Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν μεταμόρφωσιν
Ο απόστολος Ιωάννης και η θεολογία του Λόγου
Μετάβαση στο θεολογικό ύψος του Ιωάννη και σύγκριση της προσφοράς του με το έργο των άλλων ευαγγελιστών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο απόστολος Ιωάννης και η θεολογία του Λόγου
Μετάβαση στο θεολογικό ύψος του Ιωάννη και σύγκριση της προσφοράς του με το έργο των άλλων ευαγγελιστών.
Πῶς οὐ ζηλωτὸς καὶ τρισμακάριος ὁ Πέτρος, τοὺς θησαυροὺς πιστευόμενος αὐτῶν τῶν οὐρανῶν; Ἀλλ᾽ οὐχ ὅτι τοῦ δεσμεύειν ἔλαβε τὴν ἐξουσίαν τοσοῦτον μακαρίζω, οὐδ᾽ ὅτι καὶ σκιαὶ τῶν ἱματίων αὐτοῦ προκύπτουσαι νόσους ἤλαυνον, οὐδ᾽ ὅτι τὴν Ταβιθὰ ἐκ νεκρῶν ἀνέστησεν ἐκπλήττομαι· ταῦτα γὰρ τοῦ ἐνεργοῦντος Πνεύματός ἐστιν ἐκ τοῦ πλείστου τὰ χαρίσματα· ἐγὼ δὲ Πέτρον μακαρίζω ἐκεῖνον τῆς ἀληθοῦς ἕνεκεν ὁμολογίας τῆς ἀπὸ πάντων τέως πρῶτον ἐπιβεβηκότα· Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Καὶ τὸ φαινόμενον ὁμολογεῖ, Σὺ εἰ ὁ Χριστός· τοῦτο τῆς μετὰ Πατρὸς συνυπάρξεως τὸ μήνυμα. Ἴδωμεν δὲ, εἰ δοκεῖ, καὶ τοῦ τρισμακαρίου Ἰωάννου τὰ ἰδιάζοντα πλεονεκτήματα· οὐκ ἀφ᾽ ὧν τῆς ἐνθέου πενίας ἐκοινώνει τῷ Πέτρῳ· συνῆν γὰρ τῷ λέγοντι, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, καὶ τῇ σιωπῇ τὴν συγκατάθεσιν ἐμήνυσεν· ἀλλ᾽ ὅτι εἰς τὰ στέρνα τὰ δεσποτικὰ πεσὼν, ἐκεῖθεν ἐχάλκευσε τὴν ἱερὰν ἐκείνην καὶ μεγαλόφωνον σάλπιγγα, δι᾽ ἧς, ἃ μὴ εἶπεν οὐρανὸς, μὴ ἐνενόησαν ἄγγελοι, μὴ τῶν λοιπῶν εὐαγγελιστῶν τις κατέλαβε, μόνος τολμηρᾷ καὶ πιστῇ ἐφανέρωσε γλώσσῃ. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Τίνος οὖν ἕνεκα, καὶ διὰ ποίαν αἰτίαν, πρότερος ὢν τῶν λοιπῶν εὐαγγελιστῶν, ἔσχατος ἔγραψε τὸ εὐαγγέλιον; Ἀναγκαῖον καὶ τοῦτο ζητῆσαι.
Ματθαῖος τῇ τῶν Ἑβραίων γλώσσῃ τὰ εὐαγγελικὰ συνέταξε θαύματα· Μάρκος, τοῦ Πέτρου μαθητὴς γενόμενος, τὰ διὰ τοῦ Δεσπότου Χριστοῦ συμβεβηκότα γεγράφηκε, λέγω δὴ τὴν ἄμικτον γέννησιν, τὴν ἄμεμπτον ἀναστροφὴν, τὰ παράδοξα σημεῖα, τὸν Ἰουδαϊκὸν φθόνον, τὸ σωτήριον πάθος, τὸν ζωοποιὸν ἡμῖν θάνατον, τὴν ἐπ᾽ ἀφθαρσίᾳ ἀνάστασιν, τὴν πρὸς τὸν πατρικὸν κόλπον ἀνάληψιν. Ὁμοίως δὲ καὶ Λουκᾶς, Παύλου τυγχάνων μαθητὴς, τὴν αὐτὴν τοῖς πρὸ αὐτοῦ ἔτριψεν ὁδόν. Ἰωάννης τοίνυν μόνος, ὡς ἁλιεύς τις ἐξ ἀπόπτου καθήμενος, καὶ ἑτέρων ἁλιευόντων θεατὴς γενόμενος, ὡς εἶδεν αὐτῷ τῆς γνώσεως τὸ κεφάλαιον παραλειφθὲν, μεταχειρίζεται τὸν ἁλιευτικὸν τοῦ Εὐαγγελίου κάλαμον, καὶ ἐξ αὐτοῦ τὸν ζητούμενον ἰχθὺν θηρεύει, καὶ τοῦτον ἀπράτως τοῖς πιστοῖς πιπράσκει βοῶν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Οὐκ ἀφ᾽ οὗ Μαρία, φησὶν, ἡ νομισθεῖσα μήτηρ, ἀρχὴν ἔλαβεν ὁ Χριστός· οὐκ ἀφ᾽ οὗ Ἰωσὴφ πατὴρ αὐτοῦ ἐχρημάτισε, τὴν ὕπαρξιν ἔχει· οὐδ᾽ ἀφ᾽ οὗ Μωϋσῆς, οὐδ᾽ ἀφ᾽ οὗ Ἀβραὰμ, ὁ πρὸ νόμου πάντων πατήρ· ἀλλ᾽ Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ἀρχῆς δὲ οὐδὲν ἀρχαιότερον, ἀρχῆς οὐδὲν πρεσβύτερον· πᾶν ποίημα ἄρχεται, καί ἐστιν ὑπὸ ἀρχήν· πάντων δὲ ἀρχὴ Υἱὸς, καὶ πάντων ἐστὶν ὡς ποιητὴς ἀρχή. Πᾶν τῇ ἀρχῇ παραλαμβανόμενον, νεώτερον· μόνη δὲ τὰ πρεσβεῖα τῆς ἀϊδιότητος κατέχει ἡ ἀρχή.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.