Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γέννησιν τοῦ Ἰωάννου τοῦ Προδρόμου

Ἰωάννης ὁ Χρυσόστομος

Η Βάπτιση του Κυρίου και η Θεοφάνεια

Ο διάλογος του Προδρόμου με τον Ιησού, η θεία συγκατάβαση κατά το βάπτισμα, η φανέρωση της Αγίας Τριάδος και η τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Τότε φησίν, παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ᾽ αὐτοῦ. Ἦλθε γὰρ ὁ τῶν οὐρανῶν δεσπότης πρὸς τὸν ἐρημοπολίτην, παρεγένετο ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου πρὸς τὸν κηρύττοντα τὴν μετάνοιαν, τὸ φῶς τὸ ἀλήθινον πρὸς τὸν λύχνον τὸν φαίνοντα· οὗτος γάρ φησιν, ἦν ὁ λύχνος ὁ φαίνων.

Ἦλθεν ἡ πηγὴ τῆς ζωῆς πρὸς σταγόνα βαπτίζουσαν, ὁ πόταμος τοῦ θεοῦ πρὸς βραχύτατον ῥύακα, τὸ πέλαγος τῆς σωτηρίας πρὸς ὀχετὸν παροδεύοντα· τοῦτο γὰρ ἦν ὁ Χριστὸς πρὸς Ἰωάννην ἐρχόμενος. Ὅθεν καὶ καλῶς αὐτὸν ὁ βαπτιστὴς διεκώλυε λέγων· ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ; «Ἐγώ φησιν, τοῦ σοῦ φωτὸς ἐπιδέομαι καὶ σὺ πρὸς μὲ παραγίνῃ;

Ἐγὼ παρὰ σοῦ διεπλάσθην, καὶ σὺ ἔρχῃ παρ᾽ ἐμοῦ βαπτισθῆναι; Ἦλθον ὡς δοῦλος ἐγὼ περὶ σοῦ τοῦ δεσπότου κηρύττων, οὐχ ὡς βαπτίσαι τὸν ἐμὸν δεσπότην ὀφείλων. Ἔασον τῇ σῇ χειρὶ τὴν ἐμὴν μᾶλλον κεφαλὴν ὑποκύψαι, οἶδα γὰρ τὴν ἐξουσίαν τοῦ ἐμοῦ φοβεῖσθαι δεσπότου.

Μή μου τολμηρὰν τὴν δεξιὰν ἀπεργάσῃ, ναρκῶσαν ἤδη πρὸς τὸ τοῦ βαπτίσματος ἔργον.» Τί οὖν πρὸς αὐτὸν ὁ δεσπότης; «Ἄφες ἄρτι, οὐ γὰρ ἦλθον νῦν τὴν ἐμαυτοῦ ἀξίαν γυμνῶσαι, οὐ τὸ καθαρὸν τῆς φύσεως δεῖξαι, ἀλλὰ τὴν συμφέρουσαν ὑμῖν οἰκονομίαν πληρῶσαι.» Τότε φησίν, ἀφίησιν αὐτόν.

Ὢ πόσην ἡ λέξις εὐτονίαν σημαίνει. Ἀφίησιν ὁ δοῦλος τὸν δεσπότην, ὁ ὑπήκοος τὸν βασιλέα, οὐ γὰρ ἴσχυσεν ἡ φωνὴ περιγενέσθαι τοῦ λόγου, οὐχ ὁ λύχνος ταῖς αὐγαῖς ἀντισχεῖν τοῦ ἡλίου, ἀλλὰ συστείλας τὸ οἰκεῖον φῶς παρεχώρησε τῇ νικώσῃ τῆς δικαιοσύνης αὐγῇ.

Οὕτως δίδωσιν ὁ σωτὴρ τῷ βαπτίσματι χάριν, οὕτως τὸ καθαρὸν τοῦ κυρίου καὶ ἀναρμάρτητον σῶμα τὸν ἐμμένοντα τοῖς ὕδασιν ἀπέσμηξε ῥύπον, ὡς ἔχειν λοιπὸν τῶν ὑδάτων τὴν φύσιν οὐ μόνον τὸ καθαίρειν ἐκ φύσεως, ἀλλὰ καὶ τὸ φωτίζειν ἐκ χάριτος. Ὅθεν οἱ βαπτιζόμενοι λοιπὸν ἐν πνεύματι καὶ ἀληθείᾳ βαπτίζονται, καὶ τοῦτο αὐτὸς ὁ βαπτιστὴς Ἰωάννης σαφῶς κέκραγε λέγων· «Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι καὶ ἀληθείᾳ.» Ὁρᾷς τὸν βαπτιστὴν μετὰ τοσαύτην τιμὴν καὶ ἀξίαν ἔτι σμικρύνοντα μὲν τὸ οἰκεῖον ἔργον, θαυμάζοντα δὲ τοῦ σωτῆρος τὸ δῶρον.

Καὶ γὰρ ἀεὶ τὸ πρέπον τῷ Χριστῷ παρεχώρει· διὸ καὶ αὐτὸς δέχεται τὴν ἐξ οὐρανῶν ἐπ᾽ αὐτὸν ἐλθοῦσαν μαρτυρίαν, ἄξιος ὢν τῶν ἐπουρανίων ῥημάτων τε καὶ πραγμάτων. Εἶδε γάρ φησιν, τὸν οὐρανὸν ἀνεῳχθέντα καὶ τὸ πνεῦμα τοῦ θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον πρὸς αὐτὸν καὶ φωνῆς μαρτυρούσης· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.

Ἴσα τῶν πραγμάτων τὰ ῥήματα· καὶ θεωρεῖ γὰρ καὶ ἀκούει Ἰωάννης βαπτίζων. Οὗτος τὴν ἔρημον οὐρανὸν κατεσκεύασεν, οὗτος τὴν οἰκουμένην θεοῦ παράδεισον ἔδειξε τῇ τοῦ βαπτίσματος ποτιζόμενον χάριτι. Ὄντως ὁ νόμος καὶ οἱ προφῆται μέχρις Ἰωάννου, ἀπὸ τότε ἡ βασιλεία τῶν οὐρανῶν εὐαγγελίζεται.

Ἐξ ἐκείνου γὰρ ἔστη τῶν προφητῶν τὰ κηρύγματα, ἐκείνου ὑποδείξαντος ὃν ἐκεῖνοι προειρήκασιν. Ἔστη τοῦ νόμου τὸ βάρος, ἐκήρυξε γὰρ μετάνοιαν θεοῦ μακροθυμίαν καταγγέλλουσαν. Ἔστη τὰ πολλὰ τῶν Ἰουδαίων βαπτίσματα, ἓν γὰρ ἐδείχθη δι᾽ ἐκείνου τὸ βάπτισμα, ὃ αὐτὸς παρέχειν εἰς μετάνοιαν ἤρξατο, ὃ δὲ Χριστὸς εἰς ἄφεσιν ἁμαρτιῶν ἐδωρήσατο καὶ ζωὴν αἰώνιον, ᾧ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.