Ἀγάπην ἀνυπόκριτον, πίστιν ἀνενδοίαστον, εἰρήνην ἀπανούργευτον, φιλαδελφίαν ἄτμητον, εὐσέβειαν ἀκαπήλευτον, θεογνωσίαν ἀφιλάργυρον, παρθενίαν ἀῤῥύπωτον, ἄσκησιν ἀλύγιστον, συζυγίαν ἄσχιστον· πάντα πόνον ὑπὲρ τῆς ἀληθείας ὑφίστασθαι, μὴ δειλιᾷν ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Ταῦτα τοῦ Κυρίου διδάσκοντος καὶ ἔτι μετὰ προσθήκης λέγοντος· Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτήν· καὶ πάλιν· Ὁ θέλων ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι· καὶ αὖθις· Μὴ κτήσασθε χρυσὸν, μὴ ἄργυρον, μὴ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν, μὴ βαλάντιον, μὴ δύο χιτῶνας· ταῦτα τοῦ Κυρίου διδάσκοντος ὁ Σίμων ἀκούων, ὁ δόξας τὸ πλοῖον μεμισθωκέναι τῷ Κυρίῳ, ἤρξατο γογγύζειν καὶ λέγειν ἐν ἑαυτῷ· Παρὰ τούτου μισθὸν προσδοκήσομεν λαβεῖν; ἐπιζημίᾳ νυχθημερινῷ περιέπεσα· τίς μοι συνήντησε σήμερον; Οὗτος περὶ ἀκτημοσύνης διαλέγεται· μηδένα μηδὲν ἔχειν διδάσκει. Τάχα ἐμὲ θέλει καὶ τὸ πλοῖον πωλῆσαι, ἵνα πτωχοῖς διανέμω· παρ᾽ αὐτοῦ μισθὸν προσδοκῶ λαβεῖν; Ταῦτα τοῦ Σίμωνος διαλεγομένου ἐν ἑαυτῷ πληροῖ τὴν διδασκαλίαν ὁ Κύριος, ἵνα τὴν θαυματουργίαν ἐπιδείξηται, καὶ τὸν Σίμωνα πληροφορήσῃ. Κόπος γάρ ἐστιν ἰδιώτην λόγῳ πεῖσαί ποτε.