Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γέννησιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Η ιστορική και θεολογική διάσταση της ευαγγελικής διηγήσεως

Η σημασία της ιστορικής ακρίβειας του τόπου και του χρόνου στα Ευαγγέλια και ο πνευματικός συμβολισμός της απογραφής του Αυγούστου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Εἰ δὲ σὺ αὐτὸς μαρτυρεῖς τὴν Παρθένον γεννήσασαν μὴ φθαρῆναι, πολλῷ μᾶλλον πίστευε τὸν ἄφθαρτον Πατέρα γεννήσαντα τὸν ἄφθαρτον Υἱὸν μὴ φθαρῆναι. Ἀλλ᾽ ἐάσαντες τοὺς ματαιολόγους, ἐπὶ τοὺς θεολόγους κήρυκας ἀναδράμωμεν. Τοῦ δὲ Ἰησοῦ Χριστοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως. Ἀναγκαίως ὁ εὐαγγελιστὴς σημειοῦται καὶ τὸν τόπον καὶ τὸν χρόνον, ἵν᾽ ὁ ἀπιστῶν τὴν κατὰ σάρκα γέννησιν τοῦ Σωτῆρος, ζητήσας τὸν τόπον καὶ τὸν χρόνον, εὕρῃ τῆς ἀληθείας τὸ πρᾶγμα. Τὸν μὲν γὰρ χρόνον, ἐκ τῆς Ἡρώδου ἀρχῆς τοῖς χρονογράφοις ἐγκύψας, τὸν δὲ τόπον, ἐκ τῆς κατὰ τὴν Βηθλεὲμ σημασίας ζητήσας εὑρήσει. Εἰ γὰρ ἐν τοῖς κοσμικοῖς συμβολαίοις καὶ ὕπατοι γράφονται, καὶ μῆνες ἀριθμοῦνται, καὶ ἡμέραι δηλοῦνται, καὶ πόλεις περιτυποῦνται ὑπὲρ ἀκριβείας τῶν λεγομένων· πόσῳ μᾶλλον δεῖ, τῆς τοῦ κόσμου παντὸς σωτηρίας τεχθείσης, καὶ τοῖς εἰς ὕστερον γνωσθῆναι τοῦ τόπου καὶ τοῦ καιροῦ τὴν ἀκρίβειαν! Καὶ Ματθαῖος μὲν τὴν κατὰ σάρκα γέννησιν τοῦ Χριστοῦ οὕτω διηγεῖται· Λουκᾶς δὲ ὑπὲρ τῆς τῶν χρόνων ἀκριβείας προστίθησι καὶ τὴν τότε πρῶτον γεγονυῖαν ἀπογραφήν.

Λέγει γὰρ οὕτως· Ἐν ἔτει τεσσαρακοστῷ πρώτῳ ἐπὶ Καίσαρος Αὐγούστου, Ἐξῆλθε δόγμα ἀπὸ Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. Αὕτη ἡ ἀπογραφὴ πρώτη. Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυῒδ, ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυῒδ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ, γυναικὶ οὔσῃ ἐγκύῳ. Σημειοῦται δὲ Λουκᾶς τὴν πρώτην γεγονυῖαν ἀπογραφὴν, ὁμοῦ μὲν καὶ τὸν χρόνον ἀκριβάζων, καὶ μυστήριον μέγιστον ἐκ τοῦ ἐμφανοῦς ἀφανὲς ὑπεκφαίνων. Λέγει γὰρ πρώτην καὶ βιαίαν ἀπογραφὴν, τὸ γεγενῆσθαι τὸν ἄνθρωπον.

Χριστοῦ γὰρ γεννηθέντος, καὶ σαρκὸς λοιπὸν θεοποιουμένης, καὶ διαβόλου ἐκβαλλομένου, καὶ θανάτου λυομένου, ἔδει ψυχὰς δικαίων, καὶ πιστῶν ὀνόματα ἐν ταῖς τῶν οὐρανῶν ἀπογράφεσθαι βίβλοις, κάτω μὲν Καίσαρος κελεύοντος, ἄνω δὲ τοῖς ἀγγέλοις Πατρὸς προστάττοντος.

Διὸ καὶ ὁ Κύριος τοῦτο εὐαγγελιζόμενος τοῖς μαθηταῖς αὐτοῦ ἔλεγε· Μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται, ἀλλὰ χαίρετε ὅτι τὰ ὀνόματα ὑμῶν ἐν τοῖς οὐρανοῖς ἀναγέγραπται. —Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρώδου, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο λέγοντες, Ποῦ ἔστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτόν. Οἴμοι! νικῶμαι τοῖς θαύμασι, συνέχομαι ταῖς θεωρίαις, καὶ ἡ γλῶσσά μου οὐχ εὑρίσκει τι πρότερον εἰπεῖν, ἢ τί παραλείπειν.