Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γέννησιν τοῦ Χριστοῦ καὶ εἰς τὴν ἁγίαν Μαρίαν τὴν θεοτόκον

Ἰωάννης ὁ Χρυσόστομος

Προφητικές μαρτυρίες και η θεολογία της ενσαρκώσεως

Ερμηνεύονται ψαλμικοί στίχοι και παρατίθενται οι προφητείες της Παλαιάς Διαθήκης σχετικά με τη διπλή γέννηση του Υιού του Θεού και την εκ Παρθένου καταγωγή Του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Τοὺς γὰρ 〈ἐπαίνους〉 σου ἀναγγέλλουσι 〈λαοὶ〉 καὶ τὴν δόξαν σου 〈ἀπαγγελεῖ ἡ ἐκκλησία· ἐν〉 γὰρ 〈τῷ ἀναλαμβάνειν σε στολὴν δόξης,〉 υἱὸν Θεοῦ τέτοκας πρὸς ὃν κράζει ὁ Πατήρ· »〈Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε«. »Κύριος εἶπεν πρός με· «Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε〉»· οὐκ ἔχω μετὰ σὲ ὡς σὲ διὰ σέ· εἷς γὰρ ἐξ ἑνός· «〈ἐγὼ σήμερον γεγέννηκά σε〉» εἰς ἄλειμμα ἀθλούντων καὶ βασιλέα τυραννουμένων· «〈ἐγὼ σήμερον γεγέννηκά σε〉», εἰς γαλήνην πολεμουμένων καὶ δόξαν ἀπεγνωσμένων. «〈Ἐγὼ σήμερον γεγέννηκά σε〉», εἰς ἐκδίκησιν διωκομένων καὶ ζωὴν τεθανατωμένων, εἰς ἦθος χρηστὸν καὶ θειοτέραν βελτίωσιν· «〈ἐγὼ σήμερον γεγέννηκά σε〉», συγκληρονόμον μετὰ σὲ ἢ σὺν σοὶ οὐ προέκρινα.

Ἀρρήτως, ἀρρεύστως, ἀφράστως, ἀφθάρτως «〈Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε〉»· πάντα τὰ τῆς φύσεως ἐπεκένωσα, ἔχων ὡς ἐμαυτὸν καὶ σὲ Υἱὸν ἐπικόλπιον· ἰσορρόπῳ γὰρ βουλήσει Βασιλέα σε ἔχρισα· «〈ἐγὼ σήμερον γεγέννηκά σε〉», ἀφιλονείκως ἐξαπλώσας τῇ θελήσει τὴν δύναμιν, βουληθεὶς Υἱὸν γεννῆσαι, Θεὸν ἐγέννησα τέλειον. «〈Ἐγὼ σήμερον γεγέννηκά σε·〉» οὐ παρῆν αἰὼν εἰς τὴν τοῦ γεννήσαντος προαίρεσιν, οὐ μεσιτεία τινὸς ἵνα φθάσῃ τὸ γέννημα, οὐκ ἐνθύμημα ἀγγέλων, τὸ νόημα βαθύτερον ὑπάρχον, οὐ χρόνος, οὐ διάστημα, οὐ βραδυτὴς σκέψεως, ἀλλ᾽ ὅλον ἑαυτὸν εἰς τὸν παῖδα μεταβαλὼν. «〈Ἐγὼ σήμερον γεγέννηκά σε〉». «〈Καὶ ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά〉», Κυρίου ἐπιδημήσαντος ἀνακαινίσαι τὰ σύμπαντα ἵνα κόσμος ὁ ἄκοσμος πάλιν ἄνωθεν κοσμηθῇ; «〈Καὶ ἵνα τί ἐφρύαξαν ἔθνη〉»; Τὴν ἐκ τοῦ σώματος μορφὴν ἑκουσίως ἑλόμενος, τὸ πλανώμενον πρόβατον ζητήσας κατέσπευσεν. «〈Καὶ ἵνα τί ἐφρύαξαν ἔθνη〉», βασιλέως παρόντος τὸν ἀντάρτην χειρώσασθαι ἵνα τῆς πρώτης φθορᾶς ἐλευθερώσῃ τὸν ἄνθρωπον; «〈Καὶ ἵνα τί ἐφρύαξαν ἔθνη〉», ποιμένος ἐνδημοῦντος ἐμφράξαι φάρυγγα ἄπληστον, ἵνα μὴ πάλιν ὁ ὄφις ἀρχαίαν δάκῃ πλευράν; «〈Καὶ ἵνα τί ἐφρύαξαν ἔθνη〉»; Ἐν τῷ τῆς γαστρὸς ἱστῷ ἐξυφάνας τὸ τῆς θεότητος ἔνδυμα, ἐνέδυσεν τὸν κόσμον ἀφθαρσίας ἱμάτιον. «〈Καὶ ἵνα τί ἐφρύαξαν ἔθνη〉»;

Ἄνω ἀμήτωρ Υἱὸς καὶ κάτω ἀπάτωρ ὂν βρέφος· οὐ γὰρ ἄνθρωπος προέκοψεν εἰς Θεὸν, ἀλλὰ Θεὸς ἀνεδέξατο ἄνθρωπον. «〈Καὶ ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά〉»; Ἐφρύαξαν ἔθνη τὰ ἑλληνικά, ἐμελέτησαν λαοὶ Ἰουδαϊκοὶ κενά. Τί φρυάττετε καὶ οὐ φρίττετε καὶ μελετᾶτε κενὰ καὶ οὐκ ἐνθυμεῖσθε ὅτι ἐκ παρθένου προελήλυθεν Υἱὸς ὁ ὑπάρχων τῆς τεκούσης δημιουργός;

Ὁ νόμος προεδήλωσεν καὶ οἱ προφῆται προανεφώνησαν καὶ οὐ σιωπῇ ἐγένετο τὸ τοιοῦτο μυστήριον. Καὶ ὑμεῖς μελετᾶτε «〈κενὰ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ〉». Εἰ μὲν ἠγνόεις τὸ πρᾶγμα, παράνομε Ἰουδαῖε, δικαίως καὶ ἐζήτεις τὸν τρόπον· οὐκ ἤκουσας πάλαι Ἠσαΐου ἐν προφήταις κράζοντος· «〈Ἀκούσατε δὴ, οἶκος Δαυίδ, μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχει ἀνθρώποις; καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα;

Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σήμειον· ἰδοῦ ἡ παρθένος ἐν γαστρὶ λήμψεται καὶ τέξεται υἱὸν καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.〉» Καὶ σὺ παρακαλύπτων τὴν ἀψευδῆ τοῦ προφήτου φωνὴν μελετᾷς 〈κενὰ κατὰ τοῦ Χριστοῦ·〉 Ἰδοῦ ἡ παρθένος ἔτεκεν καὶ πάλιν παρθένος ἔμεινεν, ἰδοῦ ἡ παρθένος ἡ τὸν ἀχώρητον χωρητῶς ἀφιλονείκως ἐν τῇ κοιλίᾳ χωρήσασα, ἰδοῦ ἡ παρθένος ἡ τὸ πῦρ τῆς θεότητος ἀγκάλαις ὑποδεξαμένη καὶ ὡς βάτος μὴ φλεγομένη, ἰδοῦ ἡ παρθένος ἡ τὴν προκόσμιον εἰκόνα τοῦ Θεοῦ ὡς στήλη βαστάσασα καὶ ἀσάλευτος διαμείνασα.

Ἰδοῦ ἡ παρθένος ἡ ὑπὸ 〈ἀγγέλων ἀνατραφεῖσα〉, αὐξηθεῖσα, σφραγισθεῖσα, μνηστευθεῖσα. φυλαχθεῖσα, ἁγιασθεῖσα, νυμφευθεῖσα καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ γενεαλογηθεῖσα. «〈Τοῦ γὰρ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν〉». Οὕτως; Πῶς ἦν ἡ γέννησις Ἰησοῦ Χριστοῦ; Παρθένος τις ἦν ἐκ φυλῆς Ἰουδᾶ, τὸ δαυιτικὸν κατάγουσα γένος, πατρὸς Ἰωακεὶμ, μητρὸς Ἄννας, ἀπὸ Βηθλεὲμ τῆς κώμης, ἥτις οἶκος ἄρτου ἑρμηνεύεται.