Ἐπειδὴ γὰρ ἀπατηθεὶς ὁ ἄνθρωπος ὄργανον γέγονε τοῦ διαβόλου, διὰ τοῦτο αὐτὸν τὸν ὑποσκελισθέντα ἔμψυχον ἀνελάμβανε ναὸν, ἵνα διὰ τὴν πρὸς τὸν πεποιηκότα συνάφειαν ἐκ τῆς τοῦ διαβόλου αὐτὸν ἀποστήσῃ συνηθείας. Ὅμως καὶ ἄνθρωπος γινόμενος οὐχ ὡς ἄνθρωπος τίκτεται, ἀλλ᾽ ὡς Θεὸς γεννᾶται. Εἰ γὰρ ἐκ κοινῶν γάμων προῆλθεν, ὥσπερ ἐγὼ, ψεῦδος τοῖς πολλοῖς ἐνομίζετο· νῦν δὲ διὰ τοῦτο ἐκ παρθένου τίκτεται, τικτόμενος δὲ καὶ τὴν μήτραν ἀναλλοίωτον τηρεῖ, καὶ τὴν παρθενίαν ἀζήμιον διαφυλάττει, ἵνα ὁ ξένος τῆς κυήσεως τρόπος πίστεώς μοι μεγάλης πρόξενος γένηται. Ὅθεν κἂν Ἕλλην με, κἂν Ἰουδαῖος ἐρωτᾷ, ὅτι ὁ Χριστὸς Θεὸς ὢν κατὰ φύσιν, ἄνθρωπος γέγονε παρὰ φύσιν, ἐρῶ, Ναὶ, μάρτυρα τοῦ λόγου τὴν ἄσπιλον τῆς παρθενίας σφραγῖδα καλῶν· οὕτω γάρ ἐστι Θεὸς νικῶν τὴν τῆς φύσεως τάξιν· οὕτω γαστρός ἐστι κεραμεὺς, καὶ παρθενίας εὑρετὴς, ὅτι καὶ ἀμόλυντον ἔσχε τῆς γεννήσεως τὸν τρόπον, καὶ ἑαυτῷ ἀφράστως ᾠκοδόμησε ναὸν, ὃν ἠβουλήθη τρόπον. Εἰπέ μοι οὖν, ὦ Ἰουδαῖε, ἔτεκεν ἡ παρθένος, ἢ οὔ; Εἰ μὲν γὰρ ἔτεκεν, ὁμολόγησον τὸν ξένον τόκον· εἰ δὲ οὐκ ἔτεκε, διὰ τί τὸν Ἡρώδην ἠπάτησας; Σὺ γὰρ αὐτῷ πυνθανομένῳ, ποῦ ὁ Χριστὸς γεννᾶται, εἶπας, ὅτι ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. Μὴ οὖν ἐγὼ ᾔδειν τὴν κώμην, ἢ τὸν τόπον; μὴ ἐγὼ τοῦ γεννωμένου τὴν ἀξίαν ἐγίνωσκον; οὐχ ὁ Ἡσαΐας ὡς Θεοῦ αὐτοῦ ἐμνημόνευσε;