Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γέννησιν τοῦ Ἰωάννου τοῦ Προδρόμου
Η θαυμαστή γέννηση και ο ασκητικός βίος
Η ενέργεια του Αγίου Πνεύματος κατά την κυοφορία, η γέννηση και η περιγραφή της ασκητικής πολιτείας του Ιωάννη στην έρημο.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η θαυμαστή γέννηση και ο ασκητικός βίος
Η ενέργεια του Αγίου Πνεύματος κατά την κυοφορία, η γέννηση και η περιγραφή της ασκητικής πολιτείας του Ιωάννη στην έρημο.
Ἀλλὰ καὶ αὐτοῦ τοῦ ἁγίου πνεύματος πληροῦται κυοφορούμενος· πνεύματος γάρ φησιν, ἁγίου πλησθήσεται ἐκ κοιλίας μητρὸς αὐτοῦ. Διὸ καὶ ἔνδον τῆς γαστρὸς σκιρτήσας εὐαγγελίζεται καὶ τικτόμενος τὴν ἐπὶ τῷ πατρὶ εὐθὺς θεραπείαν ἐργάζεται.
Ἀμέλει πάντες φησιν, οἱ ἀκούσαντες ἔλεγον· τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; Ἀδημονοῦσι γὰρ θαυματουργοῦντα τὸν βαπτιστὴν πρὸ τοῦ καιροῦ θεωροῦντες, θαυμάζουσι τὴν τοῦ βρέφους ὑπὲρ δύναμιν ἀξίαν. Βλέπουσι τὸ παιδίον καὶ χρόνων τοῦ βίου καὶ τρόπων ἀνώτερον.
Τὰ πρὸ τοῦ τόκου μαθόντες ἐκπλήττονται, τὰ μετὰ τὸν τόκον ὁρῶντες ξενίζονται. Καὶ ἀποροῦντες κεκράγασιν· «Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται;» Θέλετε μαθεῖν τὴν προκοπὴν τοῦ παιδίου; Θέλετε τὴν προσγινομένην αὐτῷ γνῶναι ἀξίαν;
Ἀκούσατε τοῦ ἀγγέλου περὶ αὐτοῦ κεκραγότος· «Ἔσται φησί, μέγας ἐνώπιον κυρίου.» Ἰδοὺ καὶ πάλιν τὸ μεῖζον ἀπονέμεται τῷ δικαίῳ, τῷ τῆς ἐρήμου ποθεινῷ. Οὔπω ἐμάνθανε τὴν πλοκὴν τῶν πραγμάτων, καὶ προλαμβάνων φυλάττει τῆς ψυχῆς τὴν ἁπλότητα.
Οὐ γὰρ ἀνέχεται τὸν ἀνθρώπινον ἐμπορεύεσθαι πλοῦτον, οὐκ ἐρᾷ δόξης λυομένης ἐν βίῳ, οὐ παρέχει τῇ γαστρὶ τὴν ἀκόρεστον γεῦσιν, οὐ τὴν τῶν βρωμάτων ποικιλίαν γινώσκει, οὐκ ἐσθῆτος καλλωπισμὸν περιβάλλεται.
Εἶχε γάρ φησι, τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλων καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ. Τὸ γὰρ ἴδιον τῆς ἐν ἐρήμῳ ἀσκήσεως σχῆμα πρόσφορον τῆς ἀνδρείας αὐτοῦ τὸ ἔνδυμα. Ἀχθοφόρου γὰρ ζῴου τὰς τρίχας ἐφόρει, σημαίνων ὡς τὸ ἐπικείμενον αὐτῷ κατὰ τὴν ἔρημον βάρος φέρειν καὶ αὐτὸς ἀνέχεται κούφως· βαρὺς γὰρ ἦν ἀληθῶς ὁ εἰς τὴν ἔρημον βίος. Εἶχε δὲ καὶ δερματίνην ζώνην, δι᾽ ἧς τήν τε νενεκρωμένην τῆς γαστρὸς ἐπιθυμίαν ἐδήλου καὶ τῆς ψυχῆς ἐν ταὐτῷ τὴν ἀνδρείαν ἐνέφηνεν. Ἡ δὲ τροφὴ ἦν αὐτῷ φησιν, ἀκρίδες καὶ μέλι ἄγριον. Καὶ τοῦτο τῆς πολυτελεστάτης ἥδιον ἐν ἐρήμῳ.
Δεσπότου δὲ καὶ ποιητοῦ ἀποφηναμένου μὴ ἐγηγέρθαι ἐν γεννητοῖς γυναικῶν μείζω Ἰωάννου τοῦ βαπτιστοῦ, καὶ τοῦ ἀγγέλου εἰρηκότος ἐν πρώτοις καὶ μέγαν ἔσεσθαι λέγοντος ἐνώπιον τοῦ κυρίου, οὐδὲν τῶν ἐπὶ γῆς, οὐδὲν τῶν ἐν τῷ οὐρανῷ εἰς τὴν τοῦ βαπτιστοῦ τιμὴν παραλέλειπται.
Ἔδει γὰρ ἀληθῶς καὶ παρὰ θεῷ καὶ παρ᾽ ἡμῖν τὸν βαπτιστὴν μεγαλύνεσθαι· καὶ γὰρ ἔστιν ἰδεῖν τὸν παράδοξον τόκον τῆς στείρας καὶ τῆς αὐξήσεως αὐτοῦ τὰ θαύματα καὶ τῆς πολιτείας τὰ κατορθώματα. Ηὔξανε γάρ φησιν, καὶ ἐκραταιοῦτο πνεύματι.
Ταῦτα τῆς ἡλικίας καὶ τῆς χάριτος τὰ γνωρίσματα· συνηύξει γὰρ τῷ σώματι τοῦ νέου καὶ ἡ τῆς ψυχῆς ἀρετή. Καὶ τὸ θαυμαστότερον ὅτι ἦν φησίν, ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ. Ἦν ἐν ταῖς ἐρήμοις.
Καὶ τί μεῖζον τούτου τοῦ κατορθώματος; Παιδαγωγουμένης ἐν ἐρήμῳ νεότητος, παιδίον οὔπω τὴν πεῖραν τοῦ βίου λαμβάνει καὶ τὴν ἐν ἐρήμῳ πολιτείαν ἁρπάζει, οὔπω γινώσκει τοῦ κόσμου τὴν ὄχλησιν καὶ τὴν ἡσυχίαν ἀσπάζεται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.