Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν μέσην τῆς τεσσαρακοστῆς

Ἰωάννης ὁ Χρυσόστομος

Προτροπή προς τους αγωνιστές στο μέσο της Τεσσαρακοστής

Ενθάρρυνση των πιστών για τη συνέχιση του πνευματικού αγώνα της νηστείας, ο οποίος νικά τον αντίπαλο και εξυψώνει τους ανθρώπους στους ουρανούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

Εἰς τὴν μέσην ἑβδομάδα τῶν νηστειῶν. Εὐλογητὸς ὁ Θεὸς ὁ χαρισάμενος τοῖς ἀγωνισταῖς τῆς νηστείας καὶ τὸ μέσον ἆθλον τῆς ἐγκρατείας θεάσασθαι. Ἰδοὺ γὰρ ἐπὶ ταῖς θύραις ἑστήκαμεν τῶν μέσων τῆς νηστείας σκαμμάτων· ἰδοὺ τὸ μέσον τοῦ ἀγῶνος ἡμῖν πρόκειται. Δεῦρο γοῦν θαῤῥοῦντες τῷ ἀγωνοθέτῃ Χριστῷ, κατατολμήσωμεν καὶ τῶν δευτέρων τῆς νηστείας παλαισμάτων. Ἐμεσάσαμεν χάριτι Κυρίου ἤδη τὴν εἰς οὐρανοὺς ἀνάγουσαν κλίμακα· ἀναλώσωμεν καὶ τῶν ἁμαρτημάτων μὴ τὸ ἥμισυ μόνον, ἀλλὰ τὸ ὅλον. Πλησίον γεγόναμεν λοιπὸν τῶν ἐπάθλων· ἐπιμείνωμεν τοίνυν τοῖς σκάμμασι. Λάμπουσι γὰρ ἤδη τῶν τῆς ἐγκρατείας σκαμμάτων τὰ χαρίσματα, στίλβουσι τῶν ἀθλητικῶν ἱδρώτων οἱ στέφανοι, οὐρανόθεν πρόκεινται τῶν ἀγώνων τὰ βραδεῖα, ἃ βραβεύει ὁ ἀγωνοθέτης Χριστὸς τῇ νίκῃ τῶν σκαμματιζόντων. Οὐρανόθεν ἡμᾶς νευροῖ πρὸς τὴν τῆς νηστείας εὐτονίαν, καὶ οὐρανόθεν ἐπαγγέλλεται διδόναι χαρίσματα τοῖς ἀθληταῖς τῆς νηστείας. Μὴ τοίνυν ὀλιγωρήσωμεν πρὸς τοὺς ἀγῶνας, ἵνα καταλάβωμεν τῶν τῆς νηστείας στεφανιτῶν τὴν πόλιν. Οὐρανὸν γὰρ περιπολοῦσιν οἱ τῆς νηστείας τρόφιμοι, οὐρανὸς ἀγκαλίζεται τοὺς μιμητὰς τῶν ἀγγέλων, ἐπειδὴ οὐράνιον τῶν νηστευόντων τὸ πολίτευμα.

Νηστεία γὰρ τοὺς ἀνθρώπους ἀπὸ γῆς εἰς οὐρανοὺς μεθίστησιν, εἰς τὴν τῶν ἀγγέλων ἀνάγει τάξιν, εὔκολον τὴν ἀπὸ γῆς εἰς οὐρανοὺς πορείαν καθίστησι, καὶ παρ᾽ αὐτὸν τὸν ἐπουράνιον βασιλέα παρίστησι, τῶν ἀθανάτων ἀγαθῶν τὴν ἀπόλαυσιν χορηγοῦσα.

Ξένον γὰρ, ἀδελφοὶ, τοῦ παρ᾽ ἡμῶν ἀγῶνος τὸ θαῦμα. Παῖδες γὰρ μετὰ ἀνδρῶν ἀλείφονται, γυναῖκες ἀνδράσιν ἁμιλλῶνται, ἡ ἀσθενὴς τῶν θηλειῶν πρὸς τὸν ἀγῶνα ἀνδρίζεται φύσις. Ἐλεύθερον τοῖς ἐθέλουσι τὸ σκάμμα τῆς νηστείας. Χριστὸς γὰρ ἄφθονος ἀγωνοθέτης κάθηται. Σπεύσωμεν καὶ πρὸς τὸν μέσον ἀγῶνα τῆς νηστείας· μηδεὶς καταισχύνῃ τὸν πνευματικὸν τοῦτον ἀγῶνα· μηδεὶς λειποτακτήσῃ τῶν πνευματικῶν ἀγώνων τούτων. Λέλειπται γὰρ ὁ ἐχθρὸς τοῦ θράσους, ἀφῄρηται τὸ πλέον τῆς μάχης, νενίκηται τῇ τοῦ Θεοῦ κρίσει, δεδούλωται ἡττηθεὶς, ἐλήλαται διὰ νηστείας, ἐπ᾽ ἐδάφους ὑπὸ νηπίων γελώμενος ἔῤῥιπται, ἐπιτάφιον αἰσχύνης ὑπ᾽ αὐτῶν δεχόμενος ὄνειδος. Μηδεὶς τοίνυν ὀκλάσῃ, ἀγαπητοὶ, περὶ τὸ μέσον τῆς νηστείας γενόμενος· μηδεὶς ὀλιγωρήσῃ τῶν μέσων σκαμμάτων· ἡ γὰρ ἡμετέρα γενναιότης ἐκείνου κατάπτωσις. Εἴ τις ἀθλεῖ νωθρῶς, ἐκεῖνον ῥώννυσιν· εἴ τις ὑμῶν ἀσθενῶς ἀγωνίζεται, ἐκεῖνον νευροῖ. Στῶμεν τοιγαροῦν πρὸς τὸν ἀγῶνα γενναίως, ἵνα ὁ ἀντίπαλος πέσῃ μειζόνως. Βρωμάτων φύγωμεν πόθον· καρτερήσωμεν πρὸς ὀλίγον, ἵνα ἀθάνατον λάβωμεν χάριν.