Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γέννησιν τοῦ Χριστοῦ καὶ εἰς τὴν ἁγίαν Μαρίαν τὴν θεοτόκον

Ἰωάννης ὁ Χρυσόστομος

Εγκώμιο και τυπολογία της Παρθένου Μαρίας

Η Θεοτόκος εξυμνείται μέσα από παλαιοδιαθηκικούς τύπους και αλληγορικές παρομοιώσεις από τον φυτικό κόσμο, αναδεικνύοντας τον ρόλο της στην πνευματική καρποφορία της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Ὦ σύλληψις ἄλεκτος καὶ τόκος ἀτράκτευτος, ὦ ἐνθυμήσεως πράγματα καὶ ἐκπλήξεως θαύματα, ὦ παρθένε ἀνύμφευτε καὶ μόνη μετὰ τὸν τόκον ἀμίαντε. Ὁρῶ τὴν παρθένον πόλιν τὸν βασιλέα ἐγκολπιζομένην, ὁρῶ ναὸν ἔνθεον τὸν ἐν ὑψίστοις σκηνώσαντα καὶ ἐν αὐτῷ ἱερουργήσαντα, ὁρῶ κιβωτὸν ἁγίαν τὴν διαθήκην περισφίγγουσαν, ὁρῶ στάμνον χρυσῆν τὸ μάννα προβαλλομένην, ὁρῶ στήλην ἄλυτον τὸν χαρακτῆρα βαστάζουσαν.

Ὦ τοῦ θαύματος· ἐκ δρόσου πῦρ λατομεῖται καὶ ἐξ ὕλης φλὸξ ἐξάπτεται, ἡ βάτος φλόγα ἐνδύεται καὶ τὸ ὄρος μείωσιν οὐκ ἐπιδέχεται· ἴχνη Θεοῦ κατοπτεύονται καὶ ἔρευνα ζητήσεως οὐ γινώσκεται. Πλείω τοῦ ἐπὶ τῆς κοσμοπιΐας ὑποκειμένου οὐρανοῦ, ἄλλον ἐπίγειον οὐρανὸν θεωρῶ· ἐκεῖνος τῷ λόγῳ Κυρίου ἀφιλονείκως βαστάζεται καὶ οὗτος τῷ τόκῳ Κυρίου ἀνερμηνεύτως λαμπρύνεται, ἐκεῖνος προβάλλεται ἥλιον αἰσθητὸν καὶ οὗτος ἐξέλαμψεν ἥλιον νοητόν.

Ἀντὶ ἑωσφόρου ἔδειξεν τὸν πρὸ ἑωσφόρου, ἀντὶ σελήνης τὴν μήτραν τὴν ἄλοχον, ἀντὶ ἀστέρων τὴν τῆς γαστρὸς καθαρότητα, ἀντὶ τῶν νεφῶν τὸ ἐκ τοῦ σώματος περιβόλαιον· ὄντως οὐρανὸν ὁρῶ τὴν παρθένον τῇ σήμερον πλέον τοῦ ἐπὶ τῆς κοσμοποιΐας ταῖς ἀρεταῖς ἀπαστράπτουσαν.

Δίχα χειρῶν ἐπιλήψεως ἐξ ὄρους λίθος λαξεύεται ὅνπερ προϊστόρησεν Δανιὴλ ὁ σοφώτατος. Ἀνὴρ οὐ πάρεστι πρὸς συνάφειαν καὶ μήτηρ τέτοκεν τὴν ἀλήθειαν, ἡ πύλη τοῦ παλατίου ὁρᾶτο ἠσφαλισμένη καὶ ἔνδον ἐν τῷ κοιτῶνι ὁ βασιλεὺς ἐγνωρίζετο.

Σὺ 〈ἐριζώθης,〉 παρθένε, 〈ὡς κέδρος ἐν τῷ λιβάνῳ·〉 ὡς γὰρ παράδεισος Κυρίου ἔδωκας 〈εὐωδίαν.〉 Σὺ 〈ὡς φοῖνιξ ὑψώθης〉 ἐν δόξῃ· τῆς γὰρ σῆς γλυκύτητος ἡ οἰκουμένη πεπλήρωται. Σὺ 〈ὡς ἐλαία εὐπρεπὴς〉 καρπὸν προήνεγκας δόξης καὶ τὸ ἄνθος σου ἄρωμα εὐωδίας Σὺ 〈ὡς ἄμπελος ἐβλάστησας〉 βότρυν καὶ ἡ εὐφροσύνη τοῦ οἴνου σου πίνεται καὶ οὐ λείπεται. Σὺ 〈ὡς λίβανος,〉 λίβανον προσεδέξω καὶ 〈ὡς σμύρνα ἐκλεκτή,〉 χρυσὸν καὶ σμύρνα σοι προσηνέχθη. Σὺ 〈ὡς τερέβινθος ἐξέτεινας κλάδους〉 καὶ ὑπὸ τὴν σκέπην αὐτοῦ ἔθνη πεπλανημένα κατέδραμον.

Σὺ 〈ὡς πλάτανος〉 ἀνυψώθης ἐφ᾽ ὕδατος, τὴν γὰρ πηγὴν τῆς ζωῆς ἐν τῇ κοιλίᾳ ἐβάστασας. Σὺ 〈ὡς ῥόδον〉 εὔχροον ἐν γυναιξὶν 〈ἀνεβλάστησας〉 καὶ 〈ὡς κρίνον〉 ἀδιάφθορον τὴν εὐωδίαν ἐξέπεμψας. Σὺ 〈πρὸ τοῦ αἰῶνος〉 Θεὸν βαστάσαι προώρισαι καὶ 〈ἕως〉 τοῦ 〈αἰῶνος〉 διαμένει ἡ λοχεία σου. Σὺ μήτηρ τῆς ἀγάπης.