Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γέννησιν

Ἰωάννης ὁ Χρυσόστομος

Το μυστήριο της διπλής γεννήσεως και η θεία συγκατάβαση

Θεολογική ανάπτυξη της άρρητης διπλής γεννήσεως του Χριστού και αντιπαραβολή της ουράνιας δόξας με την επίγεια ταπείνωση και συγκατάβαση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Διὰ τοῦτο σήμερον ἀγγελικαὶ δυνάμεις ἐπὶ γῆς ἐχόρευον· «Δόξα ἐν ὑψίστοις θεῷ,» βοῶσαι, «καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία.» Εἶδον γὰρ θαῦμα θάμβους καὶ ἐκστάσεως γέμον· εἶδον τὸν πάντων κύριον δούλου μορφὴν περικείμενον· εἶδον ἐκ βρέφους ἀστράπτοντα τὸν πάντων βρέφη ἐν ταῖς μήτραις μορφοῦντα· εἶδον τὸν πλάσαντα τὸν Ἀδὰμ μετειληφότα νηπιότητος, ἵνα τὸν Ἀδὰμ ἐλευθερώσῃ τῶν κακῶν· εἶδον τὸ μέγα μυστήριον καὶ ἀνιστο<ρο>ύμενον σήμερον ἐν τῇ Βηθλεὲμ τελεσθέν· τὸν αὐτόν, θεὸν καὶ ἄνθρωπον, ἐκ γυναικὸς προελθόντα καὶ παρθένον παιδίον θηλάζουσαν καὶ ὠδινήσασαν ἀπειρόγαμον κόρην· εἶδον καὶ τεκοῦσαν αὐτὴν καὶ μείνασαν παρθένον· εἶδον μητέρα γεγονυῖαν αὐτὴν καὶ κοίτην ἀνδρὸς οὐ μαθοῦσαν· εἶδον καινὰ καὶ παράδοξα· ἄσπορον στάχυν, ἀφύτευτον βότρυν, ἀπάτορα παῖδα.

Τί εἴπω; Πῶς εἴπω; Τίνα τρόπον ἐξηγήσομαι τὰ κρείττονα ἐξηγήσεως; Πρεσβύτερόν ἐστι τῆς μητρὸς τὸ παιδίον, μᾶλλον δὲ ἀληθὲς εἰπεῖν, δημιουργὸς τῆς μητρὸς ὑπάρχει· διπλῆ γὰρ ἡ τοῦ θεοῦ γέννησις· ἡ μὲν παντάπασιν ἄρρητος, ἡ δὲ λαλουμένη καὶ τῶν λαλούντων τὰς γλώσσας πυρσεύουσα· ἡ μὲν πρὸ αἰώνων, ἡ δὲ ἐν ὑστέροις καιροῖς· ἡ μὲν ἐκ θεοῦ καὶ μόνου πατρός, ἡ δὲ ἐκ παρθένου καὶ μόνης μητρός. Ἀμήτωρ ἐστὶν ἄνω, ἀπάτωρ ἐστὶ κάτω· οὔτε ἐκεῖ μητρὸς οὔτε ἐνταῦθα πατρὸς εἰς τὴν γέννησιν ἐδεήθη. Ἄνω τρέμουσιν ἄγγελοι, κάτω φαυλίζουσιν ἄνθρωποι. Ἄνω τὰ χερουβὶμ αὐτῷ θρόνος, κάτω φάτνη καὶ σπήλαιον αὐτῷ τόπος. Ἄνω δόξαν ἄρρητον περιβάλλεται, κάτω ῥακίοις ἠμφίεσται.

Ἄνω τὰ σεραφὶμ αὐτῷ οὐ προσβλέπει, κάτω πόρνη τοὺς πόδας αὐτοῦ περιέπει· ἀπρόσιτός ἐστιν ἄνω ταῖς οὐρανίοις δυνάμεσι, κάτω τελώναις συνανακλίνεται. Ἄνω βασιλεύς ἐστι βασιλευόντων, κάτω πτωχός ἐστιν, οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι. Ἄνω παντὸς τοῦ κόσμου κριτής, κάτω παρὰ Πιλάτου ὁ ἀνεύθυνος κρίνεται.