Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν μέσην τῆς τεσσαρακοστῆς

Ἰωάννης ὁ Χρυσόστομος

Βιβλικά παραδείγματα νηστείας και παρακοής

Αντιπαραβολή των συνεπειών της βρώσης για τον Αδάμ και την Εύα με τα σωτήρια αποτελέσματα της εγκράτειας των δικαίων της Παλαιάς Διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Ἔφαγε γὰρ Ἀδὰμ, καὶ θανάτῳ κατεδικάσθη· ἐνήστευσεν Ἠλίας, καὶ τοῦ οὐρανοῦ τὰς κλεῖς ἐπιστεύθη· ἔπιε Νῶε, καὶ τὸν νοῦν μετεβλήθη· ἤσκησεν Ἐνὼχ, καὶ ὑπ᾽ ἀγγέλων μετετέθη· ἐχορτάσθη Φαραὼ, καὶ ἐν θαλάσσῃ σὺν ἅρμασι κατεποντίσθη· ἐνήστευσε Μωϋσῆς, καὶ θάλατταν κατεπέβη, καινοτέρων τειχῶν ἐκ τῆς ὑγρᾶς τῶν ὑδάτων οὐσίας γενόμενος οἰκοδόμος, καὶ ξένην γῆν τὸν λαὸν ὁδοιπορεῖν παρασκευάσας, κεκονιαμένῳ ποδὶ τὴν θάλασσαν παρήγαγε.

Μετέλαβεν Εὔα παρανόμου βρώσεως, καὶ πάντες ἐξ ἐκείνης θανάτῳ παραδίδονται· ἀπέσχετο ὁ ἐκ Μαρίας τεχθεὶς Δεσπότης ἐννόμου βρώσεως, καὶ πάντας τῆς καταδίκης τοῦ θανάτου ἠλευθέρωσε. Γεῦσις θανάτου τὸ ἐν παραδείσῳ δένδρον. ᾟ δὲ ἂν ἡμέρᾳ γὰρ, φησὶν ὁ Θεὸς, φάγησθε ἀπ᾽ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε.