Οὗτοι οὖν οἱ μάγοι ἐκ τοῦ γένους τοῦ Βαλαὰμ τοῦ προφήτου ὁρμώμενοι, κατακολουθήσαντες αὐτοῦ ταῖς βίβλοις καὶ ταῖς προφητείαις, καὶ νοήσαντες ὅτι, ὅτε ἀνατελεῖ ἄστρον, τότε ἀναστήσεται καὶ ὁ ἄνθρωπος, δηλονότι ὁ Βασιλεὺς τῶν Ἰουδαίων, ὅστις οὐ μόνον τοὺς ἀρχηγοὺς Μωὰβ συντρίψει, ἀλλὰ καὶ πάσας τοῦ διαβόλου τὰς βασιλείας λεπτυνεῖ καὶ λικμήσει κατὰ τὸν Δανιὴλ, παρετήρουν τὸν καιρόν· καὶ θεωρήσαντες τὸν ἀστέρα ξένον παρὰ τοὺς ἄλλους ἀνατείλαντα, ἔγνωσαν αὐτὸν εἶναι τὸν πάλαι προφητευθέντα, καὶ κατακολουθήσαντες, εὑρηκότες τε τὸν τεχθέντα, ἐχάρησαν, τῶν πάλιν προφητευθέντων εὑρηκότες τὴν ἔκβασιν. Σὺ δέ μοι νόει, ἀκροατὰ, τοὺς μάγους εἶναι τύπους τῶν ἐκ τῆς ἀσεβείας τῆς πλάνης ἐπιστρεψάντων ἐθνῶν, οὐ τελείῳ φωτὶ ὁδηγουμένους, ἀλλ᾽, ὅσον ἀπαυγάσματι φωτὸς διὰ Ἰωάννου, ὡς δι᾽ ἀστέρος, πρὸς τὸν ἐν σαρκὶ τεχθέντα Χριστὸν ὁδηγουμένους. Ὅρα γάρ μοι καὶ τὸν ἀστέρα ἄχρι τοῦ παιδίου ἐλθόντα, καὶ σταθέντα τοῦ δρόμου. Καὶ γὰρ Ἰωάννης, δίκην ἀστέρος, τῷ κηρύγματι ὑπολάμψας, καὶ ὑποδείξας Χριστὸν λέγων, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐπαύσατο τοῦ δρόμου· εἴρηκε γὰρ, Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. Καὶ ἐλθόντες, φησὶν, οἱ μάγοι εὗρον τὸ παιδίον καὶ τὴν μητέρα· καὶ πεσόντες προσεκύνησαν αὐτῷ.