Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γέννησιν

Ἰωάννης ὁ Χρυσόστομος

Προσφώνηση στον σαρκωθέντα Λόγο

Χαιρετισμός προς το θείο βρέφος και θεολογική ανάλυση της προαιώνιας ύπαρξης και της εκούσιας κένωσης του Θεού Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

[Τοῦ αὐτοῦ] λόγος εἰς τὸ γενέθλιον τοῦ σωτῆρος. Χαίροις, ὦ βρέφος ἀληθινὸν καὶ φιλάνθρωπον· χαίροις, ὦ βρέφος ἀρχαῖον καὶ καινόν, ἀρχαῖον κατὰ τὸν εἰρηκότα τὸν προφήτην· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεγέννηκά σε,» νέον κατὰ τὸν θεσπέσιον Παῦλον εἰπόντα· «Ἰησοῦς Χριστός, χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας,» ἀρχαῖον κατὰ τὸν μεγαλόφωνον Ἰωάννην («Ἐν ἀρχῇ ἦν ὁ λόγος») εἰπόντα· «Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος,» νέον κατὰ τὸν προφήτην Δαυὶδ τὸν εἰπόντα· «Κύριος εἶπεν πρός με, “υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε”.» Σήμερον γὰρ ἐν ἀρχῇ ὁ τοῦ θεοῦ λόγος γεννᾶται, οὐ τῆς ἄνω φύσεως μειωθείσης, ἀλλὰ τῆς ἐπιδημίας τῆς σωτηριώδους ἐπιφανείσης. Σήμερον ἐν τοῖς κόλποις τοῦ πατρὸς μόνος ἐκ μόνου τὸν πατέρα πληρῶν καὶ ὑπὸ μόνου πληρούμενος τοῦ πατρὸς τὴν διὰ παρθένου γέννησιν κατηξίωσεν, οὐκ ἀποβολὴν πληρῶν κατὰ τοὺς αἱρετικῶν παῖδας, ἀλλ’ αὐτεξούσιον φιλανθρωπίαν ἐπιδεικνύμενος κατὰ τὸν οὐρανοπολίτην ἀπόστολον Παῦλον· «Ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα [σὺ] τῷ θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.»