Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γέννησιν

Ἰωάννης ὁ Χρυσόστομος

Ο οίκος της Σοφίας, τα χαρίσματα του Πνεύματος και η δοξολογία

Τυπολογική ερμηνεία του οίκου και των επτά στύλων της Σοφίας βάσει των προφητειών, με αναφορά στον Χριστό ως δύναμη Θεού, και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Ἡ γὰρ σοφία οἰκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισεν στύλους ἑπτά, τῶν χαρισμάτων τοῦ πνεύματος τῶν ἑπτὰ τὸν κατάλογον. Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥάβδου ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ’ αὐτόν, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου θεοῦ ἐμπλήσει αὐτόν.

Τοὺς ἑπτὰ τούτους στύλους ὑπήρε<ι>σεν ἡ τὸν οἶκον ἑαυτῆς οἰκοδομήσασα σοφία· Χριστὸς δὲ αὐτός ἐστιν, περὶ οὗ Παῦλος λέγει· «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία,» ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.