Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν λίμνην Γεννησαρέτ καὶ εἰς τὸν ἅγιον Πέτρον τὸν ἀπόστολον

Ἰωάννης ὁ Χρυσόστομος

Η θεραπεία του λεπρού και η καταληκτήρια δοξολογία

Ο Κύριος θεραπεύει έναν λεπρό προς στερέωση της πίστεως των αποστόλων, ενώ το κείμενο ολοκληρώνεται με την ικεσία του ασθενούς και την καθιερωμένη τριαδική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Εἶδες τὴν τοῦ Κυρίου πραγματείαν; τίνος χάριν ἐπὶ τὴν λίμνην παρεγένετο; ἵνα τοὺς μὲν ὄχλους διδάξῃ, τοὺς δὲ ἁλιεῖς ἀγκιστρεύσῃ. Ἤκουες οὖν ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Καὶ καταγαγόντες τὰ πλοῖα αὐτῶν ἐπὶ τῆς γῆς, ἀφέντες ἅπαντα, ἠκολούθησαν τῷ Ἰησοῦ. Τί δὲ ὁ Κύριος; δεῖ γὰρ συμπερᾶναι τῷ λόγῳ. Ὡς εἶδε τῶν ἀποστόλων τὴν προθυμίαν, ὅτιπερ ἀφέντες ἅπαντα, ἠκολούθησαν αὐτῷ, ἐπὶ θεραπείαν ἐπείγεται, ἵνα μὴ ὁ διάβολος ἔκκωμα ἀπιστίας εὕρῃ· εὐμεταμέλητον γὰρ τὸ γένος τὸ τῶν ἀνθρώπων, καὶ πρὸς ἀντιταλάντευσιν ἕτοιμον. Ἔμελλον γὰρ λέγειν οἱ ἀπόστολοι τοῦ Κυρίου, εἰ μηδὲν ἕτερον σημεῖον ἐθεάσαντο· μὴ ἄρα μάτην καταλιπόντες τὴν ὕπαρξιν ἡμῶν ἠκολουθήσαμεν αὐτῷ; καὶ ἡ συνδρομὴ τῶν ἰχθύων κατά τινα τρόπον γεγένηται, οὐχὶ δὲ κατὰ θεῖον κέλευσμα. Ὅπως οὖν μὴ τοιούτοις σκεύμασι μολυνθῶσιν οἱ ἀπόστολοι, μόνον ἀπέστη τῆς λίμνης, καὶ ἐν μιᾷ τῶν ἐγγύθεν πόλεων ὄχλου συνδεδραμηκότος θεοθεράπευτον ἰατρεῖον ἀνοίγει, καὶ εὐθὺς θελήματι μόνῳ ἀποδύει τὸν λεπρὸν, καὶ τὴν κατάστικτον αὐτοῦ μηλωτὴν τῆς λέπρας ἐκαθάρισεν· ἵνα γνῷ Πέτρος καὶ οἱ μετ᾽ αὐτοῦ, ὅτι οὐ μόνον οἱ ἔμψυχοι ἰχθύες ὑπακούουσι τῷ Δεσποτικῷ προστάγματι, ἀλλὰ καὶ τὸ ἄψυχον πάθος τῷ νεύματι αὐτοῦ φυγαδεύεται. Ἤκουες δὲ ἀρτίως βοῶντος τοῦ λεπροῦ· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Ὦ λεπροῦ εὐσεβοῦς δόγματος γνῶσις!

Οὐκ ἐσπίλωσεν αὐτοῦ τὴν ὀρθόδοξον γνώμην ἡ ὁλόῤῥυπος τῆς λέπρας δορά· ἔξωθεν ἧρπε τὸ πάθος· ἔνδον γὰρ οὐχ εὗρε νομήν· τὸ σῶμα κατεβόσκετο, τῆς δὲ ψυχῆς οὐχ ἥπτετο· ἐφύβριστον τίτλον ἐβάσταζεν, ἀλλ᾽ οὐκ ἤγγισεν ἡ συνοδοιπόρος· πλήρης ἦν λέπρας, ἀλλ᾽ ἐμίσει τὸν παράνομον Ὀζίαν· ἡ συναγωγὴ αὐτὸν ἀπωθεῖτο, ἀλλ᾽ ἡ Ἐκκλησία αὐτὸν περιεπτύσσετο· ὁ Μωϋσῆς αὐτὸν ὕβριζεν, ἀλλ᾽ ὁ Χριστὸς ἐθεράπευσεν. Ὧδε θεραπεύεται, κἀκεῖ τὰ δῶρα τῆς θεραπείας προσφέρειν κελεύεται. Διὰ τί;

Ἵνα καὶ τοῦ Δεσπότου Χριστοῦ τὸ φιλάνθρωπον γνωσθῇ, καὶ τῶν φιλαργύρων Ἰουδαίων τὸ φιλέμπορον φανῇς. Τί οὖν ὁ κακοδόξων ἔλεγχος λεπρός; Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Οὐ λέγω, παρακάλεσον, ἀλλ᾽ αὐθέντισον· οὐ λέγω, πρόσευξαι, ἀλλ᾽, ἴασαι. Ἴδιον γὰρ Θεοῦ ἰδίῳ θελήματι θεραπεύειν, οὐχὶ δὲ ἀλλοτρίῳ νεύματι. Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.

Ἤκουσα γὰρ τοῦ προφήτου λέγοντος· Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ πάντα ὅσα ἠθέλησεν ἐποίησεν. Ἐπεὶ οὖν πάντα θελήσει παρήγαγες εἰς τὸ εἶναι, καὶ οὐρανοὺς μὲν ἐξέτεινας ὡσεὶ δέῤῥιν, γῆν δὲ ὑφήπλωσας ὡς σινδόνα, τὰ μεταξὺ δὲ τούτων πολυμόρφως ἀμφιάσας· ἀπόδος κἀμοὶ τὸ τῆς φύσεως ἱμάτιον, ὅπως τὸν μὲν νόμον ὡς φορτικὸν ἐκκλίνω, τὴν δὲ χάριν ὡς φιλάνθρωπον δοξάσω, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.