Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γέννησιν τοῦ Ἰωάννου τοῦ Προδρόμου

Ἰωάννης ὁ Χρυσόστομος

Το κήρυγμα της μετανοίας

Η έναρξη του δημόσιου κηρύγματος, η κλήση του λαού σε μετάνοια και το βάπτισμα στον Ιορδάνη ποταμό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ἀλλὰ τί τούτοις ἐνδιατρίβειν ἔτι φιλονεικοῦμεν τοῖς λόγοις, συνέχοντος ἡμᾶς ἤδη καὶ τοῦ λαοῦ τοῦ πρὸς αὐτὸν εἰς τὴν ἔρημον τρέχοντος; Ἐπεσπᾶτο μὲν γὰρ ἕκαστον πρὸς αὐτὸν ἀπιέναι ἡ λαμπρὰ τοῦ ἀνδρὸς πολιτεία· ἐξάκουστος γὰρ ἀεὶ ὁ ἐνάρετος βίος καὶ πᾶσαν φιλάρετον ψυχὴν πρὸς ἑαυτὸν ἐφελκόμενος. Συνέρρει δὲ πλέον πρὸς Ἰωάννην τὰ πλήθη τῷ ξένῳ θαύματι τοῦ κηρύγματος· μετὰ γὰρ τὸ ἀναδειχθῆναι αὐτόν, ὡς προείρηται, παρεγένετό φησι κηρύσσων ἐν τῇ ἐρήμῳ καὶ λέγων· μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· καὶ πάλιν· ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.

Ταῦτα δὲ ξένα τοῖς τότε καὶ παράδοξα τὰ λεγόμενα· πρόδρομος γὰρ ἦν, τὴν προσεγγίζουσαν δηλῶν βασιλείαν, εὐτρεπίζων τῷ ἐπιδημοῦντι δεσπότῃ, ἑτοιμάζων τῷ βασιλεῖ τὴν πορείαν, διεγείρων εἰς ὑπάντησιν πάντας, ἐξηγούμενος τὰ μέλλοντα θαύματα, προξενῶν τὸν οὐράνιον πλοῦτον.

Εἰσῆγε γὰρ μετάνοιαν τὴν τῶν ψυχῶν θεράπειαν, ἐδίδου καὶ βάπτισμα προσεγγίζον τῇ χάριτι. Ὅθεν ἐξεπορεύετο πρὸς αὐτόν φησιν, πᾶσα Ἰεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, καὶ ἐβαπτίζοντο ὑπ᾽ αὐτοῦ.

Ἔδειξεν ἀξιόπιστον τῆς πολιτείας αὐτοῦ τὸ κήρυγμα, μᾶλλον δὲ προσέλαβεν ἡ πολιτεία τὸ τοῦ κηρύγματος χάρισμα. Καὶ ἦν ὁ πρώην μονώτατος εἰς τὴν ἔρημον νῦν καὶ αὐτὴν κατασκευάζων πόλιν τὴν ἔρημον. Τί λέγω πόλιν; Ὅλην αὐτὴν οὐρανὸν ἀπειργάσατο· ἄκουε γὰρ λοιπὸν τῶν ἐπουρανίων ἐντεῦθεν πραγμάτων.