Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν καινὴν κυριακὴν καὶ εἰς τὸν ἀπόστολον Θωμᾶν

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο και η απουσία του Θωμά

Εισαγωγή στο θέμα της ομιλίας, όπου αναλύεται η θεία οικονομία της απουσίας του Θωμά κατά την πρώτη εμφάνιση του Χριστού και παρατίθεται η μαρτυρία των υπόλοιπων Αποστόλων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

ΝΟΘΑ. ΕΙΣ ΤΗΝ ΚΑΙΝΗΝ ΚΥΡΙΑΚΗΝ Καὶ εἰς τὸν ἀπόστολον Θωμᾶν. Ἥκω τὸ περιλειφθὲν ὄφλημα καταβαλεῖν ἐπειγόμενος. Εἰ γὰρ καὶ πένης εἰμὶ, ἀλλὰ τὴν εὐγνωμοσύνην ὑμῶν ἐκβιάζομαι. Ὑπεσχόμην ὑποδεικνύναι τοῦ Θωμᾶ τὴν ἀπιστίαν· καὶ δὴ πάρειμι ταύτην ἀποδώσων ὑμῖν· προθυμοῦμαι γὰρ τὰς πρώτας ὀφειλὰς πρῶτον ἀποτιννύειν, ἵνα μὴ τοῖς ἐπισυναγομένοις τόκοις κατασχεθῶ. Συμπράξατε οὖν μοι πρὸς τὴν τοῦ χρέους καταβολὴν, καὶ καθικετεύσατε τὸν Θωμᾶν, ἵνα τὴν ἁγίαν αὐτοῦ δεξιὰν τὴν ἁψαμένην τῆς τοῦ Δεσπότου πλευρᾶς τοῖς ἐμοῖς χείλεσιν ἐπιθεὶς, νευρώσῃ μου τὴν γλῶτταν πρὸς τὴν ἐξήγησιν τῶν ποθουμένων ὑμῖν. Ἐγὼ δὲ ταῖς πρεσβείαις τοῦ ἀποστόλου καὶ μάρτυρος Θωμᾶ θαῤῥῶν, κηρύττω τὴν προτέραν ἀμφιβολίαν αὐτοῦ, καὶ τὴν δευτέραν ὁμολογίαν, τῆς Ἐκκλησίας ἡμῶν κρηπῖδα τυγχάνουσαν καὶ θεμέλιον. Εἰσελθόντος τοῦ Σωτῆρος πρὸς τοὺς ἑαυτοῦ μαθητὰς κεκλεισμένων τῶν θυρῶν, καὶ πάλιν ἐξελθόντος ὥσπερ εἰσῆλθεν, ὁ Θωομᾶς ἀπελιμπάνετο μόνος. Ἦν δὲ καὶ τοῦτο θείας οἰκονομίας ἔργον, ὥστε τὸν χωρισμὸν τοῦ μαθητοῦ πρόξενον γενέσθαι πλείονος ἀσφαλείας καὶ βεβαιότητος.

Εἰ γὰρ παρῆν ὁ Θωμᾶς, οὐκ ἂν πάντως ἀμφέβαλλεν· εἰ δὲ μὴ ἀμφέβαλλεν, οὐκ ἂν περιέργως ἐζήτησεν· εἰ δὲ μὴ ἐζήτησεν, οὐκ ἂν ἐψηλάφησεν· εἰ δὲ μὴ ἐψηλάφησεν, οὐκ ἂν Κύριον καὶ Θεὸν ἀνηγόρευσεν· εἰ δὲ μὴ Κύριον καὶ Θεὸν τὸν Χριστὸν ἀπεκάλεσεν, οὐκ ἂν ἡμεῖς οὕτως αὐτὸν ἀνυμνεῖν ἐδιδάχθημεν. Ὥστε καὶ μὴ παρὼν ὁ Θωμᾶς ἡμᾶς πρὸς τὴν ἀλήθειαν ἐποδήγησε, καὶ παραγενόμενος ὕστερον βεβαιοτέρους περὶ τὴν πίστιν ἐποίησεν. Ἔλεγον τοίνυν οἱ μαθηταὶ τῷ Θωμᾷ τελευταῖον ἐπεισελθόντι, Ἑωράκαμεν τὸν Κύριον, ἑωράκαμεν τὸν εἰπόντα, Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ἑωράκαμεν τὸν εἰπόντα, Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθειᾳ· καὶ τῶν λόγων τὴν ἀλήθειαν εὕρομεν τοῖς πράγμασι λάμπουσαν· ἑωράκαμεν τὸν εἰπόντα, Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι· καὶ τὴν ἀνάστασιν ἰδόντες, τὸν ἀναστάντα προσεκυνήσαμεν· ἠκούσαμεν αὐτοῦ πρὸς ἡμᾶς εἰπόντος, Εἰρήνη ὑμῖν, καὶ τὴν ζάλην τῆς λύπης πρὸς γαλήνης εὐφροσύνην ἐτρέψαμεν· ἐθεασάμεθα τὰς χεῖρας αὐτοῦ τὰς ὑποδεξαμένας τὰς τῶν ἥλων ἀκμὰς, ἐθεασάμεθα τὰς χεῖρας τὰς καταβοώσας τῆς λύσσης τῶν θεομάχων κυνῶν, ἐθεασάμεθα τὰς χεῖρας τὰς ὑφανάσας τὴν ἀφθαρσίαν ἡμῖν, ἐθεασάμεθα καὶ τὴν πλευρὰν τὴν παντὸς κήρυκος λαμπρότερον βοῶσαν τὴν εὐσπλαγχνίαν τοῦ πληγέντος· αὐτὴν ἐθεασάμεθα τὴν πλευρὰν, ἣν ὑμνοῦσιν ἄγγελοι, καὶ σέβουσιν οἱ πιστεύοντες, καὶ δαίμονες φρίττουσιν.

Ὑπεδεξάμεθα καὶ φύσημα θεῖον ἐκ τοῦ θείου στόματος αὐτοῦ, φύσημα πνευματικὸν, φύσημα πάσης χάριτος χορηγόν.

Ἐχειροτονήθημεν ἐκ τοῦ Δεσπότου δεσπόται τῆς τῶν πλημμελημάτων ἀφέσεως· ἐγενόμεθα καὶ κύριοι τῆς τῶν ἁμαρτωλῶν κρίσεως, τοιοῦτον ῥῆμα παρ᾽ αὐτοῦ δεξάμενοι σύνθημα· Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται.