Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γέννησιν

Ἰωάννης ὁ Χρυσόστομος

Η μορφή του δούλου και το μυστήριο της αειπαρθενίας

Παρουσίαση του μυστηρίου της ενανθρώπησης και θεολογικός στοχασμός επί της θείας κύησης χωρίς φθορά της παρθενίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Σήμερον τοίνυν τὸ κατὰ σάρκα γεννᾶται Χριστὸς ἐξ οἰκείας φιλανθρωπίας καταδεξάμενος τὴν τοῦ δούλου μορφὴν καὶ τὴν παλαιὰν ἐκείνην δυσπρέπειαν μεταβαλὼν εἰς εὐπρέπειαν. Πάλιν μαρτυρούμενος ὁ Δαυὶδ ἀληθεύει· «Ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.» Αὕτη γάρ ἐστιν ἡ τοῦ δούλου μορφὴ συμμεταποιηθεῖσα τῷ ὁμοιώματι τοῦ ἐνδυσαμένου λόγου, τουτέστιν τὸ φῶς περὶ οὗ πολὺς ὁ λόγος ὁ λέγων· «Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον,» καθὼς αὐτὸς ἐν εὐαγγελίοις φησίν· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.» Καὶ πάντων παραδοξώτερον, ἐκ παρθένου γεννᾶται τὸ φῶς, ὁ πολύς, τὸ μυστήριον τῆς εὐφημίας. Παρθένος δίχα συνουσίας ἐγέννησεν, ἵνα Ἡσαΐας ἀληθεύσῃ· «Ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον,» σύμφωνα τῷ Δαυὶδ προφητεύσας τῷ εἰπόντι· «Ἐδίψησέν σε ἡ ψυχή μου. Ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ;», ὅσον εἰς ἰκμάδα παιδοποιΐας καὶ ἀβάτοις ἴχνεσιν συμπλακείς. Ἐγέννησεν ἡμῖν τὸ ἀκατάληπτον φῶς· καὶ οὔτε ὁ τόκος τὴν παρθενίαν διέφθειρεν, οὔτε ἡ παρθενία τὸν τόκον ἠμαύρωσεν.