Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γέννησιν τοῦ Προδρόμου

Ἰωάννης ὁ Χρυσόστομος

Η αγγελική οπτασία και η παιδαγωγική σιωπή του Ζαχαρία

Η εμφάνιση του αγγέλου στον ναό, η προαγγελία της τεκνογονίας της Ελισάβετ και η επιβολή της αφωνίας στον Ζαχαρία λόγω της απιστίας του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Ἀλλ᾽ ἔλθῃ καὶ νῦν Ζαχαρίας ὁ πατὴρ τοῦ δικαίου, ὁ καὶ τὴν σιωπὴν κατακριθεὶς καὶ διὰ τοῦτον φθεγξάμενος. Ἐκεῖνος ἡμῖν τὰ κατ᾽ αὐτὸν διηγήσεται· εἴπῃ πῶς ἐφθέγξατο κατασχεθείσης τῆς γλώττης, πῶς ἐλάλησε χαλινωθέντος τοῦ στόματος, πῶς Ἰωάννης γεννᾶται καὶ ἡ τοῦ ἀγγέλου ἀπόφασις λύεται, πῶς ἡ τιμωρία ἐπάγεται καὶ ἡ θεραπεία παρέχεται.

Καί, εἰ δοκεῖ, ἐπ᾽ αὐτὴν λοιπὸν ἔλθωμεν τοῦ θαύματος τὴν ἐξήγησιν ἔχουσαν τοῦ δικαίου τὴν σύλληψιν. Ὁ γὰρ εὐαγγελιστὴς σύντομον αὐτοῦ τε τοῦ Ζαχαρίου καὶ Ἐλισάβετ τῆς γυναικὸς αὐτοῦ εἰσάγων τὸ κήρυγμα, πρότερον μὲν τὰς προσηγορίας αὐτῶν καὶ τὴν φύσιν καὶ τὴν ἀξίαν σημαίνει, εἶτα πολιτείας ἔπαινον καὶ τρόπον ἐπάγει, ἐν ᾧ καὶ τῆς σιωπῆς τὴν κατάκρισιν δείκνυσι καὶ τῆς εὐγλωττίας τὴν χάριν γνωρίζει.

Καὶ ἄκουε τῶν εὐαγγελικῶν ῥημάτων· 〈Οὐκ ἦν〉 φησιν 〈αὐτοῖς τέκνον.〉 Νῦν οὐ μόνον ἐγὼ τὴν τούτων ἀτεκνίαν ὁρῶ, ἀλλὰ καὶ τὴν ἀρχαίαν εἰκόνα τῶν δικαίων γινώσκω, Ἀβραὰμ λέγω καὶ Σάρρας. Ἀλλὰ μανθάνω καὶ στείρωσιν τίκτουσαν, ἑτέραν παιδοποιΐαν χάριτος καὶ φύσεως, ξένον τεκνογονίας μυστήριον.

Οὗτος γὰρ καὶ τῆς ἐπαγγελίας ὁ τρόπος ταύτης· 〈Ὤφθη〉 φησὶν 〈ἄγγελος ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος.〉 Ἀξιόπιστος τῆς ὀπτασίας ὁ τόπος, ἀλήθειαν δεικνὺς καὶ οὐ πλάνην τὴν θέαν. Ἀλλ᾽ 〈ἐταράχθη〉 φησὶ 〈Ζαχαρίας ἰδὼν καὶ φόβος ἐπέπεσεν ἐπ᾽ αὐτόν.〉 Ὦ δειλία, τὸ τῆς ἀπιστίας προοίμιον, τὸ τῆς γνώμης σαθρόν, τῆς ψυχῆς τὸ εὐόλισθον. Ὅπερ αὐτὸς ὁ ἄγγελος διορθούμενος ἔφη· 〈Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου.〉 Ἐκβάλλει τὸν φόβον καὶ ἀντεισάγει τὸν πόθον· εἰπὼν γὰρ 〈τὸ μὴ φοβοῦ〉 οὐκ ἐσιώπησεν, ἀλλὰ καὶ τῆς εὐχῆς τὸ κέρδος ἐμήνυσεν. 〈Εἰσηκούσθη〉 φησὶν ἡ 〈δέησίς σου.〉 Καὶ ποία ἡ δέησις; Ἡ τῆς λευιτικῆς φυλῆς αὐτοῦ αὔξησις. Ἡ 〈γυνή σου〉 γάρ φησιν 〈Ἐλισάβετ γεννήσει υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην.〉 Καλὸν τῆς ἐπαγγελίας τὸ κτῆμα, μέγα τῆς ὀπτασίας τὸ δῶρον. Ἀληθῶς Ἀβραμιαῖον τὸ καύχημα· ὡς γὰρ ἐκείνῳ προείρηται τῆς Σάρρας ἡ σύλληψις, οὕτως καὶ τούτῳ προκατήγγελται τῆς Ἐλισάβετ ἡ κύησις.

Ἀλλ᾽ ἡ μὲν πρόρρησις ἴση, οὐκ ἴση δὲ τῶν πραγμάτων ἡ τάξις· τοῦ γὰρ Ἀβραὰμ μηδὲν ἐκ τῆς ἐπαγγελίας πεπονθότος δεινόν, ἄφωνος μετὰ τὸν εὐαγγελισμὸν Ζαχαρίας εὑρίσκεται μὴ τῷ ἀγγέλῳ πιστεύσας καὶ σιωπὴν τὴν τιμωρίαν δεξάμενος. 〈Ἰδοὺ〉 γὰρ 〈ἔσῃ〉 φησὶ 〈σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ᾽ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου.〉 Ἀνένδοτος ἡ δίκη τῷ πλημμελήσαντι, ἀνυπέρθετος ἡ τῆς τιμωρίας ὀργή.

Οὐκ ἔδει γὰρ ἀληθῶς ἀπιστηθῆναι τὸν ἄγγελον, οὐ τὸ θυσιαστήριον εὐκαταφρόνητον ἔχειν, οὐ τὸν καιρὸν τοῦ θυμιάματος καιρὸν ἀπάτης λογίσασθαι, —ὁ γὰρ ἄγγελος αὐτῷ θυμιῶντι ὤφθη—, οὐ τῆς τοῦ Ἀβραὰμ ἱστορίας ἐπιλελῆσθαι. Καὶ τότε στεῖρα καὶ πότε γῆρας παιδοποιεῖ, εὔπειστα πανταχοῦ τὰ λεγόμενα ἐδείχθη· εἶχε γὰρ τῆς τοιαύτης τεκνογονίας τὸ θαῦμα οὐ μόνον στεῖραν ἀλλὰ καὶ παρθένον τίκτειν παραδόξως. Καὶ ἦν τὸ ἄπιστον εἰς πίστιν προγυμναζόμενον, τὸ ἀδύνατον ὡς δυνατὸν ἐθιζόμενον· ἔνθεν γὰρ καὶ ἐπὶ τῆς στείρας νῦν ἀπιστία κολάζεται, ἵνα ἡ ἐπὶ τῆς παρθένου θαυματουργία μὴ ἀμφιβάλληται. 〈Ἔσῃ〉 φησὶ 〈σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι.〉 Ὢ τῆς φιλανθρώπου τιμωρίας διόρθωσιν μᾶλλον ἐργασαμένης τὴν κόλασιν. Αὐτὴν γὰρ ὁ ἄγγελος τὴν σφαλεῖσαν φωνὴν σωφρονίζει, αὐτὴν χαλινοῖ τὴν τολμήσασαν γλῶτταν. 〈Ἦν〉 γάρ φησι 〈διανεύων καὶ ἔμεινε κωφός.〉 Καλῶς καὶ τὸ 〈ἔμεινεν ὁ〉 εὐαγγελιστὴς συνεγράψατο· περιέμενε γὰρ ἡ σιωπὴ τὴν τικτομένην φωνήν, ὁ Ζαχαρίας τὸν Ἰωάννην, ὁ πρεσβύτης τὸν παῖδα, ὁ ἱερεὺς τὸν προφήτην.