Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γέννησιν τοῦ Χριστοῦ καὶ εἰς τὴν ἁγίαν Μαρίαν τὴν θεοτόκον

Ἰωάννης ὁ Χρυσόστομος

Η μνηστεία της Θεοτόκου και η δοκιμασία του Ιωσήφ

Εξετάζεται η σχέση του Ιωσήφ με την Παρθένο, οι αμφιβολίες του, η εμφάνιση του αγγέλου δι' ονείρου και η τελική ομολογία της διακονίας του στο θείο μυστήριο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Ὑπῆρχεν ἡ παῖς γένει βασιλικῷ καὶ πασῇ ἀρετῇ ἐκεκόσμητο, τὸ ἐκ δαυιτικῆς ῥίζης διασώζουσα κάλλος, καθαρὰ καὶ ἄσυλος χώρα· αὐτὴ ὑπῆρχεν ἐν οἴκῳ τῶν γεννητόρων εὐγενῶς τρεφομένη, παλάτιον περιηνθισμένον, σφραγῖδι βασιλικῇ φυλαττομένη, λαμπὰς θεοπτίαν φέρουσα τῷ παντὶ κατέλαμπε κόσμῳ, ὡς δέσποινα ὑπεροπτεύετο τὸ ἐν γυναιξὶν αἰδέσιμον ἐμφανίζουσα. 〈Ἐν ναῷ Κυρίου ὡς περιστερὰ〉 ἀφωρισμένη, ὁσίῳ ἀνδρὶ μνηστεύεται τῷ Ἰωσὴφ, περὶ τὸ δαυιτικὸν ἀγχιστεύοντι γένος. Δέχεται οὖν τὴν οἰκείωσιν τῆς μνηστείας ὁ Ἰωσὴφ καὶ ὡμολόγησεν τὸ συνάλλαγμα, ἠγνοηκὼς τοῦ μέλλοντος τὸ ἀντάλλαγμα.

Τί γάρ φησιν; «〈Εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου». Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς δίκαιος ὢν〉 ἐλογίσατο μήτε ἀνακρῖναι, ἐπειδὴ Θεοῦ συνέργεια ἦν, μήτε παραδειγματίσαι διὰ τὸ εὐγενὲς καὶ ὑπερβάλλον τῆς κόρης, μήτε ἀναγγεῖλαι τινὶ διὰ τὴν ἐπισκιάσασαν δύναμιν, ἀλλ᾽ 〈ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν.

Ἄγγελος〉 δὲ 〈Κυρίου κατ᾽ ὄναρ〉 φαίνεται λέγων αὐτῷ· «〈Ἰωσὴφ, υἱὸς Δαυὶδ, τί ἀπολῦσαι λάθρα〉 ζητεῖς τὴν πάλαι ὑπὸ τῶν προφητῶν προαναφωνηθεῖσαν ἀμνάδα; Τί 〈ἀπολῦσαι λάθρα〉 ζητεῖς τὴν ἀσύλητον χώραν καὶ οὐράνιον ὑποδεξαμένην καρπόν;

Τί 〈ἀπολῦσαι λάθρα〉 ζητεῖς τὴν τὸ πῦρ τῆς θεότητος ἀμειώτως χωρήσασαν καὶ ξένην τοῦ ἐπὶ τοῦ Σινὰ Θεοῦ παρουσίαν ἐμφανίζουσαν; Ἀλλὰ »〈μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου· τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν〉«.

Ὦ δέσποτα, διὰ τί μὴ φοβηθῶ παραλαβεῖν τὴν παρθένον; Πλησίον ἑστὼς οὐ τολμῶ καθορᾶν τὴν ἐν αὐτῇ ἐπισκιάσασαν δύναμιν καὶ μὴ φοβηθῶ παραλαβεῖν τὴν παρθένον; Φλὸξ ὅλη μεταμεμόρφωται· ἐκεῖνον γὰρ ἐν κοιλίᾳ φέρει τὸν κορυφὰς ὀρέων συγκαίοντα ἐν ὀργῇ καὶ φλόγα στολίζοντα τὰς ἀσωμάτους δυνάμεις· κἀγὼ μὴ φοβηθῶ παραλαβεῖν τὴν παρθένον;

Αὐστηρῷ τῷ βλέμματι καταπλήττει τοὺς ὁρῶντας καὶ ἀπαρνουμένη τὸ γένος εἰς θεοπτίαν τινὰ ἡ παῖς μεταμεμόρφωται καὶ ἄλλον τινὰ χαρακτῆρα φέρει τῆς ὄψεως· κἀγὼ μὴ φοβηθῶ παραλαβεῖν τὴν παρθένον; Σὺ ἐμεσίτευσας τῇ παρθένῳ τὸν τόκον· συνήγορος ἐγένου τοῦ ὁρωμένου θεάματος. Σὺ τὴν κόρην εἰς ἑτέραν μετέδωκας ἀφομοίωσιν, ἔδωκας ἀσπασμὸν καὶ συνέλαβεν τὸν ἱλασμὸν, εἶπας »〈Χαῖρε〉» καὶ ὁ 〈Λόγος〉 ἐν αὐτῇ 〈σὰρξ ἐγένετο〉. Καὶ σὺ, ὁ ἐν ταῖς ἄνω δυνάμεσιν, ἀντωπῆσαι τῷ ἀποστείλαντί σε μὴ δυνάμενος, ἐμοὶ τῷ ἐν ὑλώδει κειμένῳ βίῳ λέγεις· «〈Μὴ φοβηθῇς παραλαβεῖν〉 τὴν παρθένον;

Λειτουργῶ τῷ τόκῳ ἀλλ᾽ οὐχ ὑπουργῶ τῷ τρόπῳ· καθορῶ τὸ φῶς ἀλλ᾽ οὐκ ἐρευνῶ τὸ πῶς· συγκρίνω τὰ κατ᾽ ἐμὲ ἀλλ᾽ οὐκ ἀνακρίνω τὰ ὑπὲρ ἐμέ· τῆς γαστρὸς στενάζω τὸν ὄγκον ἀλλὰ καὶ τῆς φύσεως πείθομαι τῷ ὅρῳ.

Ἀπολύσω; Ἀλλ᾽ οὐ συμφέρει. Ἀνακρίνω; Ἀλλ᾽ οὐχ ὑπομένω. Ἐρευνήσω; Ἀλλ᾽ οὐκ ἐξιχνιάσω. Προσέλθω τῷ νόμῳ; Ἀλλ᾽ ἀντιλέγω τῷ ἐν αὐτῇ χρηματίζοντι βασιλεῖ. Τί λέγεις ὅτι »〈μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου〉«; Γυναῖκα ἐμὴν ποίαν; ἀνδρείῳ ζυγῷ μὴ ὑποζευγθεῖσαν ἀλλὰ ναὸν τοῦ Δεσπότου ἀναδειχθεῖσαν;

Λέγεις γυναῖκα ἐμήν· διὰ τί; Δοῦλος ἐγὼ τῆς παρθένου, ὦ δέσποτα, καὶ οὐκ ἀνήρ, φρουρεὺς καὶ οὐ κύριος, παραθηκοφύλαξ καὶ οὐ σύζυγος, οἰκέτης καὶ οὐ νυμφίος. Ἐὰν φεύγῃ εἰς Αἴγυπτον, οὐκ ἀπολιμπανοῦμαι· ἐὰν τίκτῃ, ἐφίσταμαι· μαστεύει καὶ θαμβοῦμαι. Ἐκ γὰρ τῆς ἀκροτόμου πέτρας, βρύει γάλα ζωῆς καὶ παρέχει πᾶσιν τροφήν.