Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γέννησιν

Ἰωάννης ὁ Χρυσόστομος

Κατάλυση της αρχαίας κατάρας και φανέρωση της ειρήνης

Η σωτηριολογική σημασία της θείας συγκατάβασης μέσω της κατάλυσης του παλαιού πολέμου και ο αγγελικός ύμνος της ειρήνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Σήμερον κατὰ τοῦ γένους ἀρχαία λύεται κατάρα, καὶ ὁ μακρὸς ἐκεῖνος καὶ παλαιὸς λύεται πόλεμος, τοῦ βρέφους τούτου τῆς εἰρήνης ἡμῖν χαρισαμένου τὰ δόγματα· «Τοῦτο σημεῖον,» φησίν, «εὑρήσετε βρέφος ἐσπαργανωμένον, κείμενον ἐν φάτνῃ.» Περιβάλλεται σπαργάνοις ὁ τὴν οἰκουμένην τῶν σπαργάνων τῆς ἁμαρτίας ἐλευθερώσας· ἐν φάτνῃ τίκτεται καὶ οὐχ εὑρίσκει καταλύματος τόπον, περὶ οὗ γέγραπται· «Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ,» λέγει κύριος. «Ποῖον οἶκον οἰκοδομήσετέ μοι, ἢ τίς τόπος τῆς καταπαύσεώς μού ἐστιν;» Καταλύεται τοίνυν ὁ πόλεμος ὁ πόλεμος ὁ μακρός. Καὶ ταύτην θαυμάζοντες τὴν κατάλυσιν καὶ τὴν τῆς εἰρήνης εἰσαγωγὴν οἱ τοῦ ἐπουρανίου πλήθους ἄγγελοι λέγοντες ὕμνο<υ>ν· «Δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Ἐκεῖνος, τουτέστιν ὁ μακρὸς πόλεμος, τουτέστιν *...* ὤφθη κατὰ τὴν γῆν ἡ εἰρήνη προσδοκηθεῖσά ποτε.