείνη τὸν βότρυν ἐτρύγησε, καὶ τὰ ἔθνη τὸ μυστικὸν πίνει πόμα. Ἐκείνη τὸν κόκκον τοῦ σίτου ἐν τῇ Ἰουδαίᾳ ἔσπειρε, καὶ τὰ ἔθνη τῇ δρεπάνῃ τῆς πίστεως τὸν ἄσταχυν ἐθέρισε. Τὰ ἔθνη τὸ ῥόδον εὐσεβῶς ἀπέκειρε, καὶ Ἰουδαίοις ἡ ἄκανθα τῆς ἀπιστίας ἀπέμεινεν· ὁ νεοττὸς ἀπέπτη, καὶ παρακάθηνται οἱ ἄφρονες τῇ καλιᾷ· τὴν φυλλάδα τοῦ γράμματος οἱ Ἰουδαῖοι ἑρμηνεύουσι, καὶ τὸν καρπὸν τοῦ Πνεύματος τὰ ἔθνη δρέπονται· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται. Εἰπέ μοι, ὦ Ἰουδαῖε, εἰπέ μοι λοιπὸν, τίνα ἔτεκε; Θάῤῥησόν μοι, κἂν ὡς τῷ Ἡρώδῃ. Ἀλλ᾽ οὐ θαῤῥεῖς. Οἶδα διὰ τί· διὰ τὴν ἐπιβουλήν.

Ἐκείνῳ γὰρ εἶπας, ἵνα αὐτὸν ἀνέλῃ· ἐμοὶ δὲ οὐ λέγεις, ἵνα μὴ αὐτὸν προσκυνήσω. Τίνα δὲ ἔτεκε; Τίνα; Τὸν Δεσπότην τῆς φύσεως. Κἂν γὰρ σὺ σιωπᾷς, ἡ φύσις βοᾷ· ἔτεκε γὰρ, ὡς ὁ τεχθεὶς τεχθῆναι ἠθέλησεν.

Οὐ γὰρ ὑπὸ τῆς φύσεως ἐπετρέπετο, ἀλλ᾽ ὡς Δεσπότης τῆς φύσεως ξένον τῆς γεννήσεως εἰσήγαγε τρόπον, ἵνα δείξῃ, ὅτι καὶ ἄνθρωπος γενόμενος οὐχ ὡς ἄνθρωπος τίκτεται, ἀλλ᾽ ὡς Θεὸς γεννᾶται. Ἐκ παρθένου οὖν σήμερον προῆλθε νικησάσης φύσιν, ὑπερβάσης γάμον. Ἔπρεπε γὰρ τῷ τῆς ἁγιοσύνης πρυτάνει ἐκ καθαρῶν καὶ ἁγίων προελθεῖν τόκων.

Αὐτὸς γάρ ἐστιν ὁ πάλαι ἐκ παρθένου γῆς τὸν Ἀδὰμ πλάσας, ἀπὸ δὲ τοῦ Ἀδὰμ ἄνευ γυναικὸς γυναῖκα μορφώσας. Ὥσπερ γὰρ ὁ Ἀδὰμ ἄνευ γυναικὸς γυναῖκα ἤνεγκεν, οὕτω καὶ σήμερον ἡ παρθένος ἄνευ ἀνδρὸς ἄνδρα ἔτεκεν. Ἄνθρωπος γάρ ἐστι, φησὶ, καὶ τίς γνώσεται αὐτόν; Ἐπειδὴ γὰρ ἐχρεώστει τὸ γυναικεῖον γένος τοῖς ἀνθρώποις τὴν χάριν, ὡς τοῦ Ἀδὰμ ἄνευ γυναικὸς γυναῖκα βλαστήσαντος, διὰ τοῦτο σήμερον ἔτεκεν ἡ παρθένος ἄνευ ἀνδρὸς, ὑπὲρ τῆς Εὔας ἐκτιννύουσα τοῖς ἀνδράσι τὸ χρέος. Ἵνα γὰρ μὴ μέγα φρονήσῃ ὁ Ἀδὰμ, ἄνευ γυναικὸς γυναῖκα βλαστήσας, διὰ τοῦτο καὶ ἡ παρθένος ἄνευ ἀνδρὸς ἄνδρα ἔτεκεν, ἵνα τῷ κοινῷ τοῦ θαύματος τὸ ὁμότιμον δείξῃ τῆς φύσεως. Ὥσπερ γὰρ ἀπὸ τοῦ Ἀδὰμ τὴν πλευρὰν ἀφεῖλε, καὶ τὸν Ἀδὰμ οὐκ ἐμείωσεν οὐδέν· οὕτω καὶ ἐν τῇ παρθένῳ καὶ τὸν ἔμψυχον ἔπλασε ναὸν, καὶ τὴν παρθενίαν οὐκ ἔλυσεν. Σῶος ἔμεινεν ὁ Ἀδὰμ καὶ μετὰ τὴν ἀφαίρεσιν τῆς πλευρᾶς· ἄφθορος ἔμεινε καὶ ἡ παρθένος μετὰ τὴν πρόοδον τοῦ βρέφους. Διὰ τοῦτο δὲ οὐκ ἀλλαχόθεν ἑαυτῷ ναὸν κατεσκευάσατο, οὐδὲ ἄλλο σῶμα πλάσας ἐνεδύσατο, ἵνα μὴ δόξῃ τὸ τοῦ Ἀδὰμ ἐνυβρίζειν φύραμα.

Ἐπειδὴ γὰρ ἀπατηθεὶς ὁ ἄνθρωπος ὄργανον γέγονε τοῦ διαβόλου, διὰ τοῦτο αὐτὸν τὸν ὑποσκελισθέντα ἔμψυχον ἀνελάμβανε ναὸν, ἵνα διὰ τὴν πρὸς τὸν πεποιηκότα συνάφειαν ἐκ τῆς τοῦ διαβόλου αὐτὸν ἀποστήσῃ συνηθείας. Ὅμως καὶ ἄνθρωπος γινόμενος οὐχ ὡς ἄνθρωπος τίκτεται, ἀλλ᾽ ὡς Θεὸς γεννᾶται. Εἰ γὰρ ἐκ κοινῶν γάμων προῆλθεν, ὥσπερ ἐγὼ, ψεῦδος τοῖς πολλοῖς ἐνομίζετο· νῦν δὲ διὰ τοῦτο ἐκ παρθένου τίκτεται, τικτόμενος δὲ καὶ τὴν μήτραν ἀναλλοίωτον τηρεῖ, καὶ τὴν παρθενίαν ἀζήμιον διαφυλάττει, ἵνα ὁ ξένος τῆς κυήσεως τρόπος πίστεώς μοι μεγάλης πρόξενος γένηται. Ὅθεν κἂν Ἕλλην με, κἂν Ἰουδαῖος ἐρωτᾷ, ὅτι ὁ Χριστὸς Θεὸς ὢν κατὰ φύσιν, ἄνθρωπος γέγονε παρὰ φύσιν, ἐρῶ, Ναὶ, μάρτυρα τοῦ λόγου τὴν ἄσπιλον τῆς παρθενίας σφραγῖδα καλῶν· οὕτω γάρ ἐστι Θεὸς νικῶν τὴν τῆς φύσεως τάξιν· οὕτω γαστρός ἐστι κεραμεὺς, καὶ παρθενίας εὑρετὴς, ὅτι καὶ ἀμόλυντον ἔσχε τῆς γεννήσεως τὸν τρόπον, καὶ ἑαυτῷ ἀφράστως ᾠκοδόμησε ναὸν, ὃν ἠβουλήθη τρόπον. Εἰπέ μοι οὖν, ὦ Ἰουδαῖε, ἔτεκεν ἡ παρθένος, ἢ οὔ; Εἰ μὲν γὰρ ἔτεκεν, ὁμολόγησον τὸν ξένον τόκον· εἰ δὲ οὐκ ἔτεκε, διὰ τί τὸν Ἡρώδην ἠπάτησας; Σὺ γὰρ αὐτῷ πυνθανομένῳ, ποῦ ὁ Χριστὸς γεννᾶται, εἶπας, ὅτι ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. Μὴ οὖν ἐγὼ ᾔδειν τὴν κώμην, ἢ τὸν τόπον; μὴ ἐγὼ τοῦ γεννωμένου τὴν ἀξίαν ἐγίνωσκον; οὐχ ὁ Ἡσαΐας ὡς Θεοῦ αὐτοῦ ἐμνημόνευσε;

Τέξεται γὰρ, φησὶν, υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.

Οὐχ ὑμεῖς ἀγνώμονες ἐχθροὶ τὴν ἀλήθειαν εἰσηγήσασθε; οὐχ ὑμεῖς οἱ γραμματεῖς καὶ Φαρισαῖοι οἱ ἀκριβεῖς τοῦ νόμου φύλακες πάντα τὰ κατ᾽ αὐτὸν ἡμᾶς ἐδιδάξατε; μὴ τὴν τῶν Ἑβραίων γλῶσσαν εἴδομεν; οὐχ ὑμεῖς τὰς Γραφὰς ἡρμηνεύσατε; Μετὰ τὸ τεκεῖν τὴν παρθένον, καὶ πρὸ τοῦ τεκεῖν, ἵνα μὴ δόξῃ πρὸς χάριν τοῦ Θεοῦ ἑρμηνεύεσθαι τὸ λεγόμενον, οὐχ ὑμεῖς ἐρωτώμενοι παρ᾽ Ἡρώδου, μάρτυρα παρηγάγετε Μιχαίαν τὸν προφήτην, ἵνα ὑμῶν τὸν λόγον κυρώσηται; Καὶ σὺ γὰρ, φησὶ, Βηθλεὲμ οἶκος τοῦ Ἐφραθᾶ οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Καλῶς εἶπεν ὁ προφήτης, Ἐκ σοῦ. Ἐξ ὑμῶν γὰρ ἐξῆλθε, καὶ εἰς τὴν οἰκουμένην ἦλθεν. Ὁ γὰρ ὢν, προέρχεται· ὁ δὲ μὴ ὢν, κτίζεται, ἢ γίνεται. Αὐτὸς δὲ καὶ ἦν, καὶ προῆν, καὶ ἀεὶ ἦν ἀλλ᾽ ἦν μὲν ἀεὶ ὡς Θεὸς, διέπων τὸν κόσμον· σήμερον δὲ προῆλθεν, ὡς ἄνθρωπος μὲν τὸν λαὸν ποιμαίνων, ὡς Θεὸς δὲ τὴν οἰκουμένην διασώζων. Ὢ πολεμίων χρηστῶν! ὢ κατηγόρων φιλανθρώπων! οἳ τὸν ἐν Βηθλεὲμ τεχθέντα λανθάνοντες Θεὸν ἔδειξαν, οἳ τὸν ἐν φάτνῃ κρυπτόμενον Δεσπότην ἐγνώρισαν, οἳ τὸν ἐν σπηλαίῳ καθήμενον ἐμήνυσαν ἄκοντες, καὶ εὐηργέτησαν μὴ θέλοντες, ἀπεκάλυψαν καλύψαι βουλόμενοι. Εἶδες ἀμαθεῖς διδασκάλους;